Ancient Greek · ~9 min
8.43 to 8.57
NOVUM TESTAMENTUM, Gospel of John 8.43-57
Not analysed yet
διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν . ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν . ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς ,καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν ,ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ . ὅταν λαλῇ τὸ ψεῦδος ,ἐκ τῶν ἰδίων λαλεῖ ,ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ . ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω ,οὐ πιστεύετέ μοι . τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας ; εἰ ἀλήθειαν λέγω ,διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι ; ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει · διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ . Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ · Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις ; ἀπεκρίθη Ἰησοῦς · Ἐγὼ δαιμόνιον οὐκ ἔχω ,ἀλλὰ τιμῶ τὸν πατέρα μου ,καὶ ὑμεῖς ἀτιμάζετέ με . ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου · ἔστιν ὁ ζητῶν καὶ κρίνων . ἀμὴν ἀμὴν λέγω ὑμῖν ,ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ ,θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα . εἶπον αὐτῷ οἱ Ἰουδαῖοι · Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις . Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται ,καὶ σὺ λέγεις · Ἐάν τις τὸν λόγον μου τηρήσῃ ,οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα · μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ ,ὅστις ἀπέθανεν ; καὶ οἱ προφῆται ἀπέθανον · τίνα σεαυτὸν ποιεῖς ; ἀπεκρίθη Ἰησοῦς · Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν ,ἡ δόξα μου οὐδέν ἐστιν · ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ,ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν ,καὶ οὐκ ἐγνώκατε αὐτόν ,ἐγὼ δὲ οἶδα αὐτόν · κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν ,ἔσομαι ὅμοιος ὑμῖν ψεύστης · ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ . Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν ,καὶ εἶδεν καὶ ἐχάρη . εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν · Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας ;