Ancient Greek
Fragment 1
Numenius of Apamea, Fragmenta 1.1
Not analysed yet
1 Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφιδοῦν, Ξενοκράτην δὲ τὸν διάδοχον τοῦ Σπευσίππου, Πολέμωνα δὲ τὸν ἐκδεξάμενον τὴν σχολὴν παρὰ Ξενοκράτους ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδόν τι ταὐτόν, ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πολυθρυλλήτου τε, καὶ εἰ δή τινων τοιούτων ἄλλων. Ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ τὰ μὲν παραλύοντες ᵃ, τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ’ ἐκείνου, καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή τινι αἰτίᾳ ἄλλῃ, οὐκ ἂν φιλοτίμῳ ἴσως. Καὶ οὐ μὲν βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτη, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. Καὶ γάρ με δάκνει, ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων, σώζοντες τῷ Πλάτωνι κατὰ πάντα [πάντη] πᾶσαν ὁμοδοξίαν. Καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου· ᾧ συνακολουθοῦντες, σεφθέντες τε οἱ γνώριμοι ταθέμενοι. ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν. Τοῦτο δὲ οἱ Ἐπικούρειοι, οὐκ ὤφελον μέν, μαθόντες δ’ οὖν, ἐν οὐδενὶ μὲν ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι, καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως. Ὑπῆρξέ τε ἐκ τούτου ἐπὶ πλεῖστον τοῖς μετέπειτα Ἐπικουρείοις, μηδ’ αὐτοῖς εἰπεῖν πω ἐναντίον οὔτε ἀλλήλοις, οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδέν, ὅτου καὶ μνησθῆναι ἄξιον. Ἀλλ’ ἔστιν αὐτοῖς παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. Καὶ διὰ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ· κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα, ὑπὸ τῆς ἐν ἀλλήλοις ἀεί ποτε συμφωνίας. Ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἕνα νοῦν, μίαν γνώμην ἐχούσῃ. Ἀφ’ ἧς ἦσαν, καί εἰσι, καὶ ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι. Τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. Ἐλέγχονται δὲ ἀγαπητῶς ὑπὸ δυσνοήτου ἐλέγχου ᵇ, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ’ ἤδη μεταθέμενοι. Εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι. Καὶ μᾶλλον ὅσοι πλεῖον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι. Αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφισμοῖς ᶜ, ἐπετίμων θᾶττον. Πολὺ μέντοι τούτων πρότερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους, ἀφελκύσαντες διαφόρους τοὺς λόγους· ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης· καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ Ἐρετρικοί, ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. Αἴτιον δέ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς, οἱ διακούσαντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῇ, καὶ ἀπὸ τῆς νικώσης ἀεὶ ᵈ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι. Ὁ δὲ Πλάτων Πυθαγορίσας, (ᾔδει δὲ τὸν Σωκράτην μηδαμόθεν ἢ ἐκεῖθεν ταῦτα καὶ τοιαῦτα ᵉ εἰπεῖν τε καὶ γνόντα εἰρηκέναι,) ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο τὰ πράγματα, οὔτε εἰωθότως, οὔτε εἰς τὸ φανερόν ᶠ. Διαγαγὼν δὲ ἕκαστα ὅπη ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ’ αὐτὸν στάσεώς τε ἅμα καὶ διολκῆς τῶν δογμάτων, οὐ φθόνῳ μέν, οὐδέ γε δυσνοίᾳ· ἀλλ’ οὐ βούλομαι ἐπὶ ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα. Τοῦτο δὲ χρὴ μαθόντας ἡμᾶς ἐπενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προὐθέμεθα, χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτω καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ θεὸς ἄντιλάβηται, χωρίζοντες, ἐάσομεν αὐτὸν ἐφ’ ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον. Ὡς νῦν μανικώτερον, ἢ Πενθεῖ τινι προσῆκε, διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλως δ’ ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντιμετατίθεται οὐδαμῶς. Ὡς οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους, τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανθρώπου· τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον, καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη. Ἀλλ’ οὐ γάρ τι ταῦτα διαιτήσων ἦλθον, μὴ περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως. Ἃ δὲ προὐδέδοκτο, καὶ εἶμι ἐκεῖσε, ἢ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης. Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι. Νυνὶ δὲ αὐτῷ λελογίσθω, ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων. Ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην, ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα, ἅμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρός, Κυνικὸς δὲ ὑπὸ Κράτητος· ὁ δ’ Ἀρκεσίλαος Θεόφραστον ἴσχει καὶ Κράντορα τὸν Πλατωνικόν, καὶ Διόδωρον, εἶτα Πύῤῥωνα· ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικός, ὑπὸ Διοδώρου δὲ σοφιστής, ὑπὸ δὲ Πύῤῥωνος ἐγένετο παντοδαπός, καὶ ἴτης, καὶ οὐδέν. Ὃ καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παράγωγον καὶ ὑβριστικόν· Πρόσθε Πλάτων, ὄπιθεν Πύῤῥων, μέσσος Διό[δωρος. Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ· Τοιγὰρ ἔχων ᵍ Μενεδήμου ὑπὸ στέρνοισι μό[λυβδον θεύσεται ἐς ʰ Πύῤῥωνα τὸ πᾶν κρέας, ἢ Διό[δωρον. Ταῖς οὖν Διοδώρου διαλεκτικοῦ ὄντος λεπτολογίαις τοὺς λογισμοὺς τοὺς Πύῤῥωνος καὶ τὸ σκεπτικὸν καταπλέξας, διεκόσμησε λόγου δεινότητι τῇ Πλάτωνος φλήναφόν τινα κατεστωμυλμένον· καὶ ἔλεγε, καὶ ἀντέλεγε, καὶ μετεκυλινδεῖτο κἀκεῖθεν, κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος, καὶ δύσκριτος, καὶ παλίμβολός τε ἅμα, καὶ παρακεκινδυνευμένος, οὐδέν, τε εἰδώς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος.