Ancient Greek
Page 461
Oecumenius Phil. et Rhet., Fragmenta in epistulam ii ad Timotheum (in catenis) 461
Not analysed yet
2 Tim 3,11 Ἡγοῦμαι κατά τινα εὐτελισμὸν ἐσχάτης αὐτὸν τῆς Λύστρας μνησθῆναι, ὡσεὶ εἶπεν· ναί, εἰς τὰς πολυανθρώπους πόλεις ἔπαθον ἅπερ ἔπαθον. τί καὶ ἐν Λύστροις; πόθεν ηὑρέθησαν οἱ κακοῦντές με ἐν Λύστροις ἄνθρωποι; 2 Tim 4,6 Ἢ τὸ μὲν σπένδομαι νόει, οἷον καταλύω τὸν πρὸς πάντας πόλεμον, οὔτε πολεμῶν, οὔτε πολεμούμενος· τελειοῦμαι γάρ. Ἀνάλυσιν λέγει τὸν θάνατον, ἢ διὰ τὸ ἀναλύειν ἐξ ἧς ἐλήφθημεν γῆς, ἢ πρὸς τὸν δημιουργήσαντα Χριστόν.