Ancient Greek
Page 458
Oecumenius Phil. et Rhet., Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis) 458
Not analysed yet
πιστεῦσαι αὐτοὺς τῷ κηρύγματι αὐτῶν μέλλει ὁ θεὸς θαυμάζεσθαι; ὅτι εἰ μὴ ἠκούσατε ἡμῶν, φησίν, οὐκ ἠμέλλετε τοσούτων ἀγαθῶν ἀξιοῦσθαι, μὴ ἀξιούμενοι δὲ οὐδὲ πρόφασιν δοξολογίας καὶ θαύματος τῷ Χριστῷ παρέσχετε ἐφ' οἷς ὑμᾶς ἐδόξασεν. Ἐν γὰρ τῇ τότε ἡμέρᾳ γενήσεται φανερὸν ὅτι ἐπιστεύσατε· νῦν γὰρ πολλοὶ καὶ ὑποκρίνονται τὴν πίστιν. 2 Thess 2,8 Ἢ τὸ ἅγιον πνεῦμα. 2 Thess 2,9—10 Ἢ ἐν παντὶ πράγματι ἀπατῆσαι καὶ ἀδικῆσαι τοὺς πιστεύοντας δυναμένῳ· ἤ, ὡς εἴρηται, ἐν φαντασίᾳ καὶ δοκήσει τὰ σημεῖα ποιήσει. 2 Thess 3,5 Ὁ μακάριος Βασίλειος ἐν τοῖς Πρὸς Ἀμφιλόχιον τοῦτο σημειοῦται, ὅτι τῷ πνεύματι εὔχεται ὁ Παῦλος· ποῖος γὰρ κύριος παρὰ τὸ πνεῦμα ἤμελλε κατευθύνειν τὰς καρδίας αὐτῶν εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ πατρὸς καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ; οὐδεὶς δὲ εὔχεται πλὴν θεῷ.