Ancient Greek
Fragment 2
Numenius of Apamea, Fragmenta 2.1
Not analysed yet
2 Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ᵃ ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρωσὶν ὁμιλέοι, οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. Τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ’ εἰπεῖν, οὐκ ἐνῆν ἐν αὐτῷ, οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. Ὠνομάζετο οὖν δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς. Ὥσπερ γὰρ αἱ Ἔμπουσαι, ἐν τοῖς φαντάσμασι τοῖς τῶν λόγων, ὑπὸ παρασκευῆς τε καὶ μελέτης ἐφήρμοττεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτός, οὔτε τοὺς ἄλλους ἐᾷν· ἐδειμάτου δὲ καὶ κατεθορύβει, καὶ σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα, κατέχαιρε τῷ ὀνείδει, καὶ ἡβρύνετο ᵇ θαυμαστῶς, ὅτι μήτε τί αἰσχρὸν ἢ καλόν, μήτε ἀγαθόν, μήτε αὖ κακόν ἐστι τί, ᾔδει· ἀλλ’ ὁπότερον εἰς τὰς ψυχὰς πέσοι, τοῦτο εἰπών, αὖθις μεταβαλών, ἀνέτρεπεν ἂν πλεοναχῶς, ἢ δι’ ὅσων κατεσκευάκει. Ἦν οὖν ὕδραν τέμνων ἑαυτόν, καὶ τεμνόμένος ὑφ’ ἑαυτοῦ ἀμφότερα ἀλληλίζων ᶜ δυσκρίτως, καὶ τοῦ δέοντος ἀσκέπτως. Πλὴν τοῖς ἀκούουσιν ἤρκεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον ὄντα θεωμένοις. ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος, ἐπεί τῶν τοι προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους τὰ ἰόντας ἀπὸ καλοῦ προσώπου τε καὶ στόματος, οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης. Δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ’ ἔσχεν ὧδε ἐξ ἀρχῆς. Συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικά, διὰ τὸ καλὸς εἶναι ἔτι ὢν ὡραῖος, τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαϊκοῦ, προσεαὐτὰ χώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυής, τρεχούσῃ χρησάμενος αὐτῇ, ῥαδίᾳ, θερμουργῷ ὑπὸ φιλονεικίας, μετασχὼν μὲν Διοδώρου εἰς τὰ πεπανουργημένα πιθανὰ ταῦτα τὰ κομψά, ὡμιληκὼς δὲ Πύῤῥωνι· (ὁ δὲ Πύῤῥων ἐκ Δημοκρίτου ὥρμητο ὁπόθεν δήποθενᵈ) οὗτος μὲν δὴ ἔνθεν καταρτυθείς, πλὴν τῆς προσρήσεως, ἐνέμεινε Πύῤῥωνι, ὡς τῇ πάντων ἀναιρέσει. Μνασέας γοῦν, καὶ Φιλόμηλος, καὶ Τίμων οἱ σκεπτικοί, σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθές, καὶ τὸ ψεῦδος, καὶ τὸ πιθανόν. Λεχθεὶς οὖν κατ’ ἀξίανᵉ ὑπὸ τῶν Πυῤῥωνείων Πυῤῥώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. Ἦν μὲν τοίνυν Πυῤῥώνειος, πλὴν τοῦ ὀνόματος· Ἀκαδημαϊκὸς δ’ οὐκ ἦν, πλὴν τοῦ λέγεσθαι. Οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις διατριβαῖς, Ἀρκεσίλαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ, ἐπεισιόντων τοῖς φιλοσοφοῦσι, καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδέν γε δόγμα ὑπειπεῖν φαινόμενον. Ὥσπερ γὰρ τὸ μέλαν τὰς σηπίας, προβάλλεσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. Τοῦτ’ οὖν ἐγὼ οὐ πείθομαι. Οἱ δ’ οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος καὶ Ζήνων, ὑπὸ τῶν τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν, ἐπιλανθάνονται, διαστάντες δέ γε, καὶ σφέας αὐτοὺς ἀρτύναντες, σύν ῥ’ ἔβαλονᶠ ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ [ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ [ἀνὴρ καρπαλίμως ἐβίαζενᵍ. Ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀν[δρῶν, ὀλλύντων τε καὶ ὀλλυμένωνʰ. Τῶν Στωϊκῶν· οἱ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ’ αὐτῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. Ἡλίσκοντο δέ, τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἔχοιεν, μήτε μάχεσθαι ἀφορμήν. Τὴν μὲν δὴ ἀρχὴν ἦνᵏ, τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδ’ ἔχειν τινὰ ἀφορμήν, ἢν, εἵ πουˡ μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας ἀφελόντες. Ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθήσομαι δ’ αὐτοῦ αὖθις, ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. Διαστάντες δ’ οὖν εἰς τὸ φανερόν, ἔβαλλον ἀλλήλους οὐχ οἱ δύο, ἀλλ’ ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. Ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρύ, καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ [ὁ Κηφισόδωρος], ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἑώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾷν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα, οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα, καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, ἃ οὐδ’ αὐτὸς ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ’ αὐτῶν ᾗ λέγεται ὑπονοῶν. Πλὴν οὗτος μὲν ὁ Κηφισόδωρος, ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν ἐβούλετο. Ὁ μέντοι Ζήνων καὶ αὐτός, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, ἐφιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως, ἕνεκά γε τῆς εἰρήνηςᵐ ταύτης. Εἰ δ’ οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀνέγραψεν ἐλέγχεται, ἔτι ἐποίησεν ἐναντία καὐτὸς, μήτε ὃν ᾔδει πλήττων, ὅν τε οὐκ ἐχρῆν, ἀτιμότατα καὶ αἴσχιστα περιυβρικώς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί. Πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. Ἤτος γὰρ ἀγνοίᾳ τῶν ἐκείνου ἢ δέει τῶν Στωϊκῶν, πολέμοιο μέγα στόμα πευκεδανοῖο ἀπετρέψατο ἄλλῃ εἰς Πλάτωνα. Ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα κακῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω. Μή πως ᵒ μέντοι ἀγάγοιμι σχολήν ποτε τοσαύτην, τούτων γοῦν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς. Τὸν δ’ οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν, τοὺς παρ’ ἐκείνου ἀποφερομένους λόγους καθῄρει, καὶ ᵖ οὐδὲν ὤκνει. Περὶ μὲν οὖν τῶν ἄλλων ἃ ἐμεμάχητο ἐκείνῳ, οὔτ’ ἴσως εἰπεῖν ἔχω, εἶτε καὶ εἶχον, οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι. Τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου, καὶ αὐτὸ q τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις, τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ’ αὐτήν. Ὁ δ’ ἐν τῷ ἀσθενεστέρῳ ʳ ἡσυχίαν ἄγων, οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετοˢ πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ’ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως· πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιαμάχει, καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ’ ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον· εἴτε μελήσειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ιὤετο ἀποτρεψάμενος ἀφ’ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. Τοῦτο δὲ ᾔδειᵗ καὶ Ἀγαθοκλέα τὸν Συρακούσιον ποιήσαντα τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους. Οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι. Ἡ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλόλογος, οὐδ’ ἐργάτις χαρίτων, ὑφ’ ὧν ὁ Ἀρκεσίλαος, τὰ μὲν περικρούων, τὰ δὲ ὑποτέμνων, ἄλλα δ’ ὑποσκελίζων, κατεγλωττίζετο αὐτούς, καὶ πιθανὸς ἦν. Τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν, ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν, καταπεπληγμένων, δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε, μηδὲν εἶναι μήτ’ οὖν ἔπος μήτε πάθος, μήτε ἔργον ἐν βραχύ, μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ’ ἄν, εἴ τι μὴ Ἀρκεσιλάῳ δοκεῖ τῷ Πιταναίῳ. Τῷ δ’ ἄρα οὐδὲν ἐδόκει, οὐδ’ ἀπεφαίνετο οὐδὲν μᾶλλον, ἢ ῥηματίσκια ταῦτ’ εἷναι καὶ φόβους.