Ancient Greek
Dfhg-Source dfhg3_NYMPHIS_HERACLEOTA
NYMPHIS HERACLEOTA, Fragmenta 2
Not analysed yet
Ὅτι ἡ περὶ Ἡράκλειαν Ἀχερουσιὰς (Ἀχερουσία ἄκρα cod. Paris.) καλουμένη πανταχόθεν ἐκ θαλάσσης ἐστὶν ὑψηλή τε καὶ ἀπόκρημνος, καὶ ἀπονένευκεν εἰς δυσμὰς εἰς τὸ πρὸ τῆς Βιθυνίας πέλαγος· καὶ ὅτι προσπῖπτον αὐτῇ τὸ κῦμα σφοδροὺς ἀποτελεῖ ἤχους· καὶ περὶ τῶν ἐπ ̓ ἄκρας αὐτῆς πεφυκυιῶν πλατάνων, καὶ τοῦ ἐπ ̓ αὐτῇ πεδίου, καὶ ὅτι δοκεῖ αὐτόθι κατάβασις εἰς ᾄδου ὑπάρχειν, Νύμφις ἐν τῷ Περὶ Ἡρακλείας α’ φησί· παρ ̓ οὑ Ἀπολλώνιος ἔοικε ταῦτα μεταφέρειν.