Ancient Greek
Fragment 6
Numenius of Apamea, Fragmenta 6
Not analysed yet
6 Ἀλλὰ τί δή ἐστι τὸ ὄν; ἆρα ταυτὶ τὰ στοιχεῖα τὰ τέτταρα, ἡ γῆ καὶ τὸ πῦρ, καὶ αἱ ἄλλαι δύο μεταξὺ φύσεις; ἆρα οὖν δὴ τὰ ὄντα ταῦτά ἐστιν, ἤτοι ξυλλήβδην, ἢ καθ’ ἕν γέ τι αὐτῶν; καὶ πῶς, ἅ γέ ἐστι καὶ γεννητὰ καὶ παλινάγρετα, εἴ γέ ἐστιν ὁρᾷν αὐτὰ ἐξ ἀλλήλων γινόμενα καὶ ἀπαλλασσόμενα, καὶ μήτε στοιχεῖα ὑπάρχοντα, μήτε συλλαβάς; Σῶμα μὲν τουτὶ ᵃ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. Αλλ’ ἄρα ταυτὶ μὲν οὔ, ἡ δ’ ὕλη δύναται εἶναι ὄν· ἀλλὰ καὶ ταύτην παντὸς μᾶλλον ἀδύνατον, ἀῤῥωστίᾳ τοῦ μένειν. Ποταμὸς γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύῤῥοπος, βάθος καὶ πλάτος καὶ μῆκος ἀόριστος καὶ ἀνήνυτος. Καὶ μετὰ βραχέα ἐπιλέγει· ὥστε καλῶς ὁ λόγος εἴρηκε, φάς, εἰ ἔστιν ἄπειρος ἡ ὕλη, ἀόριστον εἰναι αὐτήν· εἰ δὲ ἀόριστος, ἄλογον· εἰ δὲ ἄλόγος, ἄγνωστον. Ἄγνωστον δέ γε οὖσαν αὐτὴν ἀναγκαῖον εἶναι ἄτακτον· ὡς, τεταγμένα γνωσθῆναι πάνυ δήπουθεν ἂν εἴη ῥᾴδιον· τὸ δὲ ἄτακτον οὐχ ἕστηκεν· ὅ, τι δὲ μὴ ἕστηκεν ᵇ, οὐκ ἄν εἴη ὄν. Τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι ἀθέμιστον εἰναι. Δοξάτω μάλιστα μὲν πᾶσιν, εἰ δὲ μή, ἀλλ’ ἐμοί. Οὐκοῦν φημι τὴν ὕλην οὔτε αὐτήν, οὔτε τὰ σώματα εἶναι ὄν. Τί οὖν δή; Εἰ ἔχομεν παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; ναί· τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν ἡμῖν αὐτοῖς ἅμα πειραθείημεν διαλεγόμενοι. Ἐπεὶ δὲ τὰ σώματά ἐστι φύσει τεθνηκότα, καὶ νεκρά, καὶ πεφορημένα, καὶ οὐδ’ ἐν ταὐτῷ μένοντα, ἆρ’ οὐχὶ τοῦ καθέξοντος αὐτοῖς δεῖ; Παντὸς μᾶλλον. Εἰ μὴ τύχοι δὲ τούτου, ἆρα μείναιεν ἄν; Παντὸς ἧττον. Τί οὖν ἔστι τὸ κατασχῆσον; Εἰ μὲν δὴ καὶ τοῦτο εἴη σῶμα, Διὸς σωτῆρος δοκεῖ ἆν ἐμοὶ δεηθῆναι αὐτὸ παραλυόμενον καὶ σκιδνάμενον. Εἰ μέντοι χρὴ αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις κεκυημένοις τὴν φθορὰν ἀμύνειν δύνηται καὶ κατέχῃ, ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι, ἢ μόνον γε τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη ἕστηκε, καὶ ἔστιν ἀραρυῖα, καὶ οὐδὲν σωματική. Οὔτε γοῦν γίνεται, οὔτε αὔξεται, οὔτε κίνησιν κινεῖται ἄλλην οὐδεμίαν, καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη πρεσβεῦσαι τὸ ἀσώματον.