Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_QUINTUS_FABIUS_PICTOR
NUMERIUS FABIUS PICTOR; QUINTUS FABIUS PICTOR, Fragmenta 7
Not analysed yet
Βούλομαι δ ̓ ἐπιστήσας τὸν ἑξῆς λόγον ἀποδοῦναι τὰς αἰτίας δι ̓ ἃς οὔτε Φαβίῳ συγκατεθέμην οὔτε τοῖς ἄλλοις ἱστορικοῖς ὅσοι γράφουσιν υἱοὺς εἶναι τοὺς καταλειφθέντας παῖδας ὑπὸ Ταρκυνίου, ἵνα μή τινες τῶν ἐκείναις ἐντυχόντων ἱστορίαις σχεδιάζειν ὑπολάβωσιν, οὐχ υἱοὺς ἀλλ ̓ υἱωνοὺς αὐτοὺς γράφοντα τοὺς παῖδας· παντάπασι γὰρ ἀπερισκέπτως καὶ ῥᾳθύμως οἱ συγγραφεῖς αὐτῶν ταύτην ἐξενηνόχασι τὴν ἱστορίαν, οὐδὲν ἐζητηκότες τῶν ἀναιρούντων αὐτὴν ἀδυνάτων καὶ ἀτόπων.