Ancient Greek · ~8 min
9.18 to 9.34
NOVUM TESTAMENTUM, Gospel of John 9.18-34
Not analysed yet
Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν ,ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες · Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ,ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη ; πῶς οὖν βλέπει ἄρτι ; ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν · Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη · πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν ,ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν · αὐτὸν ἐρωτήσατε ,ἡλικίαν ἔχει ,αὐτὸς περὶ ἑαυτοῦ λαλήσει . ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους ,ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν ,ἀποσυνάγωγος γένηται . διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει ,αὐτὸν ἐπερωτήσατε . Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ · Δὸς δόξαν τῷ θεῷ · ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν . ἀπεκρίθη οὖν ἐκεῖνος · Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα · ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω . εἶπον οὖν αὐτῷ · Τί ἐποίησέν σοι ; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς ; ἀπεκρίθη αὐτοῖς · Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε · τί πάλιν θέλετε ἀκούειν ; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι ; ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον · Σὺ μαθητὴς εἶ ἐκείνου ,ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί · ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός ,τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν . ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς · Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν ,καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς . οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει ,ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει . ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου · εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ ,οὐκ ἠδύνατο ποιεῖν οὐδέν . ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος ,καὶ σὺ διδάσκεις ἡμᾶς ; καὶ ἐξέβαλον αὐτὸν ἔξω .