Ancient Greek
Page 457
Oecumenius Phil. et Rhet., Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis) 457
Not analysed yet
2 Thess 1,3 Ἢ ὅτι, τοῦτο γάρ φησι, δίκαιόν ἐστι νοήσεις· ἢ τὸ μεγάλως ἐξακουστέον, ἵνα ᾖ· μεγάλως καθὼς ἄξιον τῷ μεγάλα παρέχοντι. 2 Thess 1,7 Ὡσεὶ εἶπεν· μετὰ τῶν ἀγγέλων τῶν διαφερόντων τῇ δυνάμει αὐτοῦ, ἢ ὡς τῶν ἀγγέλων δυνατῶν ὄντων. ἵνα τὴν σύνταξιν ἀμείψῃς, μετὰ τῆς δυνάμεως, φησί, τῶν ἀγγέλων αὐτοῦ, τοῦτ' ἔστι μετὰ τῶν δυνατῶν αὐτοῦ ἀγγέλων. 2 Thess 1,10 Θαυμασθήσεται δὲ ὁ θεός, ἐπειδὴ ἐπιστεύθη ἐφ' ὑμᾶς ἡ διαμαρτυρία αὐτοῦ καὶ τὸ κήρυγμα ἡμῶν. καὶ πῶς ἐκ τοῦ