Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_QUINTUS_FABIUS_PICTOR
NUMERIUS FABIUS PICTOR; QUINTUS FABIUS PICTOR, Fragmenta 16
Not analysed yet
Ὁ γὰρ Ἀμίλκας, τῶν Ῥωμαίων τὸν Ἔρυκα τηρούντων ἐπί τε τῆς κορυφῆς καὶ παρὰ τὴν ῥίζαν, καθάπερ εἴπομεν, κατελάβετο τὴν πόλιν τῶν Ἐρυκινῶν, ἥτις ἦν μεταξὺ τῆς τε κορυφῆς καὶ τῶν πρὸς τῇ ῥίζῃ στρατοπεδευσάντων. Ἐξ οὗ συνέβαινε παραβόλως μὲν ὑπομένειν καὶ διακινδυνεύειν πολιορκουμένους τοὺς τὴν κορυφὴν κατέχοντας τῶν Ῥωμαίων· ἀπίστως δὲ τοὺς Καρχηδονίους ἀντέχειν, τῶν τε πολεμίων πανταχόθεν προσκειμένων, καὶ τῶν χορηγιῶν οὐ ῥᾳδίως αὐνοῖς παρακομιζομένων, ὡς ἂν τῆς θαλάττης καθ ̓ ἕνα τόπον καὶ μίαν πρόσοδον ἀντεχομένοις. Οὐ μὴν ἀλλὰ πάλιν ἐνταῦθα πάσαις μὲν ἀμφότεροι ταῖς πολιορκητικαῖς ἐπινοίαις καὶ βίαις χρησάμενοι κατ ̓ ἀλλήλων, πᾶν δὲ γένος ἐνδείας ἀνασχόμενοι, πάσης δ ̓ ἐπιθέσεως καὶ μάχης πεῖραν λαβόντες· τέλος, οὐχ, ὡς Φάβιος φησὶν, ἐξαδυνατοῦντες καὶ περικακοῦντες, ἀλλ ̓ ὡς ἂν ἀπαθεῖς καὶ ἀήττητοί τινες ἄνδρες, ἱερὸν ἐποιήσαντο στέφανον. Πρότερον γὰρ ἐκείνους ἀλλήλων ἐπικρατῆσαι, καίπερ δύο ἔτη πάλιν ἐν τούτῳ τῷ τόπῳ διαγωνισαμένους, δι ̓ ἄλλου τρόπου συνέβη λαβεῖν τὸν πόλεμον τὴν κρίσιν.