Ancient Greek
Fragment 12
Numenius of Apamea, Fragmenta 12
Not analysed yet
12 Εἰ μὲν γράφειν ὑποτεινάμενος ὁ Πλάτων περὶ τῆς θεολογίας τῆς τῶν Ἀθηναίων, εἶτα ἐδυσχέραινεν αὐτῇ, καὶ κατηγόρει, ἐχούσῃ στάσεις μὲν πρὸς ἀλλήλους, τέκνων δὲ τῶν μὲν μίξεις, τῶν δὲ ἐδωδά· τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας, ἀδελφῶν τε ἀδελφοῖς ὑμνούσῃ, καὶ ἄλλα τοιαῦτα· εἴπερ ὀ Πλάτων ταυτὶ λαβὼν εἰς τὸ φανερὸν κατηγόρει, παρασχεῖν ἂν δοκεῖ μοι τοῖς Ἀθηναίοις αἰτίαν, πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν ὥσπερ τὸν Σωκράτην. Ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον, ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφαλῶς δυνησόμενος, ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθηναίων τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα, καὶ κοάλεμον, καὶ εἴ τις ἄλλος θεολογεῖ κακῶς •αὐτὸν δὲ τὸν Σωκράτην ἐπ’ αὐτοῦ τε καὶ ἐν τῷ ἰδίῳ σχηματισμῷ, ἐν ᾧ περὶ εἰωθότος ἤλεγχεν ἑκάστῳ προσομιλῶν.