Ancient Greek
Dfhg-Source dfhg3_QUINTUS_FABIUS_PICTOR
NUMERIUS FABIUS PICTOR; QUINTUS FABIUS PICTOR, Fragmenta 18.1
Not analysed yet
Φάβιος δέ φησιν, ὁ Ῥωμαῖκὸς συγγραφεὺς, ἅμα τῷ κατὰ Ζακανθαίους ἀδικήματι, καὶ τὴν Ἀσδρούβου πλεονεξίαν καὶ φιλαρχίαν, αἰτίαν γίγνεσθαι τοῦ κατ ̓ Ἀννίβαν πολέμου. Ἐκεῖνον γὰρ, μεγάλην ἀνειληφότα τὴν δυναστείαν ἐν τοῖς κατ ̓ Ἰβηρίαν τόποις, μετὰ ταῦτα παραγενόμενον ἐπὶ Λιβύην, ἐπιβαλέσθαι, καταλύσαντα τοὺς νόμους, εἰς μοναρχίαν περιστῆσαι τὸ πολίτευμα τῶν Καρχηδονίων· τοὺς δὲ πρώτους ἄνδρας ἐπὶ τοῦ πολιτεύματος, προειδομένους αὐτοῦ τὴν ἐπιβολὴν, συμφρονῆσαι καὶ διαστῆναι πρὸς αὐτόν· τὸν δ ̓ Ἀσδρούβαν, ὑπειδόμενον, ἀναχωρήσαντα ἐκ τῆς Λιβύης, τὸ λοιπὸν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν χειρίζειν κατὰ τὴν αὐτοῦ προαίρεσιν, οὐ προσέχοντα τῷ συνεδρίῳ τῶν Καρχηδονίων· Ἀννίβαν δὲ, κοινωνὸν καὶ ζηλωτὴν ἐκ μειρακίου γεγονότα τῆς ἐκείνου προαιρέσεως, καὶ τότε διαδεξάμενον τὰ κατὰ τὴν Ἰβηρίαν, τὴν αὐτὴν ἀγωγὴν Ἀσδρούβᾳ ποιεῖσθαι τῶν πραγμάτων. Διὸ καὶ νῦν τὸν πόλεμον τοῦτον ἐξενηνοχέναι κατὰ τὴν αὐτοῦ προαίρεσιν Ῥωμαίοις, παρὰ τὴν Καρχηδονίων γνώμην. Οὐδένα γὰρ εὐδοκεῖν τῶν ἀξιολόγων ἀνδρῶν ἐν Καρχηδόνι τοῖς ὑπ ̓ Ἀννίβου περὶ τὴν Ζακανθαίων πόλιν πραχθεῖσι. Ταῦτα δ ̓ εἰπών φησι μετὰ τὴν τῆς προειρημένης πόλεως ἅλωσιν παραγενέσθαι τοὺς Ῥωμαίους, οἰομένους δεῖν ἢ τὸν Ἀννίβαν ἐκδιδόναι σφίσι τοὺς Καρχηδονίους, ἢ τὸν πόλεμον ἀναλαμβάνειν. Εἰ δέ τις ἔροιτο τὸν συγγραφέα, ποῖος ἦν καιρὸς οἰκειότερος τοῖς Καρχηδονίοις, ἢ ποῖον πρᾶγμα τούτου δικαιότερον ἢ συμφορώτερον, ἐπείπερ ἐξ ἀρχῆς δυσηρεστοῦντο, καθάπερ οὗτός φησι,τοῖς ὑπ ̓ Ἀννίβου πραττομένοις, τοῦ, πεισθέντας τότε τοῖς ὑπὸ Ῥωμαίων παρακαλουμένοις, ἐκδοῦναι μὲν τὸν αἴτιον τῶν ἀδικημάτων, ἐπανελέσθαι δ ̓ εὐλόγως δι ̓ ἑτέρων τὸν κοινὸν ἐχθρὸν τῆς πόλεως, περιποιήσασθαι δὲ τῇ χώρᾳ τὴν ἀσφάλειαν, ἀποτριψαμένους τὸν ἐπιφερόμενον πόλεμον, δόγματι μόνον τὴν ἐκδίκησιν ποιησαμένους; τί ἂν εἰπεῖν ἔχοι πρὸς αὐτά; δῆλον γάρ, ὡς