Ancient Greek · ~14 min
Dfhg-Source dfhg2_NYMPHODORUS_SYRACUSANUS
NYMPHODORUS SYRACUSANUS, Fragmenta 12.1
Not analysed yet
Ὁ μὲν οὖν Θεόπομπος (fr. 134) ταῦθ ̓ ἱστόρησεν. Ἐγὼ δὲ τοῖς χίοις ἡγοῦμαι διὰ τοῦτο νεμεσῆσαι τὸ δαιμόνιον· χρόνοις γὰρ ὕστερον ἐξεπολεμήθησαν διὰ δούλους. Νυμφόδωρος γοῦν ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Παράπλῳ τάδ ̓ ἱστορεῖ περὶ αὐτῶν. «Τῶν Χίων οἱ δοῦλοι ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι, τὰς ἀγροικίας αὐτῶν κακοποιοῦσι, πολλοὶ συναθροισθέντες. Ἡ γὰρ νῆσός ἐστι τραχεῖα καὶ κατάδενδρος. Μικρὸν δὲ πρὸ ἡμῶν, οἰκέτην τινὰ μυθολογοῦσιν αὐτοὶ οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι, ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια ἐπιτυχῆ, τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα στρατεύματος. Καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπ· αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων, ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλυμένους Ὁ Δρίμακος (τοῦτο γὰρ ἦν ὄνομα τῷ δραπέτῃ), λέγει πρὸς αὐτοὺς τάδε· Ὑμῖν, ὦ χῖοί τε καὶ κύριοι, τὸ μὲν γινόμενον πρᾶγμα παρὰ τῶν οἰκετῶν οὐδέποτε μὴ παύσηται. Πῶς γὰρ, ὁπότε κατὰ χρησμὸν γίνεται θεοῦ δόντος; Ἀλλ ̓ ἐὰν ἐμοὶ πείθησθε καὶ ἐᾶτε ἡμᾶς ἡσυχίαν ἄγειν, ἐγὼ ὑμῖν ἔσομαι πολλῶν ἀγαθῶν ἀρχηγός. «Σπεισαμένων οὖν τῶν Χίων πρὸς αὐτὸν καὶ ἀνοχὰς ποιησαμένων χρόνον τινὰ, κατασκευάζεται μέτρα καὶ σταθμὰ καὶ σφραγῖδα ἰδίαν. Καὶ δείξας τοῖς Χίοις εἶπε διότι Λήψομαι ὅ τι ἂν παρά τινος ὑμῶν λαμβάνω, τούτοις τοῖς μέτροις καὶ σταθμοῖς, καὶ λαβὼν τὰ ἱκανὰ, ταύτῃ τῇ σφραγῖδι τὰ ταμιεῖα σφραγισάμενος καταλείψω. Τοὺς δ ̓ ἀποδιδράσκοντας ὑμῶν δούλους ἀνακρίνας τὴν αἰτίαν, ἐὰν μέν μοι δοκῶσιν ἀνήκεστόν τι παθόντες ἀποδεδρακέναι, ἕξω μετ ̓ ἐμαυτοῦ, ἐὰν δὲ μηδὲν λέγωσι δίκαιον, ἀποπέμψω πρὸς τοὺς δεσπότας. Ὁρῶντες οὖν οἱ λοιποὶ οἰκέται τοὺς Χίους ἡδέως τὸ πρᾶγμα προσδεξαμένους, πολλῷ ἔλαττον ἀπεδίδρασκον, φοβούμενοι τὴν ἐκείνου κρίσιν. Καὶ οἱ ὄντες δὲ μετ ̓ αὐτοῦ δραπέται πολὺ μᾶλλον ἐφοβοῦντο ἐκεῖνον ἢ τοὺς ἰδίους αὑτῶν δεσπότας, καὶ πάντ ̓ αὐτῷ τὰ δέοντ ̓ ἐποίουν, πειθαρχοῦντες ὡς στρατηγῷ. Ἐτιμωρεῖτό τε γὰρ τοὺς ἀτακτοῦντας, καὶ οὐδενὶ ἐπέτρεπε συλᾶν ἀγρὸν οὐδ ̓ ἄλλο ἀδικεῖν οὐδὲ ἓν ἄνευ τῆς αὑτοῦ γνώμης. Ἐλάμβανε δὲ ταῖς ἑορταῖς ἐπιπορευόμενος ἐκ τῶν ἀγρῶν οἶνον καὶ ἱερεῖα τὰ καλῶς ἔχοντα, ὅσα δ ̓ (καὶ ὅσα Eb.) ἂν αὐτοῖς δοίησαν οἱ κύριοι· καὶ εἴ τινα αἴσθοιτο ἐπιβουλεύοντα αὑτῷ, ἢ ἐνέδρας κατασκευάζοντα, ἐτιμωρεῖτο. «Εἶτ ̓, ἐκήρυξε γὰρ ἡ πόλις χρήματα δώσειν πολλὰ τῷ εὐτὸν λαβόντι ἢ τὴν κεφαλὴν κομίσαντι, οὗτος ὁ Δρίμα κος, πρεσβύτερος γενόμενος, καλέσας τὸν ἐρώμενον τὸν ἑαυτοῦ εἴς τινα τόπον, λέγει αὐτῷ ὅτι Ἐγώ σε πάντων ἀνθρώπων ἠγάπησα μάλιστα, καὶ σύ μοι εἶ καὶ παῖς καὶ υἱὸς καὶ τὰ ἄλλα πάντα. Ἐμοὶ μὲν οὖν χρόνος ἱκανὸς βεβίωται, σὺ δὲ νέος εἶ, καὶ ἀκμὴν ἔχεις τοῦ ζῆν. Τί οὖν ἐστίν; ἄνδρα σε δεῖ γενέσθαι καλὸν κἀγαθόν. Ἐπεὶ γὰρ ἡ πόλις τῶν Χίων δίδωσι τῷ ἐμὲ ἀποκτείναντι χρήματα πολλὰ, καὶ ἐλευθερίαν ὑπισχνεῖται, δεῖ σε, ἀφελόντα μου τὴν κεφαλὴν, εἰς Χίον ἀπενεγκεῖν, καὶ λαβόντα παρὰ τῆς πόλεως τὰ χρήματα εὐδαιμονεῖν. Ἀντιλέγοντος δὲ τοῦ νεανίσκου, πείθει αὐτὸν τοῦτο ποιῆσαι. Καὶ ὃς, ἀφελόμενος αὐτοῦ τὴν κεφαλὴν, λαμβάνει παρὰ τῶν Χίων τὰ ἐπικηρυχθέντα χρήματα, καὶ θάψας τὸ σῶμα τοῦ δραπέτου, εἰς τὴν ἰδίαν ἐχώρησεν. Καὶ οἱ Χῖοι πάλιν ὑπὸ τῶν οἰκετῶν ἀδικούμενοι καὶ διαρπαζόμενοι, μνησθέντες τῆς τοῦ τετελευτηκότος ἐπιεικείας, ἡρῷον ἱδρύσαντο κατὰ τὴν χώραν, καὶ ἐπωνόμασαν ἥρωος εὐμενοῦς. Καὶ αὐτῷ ἔτι καὶ νῦν οἱ δραπέται ἀποφέρουσιν ἀπαρχὰς πάντων ὧν ἀφέλωνται. Φασὶ δὲ καὶ καθ ̓ ὕπνους ἐπιφαινόμενον πολλοῖς τῶν Χίων προσημαίνειν οἰκετῶν ἐπιβουλάς. Καὶ οἷς ἂν ἐπιφανῇ, οὗτοι θύουσιν αὐτῷ, ἐλθόντες ἐπὶ τὸν τόπον οὗ τὸ ἡρῷόν ἐστιν αὐτοῦ·» Ὁ μὲν οὖν Νυμφόδωρος ταῦτα ἱστόρησεν.