Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_QUINTUS_FABIUS_PICTOR
NUMERIUS FABIUS PICTOR; QUINTUS FABIUS PICTOR, Fragmenta 4
Not analysed yet
Ὁ μὲν Πείσων φησὶ τῶν Σαβίνων τὸν χρυσὸν ἑτοίμων ὄντων διδόναι τῇ κόρῃ τὸν περὶ τοῖς ἀριστεροῖς βραχίοσι, τὴν Τάρπειαν οὐ τὸν κόσμον, ἀλλὰ τοὺς θυρεοὺς παρ ̓ αὐτῶν αἰτεῖν . . . Οἱ δὲ περὶ τὸν Φάβιον ἐπὶ τοῖς Σαβίνοις· πολοῦσι τὴν τῶν ὁμολογιῶν ἀπάτην. Δέον γὰρ αὐτοὺς τὸν χρυσὸν, ὥσπερ ἡ Τάρπεια ἠξίου, κατὰ τὰς ὁμολογίας ἀποδιδόναι, χαλεπαίνοντας ἐπὶ τῷ μεγέθει τοῦ μισθοῦ τὰ σκεπαστήρια κατ ̓ αὐτῆς βάλλειν, ὡς ταῦτα, ὅτε ὤμνυσαν, αὐτῇ δώσειν ὑποσχομένους.