οὐδέν. Οἵ γε τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαί τι τῶν προειρημένων, ὡς ἑπτακαίδεκα ἔτη συνεχῶς πολεμήσαντες κατὰ τὴν Ἀννίβου προκίρεσιν, οὐ πρότερον κατελύσαντο τὸν πόλεμον, ἕως οὗ πάσας ἐξελέγξαντες τὰς ἐλπίδας, τελευταῖον εἰς τὸν περὶ τῆς πατρίδος καὶ τῶν ἐν αὐτῇ σωμάτων παρεγένοντο κίνδυνον. Τίνος δὲ χάριν ἐμνήσθην Φαβίου καὶ τῶν ὑπ ̓ ἐκείνου γεγραμμένων; Οὐχ ἕνεκα τῆς πιθανότητος τῶν εἰρημένων ἀγωνιῶν, μὴ πιστευθῇ παρά τισιν· ἡ μὲν γὰρ παρὰ τούτων ἀλογία, καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως, αὐτὴ δι ̓ αὐτῆς δύναται θεωρεῖσθαι παρὰ τοῖς ἐντυγχάνουσιν· ἀλλὰ τῆς τῶν ἀναλαμβανόντων τὰς ἐκείνου βίβλους ὑπομνήσεως· ἵνα μὴ πρὸς τὴν ἐπιγραφὴν, ἀλλὰ πρὸς τὰ πράγματα βλέπωσιν. Ἔνιοι γὰρ οὐκ ἐπὶ τὰ λεγόμενα συνεπιστήσαντες, ἀλλ ̓ ἐπ ̓ αὐτὸν τὸν λέγοντα, καὶ λαβόντες ἐν νῷ, διότι κατὰ τοὺς καιροὺς ὁ γράφων γέγονε, καὶ τοῦ συνεδρίου μετεῖχε τῶν Ῥωμαίων, πᾶν εὐθέως ἡγοῦνται τὸ λεγόμενον ὑπὸ τούτου πιστόν. Ἐγὼ δὲ φημὶ μὲν δεῖν οὐκ ἐν μικρῷ προσλαμβάνεσθαι τὴν τοῦ συγγραφέως πίστιν, οὐκ αὐτοτελῆ δὲ κρίνειν· τὸ δὲ πλεῖον ἐξ αὐτῶν τῶν πραγμάτων ποιεῖσθαι τοὺς ἀναγινώσκοντας τὰς δοκιμασίας. Οὐ μὴν ἀλλὰ καὶ τοῦ γε Ῥωμαίων καὶ Καρχηδονίων πολέμου (τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα) νομιστέον πρώτην μὲν αἰτίαν γεγονέναι τὸν Ἀμίλκου θυμὸν, τοῦ Βάρκα μὲν ἐπικαλουμένου, πατρὸς δὲ κατὰ φύσιν Ἀννίβου γεγονότος. Ἐκεῖνος γὰρ, οὐχ ἡττηθεὶς τῷ περὶ Σικελίας πολέμῳ τῇ ψυχῇ, τῷ δοκεῖν αὐτὸς μὲν ἀκέραια διατετηρηκέναι τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα ταῖς ὁρμαῖς ἐφ ̓ ὦν αὐτὸς ἦν, διὰ δὲ τὴν ἐν τῇ ναυμαχίᾳ τῶν Καρχηδονίων ἧτταν τοῖς καιροῖς εἴκων, πεποιῆσθαι τὰς συνθήκας, ἔμενεν ἐπὶ τῆς ὀργῆς, τηρῶν ἀεὶ πρὸς ἐπίθεσιν. Εἰ μὲν οὖν μὴ τὸ περὶ τοὺς ξένους ἐγένετο κίνημα τοῖς Καρχηδονίοις, εὐθέως ἂν ἄλλην ἀρχὴν ἐποιεῖτο καὶ παρασκευὴν πραγμάτων, ὅσον ἐπ ̓ ἐκείνῳ. Προκαταληφθεὶς δὲ ταῖς ἐμφυλίοις ταραχαῖς, ἐν τούτοις καὶ περὶ ταύτας διέτριβε τὰς πράξεις.