Ancient Greek
14 to 20
NYMPHODORUS SYRACUSANUS, Fragmenta 14-20
Not analysed yet
Τί μοι Σαυρομάτας καταλέγειν, οὓς Νυμφόδωρος ἐν Νομίμοις βαρβαρικοῖς τὸ πῦρ σέβειν ἱστορεῖ; Τιβαρηνοὶ, ἔθνος Σκυθίας. Οὗτοι δικαιότατοι λέγονται· καὶ οὐδέποτε μάχην τινὶ συνέβαλον, εἰ μὴ πρότερον καταγγείλειαν καὶ ἡμέραν καὶ τόπον καὶ ὥραν τῆς μάχης. Ἐν δὲ τῇ τῶν Τιβαρηνῶν γῇ αἱ γυναῖκες, ὅταν τέκωσι, τημελοῦσι τοὺς ἄνδρας, ὥσπερ λεχούς· (ὡς ἱστορεῖ Νυμφόδωρος ἔν τισι νόμοις [l. Ἐν τοῖς Νομίμοις]. Ἱστορεῖ Ἔφορος καὶ Νυμφόδωρος περὶ τούτων, ὅτι τὸν βασιλέα αὐτῶν ἄδικόν τι κρίναντα ἐγκλείουσι καὶ λιμαγχονοῦσι. Τὰ τῶν ἀρσένων σώματα οὐ θέμις Κόλχοις οὔτε καίειν οὔτε θάπτειν· βύρσαις δὲ νεαραῖς εἱλοῦντες ἐκρέμων τῶν ἀρσένων τὰ σώματα, τὰ δὲ θήλεα τῇ γῇ ἐδίδοσαν, ὥς φησι Νυμφόδωρος, ᾧ ἠκολούθησε (ᾧ δοκεῖ οὗτος ἠκολουθηκέναι cod. Paris.) . Σέβονται δὲ μάλιστα οὐρανὸν καὶ γῆν. Πολύφημος ἐν Μυσίᾳ καταλειφθεὶς ἔκτισε πόλιν Κίον, τὴν οὕτως ὀνομασθεῖσαν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Μαχόμενος πρὸς Χάλυβας οὗτος ἐτελεύτησεν, ὥς φησι Νυμφόδωρος. Ὅτι δὲ τὴν Κίον ἔκτισεν, εἴρηκεν Αὐτόχαρις ἐν πρώτῳ Χρόνων. Ἀ βυρτάκη: σκεύασμα βαρβαρικὸν διὰ καρδάμου καὶ πράσων. Νυμφόδωρος δὲ ἐν τρίτῳ Βαρβαρικῶν νόμων φησὶν ὡς λυτικῷ τῆς κοιλίας χρῆσθαι τούτῳ τοὺς βαρβάρους. Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτίθεσθαι τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν συνηθείᾳ τινὶ τῶν ἐγχωρίων ὕστερον.