Ancient Greek · ~569 min
ΟΛΓΜΠΙΟΔΩΡΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ ΒΙΒΛΙΩΝ ΤΕΤΑΡΤΟΝ.
Olympiodorus, In Aristotelis meteora commentaria ΟΛΓΜΠΙΟΔΩΡΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ ΒΙΒΛΙΩΝ ΤΕΤΑΡΤΟΝ..1
Not analysed yet
p. 378b10 ἐπειδὴ τέτταρα διώρισται αἴτια τῶν στοιχείων. Σκοπὸς τοῦ παρόντος βιβλίου διαλεχθῆναι περὶ πάντων τῶν ὁμοιομε- ρῶν. ἀλλ’ ἐπειδὴ τοῦτο ψεῦδος ὁμοιομερὴς γὰρ καὶ ὁ οὐρανός, ὁμοιομερῆ δὲ καὶ τὰ τέσσαρα στοιχεῖα, περὶ ὧν ἐνταῦθα οὐ οιαλέγεται). χρὴ προσθεῖναι τῷ λόγῳ. . ὅτι περὶ πάντων ὁμοιομερῶν συνθέτων. ἀλλ’ ἐπειδὴ ὁ οὐρανὸς σύνθετος καὶ τὰ στοιχεῖα δὲ σύνθετα ἐξ ὕλης γὰρ καὶ εἴδους εἰσί), χρὴ προσθεῖναι ‘τῶν ὁμοιομερῶν συνθέτων τῶν ἐκ τεσσάρων στοιχείων συγκειμένων'. ἀλλ’ ἀπορία διαδέχεται τὸν λόγον. εἰ γὰρ περὶ τῶν ὁμοιομερῶν τῶν συγκειμένων ἐκ τῶν τεσσάρων στοιχείων, πῶς ἔτι περὶ μετεώρων τῶν τεσσάρων ἡ πραγματεία ἡ περὶ τῶν ἐξ ἀμφοτέρων τῶν ἀναθυμιάσεων γινομένων, τῆς τε καπνώδους καὶ ἀτμιδώδους, λέγεται, εἴ γε σὰρξ καὶ ὀστέον καὶ τὰ τοιαῦτα ὁμοιομερῆ εἰσι σύνθετα ἐκ τῶν τεσσάρων στοιχείων συγκείμενα, οὐκ ἐκ τῶν ἀναθυμιάσεων; λέγομεν πρὸς τοῦτο, ὅτι περὶ μὲν τῶν ἐκ τῶν ἀναθυμιάσεων γινομένων ὁμοιομερῶν διείλεκται ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου, ἔνθα ἔλεγε διττὰ εἶναι ταῦτα, τὰ μὲν ὀρυκτά, τὰ δὲ μεταλλευτά. ἐπειδὴ δὲ περὶ τούτων διαλεγόμενος ᾔ σθετο καὶ ἄλλα ὄντα ὁμοιομερῆ ἐκ τῆς συνθέσεως τῶν στοιχείων γινόμενα, διὰ τοῦτο κατὰ τὸ εἰωθὸς αὐτῷ ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ καθόλου ἀναγόμενος ἐν. ταῦθα περὶ τῶν ἀπλῶς ὁμοιομερῶν διαλέγεται. ἓξ γὰρ ὄντων τινῶν, ἁπλῶν ὁμοιομερῶν, ἁπλῶν ἀνομοιομερῶν, ἀνομοιομερῶν, <ἀψύχων> <ἀψύχων ὁμοιομερῶν> άψύχων ἀνομοιομερῶν, ἐμψύχων ὁμοιομερῶν, ἐμψύχων ἀνομοιομερῶν, περὶ μὲν τῶν ἀψύχων ὁμοιομερῶν διείλεκται ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου· περὶ δὲ τῶν ἁπλῶς ὁμοιομερῶν ἐνταῦθα διαλέγεται ἐν τῷ τετάρτῳ βιβλίῳ· περὶ μέντοι τῶν ἐμψύχων ὁμοιομερῶν διαλέγεται ἐν τῇ Περὶ ζῴων μορίων ἱστορία]. περὶ δὲ τῶν ἀνομοιομερῶν τῶν ἀψύχων οὐ διαλαμβάνει, διότι οὐκ εἰσὶν ἄψυχα ἀνομοιομερῆ, ἔμψυχα ἡμῶν καλούντων τὰ ὀργανικά. διότι καὶ τὴν ψυχὴν ὁριζόμενοι ἐλέγομεν ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ὥσπερ οὖν ἄψυχα ἀνομοιομερῆ ὀργανικὰ οὐκ εἰσί, καὶ διὰ ταύτην τὴν αἰτίαν περὶ αὐτῶν οὐ διαλέγεται, εἰ μήτοι γέ τις ὁμώνυμα θέλει λέγειν ὀργανικὰ ὁμωνύμως, οἷον θρόνον καὶ κλίνας καὶ τὰ τοιαῦτα. οὔτε μὴν περὶ τῶν ἁπλῶς ἀνομοιομερῶν διαλέγεται· πρῶιον μὲν ἐπειδὴ οὐκ εἰσὶν ἁπλῶς ἀνομοιομερῆ, εἴ γε τὰ ἄψυχα οὐκ εἰσίν, ἀλλὰ μόνα τὰ ἔμψυχα τὸ δὲ καθ’ ἑνὸς εἴδους λεγόμενον οὐ δύναται εἶναι ἁπλῶς, ἀλλ’ αὐτὸ μόνον εἶδος τοῦ ἁπλῶς ἐπὶ πλειόνων θέλοντος ὑπάρχειν εἰδῶν)· δεύτερον δὲ καὶ ὅτι οὐχ εὑρίσκει κοινοὺς λόγους ὑπάρχοντας ἐπὶ πάντων ἀνο- μοιομερῶν. περὶ μέντοι τῶν ἐμψύχων ἀνομοιομερῶν διαλέγεται ἐν τῇ Περὶ ζῴων μορίων· ὥστε κοινῶς ἐν ἐκείνῃ τῇ πραγματείᾳ διαλαμβάνει περὶ πάντων τῶν ἐμψύχων ὁμοιομερῶν τε καὶ ἀνομοιομερῶν, ὥστε σκοπὸν εἶναι ἐνταῦθα τῷ φιλοσόφῳ διαλεχθῆναι περὶ πάντων ἁπλῶς ὁμοιομερῶν τῶν γινομένων ἐκ τῶν τεσσάρων στοιχείων. ἀλλ’ εἰ τοῦτο ἀληθές, ἀποροῦσι λοιπὸν περὶ τῆς τάξεως, καὶ διὰ ποίαν αἰτίαν μὴ τῇ Περὶ γενέσεως καὶ φθορᾶς συνετάττετο τὰ ἐνταῦθα λεγόμενα, εἰ γὰρ ἐν ἐκείνῳ διαλέγεται περὶ τῶν τεσσάρων στοιχείων καὶ ἐχρῆν διὰ τοῦτο καὶ περὶ τῶν γινομένων ἐξ αὐτῶν διαλεχθῆναι. καὶ εἰκότως ἠπατήθησαν, ἐπειδὴ ἐκ προοιμίων εὐθὺς ὁ Ἀριστοτέλης οἷον ἀνακεφαλαίωσιν ποιεῖται τῶν εἰρημένων ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς περὶ τῶν στοιχείων. ὅθεν καὶ ὁ ἐξηγητὴς τοῦ παρόντος βιβλίου Ἀλέξανδρος ἐκείνῃ τῇ πραγματείᾳ τὸ παρὸν βιβλίον ἠξίου συνάπτεσθαι. λέγομεν δ’ ἡμεῖς, ὅτι τριῶν οὐσῶν πραγματειῶν περὶ τῶν στοιχείων καὶ ἐν μὲν τῇ Περὶ οὐρανοῦ διδάσκοντος αὐτοῦ, ὅτι οὐ γίνονται τὰ στοιχεῖα, ἐν δὲ τῇ Περὶ γενέσεως καὶ φθορᾶς, ὅπως †εἰδοποιεῖται, ἐν δὲ ταύτῃ, ὅπως παθαίνεται, εἴπερ προετάττετο οὗτος ὁ λόγος τῶν ἄλλων τριῶν βιβλίων τῶν Μετεώρων, ἔμελλε διακόπτεσθαι ἡ θεωρία ἡ περὶ τῶν †εἰδοποιουμένων παθαινομένων στοιχείων. ἐχρῆν γὰρ μεταξὺ τοῦ ὅπως οὐ γίνεται τὰ στοιχεῖα καὶ ὅπως εἰδοποιεῖται εἶναι τὴν περὶ τοῦ ὅπως παθαίἁπλῶν νονται· πρότερον γὰρ παθαίνεται καὶ οὕτως εἰδοποιεῖται. καὶ ταῦτα μὲν περὶ τῆς λέξεως. Περὶ δὲ τεσσάρων τινῶν διαλέγεται ἐνταῦθα ὁ φιλόσοφος· πρῶτον μὲν ὅτι τεσσάρων οὐσῶν ποιοτήτων δύο μέν εἰσι ποιητικὰ αἴτια, τό τε θερμὸν καὶ ψυχρὸν ποιητικὰ ὄντα καὶ δραστικά ἑτοίμως μεταβάλλουσι, καὶ τούτων ὑπερβολαὶ φθείρουσι τὸ ζῷον), τὸ δὲ ξηρὸν καὶ ὑγρὸν ὑλικὰ ὄντα καὶ παθητικά. ἐν τούτοις ὑλικωτέρα μᾶλλον ἡ ὑγρότης ἤπερ ἡ ξηρότης ὡς καὶ μᾶλλον εἴκουσα· ὕλης μὲν γὰρ τὸ εἴκειν, ποιητικῆς δὲ αἰτίας τὸ ἀντιβαίνειν. οὕτω γοῦν καὶ ἰατρῶν παῖδές φασιν, ὅτι ῥᾷον τὰ ὑγρανθέντα ξηραίνειν ἤπερ τὰ ξηρανθέντα ὑγρᾶναι. καὶ ἡ μὲν ὑγρότης ἐκλύει, εἴτε τοῖς κούφοις προστεθῇ καὶ ἀνωφόροις, ἧττον αὐτοῖς ποιοῦσα φέρεσθαι, ἔν τε τοῖς βάρεσιν αὐτὰ ἀργότερον ποιοῦσα κάτω φέρεσθαι. τὸ μέντοι ξηρὸν ἐν ἑκατέρῳ τούτων προτιθέμενον ἐπιτείνει αὐτοῦ τὴν φοράν. ᾧ δῆλον, ὅτι ὑλικὸν τὸ ὑγρόν, τὸ δὲ ξηρὸν ἧττον. καὶ ἐν τοῖς· ποιητικοῖς δὲ μᾶλλον ποιητικὸν αἴτιον τὸ θερμὸν ἤπερ τὸ ψυχρόν. καὶ τοῦτο μὲν πρῶτον παραδίδωσιν ἐν τῷ παρόντι βιβλίῳ. δεύτερον δὲ παραδίδωσι τὰ ἔργα τοῦ θερμοῦ καὶ ψυχροῦ. τῷ μὲν θερμῷ γίνεται ἡ πέψις, ᾗ ἕπεται τρία τινά· πέπανσις, ἕψησις, ὄπτησις· τῷ δὲ ψυχρῷ γίνεται ἡ ἀπεψία, ᾗ παράκειται τρία τινά· ὠμότης, μόλυνσις, πάχυνσις. καὶ ἡ μὲν ὠμότης ἀντίκειται τῇ πεπάνσει· οὕτω γὰρ λέγομεν ἐπὶ τῶν καρπῶν, ὅτι ἢ πέπειροί εἰσιν ἢ ὠμοί. ἡ δὲ μόλυνσις ἀντίκειται τῇ ἑψήσει· τὰ γὰρ μὴ ἑψηθέντα μεμολύνθαι λέγομεν μόνον πρὸς ἀντιδιαστολὴν τῶν ἑψομένων. ἡ δὲ πάχυνσις ἀντίκειται τῇ ὀπτήσει στάσιν ἐργαζομένη τοῦ πυρὸς καὶ παύουσα αὐτό. τοῦτο μὲν δεύτερον παραδίδωσι. τρίτον, ὅτι ποιεῖ μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ ὑγρόν. τέταρτον διαγνωστικοὺς κανόνας παραδίδωσι τῶν γινομένων ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, καὶ τίνα μὲν θερμῷ πήγνυται, τίνα δὲ ψυχρῷ, καὶ ποῖαι τούτων διαγνώσεις, καὶ τίνα μὲν ξηρῷ, τίνα δὲ ὑγρῷ, τίνα δ’ ἐξ ἀμφοῖν τούτων. καὶ αὕτη μὲν ἡ περιπέτεια τοῦ τετάρτου λόγου. ἡ δὲ προκειμένη λέξις τὴν κατασκευὴν τοῦ πρώτου παραδίδωσιν, ὅτι δύο μὲν τὰ ποιητικὰ αἴτια, τὸ θερμὸν καὶ ψυχρόν, δύο δὲ τὰ ὑλικά, ξηρὸν καὶ ὑγρόν. καὶ ὅτι ποιητικά εἰσι τὸ θερμὸν καὶ τὸ ψυχρόν, κατασκευάζει πρῶτον μὲν ἐκ τῆς ἐπαγωγῆς, ὅτι ἑκάτερον τῶν δύο, τοῦ τε θερμοῦ καὶ τοῦ ψυχροῦ, ἑπτά τινα ἔχει. πρῶτον μὲν ὅτι τὸ θερμὸν ὁρίζει τὸ ὑγρόν, ὥσπερ τὰ ᾠά, ὧν εἰσι τὰ ὑγρὰ ἐν τῇ ἑψήσει περιορίζει πηγνύον. ἀλλὰ μὴν καὶ τὸ ψυχρὸν περιορίζει τὸ ὑγρὸν ἐν τῷ πηγνύειν τὸ κρύσταλλον. δεύτερον δὲ ὅτι τὸ θερμὸν συμφύει. ἀλλὰ μὴν τὸ μὲν θερμὸν τὰ ὁμοιοειδῆ μόνα συμφύει, οὐκέτι δὲ καὶ τὰ ἀνομοιοειδῆ συνέρχεται τῶν ἀνο- μοιοειδῶν ὑφιζανόντων καὶ μενόντων καὶ ταύτῃ μὴ συμφυομένων· ὅθεν τὸν ἄργυρον διακρίνει ἀπὸ τοῦ χρυσοῦ. τὸ μέντοι ψυχρὸν καὶ ὁμοιοειδῶν καὶ ἀνομοιοειδῶν ἐστι συμφυτικόν, ὅθεν ἐν τῇ χιόνι καὶ κάρφη τινὰ εὐρίσκεται. τρίτον, ὅτι τὸ θερμὸν μεταβάλλει εἰς ξηρὸν τὸ ὑγρόν· ὁμοίως δὲ καὶ τὸ ψυχρόν. τέταρτον, ὅτι τὸ θερμὸν ὑγραίνει διὰ τὸ χεῖν. ἀλλὰ καὶ τὸ ψυχρὸν ὑγραίνει διὰ τὸ ἀποκλείειν τὴν ὑγρότητα. πέμπτον, ὅτι τὸ θερμὸν ξηραίνει, ὡς δηλοῦσι τὰ ἐν θερμῷ ἀέρι τιθέμενα ἱμάτια· ἀλλὰ καὶ τὸ ψυχρὸν ξηραίνει· ὁρῶμεν γὰρ τὰ ὑγρὰ ἱμάτια καὶ ἐν ψύξει ξηραινόμενα. ἕκτον, ὅτι τὸ θερμὸν σκληρύνει, ὥσπερ ἐπὶ τῶν ἑψομένων ὠῶν. ἀλλὰ καὶ τὸ ψυχρόν, ὡς ἐπὶ κρυστάλλου· κατ’ ἄλλην γὰρ ἰδιότητα ταῦτα ὁρίζει καὶ κατ’ ἄλλην σκληρύνει. ἕβδομον, ὅτι τὸ θερμὸν μαλάττει, ὥσπερ ἐπὶ ξύλων καὶ κεράτων διὰ τὸ χεῖν τὴν ὑγρότητα τούτων· ἀλλὰ καὶ τὸ ψυχρὸν διὰ τὸ ἀποκλείειν τὴν ὑγρότητα. ὥστε ἑπτὰ εἶναι τὰ πάντα, πλὴν εἰ μὴ θελήσει τὸ μεταβάλλειν περιγράψαι καὶ ἓξ αὐτὰ ἀπαριθμήσασθαι, ὅτι μεταβάλλει ταῦτα διὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν ἤτοι μαλάττειν, ὡς τὸ μεταβάλλειν ἐν τούτοις τοῖς δύο περιέχεσθαί τῷ τε ξηραίνειν καὶ μαλάττειν. ὅταν δὲ λέγω, ὅτι ταῦτα ἐργάζεται τὸ θερμὸν καὶ ψυχρόν, καὶ τὸ μὲν θερμὸν ψύχει ἢ ὑγραίνει, τὸ δὲ ψυχρὸν θερμαίνει ἢ ξηραίνει ἤ τι τοιοῦτον ποιεῖ, οὐ κατὰ πρῶτον λόγον ταῦτα ποιεῖν λέγω αὐτά, ἀλλὰ κατὰ συυβεβηκὸς διὰ μέσου τινός, ἐπεί τοί γε καθ’ αὑτὸ καὶ πρώτως τὸ μὲν θερμὸν θερμαίνει, τὸ ψυχρὸν ψύχει. καὶ οὕτω μὲν ἐκ τῆς ἐπαγωγῆς δείκνυσιν ὁ φιλόσοφος ποιητικὰ ὄντα τὸ θερμὸν καὶ τὸ ψυχρόν. λοιπὸν δὲ καὶ ἐκ τοῦ λόγου δείκνυσιν οὕτως, ὅτι εἰ τὸ θερμὸν καὶ ψυχρὸν ὁριστικά τε καὶ συγκριτικά εἰσι τοῦ ξηροῦ καὶ τοῦ ὑγροῦ, τὸ δὲ ὁρίζειν καὶ συγκρίνειν ποι- ητικῶν αἰτιῶν ἴδιόν ἐστι, δῆλον ὅτι ποιητικὰ αἴτιά εἰσι τὸ θερμὸν καὶ τὸ ψυχρόν. καὶ πάλιν εἰ τὸ ξηρὸν καὶ ὑγρὸν ὁρίζονται παρὰ τοῦ ψυχροῦ καὶ θερμοῦ, καὶ τὸ μὲν ὑγρὸν τῷ οἰκείῳ ἐστὶ δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐόριστον, τὸ δὲ ξηρὸν τῷ μὲν οἰκείῳ ὅρῳ εὐόριστον, τῷ δὲ ἀλλοτρίῳ δυσόριστον, τὸ δὲ ὁρίζεσθαι ὑλικῶν παθητικῶν ἐστι στοιχείων, δῆλον ὅτι ὑλικά εἰσιν αἴτια τὸ ξηρὸν καὶ τὸ ὑγρόν. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 378b10 Ἐπειδὴ τέτταρα τὰ αἴτια διώρισται τῶν στοιχείων. Τῶν στοιχείων αἴτια λέγει τὰς εἰδοποιοὺς αὐτῶν ποιότητας, λέγω δὴ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, ὧν αἱ μὲν δραστικαί, αἱ δὲ ὑλικαὶ κατὰ συζυγίαν. θερμότης γὰρ καὶ ψυχρότης ὕδατι καὶ πυρὶ ἀπονενέμηνται εἰδοποιοὶ αἰτίαι, ξηρότης δὲ καὶ ὑγρότης ἀέρι καὶ γῇ. p. 378b13 Ἡ δὲ πίστις τούτων ἐκ τῆς ἐπαγωγῆς. Ἐντεῦθεν ἄρχεται κατασκευάζειν, ὅτι δραστικὰ μὲν τὸ θερμὸν καὶ ψυχρόν, ὑλικὰ δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἐκ τῆς ἐπαγωγῆς, τουτέστιν ἐκ τῶν φαινομένων. ἡ δὲ αὐτὴ δεῖξις καὶ ἐπὶ τῶν ὑλικῶν· ἐν οἷς γὰρ ἂν ὤφθησαν αἱ δραστικαὶ ποιοῦσαι, ἐν τούτοις ὁρῶνται αἱ ὑλικαὶ πάσχουσαι. p. 378b14 Φαίνεται γὰρ ἐν πᾶσιν ἡ μὲν θερμότης καὶ ψυχρότης ὁρίζουσαι καὶ συμφύουσαι καὶ τὰ ἑξῆς. Ἐντεῦθεν ὁ κατάλογος ἐκείνων τῶν †ζῴων ποιοῦσι μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάσχουσι δὲ τὸ ξηρὸν καὶ ὑγρόν. πλὴν εἰ καὶ τὰ αὐτὰ ποιοῦσι τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλ’ οὖν ἄλλῳ καὶ ἄλλῳ λόγῳ. p. 378b20 Ἔτι δ' ἐκ τῶν λόγων δῆλον. Ἐντεῦθεν ἡ διὰ τοῦ λόγου ἀπόδειξις. ἐδείχθη τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὁριστικόν τε καὶ συγκριτικόν. τὸ δ’ αὐτὸ ποιοῦν ποιητικόν ἐστι· ποιητικὸν ἄρα αἴτιον ἄν εἴη τὸ θερμὸν καὶ ψυχρόν, ὑλικὸν δὲ τὸ ξηρὸν καὶ ὑγρόν. Πρᾶξις μγ. p. 3781)26 Διωρισμένων δὴ τούτων ληπτέον τὰς ἐργασίας αὐτῶν. Διὰ τούτων δείκνυσιν ὁ Ἀριστοτέλης, ὅτι ποιητικὰ αἴτιά εἰσι τὸ θερ- μὸν καὶ τὸ ψυχρόν. καί φησιν, ὅτι τὸ θερμὸν αἴτιόν ἐστι γενέσεως καὶ πέψεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως καὶ πάσης ἄλλης μεταβολῆς ἐπὶ τῶν ἐμψύχων. καὶ τὰ ζῷα μᾶλλον ἀποκλίνουσι πρὸς τὸ θερμόν· ἀλλὰ μὴν καὶ τὸ ψυχρὸν αἴτιόν ἐστι, φησί, γενέσεως, ὥσπερ ἐπὶ τῶν κεράμων. δεῖ γὰρ πρῶτον ὑπὸ ψύξεως παγῆναι τὸν πηλόν, εἶθ’ οὕτως ἐν τῇ καμίνῳ ὀπτηθῆναι· εἰ μὴ γὰρ ἐπάγη πρῶτον, οὐκ ἠδύνατο ῥυθμισθῆναι τὸ σχῆμα τοῦ κεράμου, ὅπου γε καὶ μετὰ τὸ παγῆναι κατ’ ἀρχὰς ἐν τῇ ὀπτήσει δια- στρέφεται πολλάκις χεομένης τῆς ἐν αὐτῷ ὑγρότητος, ὕστερον δὲ διαφορουμένης ταύτης ἐν τῇ τελείᾳ ὀπτήσει κατορθοῦται τὸ σχῆμα. ἀλλὰ μὴν καὶ φθορᾶς αἰτία γίνεται ἡ θερμότης. διαφορουμένου γὰρ τοῦ οἰκείου θερμοῦ ὑπὸ τοῦ ἐν τῷ περιέχοντι κατὰ φύσιν θερμοῦ καὶ συνυπάγοντος ἑαυτῶ ὑγρότητα, ἥτις ὄχημα ἑαυτῷ γίνεται, καταλιμπάνεται ψυχρότης πλέον οὖσα ἢ κατὰ τὴν συνοῦσαν θερμότητα, καὶ λοιπὸν κρατοῦντος ἐν τούτοις τοῦ ψυχροῦ φθορὰ γίνεται ἡ κτὰ φύσιν. κατὰ φύσιν δὲ καλοῦμεν τὴν κατὰ σῆψιν, ἥτις γίνεται τοῦ μὲν οἰκείου θερμοῦ ἀσθενοῦντος καὶ τῆς φυσικῆς ὑγρότητος ὀλιγουμένης διὰ τὸ συνδιαφορεῖσθαι τῷ οἰκείῳ θερμῷ, κρατοῦντος δὲ τοῦ παρὰ φύσιν θερμοῦ καὶ ἀλλοτρίου καὶ τοῦ οἰκείου ψυχροῦ· κατὰ φύσιν ταύτην καλοῦμεν τὴν φθοράν. λέγω δὴ τὴν κατὰ σῆψιν γινομένην πρὸς ἀντιδιαστολὴν τῆς δι’ ἔγκαυσιν γινομένης· ἐκείνη γὰρ βίαιός ἐστι καὶ παρὰ φύσιν. καὶ οὕτω μὲν ἡμεῖς τὴν διὰ σήψεως φθοράν φαμεν ἐγγίνεσθαι ἀσθενοῦντος μὲν τοῦ οἰκείου θερμοῦ καὶ ὑγροῦ, κατακρατοῦντος δὲ τοῦ ἀλλοτρίου θερμοῦ καὶ τοῦ οἰκείου ψυχροῦ. οἱ μέντοι ἰατρικοὶ οὐκ ἀνέχονται ὑπὸ τῆς πλεονεξίας τοῦ οἰκείου ψυχροῦ καὶ ἀσθενείας τοῦ οἰκείου θερμοῦ γίνεσθαι τὴν σῆψιν. οὐ γὰρ πάντως, φασίν, ἡ ἀσθένεια τοῦ οἰκείου θερμοῦ τὴν ψῦξιν εἰσάγει· ἀντεισάγεται γὰρ αὐτῆς ἡ πλεονεξία τοῦ ἀλλοτρίου θερμοῦ, ἥτις οὐκ ἐᾷ γίνεσθαι ψῦξιν ἐν τῷ σώματι. εἶτα ἐπειδὴ ὁ Ἀριστοτέλης εἶπεν ἀπὸ σήψεως τὴν κατὰ φύσιν φθορὰν γίνεσθαι, ἐπίτηδες ταύτης μνημονεύσας, ἵνα δείξῃ, ὅτι καὶ ὑπὸ θερμότητος καὶ ὑπὸ ψύξεως γίνεται, θερμότητος μὲν ἀλλοτρίας, ψυχρότητος δὲ οἰκείας, εἰκότως καὶ περὶ σήψεως διαλέγεται. καί φησιν, ὅτι γίνεται αὕτη ἐνδείᾳ θερμότητος οἰκείας διαφορουμένης ὑπὸ τῆς τοῦ περιέχοντος θερμασίας καὶ συνυπαγομένης αὐτῇ τῆς ἔνδον ὑγρότητος, ἥτις ὄχημα γίνεται τῆς θερμότητος· εἶθ’ οὕτω κατακρατεῖ τὸ ἔνδον ψυχρόν, ὡς εἶναι δῆλον, ὅτι ἐνδείᾳ θερμότητος οἰκείας καὶ ὑγρότητος γίνεται ἡ σῆψις. καὶ ὅτι τοῦτο ἀληθές, κατασκευάζει διὰ πλειόνων, καὶ πρῶτόν γε ὅτι δι’ ὑγρότητος ἔνδειαν, ὡς δηλοῖ τὰ νεκρὰ τῶν σωμάτων, ἐφ’ ὧν ***καὶ πρῶτον μὲν ἰχωροειδὴς ὑγρότης τούτων ἀποστάζει καὶ διαφορεῖται διὰ τὸ ἔτι εἶναι τὸ θερμόν, ὅπερ συνυπάγεται τὴν ὑγρότητα. ἔτι διὰ τὸ ἐκκριθῆναι τὸ ὑγρὸν τηνικαῦτα σήπεται τὸ σῶμα καὶ κοπρῶδες γίνεται καὶ διαπίπτει ἅτε μὴ ἔχον τινὰ ὑγρότητα διὰ τὸ μηδὲ θερμασίαν ἔχειν τὴν ἕλκουσαν αὐτὴν εἰς ἑαυτὸ ἀπὸ τοῦ περιέχοντος. ᾧ δῆλον, ὅτι δι’ ἔνδειαν ὑγρότητος γίνεται ἡ σῆψις. ἀλλὰ μὴν καὶ [ἢ] δι' ἔνδειαν θερμότητος· καὶ τοῦτο δῆλον. τὰ γὰρ ἀνυπέρβλητον ἔχοντα θερμασίαν σώματα διαμένουσι μὴ σηπόμενα, οἷον τὸ πῦρ. τοῦ γὰρ ἀέρος καὶ τοῦ ὕδατος καὶ τῆς γῆς σηπομένων διὰ τὸ ἔλαττον εἶναι τὸ ἐν αὐτοῖς θερμὸν καὶ τοῦ μὲν ἀέρος σηπομένου ποιεῖν ὄρτυγας, τῆς δὲ γῆς ψύλλας, τὸ πῦρ μόνον ὡς ἄσηπτον οὐ ποιεῖ ζῷα διὰ τὸ πλείστην ἔχειν θερμότητα. καὶ τὰ αὐτόματα δὲ θερμὰ ἧττον σήπεται διὰ τὸ ἔχειν οἰκείαν θερμασίαν· ἀλλὰ μὴν καὶ τὰ κινούμενα τῶν στασίμων ὑδάτων ἧττον σήπεται διὰ τὸ ἐκ τῆς κινήσεως ἀναρρώννυσθαι ἐν αὐτοῖς τὸ θερμόν. “κίνησις γὰρ κρατύνει, ἀργίη δὲ τήκει”, φησὶν εἷς τῶν ἰατρῶν. ἀλλὰ μὴν καὶ τὰ ὀλίγα ὕδατα μᾶλλον σήπεται ὡς ἂν ὀλίγου ὄντος τοῦ ἐν αὐτοῖς θερμοῦ· τὰ δὲ πολλὰ ἧττον σήπεται ὡς πλείονα ἔχοντα θερμασίαν. διὸ καὶ τὰ τελματώδη μᾶλλον σήπεται τῶν ποταμῶν, ἢ ὡς αὐτός φησιν, ἡ ἐν τοῖς ἀμφορεῦσι θάλασσα ὡς ὀλίγη οὖσα σήπεται. αὐτὴ δ’ οὐ σήπεται διὰ τὸ πολλοῦ μετέχειν θερμοῦ· πολλῆς γὰρ μετέχει τῆς καπνώδους ἀναθυμιάσεως. ἀλλὰ μὴν καὶ τὸ ἀποκρινόμενον θερμὸν ἐκ τῶν φθειρομένων ζῴων σημαίνει, ὅτι δι ἔνδειαν θερμότητος γίνεται ἡ σῆψις μετὰ γὰρ τὴν τούτου διαφόρησιν σήπεται τὸ σῶμα, ὅπερ διὰ τὸ εἶναι ζωογόνον καὶ γενέσεως ἄλλων ζῴων αἴτιον γίνεται) καὶ τὸ εἰρημένον· ἵπποι μὲν σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν. εἶπον δέ σοι ἔξωθεν ἕτερον ἐπιχείρημα τοῦ ἐνδείᾳ τοὐ θερμοῦ γίνεσθαι τὴν σῆψιν. ὁρῶμεν γάρ, ὅτι τὰ ὠμὰ κρέα τῶν ἑφθῶν μᾶλλον σήπονται διὰ τὸ μόνον τὴν οἰκείαν ἔχειν θερμασίαν, τὰ δ’ ἑφθὰ μὴ μόνον τὴν οἰκείαν ἔχειν θερμασίαν, ἀλλὰ καὶ τὴν ἐκ τῆς ἑψήσεως ἀναδεδέχθαι, ἥτις ἐν ἕξει αὐτῷ ἐγένετο ἐν τῇ ἑψήσει. ταῦτα μὲν πάντα εἴρηται πρὸς τὸ δεῖξαι, ὅτι ἐνδείᾳ θερμότητος καὶ ὑγρότητος οἰκείας γίνεται ἡ σῆψις. ὅτι δὲ καὶ ἐπικρατείᾳ τοὐ ἀλλοτρίου θερμοῦ γίνεται, κατασκευαστέον οὕτως· ὁρῶμεν γάρ, ὅτι ἐν τῷ θέρει μᾶλλον γίνεται σῆψις ἤπερ ἐν τῷ χειμῶνι· ἡ γὰρ τοῦ θέρους θερμότης ἐκδιαφορεῖ τὸ οἰκεὶον θερμὸν μετὰ τοῦ ὑγροῦ· καὶ ἐντεῦθεν γίνεται ἡ σῆψις ἐπικρατοῦντος τοῦ οἰκείου ψυχροῦ διὰ τὸ μὴ εἶναι τὴν ἕλκουσαν τὸ ὑγρὸν θερμότητα ἔνδον. ἀλλὰ μὴν καὶ τὰ πεπηγότα οὐ σήπεται διὰ τὸ μὴ δύνασθαι κατακρατεῖν τὴν ἐκτὸς θερμότητα τῆς ἔνδον καὶ διαφορεῖν διὰ τὸ ἔχειν πρόβολον τὴν ἐκτὸς ψυχρότητα. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 378b26 Διωρισμένων δὴ τούτων ληπτέον ἂν εἴη τὰς ἐργασίας αὐτῶν, αἷς οὕτως ἐργάζονται ποιητικά, καὶ τῶν παθητικῶν τὰ εἴδη. Διορισθέντος, φησί, τοὺ λόγου καὶ δείξαντος, ποῖα μέν εἰσι ποιητικὰ στοιχεῖα, ποῖα δὲ ὑλικά, ἔλθωμεν λοιπὸν καὶ τὴν τὴν ἐργασίαν αὐτῶν, ἥτις γίνεται ποιοῦντος μὲν τοῦ θερμοῦ καὶ ψυχροῦ, πάσχοντος δὲ τοῦ ὑγροῦ καὶ ξηροῦ. ταὐτὸν δ’ εἰπεῖν τἀς εἰσηγήσεις ἐπισκεψώμεθα, ἃς ποιεῖ τὸ θερμὸν καὶ ψυχρὸν εἰς τὸ ὑγρὸν |καὶ ξηρόν, ἅσπερ εἴδη τῶν παθητικῶν στοιχείων ἐκάλεσε διὰ τὸ εἰδοποιεῖσθαι πάσχοντα ὑπὸ τῶν δραστικῶν. p. 378b28 Πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ μεταβολὴ τούτων τῶν δυνάμεων ἔργον ἐστί, καὶ ἡ ἀντικειμένη φθορὰ κατὰ φύσιν. Τί φησιν; ὅτι ὡς καθόλου εἰπεῖν ἡ ἀπλῶς γένεσις καὶ καθόλου ἥτις κατηγορεῖται κατὰ τῶν μερικῶν γενέσεων, πέψεως λέγω καὶ ἀλλοιώσεως καὶ τῶν λοιπῶν, ὑπὸ θερμοῦ καὶ ψυχροῦ γίνεται. ἢ μᾶλλον οὕτω ῥητέον, ὅτι ἁπλῆν γένεσιν λέγει οὐ τὴν ἁπλῆν, ἥτις κατηγορεῖται κατὰ πάσης μερικῆς γενέσεως, ἀλλὰ τὴν τῶν οὐσιῶν γένεσιν, τὴν ἐκ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς προάγουσαν τὰ ἔμψυχα σώματα. ταῦτα γὰρ ἡ φύσις ὀργάνῳ κεχρημένη τῷ θερμῷ καὶ ψυχρῷ, ὕλῃ δὲ τῷ ξηρῷ καὶ ὑγρῷ, δημιουργήσασα παρήγαγεν. ᾧ δῆλον, ὅτι κατεχρήσατο λέγων ποιητικὸν αἴτιον εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρόν. φαίνεται γὰρ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς λέγων μὴ εἶναι ποιητικὸν αἴτιον τὸ θερμόν. εἰ γὰρ καὶ ποιητικὸν αἴτιον, χεῖρον ἄν ἦν τοῦ ὀργανικοῦ, ἐπειδὴ τὸ μὲν †ὀργανικὸν ὑφ’ ἑτέρου τάττεται, τουτέστι τοὺ ποιητικοῦ· τὸ δὲ θερμόν, εἴπερ ἦν ποιητικὸν αἴτιον, οὐκ ἔμελλεν ὑποτάττεσθαι, ἀλλ’ ἀεὶ προκόπτειν ἐπ’ ἄπειρον καὶ αὔξεσθαι, καὶ ἐλάνθανε φθαρτικὸν *ἤπερ ποιητικόν. νῦν οὖν κατεχρήσατο λέγων αὐτὸ ποιητικόν. ἀλλὰ τῆς μὲν ἁπλῶς γενέσεως ποιητικὸν αἴτιον λέγει εἶναι τὸ θερμὸν καὶ ψυχρόν, τῆς δὲ ἁπλῶς φθορᾶς οὔκ εἰσι ποιητικὰ αἴτια, ἀλλά τινος φθορᾶς, μόνης γὰρ τῆς ἀντικειμένης τῇ ἁπλῇ γενέσει, τουτέστι τῆς γινομένης διὰ σήψεως, ἥντινα καὶ κατὰ φύσιν καλεῖ πρὸς ἀντιδιαστολὴν τῆς κατὰ βίαν γινομένης φθορᾶς, ἢ ξίφους ἢ πυρὸς ἤ τινος τοιούτου. ὥσπερ γὰρ ἡ ἁπλὴ γένεσις περιουσίᾳ ἐμφύτου θερμοῦ καὶ ὑγροῦ γίνεται οὕτως ἡ σῆψις ἐνδείᾳ τούτων καὶ πλεονεξίᾳ τοῦ ψυχροῦ γίνεται. ἡ ἁπλῆ δὲ γένεσις λέγεται ἡ τῶν οὐσιῶν ἀντιπαραβαλλομένη πρὸς τὴν τῶν συμβεβηκότων γένεσιν, ταὐτὸν δ’ εἰπεῖν πέψεως καὶ τῶν ὑπ’ αὐτήν, λέγω δὴ πεπάνσεως, σήψεως, ὀπτήσεως καὶ τῆς ἄλλης μεταβολῆς καὶ ἀλλοιώσεως. p. 378b30 Αὖται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ τοῖς ζῴοις καὶ τοῖς μέρεσιν αὐτῶν. Ἡ εἰρημένη ἁπλῆ γένεσις καὶ ἡ κατὰ φύσιν φθορὰ τῶν ἐμψύχων ἐστίν. p. 378b31 ἔστι δὲ ἁπλῆ καὶ φυσικὴ γένεσις καὶ μεταβολὴ ὑπὸ τούτων τῶν δυνάμεων, ὅταν ἔχωσι λόγον ἐκ τῆς ὑποκειμένης ὕλης ἑκάστῃ φύσει. Οἷόν τινα ὁρισμὸν παραδίδωσι τῆς γενέσεως καὶ φθορᾶς. καί φησιν, ὅτι γένεσίς ἐστιν, ὅταν λόγον ἔχῃ τὸ ποιητικὸν αἴτιον πρὸς τὸ παθητικόν, ἵν τὸ μὲν ποιῇ, τὸ δὲ πάσχῃ, καὶ τὸ μὲν κρατῇ, τὸ δὲ κρατῆται. εἰ δὲ τὸ ἀνάπαλιν τὸ παθητικὸν κρατεῖ, τὸ δὲ ποιητικὸν κρατεῖται, τηνικαῦτα φθορὰ γίνεται, τουτέστιν ὅταν μὴ ἔχῃ λόγον τὸ ποιητικὸν αἴτιον πρὸς τὸ παθητικόν· τηνικαῦτα γὰρ κατὰ μέρος γίνεται ἀπεψία. καὶ τελευταῖον σῆψις κατακρατουμένου τοῦ οἰκείου θερμοῦ ὑπὸ τοῦ ὑγροῦ καὶ τελευταῖον ὑπὸ του ξηροῦ, ὅτε καὶ κοπρωοες γίνεται τὸ σῶμα. p. 379a3 Τῇ δὲ ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινὸν σῆψις. Τῇ τῶν οὐσιῶν γενέσει μάλιστα ἡ διὰ σήψεως φθορά ἐστιν ἐναντίον. καλῶς δ’ εἶπε τὸ μάλιστα διὰ τὰς ἐξ αἰφνιδίου γινομένας φθορὰς τῶν σωμάτων, ὑπὸ πυρός, ἀγχόνης ἢ ξίφους· σπάνιαι γάρ εἰσιν αὗται, συνηθεστέρα δὲ καὶ κοινοτέρα ἡ διὰ τοῦ γήρως καὶ σήψεως. p, 379a8 Διὸ καὶ ὑγρὰ πρῶτον, εἶτα ξηρά, τέλος γίνεται σηπόμενα. Ἐντεῦθεω ἄρχεται κατασκευάζειν, ὅτι δι’ ἔνδειαν ὑγρότητος γίνεται ἡ σῆψις, ἐπειδὴ καὶ τὰ νεκρὰ σώματα ἀρχόμενα σήπεσθαι ὁρῶνται διαφορούμενα τὴν ὑγρότητα ἰχωροειδῆ γενομένην. εἶτα μετὰ τὸ διαφορηθῆναι σήπεται καὶ διαλύεται, ὅτι ὑγρότης αἰτία ἦν τῆς ἑνώσεως τοῦ σώματος καὶ τοῦ ὁρισμοῦ τῶν γηίνων αὐτοῦ καὶ ξηρῶν μορίων, δρώντων εἰς αὐτὸ δηλονότι τῶν ποιητικῶν στοιχείων, τοῦ θερμοῦ καὶ ψυχροῦ. ὡσαύτως δὲ καὶ ἐν τοῖς ξηροῖς καὶ γηίνοις μορίοις. p. 379a11 Γίνεται δὲ φθορά, ὅταν κατακρατῇ τοῦ ὁρίζοντος τὸ ὁριζόμενον διὰ τὸ περιέχον. Ὁρίζον καλεῖ τὸ θερμὸν ὡς ποιητικόν, ὁριζόμενον δὲ τὸ ὑηρὸν ὡς παθητικόν. τότε οὖν γίνεται φθορά, ὅταν ὑπὸ τοῦ περιέχοντος θερμοῦ ἐκδιαφορηθῇ τὸ ἔνδον θερμὸν τὸ κατὰ φύσιν, ὡς ἔλαττον γίνεσθαι τῆς ἔνδον ὑγρότητος, μέχρις ἂν καὶ αὐτὴ διαφορηθῇ· τότε γὰρ ἡ ξηρότης ἐπικράτει. p. 379a13 Ὅταν χωρισθῇ τῆς φύσεως. Τουτέστιν ὅταν χωρισθῇ ἡ θερμότης ἡ οἰκεία ἀπὸ τοὐ συνθέτου. p. 379a14 Διὸ καὶ σήπεται ἄλλα πλὴν πυρός. ἐντεῦθεν δείκνυσιν, ὅτι καὶ ἐνδείᾳ θερμότητος γίνεται ἡ σῆψις, διὰ πλειόνων ἐπιχειρημάτων· πρῶτον μὲν ἀπὸ τῶν στοιχείων, δεύτερον δὲ ἀπὸ τῶν ὡρῶν τοῦ ἔτους, τρίτον ἀπὸ τῶν πεηγότων, τέταρτον ἀπὸ τοῦ ῥέοντος ὕδατος, πέμπτον ἀπὸ τοῦ πολλοῦ ὕδατος, ἕκτον ἀπὸ τῆς θαλάττης, ἕβδομον ἀπὸ τῶν γινομένων ἀπὸ σήψεως ζῴων. p. 379a16 Σῆψις δ’ ἐστὶ φθορὰ τῆς ἐω ἑκάστῳ ὑγρῷ οἰκείας καὶ κατὰ φύσιν θερμότητος· αὕτη δ’ ἐστὶν ἡ τοῦ περιέχοντος. Ορίζεται τὴν σῆψιν. καὶ ὅρα, πῶς σαφῶς ἐδείκνυται ὑπὸ ἐνδείας θερμοῦ οἰκείου γίνεσθαι τὴν σῆψιν. ἀλλ’ ἀποροῦμεν, τί θέλει εἶναι τοιαύτη δ’ ἐστὶν ἡ τοῦ περιέχοντος, εἴ γε περὶ τοῦ ἐμφύτου θερμοῦ διαλέγεται. ἢ ῥητέον, ὅτι τοῦτο πρὸς τὸ φθορὰ δεῖ ἀποδοῦναι, ὡς καὶ εἰ οὕτως ἔλεγεν· ‘ἥτις φθορὰ γίνεται ἀπὸ τοῦ περιέχοντος θερμοῦ, τουτέστιν ἀλλοτρίου'. ὅθεν παρακατιὼν ἐρεῖ, ὅτι θερμῷ ἀλλοτρίῳ καὶ ψυχρῷ οἰκείῳ γίνεται ἡ σῆψις. τὸ γὰρ ἀλλότριον θερμὸν ἐπικρατοῦν αἴτιον γίνεται ἐνδείας μὲν τοῦ οἰκείου θερ|μοῦ καὶ ὑγροῦ καὶ ***ψυχροῦ καὶ 63r ξηροῦ. ἐκδιαφοροῦν γὰρ τὸ ἔμφυτον θερμὸν συνεκδιαφορεῖται μετ’ αὐτοῦ καὶ ἡ ὑγρότης. καὶ ὅσῳ ταῦτα διαφοροῦνται, τοσούτῳ ἡ ψύξις καὶ ἡ ξηρότης ἐπικράτει. p. 379a20 Ἄμφω ἂν αἴτια εἴη, καὶ κοινὸν τὸ πάθος ἡ σῆψις, ψυχρότητός τε οἰκείας καὶ θερμότητος ἀλλοτρίας. Ἴδου, πῶς διαρρήδην ὑπὸ ψυχρότητος καὶ θερμότητος λέγει γίνεσθαι p. 379a26 Καὶ ἐν τοῖς ψύχεσι δ’ ἧττον σήπεται. Τὸ δεύτερον ἐπιχείρημα τὸ ἀπὸ τῶν ὡρῶν τοῦ ἔτους. ἐν γὰρ τῷ χειμῶνι ἧττον γίνεται ἡ σῆψις διὰ τὸ ἐμφωλεύειν ἔνδον τὸ ἔμφυτον θερμὸν καὶ μὴ εἶναι πρόχειρον εἰς τὸ διαφορηθῆναι. ᾧ δῆλον, ὅτι ἐνδείᾳ τοῦ οἰκείου θερμοῦ γίνεται ἡ σῆψις καὶ ἐπικρατείᾳ τοῦ ἀλλοτρίου. p. 379a29 Καὶ οὔτε τὸ πεπηγός. Τὸ τρίτον ἐπιχείρημα. ἐν γὰρ τῷ πεπηγότι οὐ δρᾷ τὸ ἔξωθεν θερμόν, ἐπειδὴ δραστικωτέρα αὐτοῦ ἐστιν ἡ ἐν τῷ πεπηγότι ψύξις. καὶ διὰ τοῦτο οὐ σήπεται, ὥστε διὰ ἐπικράτειαν τοῦ ἔξωθεν θερμοῦ γίνεται ἡ σῆψις. p. 379a33 Ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ τὸ ῥέον ἧττον σήπεται τοῦ ἀκινητίζοντος. Τὸ τέταρτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ ῥέοντος ὕδατος. τὸ γὰρ ῥέον, φησίν, ὕδωρ ἐπειδὴ ὑπὸ τῆς κινήσεως ἀναζωπυροῦται τὸ ἔμφυτον αὐτοῦ θερμόν, οὐ σήπεται· τὸ δ’ ἱστάμενον σήπεται διὰ τὸ ἀσθενὲς εἶναι τὸ ἐν αὐτῷ θερμόν. ὅτι γὰρ καὶ τὸ ὕδωρ ἔχει ἔμφυτον θερμόν, δῆλον, ἐπειδὴ καὶ ῥεῖ· τὸ γὰρ εἶναι ῥυτὸν ὑπὸ τοῦ θερμοῦ ἐκτήσατο, ἐπεὶ ἔμελλε πεπηγὸς εἶναι. p. 379b2 Ἡ αὐτὴ δὲ αἰτία τοῦ τὸ πολὺ ἧττον. Τὸ πέμπτον ἐπιχείρημα τὸ ἀπὸ τοὐ πλήθους. ἐπειδὴ γὰρ ἐν τῷ πολλῷ ὕδατι πολὺ περιέχεται θερμόν, ἧττον ἐν αὐτῷ γίνεται ἡ σῆψις, ἐν δὲ τῷ ὀλίγῳ μᾶλλον, ἐπειδὴ ἐνδεὲς καὶ τὸ θερμόν. p. 379b6 Ὡσαύτως δὲ καὶ ἐπὶ θαλ· άττης. Ἐχεις καὶ τὸ ἕκτον ἐπιχείρημα, ***τὸ δ’ ἀπὸ τῶν ἐκ σήψεως γινομένων ζῴων. καὶ γὰρ ὁρῶμεν, ὅτι ἐπὶ τῇ σήψει ζῷα γίνονται, δηλονότι ἐκδιαφορουμένου τοὐ ἐμφύτου καὶ ζωογόνου θερμοῦ γίνονται. εἰ δ’ ἐκδιαφορεῖται, δῆλον ὅτι μειοῦται· ὑπὸ ἐνδείας ἄρα θερμοῦ γίνεται ἡ σῆψις. Πρᾶξις μδ. p. 379b8–10 Τί μὲν οὖν ἐστι γένεσις καὶ φθορά, εἴρηται. λοιπὸν δ’ εἰπεῖν τὰ ἐχόμενα εἴδη. Μετὰ τὰς κοινὰς ἐνεργείας θερμότητος καὶ ψυχρότητος, λέγω δὴ γένεσιν καὶ φθοράν, καὶ περὶ τῶν ἰδιαζουσῶν ἐνεργειῶν ἑκατέρας διαλέγεται ὁ φιλόσοφος. ἰδιάζουσαι δ’ ἐνέργειαι ἐπὶ μὲν θερμότητος πέψις καὶ τὰ ὑπ’ αὐτήν, πέπανσις, ἕψησις, ὄπτησις, τῆς δὲ ψυχρότητος ἀπεψία καὶ τὰ ὑπ’ αὐτήν, ὠμότης καὶ μόλυνσις, στάθευσις. ἢ γὰρ διὰ τὸ εἶναι κοινὰς ἐνεργείας τοῦ θερμοῦ καὶ ψυχροῦ τὴν γένεσιν καὶ φθορὰν περὶ τούτων πρότερον διειλέχθη· εἶθ’ οὕτω περὶ τῶν ἰδιαζουσῶν, λέγω δὴ πέψεως καὶ ἀπεψίας. ἢ ὅτι ἐκεῖναι μὲν πρῶται ἐνέργειαί εἰσι τοῦ θερμοῦ καὶ ψυχροῦ, αὗται δὲ δεύτεραι, καὶ ἐκεῖναι μὲν περὶ τὸ εἶναι ἢ μὴ εἶναι καταγίνονται, αὗται δὲ περὶ τὸ τοιώσδε εἶναι ἢ μὴ εἶναι, αἵτινες μετὰ τὸ γενέσθαι τὸ εἶδος ὑφίστανται. ἢ καὶ διὰ τρίτην αἰτίαν, ὅτι μετὰ τὴν ἁπλῶς καὶ κυρίως γένεσιν βούλεται καὶ περὶ τῆς τινος γενέσεως διαλεχθῆναι, ἥτις ἐστὶ πέψις ἐνέργεια ἡ πέψις. αὕτη δὲ τριττή ἐστιν. ἡ γὰρ ἐπὶ ἐμψύχων καλεῖται πέπανσις, κυρίως τῆς πεπάνσεως ἐπὶ καρπῶν λεγομένης· ἢ ἐπὶ ἀψύχων, καὶ ἐπὶ ἀψύχων ἡ ἐν ὑγρῷ θερμῷ γίνεται καὶ καλεῖται ἕψησις, ἢ ἐν ἀνίκμῳ καὶ καλεῖται ὄπτησις. ἀντίκειται δὲ τῇ μὲν πέψει ἁπλῶς ἀπεψία. ὑπὸ δὲ ταύτην ἐστὶν ὠμότης ἀντικειμένη τῇ πεπάνσει· κυρίως γὰρ ὠμὸν λέγομεν ἐπὶ τῶν καρπῶν, ὥσπερ καὶ πέπονας λέγομεν τοὺς ἀκμάσαντας καρπούς. ἡ δὲ μόλυνσις ἀντίκειται τῇ ἑψήσει, ὅτι ἡ μὲν ἕψησις διαλύει τὰ ἑψόμενα, ἡ δὲ μόλυνσις ἀρχὴ μόνον οὖσα ἑψήσεως οὐ ποιεῖ διαλύεσθαι τὰ μολυνόμενα, οὐ τοῦτό μου λέγοντος, ὅτι πᾶσα ἕψησις πάντως διαλύει τὰ ἑψόμενα. ἰδοὺ γὰρ τὰ ᾠὰ καὶ οἱ ἐγκέφαλοι καὶ οἱ δίδυμοι καὶ τῶν κρεῶν τὰ τριπτὰ ἑψόμενα οὐ διαλύεται, ἀλλὰ τοὐναντίον συνίσταται καὶ σχῆμα ἀναδέχονται. καθόλου γὰρ ὅσα μὲν ἐνεργείᾳ ἔχουσι τὸ ὑγρόν, ταῦτα τῇ ἑψήσει παχύνεται, ὅσα δὲ δυνάμει ἔχει τὸ ὑγρόν, ταῦτα ἐν τῇ ἑψήσει διαλύεται. ἡ δὲ στάθευσις διαλύεται· ἀντίκειται γὰρ τῇ ὀπτήσει. ἀλλ’ ἄξιόν ἐστι ζητήσεως, πῶς τούτων μεμνημένος τῶν ἰδιαζουσῶν ἐμεργεοὼν ὁ φιλόσοφος τῆς κυρίως πέψεως οὐ μέμνηται, δι’ ἧς πέττονται τὰ σιτία. ἢ λέγομεν, ὅτι διὰ τοῦ εἰπεῖν ἕψησιν παρέλαβε καὶ ταύτην τὴν πέψιν· καὶ γὰρ καὶ ἡ πέψις ἐν ὑγρῷ θερμῷ γίνεται, ὥσπερ καὶ ἡ ἕψησις. καὶ οἶδε τοῦτο Ἰπποκράτης ἐν τῷ Περὶ ὀξέων νοσημάτων, ἔνθα φησὶ μήτε δὶς ἕψειν τὰ σιτία τὴν γαστέρα, τὸ ‘ἕψειν' εἰρηκὼς ἀντὶ τοῦ ‘πέττειν'. ἢ εἰπὲ καὶ ἄλλην αἰτίαν, ὅτι εἰκότως ἐκείνης οὐκ ἐμνημόνευσε τῆς ἑψήσεως, ἐπειδὴ ἐκείνη ὑπὸ φύσεως γίνεται ἐν τοῖς τῶν ζῴων σώμασι, νῦν δ’ οὐ περὶ τῶν ὑπὸ φύσεως γινομένων βούλεται διαλαβεῖν, ταὐτὸν δ’ εἰπεῖν ὑπὸ φυσικῆς δυνάμεως ἐν σώματι ζῴου οὔσης, ἀλλὰ περὶ τῶν ὑπὸ θερμοῦ καὶ ψυχροῦ γινομένων, τουτέστι τῶν δραστικῶν ποιοτήτων. ἡ γὰρ πέψις εἴδους ἐναλλαγὴν ἔχουσα ὑπὸ φύσεως γίνεται προνοητικῆς. καὶ μὴ λέγε, ὅτι ἡ πέπανσις I ὑπὸ φύσεως γίνεται. οὐ γὰρ εἴδους ἐστὶ μεταβολὴ ἐν τούτῳ, ἀλλὰ ποιότητος μόνης· ὅπου δὲ εἴδους μεταβολή, ἐκεῖ φύσεως ἔργον γίνεται κυρίως. ὥστε τὴν ὅλην περὶ τούτων διαίρεσιν ἔχειν τὸν τρόπον τοῦτον· ἡ πέψις ἢ εἴδους ἐργάζεται μεταβολὴν καὶ λέγεται πέψις ὁμωνύμως τῷ γένει λεγομένη καὶ ὑπὸ φύσεως προνοητικῆς γινομένη, ἢ ποιό- τητος μόνης ἐργάζεται μεταβολήν. καὶ ταύτην ἢ ἐν ἐμψύχοις καὶ λέγεται πέπανσις, ἢ ἐν ἀψύχοις, καὶ ἐν ἀψύχοις ἢ ἐν ὑγρῷ θερμῷ καὶ λέγεται ἕψησις, ἢ ἐν ἀνίκμῳ καὶ καλεῖται ὄπτησις. ἐφ’ οἷς ὁ Ἀριστοτέλης ὁρισμὸν παραδίδωσι τῆς ἑψήσεως καί φησιν, ὅτι πέψις ἐστὶ τελείωσις ὑπὸ τοῦ φυσικοῦ θερμοῦ καὶ οἰκείου ἐκ τῶν ἀντικειμένων παθητικῶν. ἀλλὰ ζητητέον, τίνος λέγει τελείωσιν τὴν πέψιν, πότερον τοῦ ποιοῦντος ἢ τοῦ πάσχοντος. καί φαμεν, ὅτι τοῦ πάσχοντος, οὐ τοῦ ποιοῦντος, ἀλλὰ τοῦ γινομένου, τουτέστι τῆς φύσεως, εἴ γε τὸ πάσχον φθείρεται καὶ μεταβάλλει ἀπὸ εἴδους ἐπὶ ἕτερον εἶδος. ἀλλά φασιν οἱ ἐξηγηταί, ὅτι καὶ τὸ πάσχον τελειοῦται· ἀπὸ γὰρ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγεται. ἀλλὰ καὶ οὕτως οὐδὲν ἧττον φθείρεται τὸ γινόμενον· φθείρεται γὰρ τοῦ δυνάμει γινομένου ἐνεργείᾳ. ἰστέον τοίνυν, ὅτι διττόν ἐστι τὸ τέλος, ὡς εἴρηται ἐν τῇ Μετὰ τὰ φυσικά· τὸ μὲν οὗ, τὸ δὲ ᾧ. καὶ τὸ μὲν οὗ πως ἐπιγινόμενον εἶδος σημαίνει αὐτὸ τὸ εἶδος τῆς θύρας φέρε εἰπεῖν. τὸ δὲ ᾧ, ἕνεκα τοῦ γέγονεν ἡ θύρα, ὅτι πρὸς φυλακὴν τῶν ἔνδον ἀποκλειομένων σκευῶν, ταὐτὸν δ’ εἰπεῖν πρὸς τὴν χρῆσιν. οὐκοῦν ἡ πέψις τελείωσίς ἐστι κατὰ τὸ ᾧ τέλος· συμβάλλεται γὰρ πρὸς τὴν τροφὴν τοῦ τρεφομένου φυσικοῦ καὶ οἰκείου θερμοῦ τινος, ὡς Ἀριστοτέλης τὸ πέττον ὁ ὁ· ὒ ὡς ἡ τοῦ πεττομένου δηλονότι τοῦ πέττοντος, διά τε Πλάτωνα τὸν λέγοντα, ὅτι δεῖ τὸ ποιοῦν κεχωρίσθαι ἐκ τῶν γινομένων, ἵνα μὴ ἔνδον ἔχῃ τὸ γινόμενον τὴν φθείρουσαν αἰτίαν, καὶ διὰ τὸν Ἀριστοτέλην τὸν λέγοντα τρία πέψεως εἴδη εἶναι, πέπανσιν, ἕψησιν, ὄπτησιν, ἅτινα ὑπὸ τοῦ ἔξωθεν θερμοῦ γίνονται· δηλονότι καὶ ἐντεῦθεν ἐπὶ τῆς κατηγορουμένης πέψεως πασῶν τούτων θερμὸν λαμβάνει οὐ τὸ οἰκεῖον, ἀλλὰ τὸ ἔξωθεν. τελείωσιν δὲ λέγει τὴν πάχυνσιν καὶ πέψιν τῆς ὑγρότητος πρὸς τὴν ξηρότητα ἐν τοῖς φυτοῖς ὑπὸ τοῦ ἔξωθεν θερμοῦ γινομένην. πᾶσα γὰρ πέψις γίνεται τοῦ θερμοῦ παχύνοντος τὴν ὑγρότητα. ὅθεν καὶ ἀποροῦσί τινες, ὅτι εἰ πέψεως ἔργον τὸ τὰ λεπτὰ παχύνειν, πῶς τὰ κρέα παχέα ὄνια ἐν τῇ πέψει λεπτύνεται καὶ ἐξυδαροῦται, ὥσπερ ἐν τῇ χυλοποιήσει. καί φαμεν, ὅτι ἡ φύσις οὐκ ἠδύνατο ἄλλως αὐτὰ ἑνῶσαι τῇ ἡμετέρᾳ οὐσίᾳ. περὶ δὲ ταύτης οὐ δια- λαμβάνει ὁ νῦν ὁρισμός, ἀλλὰ περὶ τῆς τρίτης· ἐν ταύτῃ γὰρ ἀπὸ λεπτῶν πέψεων γενομένης παχεῖα γίνεται ἐπὶ προσφύσεως. ἀλλὰ πάλιν ἀποροῦσι· καὶ τίς χρεία τῆς ματαιοπονίας ταύτης, ἵνα ἀπὸ παχέων λεπτὰ γένηται, καὶ ἀπὸ λεπτῶν παχέα; ἢ λέγομεν, ὅτι ἐπειδὴ ἀνάγκη ἦν τὴν τροφὴν καὶ προστίθεσθαι καὶ ἐξομοιοῦσθαι, διὰ μὲν τὸ προστεθῆναι γίνεται ἡ λέπτυνσις, διὰ δὲ τὸ ἐξομοιωθῆναι πάχυνσις. ἀλλὰ πάλιν ἀποροῦσιν ἰατροὶ λέγοντες· πῶς πᾶσα πέψις ἐπὶ τὸ παχύτερον προκόπτει, ὁπότε λέγει τὰ παχύτερα νοσήματα πέττεσθαι, ὅταν λεπτοτέρα ἡ ὕλη γένηται; ἢ ῥητέον, ὅτι οὐ περὶ τῆς τοιαύτης πέψεως νῦν διαλέγεται ὁ φιλόσοφος τῆς ὑπὸ φυσικῆς δυνάμεως γινομένης, ἀλλὰ περὶ μόνης τῆς κατηγορουμένης πεπάνσεως. ἐκ τῶν ἀντικειμένων δὲ παθητικῶν ἔφη διὰ τὴν ὑγρότητα· ταύτης γάρ ἐστι τελείωσις διὰ τὴν πάχυνσιν. καὶ διὰ τοῦτο εἶπε παθητικῶν· πάσχει γὰρ ἡ ὑγρότης. ἀντικειμένων δ’ ἐπειδὴ τὸ τρεφόμενον ἔστ’ ἂν τρέφηται, ανομοιον εστι τῳ τρεφομένῳ καὶ ἀντικείμενον. τὰ γὰρ ἀντὶ. κείμενα πάντως καὶ ἀνόμοια· οὐ πάντως δὲ τὰ ἀνόμοια καὶ ἀντίκεινται. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, τί διαφέρει πέψις σήψεως. εἴ γε καὶ ἡ σῆψις ἀλλοτρίῳ θερμῷ γίνεται καὶ ἡ πέψις δὲ ἀλλοτρίου τοῦ πεττομένου· ἔφαμεν γάρ, ὅτι ὑπὸ τοῦ ποιοῦντος θερμοῦ πέττεται τὸ πεττόμενον. καὶ λέγομεν πρῶτον μέν, ὅτι ἡ πέψις x003E; ἀλλὰ πρὸς τὴν ἡμῶν χρῆσιν λέγομεν αὐτὴν πέψιν, ἐπεὶ ὅσον πρὸς τὸ πεττόμενον σῆψίς ἐστιν. ἰδοὺ γοῦν τοὺς ἀπίους μετὰ τὴν ἐκ τοῦ δένδρου ἀφαίρεσιν πέττεσθαι λέγομεν ὡς πρὸς τὴν ἡμῶν χρῆσιν ἀφορῶντες, ἐκείνων μέντοι ἐπὶ σῆψιν ὁδευόντων. ἢ εἰπέ, ὅτι διαφέρει πέψις σήψεως, ὅτι ἐν μὲν τῇ πέψει κρατεῖ τὸ θερμὸν τοῦ ὑγροῦ καὶ ὁρίζει αὐτὸ ἐπὶ πάχυνσιν αὐτὸ φέρον, ἐν δὲ τῇ σήψει τὸ ἀνάπαλιν κρατεῖ τὸ ὑγρὸν τοῦ θερμοῦ τὴν ἀρχήν. ἀλλὰ πάλιν ἀπορητέον, καὶ τί διαφέρει σῆψις ἀπεψίας, εἴ γε ἐν ἀμφοτέροις κρατεῖ τὸ ὑγρόν. ἢ ῥητέον, ὅτι ποῦ μὲν κρατεῖ †τὸ θερμόν, ὡς ἐν τῇ ἀπεψίᾳ, ποῦ δὲ κρατεῖ τὸ ἀλλότριον θερμόν, ὡς ἐν τῇ σήψει. εἰπὲ δὲ καὶ ἄλλην διαφορὰν σήψεως καὶ πέψεως, ὅτι ἐν μὲν τῇ σήψει τὸ ἀλλότριον θερμὸν ἐπικρατεῖ τοῦ σώματος, ἐν ᾧ γίνεται ἡ σῆψις, ἐν δὲ τῇ πέψει τὸ οἰκεῖον αὐτοῦ ἔμφυτον θερμὸν ἐπι- κρατεῖ, οὐ λέγω τοῦ πεττομένου, ἀλλὰ τοῦ σώματος, ἐν ᾧ πέψις γίνεται. καὶ ταῦτα μὲν ῥητέον περὶ τῆς πέψεως. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ πεπάνσεως διαλέγεται, καὶ ταύτην ὁρίζεται λέγων· ‘πέπανσίς ἐστι σύστασις καὶ πάχυνσις τῆς ἐν τοῖς περικαρπίοις ὑγρότητος', τουτέστι πέψις· ἡ γὰρ πέψις σύστασίς ἐστι καὶ πάχυνσις τῆς ὑγρότητος, ὡς εἴρηται. καὶ ὅρα, πῶς μετὰ τὰ γένη, λέγω δὴ πέψιν καὶ ἀπεψίαν, ἐπὶ τὰ τιμιώτερα τῶν εἰδῶν ἐχώρησε, πέπανσίν τε καὶ ὠμότητα. τιμιώτατα γὰρ ταῦτα τῶν ἄλλων εἰδῶν ὡς ἐν ἐμψύχοις γινόμενα ἐν γὰρ τοῖς φυτοῖς) |ἐκείνων ἐν ἀψύχοις γινομένων. εὐθέως δ’ ἐκ τοῦ ὁρισμοῦ τῆς πεπάνσεως ἐδήλωσεν, ὅτι καθολικωτέρα ἐστὶν ἡ πέψις τῆς πεπάνσεως· ἡ μὲν γὰρ πέψις τελεί- ωσις ἐλέγετο καὶ πάχυνσις τοῦ ἁπλῶς ὑγροῦ ἐπ’ ἐμψύχοις εἴτ’ ἐν ἀψύχοις ἦν, ἡ δὲ πέπανσις μόνου τοῦ ἐν τῷ περικαρπίῳ. περικάρπιον δ’ ἐστὶν ὑμήν τις, ὃς ἐπινενόηται τῇ φύσει πρὸς φυλακὴν καὶ φρουρὰν τοῦ σπέρματος, οὐδὲ γὰρ ἁπλῶς τοῦ ἐδωδίμου οὐδὲ καρποῦ, πλὴν εἰ μὴ τὸ αὐτὸ εἴη καὶ σπέρμα καὶ καρπός. τὸ γοῦν ἐδώδιμον ποτὲ μὲν ἐκτός ἐστιν, ὡς ἐπὶ φοινίκων, ποτὲ δ’ ἐντός, ὡς ἐπὶ ἀμυγδάλων· τὸν μέντοι καρπὸν πάντως ἔνδον περιφρουρεῖ διὰ τὴν παλιγγενεσίαν· ἐφ’ ὧν ἐπείσακτον ποιεῖ τὴν ἀθανασίαν. καλῶς δὲ πρόσκειται, ὅτι τῆς ἐν τοῖς περικαρπίοις τροφῆς πέψις ἐστὶν ἡ πέπανσις, διὰ τὴν ἄλλην πέψιν τὴν γινομένην ἐν τῇ ῥίζῃ καὶ ἐν τοῖς κλάδοις τοῦ φυτοῦ. καὶ γὰρ καὶ ἡ ἐν τούτοις ὑγρότης πέττεται ὑπὸ τοῦ ἐν αὐτοῖς ἐμφύτου θερμοῦ καὶ τρέφει τὸ δένδρον, ἀλλ’ οὐδὲ λέγεται πέπανσις. ἀλλὰ μόνη πέψις· μόνη γὰρ ἡ ἐν τῷ περικαρπίῳ πέψις λέγεται πέπανσις. καὶ ἡ μὲν περὶ τὸ ἄλλο ὑγρὸν τοῦ φυτοῦ γινομένη πέψις τὸ εἶδος ἐναλλάττει αὑτό. ἡ δὲ περὶ τὸ περικάρπιον πέψις, ταὐτὸν δ’ εἰπεῖν ἡ πέπανσις, οὐ γίνεται, εἰ μὴ ὅταν τέλειον εἴη τὸ φυτόν, ὡς δύνασθαι τίκτειν ὅμοια. ὥσπερ γὰρ ζῷον ἐκεῖνο λέγομεν τέλειον τὸ δυνάμενον ἑαυτῶ τίκτειν ὅμοια, οὕτω καὶ φυτόν. ὅθεν οὐδὲ τὸ τυχὸν γίγαρτον ἀμπέλου δεῖ λαβεῖν πρὸς τὸ ποιῆσαι ἄλλην ἄμπελον· οὐ γὰρ τὸ ἀπὸ ὠμῆς σταφυλῆς, ἀλλὰ τὸ ἀπὸ τῆς τελειωθείσης ***κεγχραμίς ἐστιν ἐπιτηδεία πρὸς τού· τοῖς. καὶ γὰρ ἐκ τῶν σπερμάτων τούτων γίνονται τὰ φυτά. ἀλλὰ τὸ πολυχρόνιον τῆς γεννήσεως αὐτῶν φεύγοντες οἱ περὶ ταῦτα δεινοὶ οὐ κέχρηνται τούτοις. ἐπειδὴ δ’ ἔφη, ὅτι ἡ πέψις πάχυνσίς ἐστι καὶ πάντως παχύνει, ἔστι δὲ καὶ ἡ πέπανσις πέψις τις, καὶ διὰ τοῦτο καὶ αὐτὴ παχύνει καὶ τὰ πεπαινόμενα παχύτερα πάντως θέλει· γενέσθαι. οὕτω γὰρ καὶ ἐν ἡμῖν ὅσα ἐν ἀτμοῖς καὶ ὑγροῖς ὑπάρχουσιν ἡμῖν ἄπεπτα, ταῦτα λεπτὰ ὄντα παχύνεται πεττόμενα ὑπὸ τῆς φύσεως· ἐν μὲν ἀτμοῖς ὡς ἐπὶ τῶν ἀναδιδομένων ἐπὶ τῆς κεφαλῆς κἀκεῖσε πεττομένων καὶ ἀντικαταρρεόντων καὶ κόρυζαν ἐργαζομένων, ἐν δ’ ὑγροῖς ὡς ἐπὶ τῶν διαρροιῶν ἄπεπτα δια- χωρήματά τινα μεταβάλλουσα ἡ φύσις πέττει ἐν τοῖς ὕπνοις διὰ τὸ ἐνεργεῖν τότε τὰς φυσικὰς δυνάμεις καὶ διὰ τὸ συννεύειν εἰς τὸ βάθος τὸ ἔμφυτον θερμὸν καὶ διὰ τὸ μὴ σκεδάννυσθαι τὴν φύσιν ἐκτὸς ὑπὸ τῶν αἰσθητῶν. ἀλλὰ μὴν καὶ τὰ πνευματώδη καὶ ὑδατώδη ἄπεπτα ὄντα καὶ λευκά, ὥσπερ γλεῦκος πεττόμενον, παχύνεται. ἐφ’ οἷς ὁ φιλόσοφος περὶ ὕδατος διαλέγεται. καί φησιν, ὅτι τὸ ὕδωρ οὔτε πεπαίνεται οὔτε ***παχυνομενον οὔτε ὠμὸν λέγεται, οὐχ ὅτι οὐ πεπαίνεται, ἀλλ’ ὅτι οὐ πέφυκεν ὅλως πεπαίνεσθαι. ἐκεῖνα γὰρ λέγομεν ὠμά, ὅσα πέφυκε πεπαίνεσθαι καὶ οὐ πέπανται. οὕτω γὰρ καὶ τὸν τοῖχον οὐ λέγομεν τυφλὸν οὐχ ὅτι οὐ βλέπει, ἀλλ’ ὅτι οὐ πέφυκε βλέπειν. ὥστε διὰ τούτων δῆλός ἐστιν ὁ Ἀριστοτέλης λέγων μὴ τρέφειν τὸ ὕδωρ, εἴ γε λέγει αὑτὸ μὴ πέττεσθαι, ἐπειδὴ οὐ παχύνεται. πᾶσα δὲ τροφὴ ὑπὸ πέψεως γίνεται. εἰπὲ γὰρ τοιοῦτον συλλογισμόν· τὸ ὕδωρ οὐ παχύνεται, τὸ μὴ παχυνόμενον οὐ πέττεται, τὸ μὴ πεττόμενον οὐ τρέφει· τὸ ὕδωρ ἄρα οὐ τρέφει. καὶ ὅρα, πῶς σύμφωνα λέγει τοῖς εἰρημένοις αὐτῷ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. ἔλεγε γὰρ ἐκεῖσε, ὅτι οὐ τρέφεται τὰ σπόριμα ἐκ τοῦ ὕδατος καθ’ αὑτό· εἰ γὰρ καὶ δοκεῖ τρέφειν, διὰ τὸ συμμεμίχθαι αὐτῷ γῆν κοπρώδη τρέφεται. πλὴν ἐπειδὴ πολύς ἐστι λέγων ἐν ἄλλαις αὐτοῦ πραγματείαις, ὅτι μεταβάλλουσιν εἰς ἄλληλα τὰ στοιχεῖα, καὶ τὰ μὲν ἁπλᾶ εἰς σύνθετα, τὰ δὲ σύνθετα εἰς ἀπλᾶ καὶ ὕδωρ γὰρ ἐξοινοῦται καὶ ὁ οἶνος ἐξυδατοῦται), κάλλιον λέγειν, ὅτι ἴσως ὡς δυσκόλως παχυνόμενον εἶπε μὴ παχύνεσθαι τὸ ὕδωρ καὶ ὡς ὀλιγότροφον ἄτροφον. εἰκὸς οὖν ἀμφοτέρας ἔχειν τὰς δόξας, τήν τε τοῦ τρέφειν καὶ τοῦ μὴ τρέφειν τὸ ὕδωρ. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 379b8 Τί οὖν ἐστι γένεσις καὶ φθορά, εἴρηται πρότερον. Ὅτι ποιοῦντος τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ γίνεται. p. 379b10 Λοιπὸν δ’ εἰπεῖν τὰ ἐχόμενα εἴδη, ὅσα αἱ εἰρημέναι δυνάμεις ἐργάζονται ὑποκειμένων τῶν φύσει συνεστώτων. Ἐντεῦθεν δείκνυται, ὅτι οὐ περὶ πάσης πέψεως πρόκειται αὐτῷ διαλαβεῖν, ἀλλὰ περὶ μόνης πεπάνσεως. τί γάρ φησιν; ὅτι δεῖ ἡμᾶς εἰπεῖν τὰ ἔργα τοῦ θερμοῦ καὶ ψυχροῦ, ὅσα ἐργάζονται ἐν τοῖς σώμασι μενούσης τῆς ὑποκειμένης ὕλης καὶ μὴ μεταβαλλομένης. ἐπειδὴ οὖν ἐν μὲν τῇ πέψει ἀμείβεται τὸ εἶδος τῆς τροφῆς μεταβάλλεται γὰρ πρὸς τὸ τρεφόμενον· ἀπὸ γὰρ αἵματος γίνεται σὰρξ καὶ νεῦρον), ἐν δὲ τῇ πεπάνσει οὐ μεταβάλλεται τὸ εἶδος τοῦ ὑποκειμένου, ἀλλὰ τελειοῦται. δῆλον, ὅτι οὐ περὶ ἐκείνης λέγει τῆς πέψεως, ἀλλὰ περὶ ταύτης. p. 379b14 Δεῖ δὲ ὑπολαμβάνειν μὴ κυρίως ταῦτα λέγεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν· οὐ γὰρ κεῖται καθόλου τοῖς ὁμοίοις. Η μόλυνσις, φησί, καὶ ἡ στάθευσις οὐ λέγονται κυρίως. δύναται γὰρ καὶ ἐπὶ μολύνσεως λέγεσθαι ἡ στάθευσις, ἐπειδὴ οὐ ποιεῖται ἀνάλυσιν ἡ στάθευσις, ἀλλὰ μᾶλλον θερμῷ ξηρῷ γίνεται. οὐκοῦν οὐ κύριά εἰσι ταῦτα τὰ ὀνόματα. κύριον δ’ αὐτό ἐστιν ὄνομα τὸ καθολικόν, τουτέστιν ἡ ἀπεψία. p. 379b19 Ταῦτα ἐστὶν ἡ οἰκεία ἑκάστου ὕλη. Ἐπειδὴ εἶπε τὸν ὁρισμὸν τῆς πέψεως, ὑπὸ τίνος γίνεται καὶ ἐκ τίνων, ὅτι γίνεται μὲν ὑπὸ θερμοῦ ἐμφύτου τοῦ ποιοῦντος, εἶτα καὶ τὸ ἐκ τίνων γίνεται εἰπών, ὅτι ἐκ τῶν ἀντικειμένων παθητικῶν, διδάσκει, τίνα λέγεται ἀντικείμενα παθητικά, ὅτι οἰκεία τοῦ πάσχοντος ὕλη, τουτέστιν ἡ ὑγρότης· πάσχει γὰρ τελειωτικὸν πάθος συνισταμένη καὶ παχυνομένη. p. 379b21 Καὶ ἡ ἀρχὴ τῆς τελειώσεως ὑπὸ θερμότητος οἰκείας συμβαίνει, καὶ διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ. Ἐνταῦθα φαίνεται περὶ τῆς ἐν τοῖς ζῴοις πέψεως διαλαμβάνων. τί γάρ φησιν; ὅτι ἡ ἀρχὴ τῆς τελειώσεως. ταὐτὸν δ᾿ εἰπιῖν τῆς πέψεως. ἐκ τοῦ οἰκείου θερμοῦ γίνεται τοῦ ποιοῦντος, εἰ καὶ τὰ μάλιστα πολλὰ συνεπιβοηθοῦμεν αὐτῷ ἔξωθεν πρὸς τὸ πέψαι καὶ περιγενέσθαι τῆς ὕλης· μὴ γάρ, ἐπειδὴ διὰ τροφῶν θερμῶν καὶ λουτρῶν ἢ ἄλλων τοιούτων ῥᾷον γίνεται ἡ πέψις, ἤδη νομίσῃς, ὅτι ταῦτά εἰσι τὰ ποιοῦντα τὴν πέψιν, ἀλλὰ ταῦτα συνεπιβοηθοῦσι τῷ ἐμφύτῳ θερμῷ. καὶ ὅρα, πῶς ἀνωτέρω μὲν περὶ πεπάνσεως διελάμβανεν, νῦν δὲ περὶ τῆς ἐν ζῴοις, ὡς εἶναι δῆλον, ὅτι μᾶλλον περὶ τῆς καθόλου πέψεως διέλαβε τὸν ὁρισμὸν τῆς κατηγορουμένης κατά τε τῆς ἐν ζῴοις καὶ τῆς πεπάνσεως καὶ ἑψήσεως καὶ ὀπτήσεως. καὶ τούτου χάριν ποτὲ μὲν εἰς ἐκείνην, ποτὲ δ’ εἰς ταύτας μεταφέρει τὸν λόγον ὡς ἁρμόζοντος πάσαις τοῦ ὁρισμοῦ τῆς πέψεως τοῦ λέγοντος, ὅτι πέψις ἐστὶ τελείωσις ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ ἐκ τῶν ἀντικειμένων παθητικῶν. p. 379b25 Τὸ δὲ τέλος φὲν μὲν φύσις ἐστί, φύσις δὲ ἣν λέγομεν ὡς εἶδος καὶ οὐσίαν· τοῖς δ’ εἰς ὑποκειμένην τινὰ μορφὴν τὸ τέλος ἐστὶ τῆς πέψεως. Τί φησιν; ὅτι ἡ μὲν ἀρχὴ τῆς πέψεως πάσης ἀπὸ τοῦ οἰκείου θερμοῦ τοὐ ποιοῦντός ἐστιν, εἰ καὶ ἔξωθεν βοήθεια τούτων γένηται πρὸς τὸ περιγενέσθαι. τὸ δὲ τέλος τῆς πέψεως ποῦ μὲν ἡ φύσις ἐστὶν ἡ εἰδοποιοῦσα καὶ μεταβάλλουσα ἀπὸ εἴδους εἰς ἕτερον εἶδος, ὥσπερ ἐν τοῖς ζῴοις τὴν τροφὴν ἡ προνοητικὴ φύσις μετὰ τὴν πέψιν τῆς τροφῆς, ταὐτὸν δ’ εἰπεῖν τὴν σύστασιν καὶ τὴν πάχυνσιν, μεταβάλλει αὐτὴν εἰς ἕτερον εἶδος καὶ εἰς ἑτέραν οὐσίαν καὶ ποιεῖ αὐτὴν σάρκα ἢ νεῦρον ἢ ἕτερόν τι ἀπλῶς πρὸς τὴν φύσιν τοῦ ὑποκειμένου μορίου. ὅπερ ὁ Ἀριστοτέλης ἐσήμανε, τί ἐστι φύσις, ὅτι τὸ εἶδος καὶ ἡ οὐσί τοῦ ὑποκειμένου πράγματος, οὕτω μὲν οὖν ἐν τοῖς ζῴοις τὸ τέλος τῆς πέψεως ἡ φύσις ἐστί, τουτέστιν ἡ οὐσία καὶ τὸ εἶδος τοῦ τρεφομένου μορίου· μεταβάλλεται γὰρ εἰς αὐτὸ τὸ πεφθέν. ἐν δὲ τοῖς καρποῖς καὶ τοῖς ἑψομένοις καὶ ὀπτωμένοις οὐχ ἡ φύσις ἐστὶ τὸ τέλος τῆς πέψεως· οὔτε γὰρ γίνεται μεταβολὴ τῆς ὑγρότητος εἰς ἕτερον εἶδος, ἀλλὰ τελείωσις, τουτέστι σύστασις καὶ πάχυνσις, ὥστε ἵστασθαι τὸ εἶδος καὶ τὴν μορφὴν τοῦ πάσχοντος, τουτέστι τοῦ ὑγροῦ, καὶ τελειοῦσθαι, οὐ μεταβάλλεσθαι εἰς ἕτερον εἶδος. βλέπε οὖν καὶ διὰ ταύτης τῆς λέξεως, ὅτι περὶ πάσης πέψεως διαλαμβάνει. p. 379b27 Ὅταν τοιόνδε γένηται καὶ τοσόνδε τὸ ὑγρὸν ἢ ὀπτώμενον ἢ ἑψόμενον ἢ σηπόμενον. ’Ev τούτοις γὰρ πᾶσιν οὐκ ἀμείβεται τὸ εἶδος τοῦ πάσχοντος, ἀλλὰ τελειοῦται. σηπόμενον δ’ εἶπε τὸ πεπαινόμενον. διττὴ γὰρ ἡ σῆψις, ἐπὶ τῶν κρειττόνων ἢ ἐπὶ τῶν χειρόνων· ἐπὶ μὲν τῶν κρειττόνων, ὅταν κρατῇ τὸ θερμὸν τοῦ ὑγροῦ, ὅτε καὶ πέπανσις λέγεται, ἐπὶ δὲ τῶν χειρόνων, ὅταν κρατῇ τὸ ὑγρὸν τοῦ θερμοῦ, ὅτε καὶ φθορὰ γίνεται. p. 379b30 Καὶ πεπέφθαι φαμέν, ὥσπερ τὸ γλεῦκος. Ἄξιον ἐστιν ἀπορίας, πῶς λέγει τὸ γλεῦκος ἄπεπτον πεπαίνεσθαι, εἴ γε παχὺ ὂν προκόπτον λεπτότερον γίνεται (πᾶς γὰρ οἶνος παλαιούμενος λεπτύνεται), ἡ δὲ πέψις τὸ ἀνάπαλιν τὰ λεπτὰ παχύνει. ἢ λέγομεν, ὅτι τὸ γλεῦκος καθὸ μὲν γλεῦκος λεπτότατόν ἐστιν· ἀλλὰ σύνεισιν αὐτῷ πνεύματα παχέα καὶ φυσώδη τιν᾿ ἃ τῷ χρόνῳ διαφορεῖται, καὶ λοιπὸν μένει λεπτὸν γλεῦκος. τοῦτο ἡ πέψις παχύνει καὶ οἶνον ποιεῖ· μετὰ δὲ τὸ γενέσθαι οἶνον τηνικαῦτα †τὸ χρῶμα κατὰ μέρος λεπτύνεται. ἀλλὰ πάλιν ἀπορητέον. εἰ γὰρ ἡ πέψις πάχυνσίς ἐστι, πῶς ἐπὶ τῶν σωμάτων οἱ πεττόμενοι χυμοὶ λεπτότεροι γίνονται; ἢ ῥητέον, ὅτι οὐ πάντες, ἀλλὰ μόνον οἱ παχεῖς· οἱ γὰρ λεπτοὶ παχύνονται πεττόμενοι. κανὼν γάρ ἐστι τοιοῦτος, ὥστε τὰ δυνάμει ὑγρὰ πεττόμενα ἢ ἑψόμενα διαλύεσθαι, τὰ δ᾿ ἐνεργείᾳ ὑγρὰ πήγνυσθαι. οὐκοῦν ἐπειδὴ οἱ παχεῖς χυμοὶ σχεδὸν ἀνόμοιοί εἰσι τοῖς δυνάμει ὑγροῖς, τούτου χάριν πεττόμενοι διαλύονται καὶ λεπτότεροι γίνονται· οἱ δὲ λεπτοὶ ὅμοιοι ὄντες τοῖς ἐνεργείᾳ ὑγροῖς πεττόμενοι παχύνονται. p. 379b35 Ἕως γὰρ ἄν εἴη ἐν αὐτῇ ὁ λόγος, φύσις τοῦτό ἐστιν. Ἕως ἂν ἐπικρατῇ ὁ λόγος ὁ τῆς θερμότητος ἐν τῇ ὑγρότητι, φύσις τοῦτό ἐστιν ἀντὶ τοῦ πέψις, ἵνα τοῦ ὁριστοῦ, τουτέστι τοῦ ὑγροῦ, ἐπικρατήσῃ ἡ θερμότης. p. 380a3 Ἀνάγκη δὲ τὰ πεττόμενα παχύτερα καὶ θερμότερα εἶναι. ᾿Ιδου αὐτὸς διαρρήδην λέγει, ὅτι πάντως ἡ πέψις πάχυνσίς ἐστι. πάχυνσιν δὲ δεῖ νοεῖν τὴν σύμμετρον τῇ πέψει, ἐπεί, ἐὰν ἀμέτρως ᾖ παχεῖα ἐκείνη, καὶ λεπτύνεται ἡ φύσις, ἵνα ἐνέγκῃ τὸ σύμμετρον πάχος· ἐκεῖνα δὲ παχύνει, ὅσα ἀμέτρως εἰσὶ λεπτά. p. 380a6 Ἀπεψία δέ ἐστιν ἀτέλεια δι᾿ ἔνδειαν τῆς οἰκείας θερμοτητος. Ἀνάπαλιν τῇ πέψει τὰ τῆς ἀπεψίας ὁρίζεται. ὥσπερ ἡ πέψις τελείωσις ἦν τῆς ἐν τῷ πεττομέ|νῳ ὑγρότητος, τουτέστι σύστασις καὶ πάχυνσις, 65r οὕτω καὶ ἡ ἀπεψία ἀτέλεια ταύτης ἐστίν. p. 380a18 Ἡ δὲ ἀτέλειά ἐστι τῶν ἀντικειμένων παθῶν. Ὅρα, πῶς φανερῶς λέγει τὴν ἀτέλειαν τῆς ὑγρότητος εἶναι· ᾧ δῆλον, ὅτι καὶ τὴν τελείωσιν ταύτης ἀνάγκην εἶναι. p. 380a12 ἐπειδὴ ἡ πέψις τελείωσίς τις, τότε ἡ πέπανσις τελείωσίς τις, ὅταν τὰ ἐν τῷ περικαρπίῳ σπέρματα δύνηται ἀπο- τελεῖν τοιοῦτον ἕτερον οἷον αὐτό. Ἴδου καὶ διὰ τούτου δῆλον, ὅτι ἡ τελείωσις καὶ ἀτέλεια τῆς ὑποκειμένης ὑγρότητός ἐστιν ἐν τῷ πάσχοντι. εἰ γὰρ τοῦτο γίνεται, τέλειον τὸ σπέρμα, ὅταν ἐστὶ τοῦ ὁμοίου γεννητικόν. τότε δ’ ἐστὶ του ὁμοίου γεννητικόν, ὅταν ἡ ἐν αὐτῶ ὑγρότης σύστασιν καὶ πάχυνσιν λάβῃ. τῆς ἄρα ὑγρότητός ἐστιν ἡ τελείωσις. p. 380a23 ’Ex μὲν οὖν πνευματικῶν ὑδατώδη, ἐκδὲ τῶν τοτούτων τὰ γεηρὰ συνίστανται. Θέλων δεῖξαι, ὅτι ἀεὶ ἡ πέψις ἐπὶ πάχυνσιν ὁδεύει, ἐκ τῶν ἐν ἡμῖν περιττωμάτων δείκνυσιν, τῶν τε ἀτμῶν καὶ τῶν ὑγρῶν. p. 380a33 οὐδὲν δ’ ὑγρὸν αὐτὸ καθ’ αὑτὸ πεπαίνεται ἄνευ ξηροῦ. ὕδωρ γὰρ οὐ παχύνεται μόνον τῶν ὑγρῶν. Βουλόμενος δεῖξαι, ὅτι ἡ μὲν πέψις γίνεται κατακρατοῦντος μὲν τοῦ θερμοῦ, κατακρατουμένης δὲ τῆς ὑγρότητος, ἡ δὲ ἀπεψία τὸ ἀνάπαλιν, παρήγαγε τὸ ὕδωρ, ἐπειδὴ αὐτὸ οὐ παχύνεται διὰ τὴν ὀλιγότητα τοῦ ἐν αὐτῷ θερμοῦ καὶ ξηροῦ. Πρᾶξις με. p. 380b13 Ἕψησις δ’ ἐστὶ τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου. Οὐχ ὡς ἄν τις οἰηθείη, διαλεγόμενος ὁ Ἀριστοτέλης περὶ ἑψήσεως ὀπτήσεως ὅτι ἐάσας τὰ φυσικὰ προβλήματα ἐτράπη ἐπὶ τὰ τεχνικὰ καὶ μαγειρικῆς καὶ ὀψοποιητικῆς ἔργα ἡμῖν παραδίδωσι· ταῦτα γὰρ οὐ μόνον ὑπὸ τέχνης γίνονται, ἀλλὰ καὶ ὑπὸ φύσεως. καὶ γὰρ ἡ πέψις τῶν σιτίων ἡ ἐν γαστρὶ γινομένη ἔοικεν ἑψήσει· θερμῷ γὰρ ὑγρῷ γίνεται. κα. αὐτὸς δ’ ‘Ιπποκράτης ἕψησιν τὴν πέψιν καλεῖ· φησὶ γὰρ μήτε δὶς ἕψειν τὰ σιτία. καὶ ὄπτησις δὲ γίνεται ὑπὸ φύσεως. ἡ γὰρ δύσκρατος καὶ θερμὴ γαστὴρ ὀπτᾷ τὰ προσαγόμενα· καὶ δηλοῦσι ταῦτα αἱ ἐρυγαί. ἀλλὰ μήτις λεγέτω, ὅτι καὶ εἰ ἄμφω ταῦτα ὑπὸ φύσεως γίνεται, τί δήποτε προέταξεν ὁ φιλόσοφος τὴν ὄπτησιν τῆς ἑψήσεως; ἀκούσεται γάρ, ὅτι ἐπειδὴ ἡ ἕψησις κατὰ φύσιν, ἡ δ’ ὄπτησις παρὰ φύσιν, τιμιώτερα δὲ τὰ κατὰ φύσιν τῶν παρὰ φύσιν. τρία δέ τινα ζητεῖ περὶ τῆς ἑψήσεως ὁ φιλόσοφος· πρῶτον, τί ἐστιν ἕψησις· δεύτερον δέ, τίνα ἐστὶ τὰ ἑψόμενα καὶ τίνα μὲν κυρίως ἕψεται, τίνα δὲ κατὰ μεταφοράν, καὶ τίν ἔτι μᾶλλον κατὰ μεταφοράν· τρίτον πρὸς τοῖς εἰρημένοις, τίνα τὰ ὑπάρχοντα τοῖς ἑψομένοις. ἀρξώμεθα ἀπὸ τοῦ πρώτου καὶ εἴπωμεν, τί ἐστιν ἕψησις. ἕψησις τοίνυν ἐστὶ πέψις τοῦ ὑγροῦ τοῦ ἐν τῷ ἑψομένῳ ὑπὸ θερμοῦ ὑγροῦ γινομένη· τὰ γὰρ ἑψόμενα πάντα ἐν ὑγρῷ θερμῷ ἀποτίθεται. ὅθεν καὶ ἀπορεῖ ὁ Ἀριστοτέλης, ποῦ ἂν ταγῇ ἡ τηγάνισις· μήποτε οὖν καὶ τὰ τηγανιζόμενα ἕψεται, ὡς ἂν ἐν ὑγρῷ ἐλαίῳ τηγανιζόμενα. καὶ λύομεν λέγοντες, ὅτι μᾶλλον ταύτην τῇ ὀπτήσει προσκεχώρηκεν ἤπερ τῇ ἑψήσει, ἐπειδὴ καὶ τὰ τηγανιζόμενα μᾶλλον θερμῷ ξηρῷ τηγανίζονται. διὰ γὰρ ταύτην τὴν αἰτίαν οὐδ’ ἐν πολλῷ ἐλαίῳ θέλει τηγανίζεσθαι, ὥστε ψαύειν τῇ ἐπιφανείᾳ τοῦ τηγάνου. καὶ τὰ μὲν ἑψόμενα ἀποτίθεται μᾶλλον τὴν οἰκείαν ὑγρότητα ἐν τῷ ὑγρῷ, ἐν ᾧ ἕψεται, ἑλκομένης αὐτῶν τῆς ὑγρότητος ὑπὸ τῆς θερμασίας τῆς ἐν τῷ ὑγρῷ, ἐν ᾧ ἕψονται, ὡς δηλοῦσιν οἱ ζωμοὶ μεταλαμβάνοντες τῆς ποιότητος τῶν ἑψομένων· τὰ δὲ τηγανιζόμενα τοὐναντίον ἕλκει πρὸς ἑαυτὰ τὸ ὑγρόν, ἐν ᾧ ἕψεται, ἕλκεται δ’ ἡ ὑγρότης αὐτῶν ὑπ’ αὐτοῦ. ὅθεν καὶ συμβαίνει τῶν ἑψομένων τὸν ζωμὸν ἡδύτερον ὑπάρχειν ὡς ἄν μεταλαμβάνοντα τῆς ποιότητος τῶν ἑψομένων· μᾶλλον δὲ αὐτὸ τὸ τηγανιζόμενόν ἐστι ἡδύτερον τοῦ ἐλαίου, ἐν ᾧ τηγανίζεται, ὡς ἄν αὐτὸ μᾶλλον μεταλαμβάνον τοῦ ἐλαίου ἤπερ ἐκεῖνο τούτου. καὶ τοῦτο μέν ἐστι τὸ πρῶτον. δεύτερόν φησιν, ὅτι τὰ ἑψόμενα δεῖ ἔνικμα εἶναι καὶ πάντως μετέχειν ὑγρότητος αἰσθητῆς διὰ γὰρ ταύτην τὴν αἰτίαν καὶ λίθοι οὐχ ἕψονται ὡς μὴ μετέχοντες ὑγρότητος αἰσθητῆς, εἰ καὶ τὴν συνεκτικὴν ἔχουσιν, ἧς στερόμενοι διαπίπτουσι καὶ ψάμμος γίνονται), καὶ ὑγρότητος οὐ τῆς τυχούσης, ἀλλὰ παθητικῆς ὑπὸ θερμότητος, ἐπεί τοί γε οὐδὲ τὰ ξύλα ἕψονται καὶ τὰ μετέχοντα ὑγρότητος. ξύλα δὲ οὐ πάντα, ἀλλὰ τὰ πυκνό- τέρα καὶ ὅσα τοιαῦτα, ἐπεί τοί γε τὰ μανότερα ἕψονται, ἅτινα ὑπὸ τῆς ἀναγομένης αἰθάλης τοῦ πυρὸς ἕψεται· ὡς τελευταῖον καὶ ἄκαπνα αὐτὰ καλεῖσθαι τῷ καπνὸν μὴ ποιεῖν προδεδαπανημένης αὐτῶν τῆς ὑγρότητος ἐν τῇ προγενομένῃ ἑψήσει. †κυρίως δ’ ἕψονται γλεῦκος καὶ γάλα καὶ ὅσα τοιαῦτα, διότι οὐκ ἐν ἀλλοτρίῳ ὑγρῷ ἕψονται. ἔτι δὲ μᾶλλον κατὰ μεταφορὰν ὁ χρυσός, ἐπειδὴ οὗτος οὐδ’ ἀποβάλλει τινὰ ὑγρότητα ἐν τῇ ἑψήσει (ὁ κεκαθαρμένος δηλονότι· ὁ γὰρ ῥυπαρὸς τὸν προσόντα αὐτῷ ῥύπον μόνον ἀποβάλλει). καὶ τοῦτο τὸ δεύτερον. εἶτ’ ἐφεξῆς καὶ περὶ τῶν ὑπαρχόντων τοῖς ἑψομένοις διαλαμβάνει τοῦτο γὰρ ἦν τὸ τρίτον τῶν ἐπαγγελλομένων) καί φησιν, ὅτι καθόλου ὑπάρχει πᾶσι τοῖς ἑψομένοις τὸ ἐλάττοσι γίνεσθαι, καὶ ἢ βαρυτέροις ἢ παχυτέ|ροις, τοῦ ‘ἤ' ἐνταῦθα ἡμῶν μὴ ὡς διαζευκτικοῦ ἀκουόντων, ἀλλὰ μᾶλλον ὡς συμπλεκτικοῦ. ἐπ’ ἔλαττον μὲν γὰρ γίνεται πάντως τὰ ἑψόμενα, ἀλλ’ ἢ ὀλίγα καὶ βαρέα ἢ ὀλίγα καὶ παχέα. ὅθεν τὸ ἔλαιον λέγομεν μὴ ἕψεσθαι, ἐπειδὴ μὴ ἐπιδέχεται πάντα τὰ τοῦ ἑψομένου ἴδια· ἔλαττον μὲν γίνεται πάντως, ἀλλ’ οὔτε βαρύτερον οὔτε παχύτερον. οὔτε γὰρ ἡ μὲν αὐτοῦ ἀερώδης οὐσία καὶ πνευματώδης διαφορεῖται μενούσης τῆς ὑγρότητος, ἵνα ταύτῃ βαρύτερον γένηται ἀποστάντος τοῦ ἀνοχοῦντος γλίσχρας γὰρ οὔσης τῆς ὑγρότητος οὐκ ἐᾷ τὸ πωευματῶδες διαφορηθῆναι), οὔτε μὴν ἡ ὑγρότης διαφορεῖται μενούσης τῆς πνευματώδους οὐσίας, ἵνα ταύτῃ παχύτερον γένηται καὶ κουφότερον, ἀλλ’ ὁμοτίμως διαφορεῖται ἥ τε ὑγρότης καὶ ἡ ἀερώδης οὐσί, καὶ οὐ συμβαίνει ὀλιγοῦσθαι. παράδειγμα δὲ τοῦ ὀλίγα καὶ παχέα καὶ κοῦφα γίνεσθαι τὰ ἑψόμενα τὰ κρέα. ταῦτα γὰρ ἐν τῇ ἑψήσει τὴν ὑγρότητα ἀπολλύντα ἀνάγκη παχύτερα αὐτὰ εἶναι καὶ κοῦφα μετὰ τοῦ ὀλιγοῦσθαι. ὅθεν καὶ πλείονος τιμῆς ταῦτα ποιοῦνται διὰ τὸ ὀλίγην ὁλκὴν ἔχειν τὰ κρέα τὰ πολλά. τοῦ δὲ ὀλίγα καὶ βαρύτερα γίνεσθαι τὰ ἑψόμενα παράδειγμα ὁ χαλκὸς ὁ κεκαυμένος· οὗτος γὰρ ἐν τῇ καύσει ἀποτίθεται τὸ ἀερῶδες, ὅπερ εἶχε, *παχὺν ἀνάγκη καὶ ἠχητικὸν αὐτὸν εἶναι διὰ τοῦτο, ὡς δηλοῦσι τὰ κύμβαλα καὶ οἱ κώδωνες· τοῦτο οὖν ἀποτιθέμενος ἐν τῇ καύσει βαρύτερος γίνεται. καὶ ταῦτα μὲν περὶ τῆς ἑψήσεως. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ ὀπτήσεως διαλέγεται καί τινα περὶ αὐτῆς παραδίδωσι· πρῶτον μέν, ὅτι ἐργωδέστερον τὴν ὄπτησιν ἐργάζεσθαι ἤπερ τὴν ἕψησιν, διότι τῶν ὀπτωμένων εὐθὺς οἱ πόροι συμμύουσι διὰ τὴν πολλὴν θερμότητα καὶ τὰ μὲν ἔξωθεν περιφρύττεται, τὰ δὲ ἔνδον μένει ὠμά. καὶ οὐκ ἔστι τὴν ὄπτησιν ὁμαλὴν ἐργάσασθαι· τὴν δ’ ἕψησιν ὁμαλὴν δυνατὸν ὡς ἄν διικνουμένης τῆς θερμασίας καὶ περὶ τὸ βάθος. ὅθεν καὶ ἀκριβέστερον ὑπὸ φύσεως γένοιτ’ ἄν ἡ ὄπτησις ἡ ὑπὸ τέχνης, ὡς ἄν τῆς φύσεως δυναμένης μετρῆσαι τὸ θερμόν. . ὡς μὴ εὐθὺς περιφρῦξαι τὴν ἐκτὸς ἐπιφάνειαν ἤ μύσαι τοὺς πόρους παρασκευάσαι. δεύτερον δὲ παραδίδωσι περὶ ὀπτήσεως, ὅτι τὰ ὀπτώμενα ἡδύτερα τῶν ἑψομένων εἰσὶ διὰ τὸ τὴν οἰκείαν αὐτῶν ὑγρότητα ἐναποκλίεσθαι περιφρυττομένης τῆς ἐπιφανείας αὐτῶν. τρίτον δ’ ὅτι ἡ ὄπτησις καὶ ἡ ἕψησις ὑπὸ φύσεως γίνονται. καὶ εἰς ταῦτα μᾶλλον δεῖ ἀναγαγεῖν τὴν πέψιν, οὐχ ὥς τινες ἐνόμισαν ὑπὸ τὴν σῆψιν ἐκ τοῦ γίνεσθαι ἕλμινθας ἐν τῇ γαστρί, ὅπου ἡ πέψις τῶν σιτίων. λέγομεν γάρ, ὅτι οὐκ ἐν τῇ γαστρὶ γίνονται, ἀλλ’ ἐν τοῖς ἐντέροις ἡ τοῖς λεπτοῖς ἢ τοῖς παχέσιν, ὡς δηλοῦσιν αἱ τούτων ἐκκρίσεις, τῷ ταύτας λεπτὰς καὶ στρογγύλας, ἅτε ἐν τοῖς λεπτοῖς ἐντέροις γινόμεναι, ἀνεμεῖσθαι μόνον, ὡς ἂν τῶν λεπτῶν ἐντέρων παρακει- μένων τῇ γαστρί, κάτωθεν δὲ παχείας καὶ λεπτὰς ἐκκρίνεσθαι· παχείας μέν, εἰ ἐν τοῖς παχέσιν ἐντέροις ὦσι γεγενημέναι, λεπτὰς δὲ καὶ στρογγύλας, εἰ ἐν τοῖς λεπτοῖς. ᾧ δῆλον, ὅτι ἐντὸς γίνονται καὶ οὐκ ἐν τῇ γαστρί· οὐ γὰρ ἔφερεν ἡ φύσις τοσαύτην ἔμφραξιν καὶ σῆψιν ἐν τῇ γαστρί. τελευταῖον δὲ προστίθησιν ὁ Ἀριστοτέλης, ὅτι οὐκ ἀντίκειται τῇ ὀπτήσει ἡ στάθευσις. ἢ λέγομεν, ὅτι ἡ δυναμένη αὐτῇ καὶ τῇ ἑψήσει ἀντικεῖσθαι· καὶ γὰρ ἡ μόλυνσις στάθευσίς τίς ἐστιν. ἀλλ’ ἀνώνυμόν ἐστι τὸ κυρίως ἀντικείμενον τῇ ὀπτήσει. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 380b13 Ἕψησις δ’ ἐστὶ τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντ ἀορίστου ἐν τῷ ὑγρῷ. . Ὅλον λέγει ἀντὶ τοῦ ‘τῷ γένει ἡ ἕψησις λέγεται ὑπὸ θερμοῦ γινομένη'. ἀόριστον δὲ καλεῖ τὸ ὑγρὸν ὡς μὴ ὁριζόμενον οἰκείῳ ὅρῳ. p. 380b 14 Λεγεται δὲ τοὔνομα κυρίως μόνον ἐπὶ τῶν ἕψομένων. Ὃ λέγει τοῦτό ἐστιν, ὅτι λέγεται ἡ ἕψησις ἐπὶ τῶν θερμῶν ὑγρῶν γινομένων. τοῦτο δηλοῖ τὸ ἑψόμενον· γελοῖον γὰρ τὸ εἰπεῖν· ‘ἕψησις λέγεται ἀπὸ τῶν ἑψομένων'. p. 380b15 Τοῦτο δ’ ἄν εἴη, ὥσπερ εἴρηται, πνευματῶδες. τοῦτό φησι· ἡ τῷ ἐν τῷ ἑψομένῳ ὑγρῷ ἔν τισι μέν ἐστι πνευματῶδες, ὥσπερ ἐν ὀσπρίοις, ἔν τισι δ’ ὑδατῶδες, ὥσπερ ἐν λαχάνοις, ἐν ἄλλοις δ’ ἄμφω, ὥσπερ ἐπὶ τοῦ γλεύκους. p. 380b16 Ἡ δὲ πέψις γίνεται ὑπὸ τοῦ ὑγρῷ πυρός· τὰ γὰρ ἐπὶ τῶν τηγάνων ὀπτᾶται. ’H πέψις ἡ ἐπὶ τῆς ἑψήσεως λεγομένη ὑπὸ θερμοῦ ὑγροῦ γίνεται. λοιπὸν περὶ τηγανισμοῦ ἀπορεῖ, ποῦ θετέον τὸν περὶ αὐτοῦ λόγον, πότερον τῶν ἑψομένων ἢ τῶν ὀπτωμένων. p. 380b18 Ἐν ᾧ δ’ ἐστὶν ὑγρῷ, ποιεῖ ἐκεῖνο μᾶλλον ξηρὸν ὂν εἴς ἑαυτὸ ἀναλαμβάνον. Μετὰ δὲ τοῦ ἀνωτέρω εἰπεῖν ὀπτᾶται μετὰ τῶν ὀπτωμένων αὐτὸ τίθησι. διὰ δὲ τοῦ νῦν εἰπεῖν ἐν ᾧ δέ ἐστιν ὑγρὸν ποιεῖν μετὰ τῶν ἑψομένων τὰ γὰρ ὀπτώμενα οὐκ ἐν ὑγρῷ γίνονται), ὡς εἶναι δῆλον, ὅτι μεταξύ ἐστι τῶν ἑψομένων καὶ ὀπτωμένων. p. 380b21 Διὸ ξηρότερα τὰ ἑφθὰ τῶν ὀπτῶν· οὐ γὰρ ανασπᾳ εις ἑαυτὰ τὸ ὑγρὸν τὰ ἑψόμενα. †Ὁπόταν οὖν κοινῶς τὰ ὀπτώμενα καὶ τηγανιζόμενα καλῇ. καί φησιν, ὅτι τὰ ἑφθὰ ξηρότερά εἰσι τούτων διὰ τὸ ἐν ζωμῷ τὴν οἰκείαν ὑγρότητα ἀπολύειν, ταῦτα δὲ κατέχειν· οὐ γὰρ *διὰ τὸ τὴν ἐπιφάνειαν περιφρόττεσθαι. p. 380b24 ἔστι δ’ οὐ πᾶν σῶμα ἑψητόν.’ Ἐντεῦθεν τὸ δεύτερον λέγει περὶ ἑψήσεως, τουτέστι ποῖά εἰσι τὰ 66r ἑψόμενα, καὶ ποῖα τὰ μὴ ἑψόμενα, καὶ τῶν ἑψομένων ποῖα μὲν κυρίως, ποῖα δὲ κατὰ μεταφοράν. p. 380b27 Ἀλλ' ὅσα τῶν σωμάτων ἔχει ὑγρότητα παθητικὴν ὑπὸ τῆς ἐν τῷ ὑγρῷ πυρώσεως. Διὰ τούτου ἐσαφήνισεν ἡμῖν, ποῖά εἰσι τὰ ἑψόμενα. p. 380b30 Οὐ γὰρ κεῖται τὰ ὀνόματα ταῖς διαφοραῖς· Εἰ ᾖν τὰ κατὰ μεταφορὰν ἑψόμενα ἄλλοις ὀνόμασιν ὀνομάσαι, οὐκ ἄν ἐλέγομεν αὐτὰ ἕψεσθαι, ἀλλ’ ἄλλο τι πάσχειν, ὥσπερ ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ γλεύκους καὶ τοῦ γάλακτος. ἀλλ’ ἐπειδὴ οὔκ εἰσιν ὀνόματα τοῖς τοιούτοις πάθεσιν αὐτῶν, τούτου χάριν ἕψεσθαι αὐτὰ λέγομεν. p. 380b32 Ὅταν ὁ ἐν τῷ ὑγρῷ χυμὸς εἰς εἶδός τι μεταβάλῃ· Τουτέστι παχύνεται καὶ συνίσταται πρώην ὑδατώδης ὤν. τοῦτο λέγει ἐπὶ τοῦ γάλακτος καὶ τοῦ γλεύκους, διὰ τὸ οἷον ἕψεσθαι καὶ αὐτὰ διὰ τὸ παχύνεσθαι καὶ ὀλιγοῦσθαι· τοῦτο γὰρ ἴδιόν ἐστι τῶν ἑψομένων. p. 381a1 Ὥστε ὅσα παχύτερα δύναται γενέσθαι ἐλάττω ἢ βαρυτερα. Ἐντεῦθεν τὸ τρίτον παράδειγμα παραδίδωσι καὶ διδάσκει, τίνα εἰσὶ τὰ ἑπόμενα τοῖς ἑψομένοις· καί φησιν, ὅτι πᾶσι μὲν συμβαίνει τὸ ὀλίγα καὶ παχέα γίνεσθαι, ἀλλ᾿ ἢ ὀλίγα καὶ βαρέα <ἢ> ὀλίγα καὶ κοῦφα, τοῦ παχέος ἐφ᾿ ἑκατέρου ὄντος. p. 381a8 Τὸ δ᾿ ἔλαιον οὐχ ἕψεται αὐτὸ καθ᾿ ἑαυτό, ὅτι τούτων οὐδὲν πάσχει. Τούτων, ποίων; οὐδὲ γὰρ παχύτερον οὐδὲ λεπτότερον οὔτε βαρύτερον οὔτε κουφότερον γίνεται, ὥσπερ τὰ ἑψόμενα, ὀλιγοῦται δὲ μόνον. p. 381a10 Καὶ οὐδὲν διαφέρει ἐν ὀργάνοις τεχνικοῖς φυσικοῖς, ἐὰν γένηται· διὰ γὰρ τὴν αὐτὴν αἰτίαν γίνεται. Ἄρα πῶς τὴν ἕψησιν καὶ ὑπὸ φύσεως λέγει γίνεσθαι; ἕψησιν ὑπὸ φύσεως καλῶν τὴν τῶν σιτίων πέψιν· καὶ γὰρ καὶ ἡ τεχνικὴ ἕψησις καὶ ἡ φυσικὴ ὑπὸ θερμοῦ ὑγροῦ γίνεται συνιστῶντος καὶ ὁρίζοντος τὸ ἐν τῷ ἑψομένῳ ὑγρόν. p. 381al2 Μόλυνσις δ᾿ ἐστὶν ἀπεψία ἐναντία ἑψήσει. εἴη δ᾿ ἂν ἐναντία ἥ τε πρώτη λεχθεῖσα ἀπεψία τοῦ ἐν τῷ σώματι ἀορίστου. Ὁρισμὸν νῦν λέγει τῆς μολύνσεως οὐ πάσης, ἀλλὰ τῆς πρώτης. τίς δ᾿ ἐστὶν ἡ πρώτη μόλυνσις; ἢ δῆλον, ὅτι ἡ ἀντικειμένη τῇ κυρίως ἑψήσει. διττὴ γὰρ ἡ μόλυνσις· ἡ μὲν ἀντικειμένη τῇ κυρίως ἑψήσει, ἡ δὲ τῇ κατὰ μεταφοράν. αὕτη οὖν, φησίν, ἀπεψία τίς ἐστι τοῦ ἐν τῷ ἑψομένῳ ὑγροῦ. γίνεται δὲ διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ τὴν τοῦ περιέχοντος ψῦξιν, ἢ δι᾿ ἔνδειαν πυρός, ἢ διὰ πλῆθος ὕδατος βαλλομένου ψυχροῦ, ἢ διὰ πλῆθος τῶν ἑψομένων. καὶ ταῦτα αὐτὸς κτὰ τὴν λέξιν παραδίδωσι. p. 381a18 Τότε γὰρ συμβαίνει ἐν τῷ ὑγρῷ θερμότητα πλείω μὲν εἶναι ἢ ὥστε μή κινεῖσθαι. ἐλάττω δὲ ἢ ὥστε ὁμαλῦναι καὶ συμπέψαι. Τὴν αἰτίαν νῦν λέγει, δι᾿ ἣν πολλῶν ὄντων τῶν ἑψομένων οὐ γίνεται ἕψησις τελεία· οὔτε μὴν πάμπαν ἀνέψητα μενοῦσι. καί φησιν, ὅτι ἑψητὰ μὲν πάμπαν οὐ μενοῦσιν, ἐπειδὴ οὐχ οὕτως ἐστὶν ὀλίγη καὶ ἀσθενὴς ἡ θερμότης, ὡς μήτε ὅλως αὐτῶν ἅψασθαι τῶν ἑψομένων καὶ τακερῶσαι αὐτά, τουτέστι συμπέψαι· ἐλάττων γάρ ἐστιν ὡς πρὸς τὴν τοῦτο ποιοῦσαν θερμότητα. αὕτη δὲ ἡ ἔννοια καὶ ἐπὶ τῶν ἄλλων αἰτιῶν ἁρμόζει τῆς μολύνσεως· ὅθεν διὰ τὸ μὴ κατακρατῆσαι τὴν θερμότητα σκληρά εἰσι τὰ μεμολυσμένα. p. 381a23 Ὄπτησις δ’ ἐστὶ πέψις ὑπὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας. Μετῆλθε νὺν ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν. p. 381b4 Ἔστι δέ, ὥσπερ ἐλέγομεν, τὰ εἴδη καθόλου ταῦτα καὶ φυσικὰ ὅμοια τὰ γινόμενα πάθη, ἀλλ’ ἀνώνυμα· μιμεῖται γὰρ ῆ τέχνη τὴν φύσιν. Ὥσπερ καθόλου εἴπομεν ὄπτησιν ἕψησιν ὑπὸ τέχνης γινομένην, οὕτω καὶ ὑπὸ φύσεως ὁρῶμεν γινομένην. καὶ μᾶλλον ὑπὸ φύσεως· ἡ γὰρ τέχνη τὴν φύσιν μιμησαμένη ταῦτα ἐπετήδευσεν. ὁμοία γὰρ ἡ ἐργασία αὐτῶν καὶ ἐπὶ τέχνης καὶ ἐπὶ φύσεως, ὅθεν οὐδ’ ὀνόμασι διαφόροις κέκληνται· ἀμφότερα γὰρ πέψις καὶ ἀπεψία. p. 381b9 Ὅμοια ἔνια τῇ μολύνσει. Δηλονότι αἱ λόγῳ πέψεως γινόμεναι· ἡ γὰρ μόλυνσις δι’ ἔνδειαν θερμοῦ γίνεται. p. 381b9 Καὶ ζῷον οὐκ ἐγγίνεται πέψει, ὥς τινές φασι. Τοῦτο ὡς πρὸς τοὺς λέγοντας σῆψιν εἶναι τὴν πέψιν κατασκευάζοντας τοῦτο ἐκ τοῦ γενέσθαι ἕλμινθας ἐν τῇ γαστρὶ ὑπὸ σήψεως λέγει. οὔπως γὰρ γίνονται οἱ ἕλμινθες, φησίν, ἔνθα γίνεται ἡ πέψις, τουτέστιν ἐν τῇ γαστρί, ἀλλ’ ἐν τοῖς ἐντέροις· ὅταν δὲ μέλλῃ ἐμεῖσθαι, τότε ἀνέρχονται ἄνω. p. 381b17 Ἢ συμβαίη ἂν ἢ δι’ ὀλιγότητα τοῦ ἔξω πυρὸς ἢ διὰ τὸ πλῆθος τοὐ ἐν τῷ ὀπτωμένῳ ὕδατος. Τὰς αἰτίας νῦν τῆς σταθεύσεως παραδίδωσιν. Πρᾶξις μς. p. 381b23 Τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, ληπτέον τὰ εἴδη. Μετὰ τὰ γενικώτατα τῶν συνθέτων, γένεσιν λέγω καὶ φθοράν, καὶ τὰ τούτων ποιητικὰ αἴτια, τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὰ εἴδη, πέψιν καὶ ἀπεψίαν, καὶ τῶν εἰδῶν τὰς διαφοράς, πέπανσιν, ὄπτησιν, ἕψησιν, καὶ πάλιν ἀπεψίαν, μόλυνσιν, στάθευσιν, τρέπεται νῦν ὁ φιλόσοφος καὶ ἐπὶ τὰς δέκα ὀκτὼ ἀντιθέσεις, ἃς ποιεῖ μὲν τὸ θερμὸν καὶ τὸ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, δύο τινὰ προλαβών, πρῶτον μέν, ὅτι τῶν συνθέτων ὅλη ἐστὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, δεύτερον, ὅτι οὐ τὸ τυχὸν ὑγρὸν καὶ ξηρὸν ὕλη ἐστὶ τῶν συνθέτων, ἀλλὰ τὸ ἐν γῇ καὶ ἐν ὕδατι μόνον, οὐκέτι δὲ ἐν γῇ καὶ ἀέρι οὐδὲ τὸ ἐν ἀέρι καὶ πυρί. καὶ κατασκευάζει τὸ πρῶτον, ὅτι ὕλη ἐστὶ τῶν συνθέτων τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ἐκ τοῦ καθ’ αὑτὸ τὸ ὑγρὸν καὶ διαρρεῖν καὶ ἀπόλλυσθαι, τὸ δὲ ξηρὸν καθ’ αὑτὸ διαλύεσθαι· δέονται γὰρ ἀλλήλων πρὸς τὸ συστῆναι. ἐπειδὴ οὖν οὐχ οἷά τέ εἰσι καθ’ αὑτὰ διαμένειν, ἀλλὰ δέονται τῆς ἀλλήλων συνεισφορᾶς, †δῆλον ἀεὶ ταὐτὰ ὄντα ὕλη τῶν συνθέτων. ἀλλὰ μὴν καὶ Ἐμπεδοκλῆς τοῦτο οὐκ ἠγνόησεν, ὅτι δέονται τῆς ἀλλήλων συνάρσεως. ἔφη γὰρ ἐν τοῖς αὐτοῦ ῥήμασιν. “ἄλφιτον ὕδατι κολλήσας” τὸ ὑγρὸν λέγων καὶ τὸ ξηρόν. ὅτι δὲ καὶ τὸ ἐν ὕδατι καὶ γῇ ξηρὸν καὶ ὑγρόν ἐστιν ὕλη τῶν συνθέτων, δῆλον, ἐπειδὴ ἐν τῷ κοιλοτάτῳ τόπῳ τοῦ παντός ἐστιν ἡ γῆ καὶ τὸ ὕδωρ, ἔνθα ταῦτα ὑπάρχουσιν· ὅτι δὲ οὗτε τὸ ἐν τῇ γῇ καὶ ἀέρι ὑγρὸν καὶ ξηρόν ἐστιν ὕλη τῶν συνθέτων, δῆλον, ἐπειδὴ τὸ μὲν ἀνωφερὲς ὄν, τὸ δὲ κατωφερές, ἔμελλον χωρίζεσθαι ἀπ’ ἀλλήλων· καὶ οὐκ ἔτι σύνθεσις ἦν τῶν συνθέτων, ἀλλὰ διάλυσις. οὔτε μὴν τὸ ἐν πυρὶ καὶ ἀέρι ὑγρὸν καὶ ξηρόν, ἐπειδὴ τὸ ἐν πυρὶ ξηρὸν δραστικώτατον ὂν ἀνήλωσεν ἄν τὸ ἐν ἀέρι ὑγρόν, καὶ οὐκ ἔτι γένεσις ἦν τῶν συνθέτων, ἀλλὰ φθορά. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς τὸ ἐν γῇ ξηρὸν εἰδοποιητικὸν ὂν δραστικώτατον οὐ λέγομεν, τὸ δ’ ἐν τῷ πυρὶ ξηρὸν μὴ ὂν είδοποιὸν τοὐ πυρὸς δραστικὸν λέγομεν. ἡ ῥητέον, ὅτι αἱ ἐν τοῖς δραστικοῖς στοιχείοις ποιότητες, κἄν μὴ ὦσιν αὐτῶν εἰδοποιοί, δραστικώτεραι τῶν ὑλικῶν στοιχείων εἰσί. πάλιν δ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς νῦν ὁ Ἀριστοτέλης ὕδωρ ἀπονέμει τῷ ὑγρῷ, ὡς ἄν τοῦτο εἰδοποιούμενον τὸν ἀέρα. ἢ ῥητέον, ὅτι διττὸν τὸ ὑγρόν, τὸ μὲν ὡς καθ’ αὑτό, τόδε ὡς <πρὸς> τὰ σύνθετα. ὡς μὲν καθ' αὑτό, ὅταν αὐτὴν τὴν φύσιν τοῦ ὑγροῦ τις ἐξετάζει, ὡς δὲ πρὸς τὰ σύνθετα, ὅταν τὴν πρὸς αὐτὰ γινομένην τοῦ ὑγροῦ ἐνέργειαν. ὅταν οὖν λέγῃ, ὅτι τὸ ὑγρὸν τοῦ ἀέρος ἐστί, τηνικαῦτα τὴν καθ’ αὑτὸ φύσιν τοῦ ὑγροῦ ἐξετάζει· πάντων γὰρ τῶν ἄλλων στοιχείων ὑγρότατός ἐστιν ὁ ἀὴρ ὡς ῥυτὸς μᾶλλον τοῦ ὕδατος. ὅταν δὲ τῷ ὕδατι ἀπονέμῃ τὸ ὑγρόν, ὡς πρὸς τὰ σύνθετα ἀφορῶν τοῦτο λέγει. μᾶλλον γὰρ ἡμᾶς ὑγραίνει τὸ ὕδωρ ἤπερ ὁ ἀήρ, ἐπειδὴ τὸ μὲν ὕδωρ κατωφερὲς ὂν ὥσπερ τὰ σύνθετα ἐπὶ πλείονα χρόνον ὁμιλεῖ τοῖς σώμασιν ἅτε δὴ σὺν αὐτοῖς ὄν, ὁ δὲ ἀὴρ ἀνωφερὴς ὢν καὶ σπεύδων ἐπὶ τὴν οἰκείαν φορὰν οὐκ ἐμβραδύνει περὶ τὰ σώ· μάτα. καὶ τούτου χάριν ἧττον ὑγραίνει τοῦ ὕδατος. Ταῦτα προλαβὼν ὁ φιλόσοφος ἄρχεται τῶν ιݲηݲ ἀντιθέσεων. καὶ διαλέγεται πρῶτον περὶ τοῦ μαλακοῦ καὶ τοῦ σκληροῦ. τοῦτο δὲ ποιεῖ εἰκότως, ἐπειδὴ ἀντίφασιν ταῦτα μιμοῦνται καίτοι καταφατικὰ ὑπάρχοντα ὥσπερ τὸ ἄρτιον καὶ τὸ περιττόν. καὶ ὁρισμοὺς τούτων παραδίδωσι καί φησιν, ὅτι μαλακόν ἐστι τὸ ὑπεῖκον τῇ ἁφῇ, σκληρὸν δὲ τὸ μὴ ὑπεῖκον. ἀλλ’ ἐπειδὴ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ὑπείκει τῇ ἁφῇ, ἆρα παρὰ τοῦτο μαλακός ἐστιν ὁ ἀὴρ καὶ τὸ ὕδωρ; οὐκοῦν δεῖ προσθεῖναι οὐ τὸ ὑπεῖκον τῇ ἁφῇ κατὰ βάθος, ἀλλὰ ἀδιαιρέτου μενούσης τῆς ἐπιφανείς, οἷον ὁ κηρὸς καὶ τὸ στέαρ ἤ τι τοιοῦτον. ὁ μὲν γὰρ ἀὴρ καὶ τὸ ὕδωρ οὐ μόνον κατὰ βάθος, ἀλλὰ καὶ κατὰ πλάτος ὑπείκει διαιρούμενα, τὰ δὲ μαλακὰ ἀδιαίρετα μένοντα ὑπείκει κατὰ βάθος. ἐντεῦθεν ἐπιλαμβάνεται ὁ Ἀφροδισιεὺς τοῦ φιλοσόφου, ἐπειδὴ εἶπε τὴν ἁφὴν παντὸς σκληροῦ καὶ παντὸς μαλακοῦ αἰσθάνεσθαι. 4o οὐ γὰρ παντός φησιν αἰσθάνεσθαι οὐ δήπου γὰρ τὰ ὅμοια ἐν τοῖς ὁμοίοις), ἀλλὰ μᾶλλον τοῦ ἀνομοίου. ὁ δὲ μέγας φιλόσοφος καλῶς ἔτῃ λέγειν τὸν Ἀριστοτέλην. οὐ γὰρ ὅμοιον ἔλεγεν εἶναι τὸ ἁπτόμενον τοῦ ἁπτοῦ, ἐπειδὴ οὐχ οἱ δάκτυλοί εἰσιν οἱ αἰσθανόμενοι τοῦ μαλακοῦ καὶ σκληροῦ, ἀλλὰ τὸ πνεῦμα τὸ ἁπτικόν, ὅπερ ἐν αὐτοῖς ἐμπεριέχεται· τοῦτο δ’ οὔτε μαλακόν ἐστι οὔτε σκληρόν, εἴγε οὔτε ὁ ἀήρ. ἀλλὰ μᾶλλον ἔδει λέγειν, ὅτι οὐ παντὸς θερμοῦ καὶ ψυχροῦ αἰσθάνεται ἡ ἁφή· οὐ γὰρ καὶ τοῦ ἀνομοίου. ὅθεν οἱ δάκτυλοι ἅμα γέ πως αἰσθάνονται ἀλλήλων καὶ οὐ κυρίως, διὰ τὸ ὁμοίως κεκράσθαι καὶ ἐλάχιστον εἶναι ἐν αὐτοῖς τὴν παρατροπήν. ταῦτα μὲν οὖν περὶ τοῦ ὁρισμοῦ τοῦ μαλακοῦ καὶ σκληροῦ καὶ τῆς ἀπορίας. ἐφ’ οἷς φησιν, ὅτι τὸ μαλακὸν καὶ τὸ σκληρὸν πρός τί εἰσι τὰ τοιαῦτα· ἄλλο γὰρ ἄλλῳ μαλακὸν ἄλλῳ ἄλλο σκληρόν. ἰδοὺ γοῦν ἀθλητής τις ὤφθη τὰ λεγόμενα βολίδια διαθρύψας καίτοι σκληρὰ ὄντα τῇ ἀφῇ· ἀλλ’ ὅμως ἐκείνῳ μαλακὰ γέγονεν. οὕτω δὲ καὶ ὁ Τυανεὺς Ἀπολλώνιος ‘τί ποτέ ἐστι λόγος', ἔφη, ᾧ τοῦτο εἴκει;’ τὸν δάκτυλον κατὰ λίθου προσαγαγών, καίτοι λίθου πρὸς τὴν ἁφὴν τοῦ δακτύλου ὑποχωρήσαντος. Ἀλλ' ἐπειδὴ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ὑπὸ τήξεως γίνονται καὶ πήξεως, εἰκότως καὶ περὶ τήξεως καὶ πήξεως διαλέγεται ὁ φιλόσοφος· τὸ μὲν γὰρ σκληρὸν ὑπὸ πήξεως, τὸ δὲ μαλακὸν ὑπὸ τήξεως γίνεται. ἀλλ’ ἐπειδὴ τὸ τηκτὸν καὶ τὸ πηκτὸν ὑγρῷ καὶ ξηρῷ γίνεται, τὸ μὲν τηκτὸν ὑγρῷ, τὸ δὲ πηκτὸν ξηρῷ, τούτου χάριν καὶ περὶ ξηροῦ καὶ ὑγροῦ διαλέγεται. καὶ |διδάσκει ἡμᾶς, κατὰ πόσους τρόπους γίνεται τὰ ξηραινόμενα, κατὰ πόσους δὲ τὰ ὑγραινόμενα. καί φησιν, ὅτι ἑκάτερον πενταχῶς· ἀλλὰ πῶς μὲν ὑγραίνει τὸ ὑγραινόμενον, ἡ ἐφεξῆς θεωρία παραστήσει· νῦν δ’ ἐροῦμεν, ὅπως ξηραίνεται τὸ ξηραινόμενον. πρῶιος μὲν γὰρ τρόπος ξηρότητος, ὡς ὅταν ὕδωρ παχὺ ὂν πρὸς τὴν οἰκείαν φύσιν λεπτότερον καὶ εὐδιαφόρητον γένηται καὶ διὰ τούτου ξηρανθῇ. δεύτερος τρόπος ξηρότητος ἐπὶ οἴνου καὶ γάλακτος ἢ ὄρρου ἤ τινος τοιούτου ὑγροῦ. τρίτος ὡς ἐπὶ τῶν μετάλλων. καὶ αὐτὰ γάρ, ἐπειδὴ ὑγρότης ἐστὶ παγεῖσα, ἐπιδέχεται ὑγρότητα ὡς πρὸς τὰ καταφρυττόμενα μέταλλα. τέταρτον ὡς ἐπὶ τὴν ἐπιφάνειαν ἐχόντων ὑγρῶν λίθων. ἐπὶ τούτων γὰρ πάντων γίνεται ἡ ξηρότης, ὡς εἶναι διαίρεσιν τοιαύτην· πᾶν τὸ ξηραινόμενον ἢ σύμφυτον ἔχει τὴν ὑγρότητα ἢ διὰ βάθους αὐτὴν ἔχει ἢ ἐπιπολῆς· διὰ βάθους μέν, ὡς τὰ βεβρεγμένα ἱμάτια, ἐπιπολῆς δ’ ὡς κατὰ τὴν ἐπιφάνειαν βεβρεγμένον μάρμαρον, ὅπερ διερὸν καλεῖ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ τἀς αἰτίας τῆς ξηρότητος ἀποδίδωσιν. αἰτία γάρ, φησίν, τοῦ ξηραίνεσθαι τὸ θερμὸν καὶ τὸ ψυχρόν. ἀλλὰ τὸ μὲν θερμὸν κατὰ πρῶτον λόγον, τὸ δὲ ψυχρὸν κατὰ συμβεβηκός. καὶ τὸ μὲν θερμὸν ἐκδιαφοροῦν τὴν ἐντὸς ὑγρότητα καὶ ἐξατμίζον ποιεῖ τὴν ξηρότητα, τὸ δὲ ψυχρὸν τῷ ἀντιπεριίστασθαι καὶ ἀποκλείειν ἔνδον τὴν θερμότητα· αὕτη γὰρ ἀποκλειομένη πολυπλασιάζει τὴν ἔνδον θερμότητα, ἥτις πολυπλασιασθεῖσα ἐκδαπανᾷ τὴν ὑγρότητα. ἐντεῦθεν πάλιν †λέγει, θερμότητος γίνεται ἢ ξηρότητος. ὅθεν τὴν ψυχρότητα μᾶλλον παθητικὸν καλεῖ ὁ φιλόσοφος, σοφὸς, ἐπειδὴ τοῖς παθητικοῖς μᾶλλον ὑπάρχει στοιχείοις, γῇ καὶ ὕδατι, ἤπερ ποιητική. εἰ γὰρ καὶ ποιεῖν λέγεται, οὐ κυρίως ποιεῖ, ἀλλ’ ἢ κατὰ συμβεβηκός, ὡς ἤδη εἴρηται, ἢ ὡς φθαρτικόν. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 381b23 Τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ ξηροῦ, ληπτέον τὰ εἴδη. Ἐπειδή, φησίν, ἤδη εἴπομεν περὶ θερμοῦ καὶ ψυχροῦ τῶν δραστικῶν καὶ τῶν τούτοις ἑπομένων, εἴπωμεν καὶ περὶ τῶν παθητικῶν καὶ τῶν τούτοις ἑπομένων παθῶν, ἅπερ εἴδη ἐκάλεσεν· αἵτινές εἰσιν αἱ ιݲηݲ ἀμντιθέσεις. p. 381b24 Εἰσὶ δὲ αἱ μὲν ἀρχαὶ τῶν σωμάτων αἱ παθητικαὶ ὑγρὸν καὶ ξηρόν. Παθητικὰς ἀρχὰς ἐκάλεσε τὰς ὑλικὰς ποιότητας. ἔθος γὰρ αὐτῷ μὴ μόνον τὸ ποιητικὸν αἴτιον ἀρχὴν καλεῖν. . ἀλλὰ καὶ τὸ ὑλικόν· τοῦτο γὰρ καὶ ἐν τῇ Φυσικῇ πεποίηκεν. p. 381b25 Τὰ ἄλλα μικτὰ μὲν τούτων. Ἀλλα, τὰ ποῖα; δηλονότι τὰ σύνθετα, ἅπερ ἐστὶν ὑπὸ σελήνης· ταῦτα γὰρ πάντα ἐξ ὑγροῦ καὶ ξηροῦ σύγκειται, τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ συνυπάρχοντος τῇ τούτων ἑνώσει. ἔχεις ἐντεῦθεν τὸ πρῶτον πρόβλημα, ὅτι ἡ ὕλη τῶν συνθέτων τὸ ὑγρὸν καὶ τὸ ξηρόν. p. 381b25 Ὁποτέρου δὲ μᾶλλον, τούτου τὴν φύσιν. Εἰ καὶ πάντα τὰ σύνθετα ὑπὸ ξηροῦ καὶ ὑγροῦ σύγκειται, ἀλλὰ τὸ μὲν τοῦδε μᾶλλον μετέχει, τὸ δὲ τοῦδε. p. 381b27 Πάντα δὲ τὰ μὲν ἐντελεχείᾳ ἔσται, τὰ δὲ τοῦ ἀντικειμενου. Πάντα, φησί, τὰ σύνθετα τὰ μὲν δυνάμει ξηρά, ὥσπερ λίθος, τὰ δ’ ἐνεργείᾳ, ὥσπερ γῆ· καὶ τὰ μὲν δυνάμει ὑγρά, ὥσπερ ἅλες, νίτρον, τὰ δ’ ἐνεργεία ὑγρά, ὥσπερ ὕδωρ. p. 381b28 Ἔχει δ' οὕτω τῆξις πρὸς τὸ τηκτόν. Τὸ μὲν γὰρ τηκτὸν δυνάμει ἐστὶν ὑγρόν, τὸ δ’ ἤδη τακὲν ἐνεργείᾳ. p. 381b29 Ἐπεὶ δ’ ἐστὶ τὸ μὲν ὑγρὸν εὐόριστον, τὸ δὲ ξηρὸν δυσόριστον, ὅμοιόν τι τῷ ὄψῳ καὶ τοῖς ἡδύσμασιν. Ἐντεῦθεν τῆς κατασκευῆς ἄρχεται τοῦ πρώτου προβλήματος, ὅτι πάντα τὰ σύνθετα ὕλην ἔχει τὸ ὑγρὸν καὶ τὸ ξηρόν. ὥσπερ γὰρ τὰ ὄψα καὶ τὰ καρυκεύματα χωρὶς μὲν ἀλλήλων ὄντα ἄβρωτά εἰσι, συμμιχθέντα δέ, τότε γίνεται ἥδυσμα, οὕτω καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν καθ’ ἑαυτὰ μὲν ὄντα οὐ συνίστανται, ἑνωθέντα δὲ ποιοῦσι τὰ σύνθετα. p. 381b32 Ὥσπερ καὶ Ἐμπεδοκλῆς ἐποίησεν ἐν τοῖς φυσικοῖς. Καλῶς τὸ ἐποίησε διὰ τὸ εἶναι αὐτὸν ποιητήν. p. 382a3 Λέγεται δὲ τῶν στοιχείων ἰδιαίτατα, ξηρὸν μὲν γῆς, ὑγρὸν δὲ ὕδατος. Τὸ δεύτερον