Ancient Greek
Page 460
Oecumenius Phil. et Rhet., Fragmenta in epistulam ii ad Timotheum (in catenis) 460
Not analysed yet
2 Tim 1,18 Ἢ ὅτι διευκρινοῦντός ἐστιν τὸ οὕτως εἰπεῖν τὰς ἁγίας ὑποστάσεις, ὡς ἐκεῖ· ἔβρεξεν κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον. 2 Tim 2,2 Καὶ γάρ, ὡς ἡγοῦμαι, περὶ ἐπισκόπων ἢ πρεσβυτέρων τῶν παρ' αὐτοῦ χειροτονηθῆναι μελλόντων ταῦτα αὐτῷ παραγγέλλει· οὐκ ἂν γὰρ περὶ λαϊκῶν τοιαῦτα ἔγραψεν. οἷον γὰρ ἦν, εἰ μὴ εὗρέν τινα καὶ πιστὸν καὶ διδακτικόν, οὐκ ἂν κατήχει εἰς τὴν πίστιν, αὐτοῦ τοῦ Παύλου καὶ τοῖς φονῶσιν Ἰουδαίοις καὶ Ἕλλησιν ἀπαρατηρήτως κηρύσσοντος τὸν λόγον. διὰ πολλῶν μαρτύρων, τοῦτ' ἔστι νόμου καὶ προφητῶν· τούτους γὰρ ὁ ἀπόστολος ἐποιεῖτο μάρτυρας τοῦ ἰδίου κηρύγματος. οὕτως ὁ Κλήμης ἐν ἑβδόμῳ Ὑποτυπώσεων. 2 Tim 3,9 Τοὺς ἀρτίφρονας· προϊὼν γὰρ εἶπεν· πλανῶντες καὶ πλανώμενοι. παρὰ οὖν τοῖς εὐεξαπατήτοις αὐτοῖς ἡ ἰσχύς.