Ancient Greek · ~9 min
8.26 to 8.42
NOVUM TESTAMENTUM, Gospel of John 8.26-42
Not analysed yet
πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν · ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν ,κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον . οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν . εἶπεν οὖν ὁ Ἰησοῦς · Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου ,τότε γνώσεσθε ὅτι ἐγώ εἰμι ,καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν ,ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ . καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν · οὐκ ἀφῆκέν με μόνον ,ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε . ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν . Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους · Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ ,ἀληθῶς μαθηταί μού ἐστε ,καὶ γνώσεσθε τὴν ἀλήθειαν ,καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς . ἀπεκρίθησαν πρὸς αὐτόν · Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε · πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε ; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας · ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα · ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα . ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ,ὄντως ἐλεύθεροι ἔσεσθε . οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε · ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ,ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν . ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ · καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε . Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν . λέγει αὐτοῖς ὁ Ἰησοῦς · Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε ,τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε · νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ,ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ · τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν . ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν . εἶπαν αὐτῷ · Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα · ἕνα πατέρα ἔχομεν τὸν θεόν . εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ ,ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω · οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα ,ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν .