Ancient Greek · ~9 min
9.1 to 9.17
NOVUM TESTAMENTUM, Gospel of John 9.1-17
Not analysed yet
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς . καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες · Ῥαββί ,τίς ἥμαρτεν ,οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ,ἵνα τυφλὸς γεννηθῇ ; ἀπεκρίθη Ἰησοῦς · Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ,ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ . ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν · ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι . ὅταν ἐν τῷ κόσμῳ ὦ ,φῶς εἰμι τοῦ κόσμου . ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος ,καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς ,καὶ εἶπεν αὐτῷ · Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος ). ἀπῆλθεν οὖν καὶ ἐνίψατο ,καὶ ἦλθεν βλέπων . οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον · Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν ; ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν · ἄλλοι ἔλεγον · Οὐχί ,ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν . ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι . ἔλεγον οὖν αὐτῷ · Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί ; ἀπεκρίθη ἐκεῖνος · Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι · ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα . καὶ εἶπαν αὐτῷ · Ποῦ ἐστιν ἐκεῖνος ; λέγει · Οὐκ οἶδα . Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν . ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς . πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν . ὁ δὲ εἶπεν αὐτοῖς · Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς ,καὶ ἐνιψάμην ,καὶ βλέπω . ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές · Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος ,ὅτι τὸ σάββατον οὐ τηρεῖ . ἄλλοι ἔλεγον · Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν ; καὶ σχίσμα ἦν ἐν αὐτοῖς . λέγουσιν οὖν τῷ τυφλῷ πάλιν · Τί σὺ λέγεις περὶ αὐτοῦ ,ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς ; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν .