Ancient Greek
1.257.3
Oenopides, Testimonia 1.257.3
Unproofread scanNot analysed yet
11. Diodor. I 41, 1 [D. 228, aus Aristoteles de Nilo fr. 24S Rose. p. 195, 3 durch Agatharchides] Oiv. δὲ ὁ Χῖος φησι κατὰ μὲν τὴν θερινὴν ὥραν τὰ 25 ὕδατα κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ δὲ χειμῶνος τοὐναντίον θερμά, καὶ τοῦτο εὐλόγον ἐπὶ τῶν βαθέων φρεάτων γίνεσθαι· κατὰ μὲν γὰρ τὴν ἀκμὴν τοῦ χειμῶνος ἥκιστα τὸ ὕδωρ ἐν αὐτοῖς ὑπάρχειν ψυχρόν, κατὰ δὲ τὰ μέγιστα καύματα ψυχρότατον ἐξ αὐτῶν ὑгрὸν ἀναφέρεσθαι. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστῆλλεσθαι, διὰ τὸ τὴν μὲν 30 κατὰ γῆν θερμοσίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὀμβροὺς δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι· κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦσθαι τὴν κατὰ φύσιν αὐτοῦ δύσιν ἀνεμποδίστως.