Ancient Greek
Fragment 1
Oenomaus of Gadara, Fragmenta 1
Not analysed yet
1. Τίθησι γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ, Γοήτων φώραν ἐν οἰκείῳ συγγράμματι πεποιημένος. Οὗ καὶ αὐτοῦ τῶν φωνῶν ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ πως ἀποτεινομένου· Τί δ’; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγιων ἀποωκτείναντες, καὶ λοιμώξαντες ἐπὶ τούτῳ, εἶπον ἂν μετανοεῖν; Ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν, μετανοεῖτε, μᾶλλον, ἢ Λοιμοῦ καὶ λιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶν σώματ’ ἀπὸ κλήρου ἄῤῥεν καὶ θῆλυ νέμητε Μίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται. Ἑῷ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν, τῶν δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. Καίτοι εἰδὼς ὅτι ἐθαλασσοκράτει τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος, καὶ νομοθέτης ἀγαθός, καὶ Ὁμήρῳ ἐδόκει Διὸς μεγάλου εἶναι ὀαριστής, καὶ ἀποθανὼν ἐν ᾍδου δικαστής· καὶ σὺ διὰ τοῦθ’ ὑπὲρ αὐτοῦ τὰς δίκας ταύτας εἰσεπράττου. Ἀλλὰ παραλείπω οὐδὲν ἧττον γε ταῦτα ὑμῶν, καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ τοῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστήν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. Καίτοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν κορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε; Gaisf.)