Ancient Greek
Fragment 3
Oenomaus of Gadara, Fragmenta 3
Not analysed yet
3. Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγανακτεῖ, ἄκουε. Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. Τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χελώνης ἑψομένης, ψάμμου ἄξιον ἐπιστήμη ἐστίν· οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτό, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ, καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι, καὶ τὸ Αὔδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ. Ὅς μετ’ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἐρωτᾶν σε, εἰ στρατεύοι ἐπὶ Πέρσας, καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾯ οὐκ ὤκνησας εἰπεῖν, ὅτι Ἄλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. Ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν, εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχήν, οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ κακοήθεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ ἐκτραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν, ὡς οὐδὲ ἰσόῤῥοπον φωνὴν ἀφέντι ,ἵν’ ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ καταλῦσαι καθ’ ἕνα τρόπον ἐστὶ νοεῖσθαι πρὸς τῶν Ἑλλήνων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλὰ τὸ τὴν ἀλλοτρίαν περιποιήσασθαι. Ὁ μὲν γὰρ ἡμίμηδος ἢ ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικήν, εἴπερ οὐκ ἤδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μαντις. Εἰ δ’ οὐχ ὑπὸ ἀγνοίας ἀλλ’ ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζε, βαβαὶ οἷα τὰ θεῖα παίγνιά ἐστιν. Εἰ δ’ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτω γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δ’ ὅμως, εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ἄδων; τί δέ σου ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἱ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τὶ δὲ σοι κίνσης δεῖ ; codd. τί δὲ σὺ κνηφίας;)