πρόβλημα τὸ λέγον, ὅτι ἐν γῇ καὶ ὕδατι ὑγρὸν καὶ ξηρόν, τουτέστιν ὕλη τῶν συνθέτων· τούτων γὰρ τῶν σωμάτων εἰσὶν αὗται αἱ πουτέστιν ἰδιαίταται. ἐντεῦθεν ὁ Πορφύριος ὠφεληθεὶς τὸ ἰδιαίταται εἶπεν αὐτὸ ἐπὶ τῆς διαφορᾶς ἐκ ταύτης τῆς λέξεως. καὶ ἡ ἀπορία συγ- κεκρότηται, πῶς λέγει νῦν ἰδιαἰτατα τὸ ὑγρὸν τοῦ ὕδατος. p. 382a4 Καὶ διὰ τοῦτο ἀπαντᾶτε τὰ ὁρώμενα σώματα ἐντεῦθεν οὐκ ἄνευ γῆς καὶ ὕδατος. Ἐπειδὴ αἱ συνθεῖσαι αὐτὰ ποιότητες, ὑγρότης λέγω καὶ ξηρότης, τούτων τῶν στοιχείων εἰσί. p. 382a6 Καὶ ἐν γῇ καὶ ἐν ὕδατι ζῷα μόνον ἐστίν, ἐν ἀέρι δὲ καὶ πυρὶ οὐκ ἔστι. Διὰ γὰρ ταύτην τὴν αἰτίαν ἐν ὕδατι μόνον καὶ γῇ γίνονται ζῷα ***,ἐπειδὴ τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ ξηρὸν οὐκ ἔστι ζωογόνον. τοῦτο δ’ ἴσως καὶ πρὸς Πλάτωνα αἰνιττόμενος λέγει. ἔλεγε γὰρ ὁ Πλάτων, ὅτι εἰσὶ καὶ πυρεῖα ζῷα καὶ ἀέρια, ὥσπερ αἱ νύμφαι αἱ λεγόμεναι μακραίωνες. οὐ γὰρ πᾶσα ψυχὴ εἰς γένεσιν ἐρχομένη πάντως κάτεισιν εἰς τοῦτο τὸ χωρίον, ἀλλ’ αἱ μὲν τελειότεραι μέχρι τῆς τοῦ πυρὸς σφαίρας, κἀκεῖθεν δὲ ἀναλαμβάνουσι πυρεῖον σῶμα δύσφθαρτον, ἄλλαι δὲ μέχρι τοῦ ἀέρος καὶ ἀναλαμβάνουσιν ἀέριον σῶμα. καὶ ὅρος ἐστὶ ταῖς εἰς γένεσιν ἐρχομέναις τελειοτέραις ψυχαῖς ἡ τοῦ ἀέρος σφαῖρα. μήποτε οὖν οὐ δοκεῖ τοῦτο τῷ Ἀριστοτέλει. p. 382a11 Ἕστι δὲ σκληρὸν μὲν τὸ μὴ ὑπεῖκον εἰς ἑαυτὸ κατὰ τὸ ἐπίπεδον, μαλακὸν δὲ ὑπεῖκον τῷ μὴ ὰντιπεριίστασθαι. Ενταῦθα τὸν ὁρισμὸν τοῦ μαλακοῦ καὶ τοῦ σκληροῦ παραδίδωσιν, ὅτι σκληρόν ἐστι τὸ μὴ ὑπεῖκον τῇ ἁφῇ εἰς ἑαυτὸ κατὰ τὸ ἐπίπεδον, τουτέστι κατὰ τὸ βάθος, μαλακὸν δὲ τὸ ὑπεῖκον καὶ μὴ ἀντιπεριιστάμενον, τουτέστι μὴ] διασπώμενον. p. 382a14 Ἁπλῶς μὲν οὖν σκληρὴν ἥ μαλακὸν τὸ ἁπλῶς τοιοῦτον, πρὸς ἕτερον δὲ τὸ πρὸς ἐκεῖνο τοιοῦτον. Ὡς μὲν καθόλου εἰπεῖν τὸ ἁπλῶς μαλακὸν τοιοῦτόν ἐστι καὶ τὸ σκληρὸν ὁμοίως. ἀλλὰ διαφέρει αὐτοῦ τὸ σκληρὸν καὶ τὸ μαλακὸν πρὸς τὴν δύναμιν τῆς ἁφῆς ἄλλο γὰρ ἄλλῳ μαλακὸν καὶ ἄλλο ἄλλῳ σκληρόν, καὶ τὸ μαλακόν]), ὥστε πρὸς μὲν ἑαυτὰ ἀόριστά εἰσι τὸ σκληρὸν καὶ τὸ μαλακὸν ὥσπερ τὸ μέγα καὶ τὸ μικρόν τὸ γὰρ πρὸς ἄλλο μέγα πρὸς ἄλλο μικρόν), πρὸς δὲ τὴν δύναμιν τῆς ἁφῆς ὁρίζεται. διὸ τὸ μὲν ὑπερβάλλον αὐτὴν σκληρόν, τὸ δ’ ἐλλεῖπον μαλακὸν εἶναί φαμεν. τούτου τοῦ λόγου δραξάμενος ὁ Ἀφροδισιεὺς κατεσκεύαζεν, ὅτι οὐ παντὸς μαλακοῦ καὶ σκληροῦ ἀντιλαμβάνεται ἡ ἁφή, ἀλλ’ ἡ τοῦ ὑπερβάλλοντος αὐτὴν σκληροῦ ἢ τοῦ ἐλλείποντος μαλακοῦ, τοῦ δὲ ὁμοίως αὐτῇ ἔχοντος σκληροῦ ἢ μαλακοῦ οὐκ ἀντιλαμβάνεται διὰ τὴν ὁμοιότητα, ἀγνοῶν, ὅτι τὸ σκληρὸν καὶ τὸ μαλακὸν τῇ ἁφῇ κρίνεται, καὶ οὔτε σκληρὸν οὕτε μαλακόν ἐστιν ἡ ἁφή· πνεῦμα γάρ ἐστι τὸ ἁπτόμενον, ὡς εἴρηται, ὅπερ οὕτε μαλακὸν οὔτε σκληρὸν δύναται εἶναι διὰ τὰς εἰρημένας αἰτίας. p. 382a22 Ἀνάγκη δὲ σκληρὸν ἢ μαλακὸν εἶναι τὸ ὡρισμένον σῶμα οἰκείῳ ὅρῳ· ἥ γὰρ ὑείκει ἥ μή. Ἀνάγκη τὸ ὡρισμένον σῶμα οἰκείῳ ὅρῳ, τουτέστι τὸ σύνθετον, †πλέον μετέχειν τοῦ ξηροῦ καὶ εἶναι μαλακόν, καὶ οὐκ ἔστι παρὰ ταῦτα. p. 382a24 Ὥστε ἐπὶ πᾶν μὲν τὸ ὡρισμένον καὶ συνεστηκὸς ἥ μαλακὸν ἢ σκληρόν, ταῦτα δὲ πῆξίς ἐστιν. Ἐπειδή, φησί, πᾶν σύνθετον μαλακὸν καὶ σκληρὸν πήξει καὶ τήξει γίνεται, περὶ πήξεως καὶ τήξεως διαλάβωμεν καὶ ζητήσωμεν, τίνα τούτων αἴτια ὑλικὰ καὶ ποιητικά, εἰδικὰ καὶ τελικά· τὰ μὲν οὖν ὑλικὰ ξηρότης καὶ ὑγρότης, τὰ δὲ ποιητικὰ θερμότης καὶ ψυχρότης, τὰ δὲ εἰδικὰ πῆξις καὶ τῆξις. ταῦτα δὲ καὶ τελικά· βούλεται γὰρ ὁ Ἀριστοτέλης ταὐτὸν εἶναι τελικόν τε καὶ εἰδικὸν αἴτιον. p. 382a27 Ἒστι δὲ τὰ αἰτιατὰ παρὰ τὴν ὕλην δύο, τό τε ποιοῦν καὶ τὸ πάθος. Τὴν διαφορὰν τῶν αἰτιῶν τῆς πήξεως λέγει, ὅτι μετὰ τὰ ὑλικὰ αἴτια ἄλλα δύο αἴτιά εἰσι, ποιητικὸν καὶ εἰδικόν, ὅπερ εἰδικὸν τὸ πάθος ἐκάλεσεν ὡς γινόμενον ἐν τῷ ὑγρῷ καὶ ξηρῷ· τὸ αὐτὸ δὲ καὶ τελικόν. p. 382a31 Ποιεῖ δὲ τὸ ποιοῦν δυσὶ δυνάμεσι, καὶ πάσχει παθήμασι δυσίν, ὥσπερ εἴρηται· ποιεῖ μὲν θερμῷ καὶ ψυχρῷ. Δῆλος εἶναι ἐνταῦθα δοκεῖ ὁ Ἀριστοτέλης βουλόμενος μηδὲ ποιεῖν ἀφ’ ἑαυτῶν τὸ θερμὸν καὶ ψυχρόν, ἀλλ’ ἢ ἑτέρου τινὸς ποιοῦντος, ὀργάνοις δὲ τούτοις κεχρημένου, ἢ τοῦτο δεῖ λέγειν, ὅτι σωμάτων εἶναι λέγει τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὰ οὖν ποιοῦντα σώματα θερμῷ καὶ ψυχρῷ ποιεῖ, τὰ δὲ πάσχοντα ξηρῷ καὶ ὑγρῷ πάσχει. p. 382a33 Τὸ δὲ πάθος ἢ ἀπουσίᾳ ἢ παρουσίᾳ θερμοῦ καὶ ψυχροῦ. Ποῖον πάθος; ἡ τῆξις καὶ ἡ τῆξις. ἀπουσίᾳ μὲν γὰρ θερμοῦ, παρουσίᾳ δὲ ψυχροῦ γίνεται ἡ πῆξις, ἀπουσίᾳ δὲ ψυχροῦ, παρουσίᾳ δὲ θερμοῦ ἡ τῆξις. p. 382b1 ἐπειδὴ τὸ πήγνυσθαι ξηραίνε σθαί πώς ἐστι, περὶ τούτου εἴπωμεν πρῶτον. Ἐκόλασε τὴν λέξιν διὰ τοῦ εἰπεῖν ξηραίνεσθαί πως. οὐ γὰρ κυρίως ξηραίνεσθαί ἐστι τὸ πήγνυσθαι · ἔνδον γὰρ ἡ ὑγρότης πεπηγυῖα, ἐπὶ δὲ τοῦ ξηραίνεσθαι διαφορεῖται. διαλέγεται οὖν περὶ ξηρότητος, ἀλλὰ πρῶτον ἐπαναλαμβάνει τὰ πρώην εἰρημένα, ὅτι τὸ μὲν ὑγρὸν ὕδωρ ἐστί, τὸ δὲ ξηρὸν ἡ γῆ καὶ τὰ λοιπά. p. 382b4 Διὸ καὶ τὸ ψυχρὸν τῶν παθητικῶν μᾶλλον ἐν τούτοις ἐστίν. Ἐπειδὴ ἡ γῆ παθητικόν ἐστι, ὁμοίως δὲ καὶ τὸ ὕδωρ, ἐν τούτοις δ’ ἐστὶ τὸ ψυχρόν οὔτε γὰρ ἐν ἀέρι οὔτ’ ἐν πυρί), παθητικὸν ἂν εἴη μᾶλλον τὸ ψυχρὸν ἤπερ ποιητικόν. εἰ |γὰρ καὶ ποιεῖ, κατὰ συμβεβηκὸς ποιεῖ, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ. p. 382b6 Ποιητικὸν δὲ τὸ ψυχρὸν ὡς φθαρτικὸν ἢ κατὰ συμβεβηκός. ᾿Ιδοὺ αὐτὸς λέγει σαφῶς τὸ ψυχρὸν μὴ εἶναι ποιητικὸν ἀλλ᾿ ἢ φθορᾶς διὰ τὸ κατ᾿ ἐπικράτειαν αὐτοῦ γίνεσθαι <αὐ>τὴν ἢ κατὰ συμβεβηκός, ὡς εἴρηται. p. 382 10 Ξηραίνεται δὲ ὅσα ἐστὶν ὕδωρ καὶ ὕδατος εἴδη, ἢ ἐπέχει ὕδωρ εἴτε ἐπακτὸν εἴτε συμφυές. Ἐντεῦθεν λέγει, ποσαχῶς ξηραίνεται τὸ ξηραινόμενον, μᾶλλον δ᾿ ἐν πόσοις γίνεται ἡ ξηρότης. καὶ ἔχεις τὴν διαίρεσιν ἐν τῇ θεωρίᾳ εἰρημένην. p. 382b13 Καὶ ὅλως ὅσα μηδεμίαν ἢ βραχεῖαν ἔχει ὑπόστασιν μηδὲ γλισχρότητα. Τὰ τοῦ ὕδατος εἴδη ποῖά εἰσιν, ὅτι τὰ μὴ ἔχοντα ὑπόστασιν· ἀλλ᾿ ἐνταῦθα δεῖ προσθεῖναι τὸ ῾πολλήν᾿, ἐπεὶ ὁρῶμεν, ὅτι **τρύγα ἔχει βραχεῖαν καὶ τὸ οὖρον ὑπόστασιν. ἀλλ᾿ ἐπειδή εἰσί τινα μὴ ἔχοντα ὑπόστασιν διὰ γλισχρότητα, οἷον μέλι, πίττα, ὡς δ᾿ αὐτός φησι, καὶ τοὔλαιον (ἡ γὰρ γλισχρότης οὐκ ἐᾷ ὑφιζάνειν τὸ παχύ· κρατεῖ γὰρ αὐτό), τούτου χάριν προσέθηκεν, ὅτι ὅσα μὴ ἔχει ὑπόστασιν μηδὲ γλισχρότητα, ἵνα τὴν ὑπόστασιν δι᾿ ἑαυτὸ μὴ ἔχῃ, οὐ διὰ τὴν συνοῦσαν αὐτῷ γλισχρότητα. Πρᾶξις μݲζݲ. p. 382b27—29 Περὶ μὲν τὖν τοῦ ξηραίνεσθαι εἴρηται. τὸ δὲ ὑγραίνεσθαι ἓν μὲν τὸ ὕδωρ γίνεσθαι συνιστάμενον. Δείξας ὁ Ἀριστοτέλης πενταχῶς γινομένην τὴν ξηρότητα, δείκνυσι νῦν, ὅτι †ποσαχῶς ἡ ὑγρότης γίνεται. ὥσπερ γὰρ πρῶτος τρόπος ἦν τῆς ξηρό- τητος τὸ παχὺ ὑγρὸν λεπτὸν γίνεσθαι καὶ διαφορεῖσθαι καὶ ταύτῃ ξηραίνεσθαι, οὕτω καὶ νῦν πρῶτος τρόπος ἐστὶν ὑγρότητος τὸ λεπτὸν ὑγρὸν παχύνεσθαι καὶ συνίστασθαι καὶ ὑγρότερον ἑαυτοῦ γίνεσθαι, ὥσπερ ἡ τοῦ ἀέρος εἰς ὕδωρ μεταβολή. ὁ γὰρ ἀὴρ μεταβάλλει εἰς ὕδωρ ὑγρότερος ὡς πρὸς ἡμᾶς, οὐ πρὸς τὴν ἑαυτοῦ φύσιν. καὶ ὡς ἐκεῖ δεύτερος τρόπος ἦν ξηρότητος ὁ ἀπὸ tSv ὑγρῶν εἰδῶν τοῦ ὕδατος καὶ τρίτος ὁ ἀπὸ τῶν ὕδωρ ἐχόντων, ὥσπερ τὰ μέταλλα (ἐλέγομεν ὅτι τὸ συμφυὲς ὑγρὸν ἡ ὕδατος εἴδη ἐστί, καθάπερ οἶνος, γάλα, ὄρρος, ἢ ὕδωρ ἔχει· ταῦτα δὲ πήγνυται καὶ ταύτῃ δοκεῖ ξηραίνεσθαι), οὕτω καὶ ἐνταῦθα δεύτερος καὶ τρίτος τρόπος ἐστὶν ὑγρότητος ἡ τούτων τῆξις· δεύτερος μὲν οἴνου καὶ γάλακτος τῆξις, τρίτος δὲ ἡ τῶν μετάλλων τῆξις. καὶ ὥσπερ ἐκεῖ, τέταρτος καὶ πέμπτος τρόπος ἐστὶν ὑγρότητος τὸ διερὸν γενέσθαι †καὶ ἢ βεβρεγμένον τὸ ἔχον ἐπίκητον τὴν ὑγρότητα. καὶ οὗτοί εἰσιν οἱ πέντε τρόποι τῆς ὑγρότητος. εἶτα μετὰ τὸ διαλεχθῆναι περὶ ξηρότητος καὶ δεῖξαι, πῶς ἕκαστον τούτων γίνεται, ἐπειδὴ ἡ ξηρότης καὶ ἡ ὑγρότης συγγενῶς ἔχουσι πρὸς πῆξιν καὶ τῆξιν, καὶ περὶ πήξεως καὶ τήξεως διαλέγεται ὁ φιλόσοφος καὶ παραδίδωσι τὰ αἴτια ἀμφοτέρων. καί φησιν, ὅτι ἡ μὲν πῆξις ὑπὸ τριῶν αἰτιῶν γίνεται, ὑπὸ θερμότητος καὶ ψυχρότητος καὶ ξηρότητος· πᾶν γὰρ πηγνύμενον ὑπὸ ἑνὸς τῶν τριῶν τούτων γίνεται· ὑγρότης γὰρ οὐδέποτε πήγνυσι. καὶ τῶν ὑπὸ θερμότητος πηγνυμένων παράδειγμα κέραμος· οὗτος γὰρ πηλὸς ὢν πάλι ἐμβληθεὶς ἐν πυρὶ πήγνυται καὶ γίνεται ὄστρακον. τῶν δὲ ψυχρῷ πηγνυμένων παράδειγμα ὁ κρύσταλλος. ***καὶ τὸ νίτρον· ταῦτα γὰρ ξηρῷ πήγνυται ἢ θερμῷ. ὅθεν ὑγρῷ λύονται μόνον, εἴτε θερμὸν εἴη τὸ ὑγρὸν εἴτε ψυχρόν. εἴτε θερμῷ ἁπλῶς ἐπεπήγεισαν, ἢ ἄλυτα εἶχον εἶναι ἢ ψυχρῷ μόνον λυόμενα· εἰ δὲ ψυχρῷ ἐπεπήγεισαν, θερμῷ μόνον ἐλύοντο χωρὶς ὑγροῦ. ταῦτα μὲν οὖν εἰσι τὰ αἴτια τῆς πήξεως καὶ ταῦτα αὐτῶν παραδείγματα. τῆς δὲ τήξεως δύο εἰσὶ τὰ αἴτια, θερμότης καὶ ὑγρότης. θερμότης ὡς ἐπὶ τῶν μετάλλων, ὑγρότης δ’ ὡς ἐφ’ ἀλῶν καὶ νίτρου καὶ μέλιτος καὶ τῶν τοιούτων. ἀλλ’ ἵνα μὴ κενεμβατῇ ὁ λόγος πᾶς γὰρ λόγος, ἄν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενὸν κατὰ τὸν Παιανιέα), τούτου χάριν ὁ φιλόσοφος μετὰ τὰ ποιητικὰ αἴτια πήξεως καὶ τήξεως παραδίδωσιν ἡμῖν καὶ τὰ ὑλικά. καὶ ἐπὶ τούτων γυμνάζει τὸν λόγον τοῦ πήγνυσθαι καὶ τοῦ τήκεσθαι καί φησιν, ὅτι τὰ πηγνύμενα ἢ ὕδωρ ἐστὶ μόνον ἢ σύνθετα ἐκ γῆς καὶ ὕδατος. καὶ εἰ μὲν ὕδωρ ἐστὶ μόνον, πήγνυται· οὐ θὴν καὶ παχύνεται· εἰ δὲ σύνθετά εἰσιν ἐκ γῆς καὶ ὕδατος, καὶ παχύνεται καὶ πήγνυται. τὰ μὲν ψυχρῷ παχυνόμενα θερμῷ πήγνυται, τὸ ἀνάπαλιν δὲ τὰ θερμῶ παχυνόμενα ψυχρῷ πήγνυται. τούτων παραδείγματα· τὸ γὰρ ὕδωρ οὐ παχύνεται, ἀλλὰ πήγνυται ἀπὸ τοῦ ψυχροῦ, καθάπερ ὁ κρύσταλλος· καὶ οὗτος ὑπὸ ψυχροῦ πήγνυται, δηλονότι ὑπὸ θερμοῦ λύεται. τῶν δὲ συνθέτων τὰ μὲν ὑπὸ ψυχροῦ παχυνόμενα ὑπὸ θερμοῦ πήγνυται, καθάπερ ὁ κέραμος· οὗτος γὰρ πηλὸς ὢν πήγνυται ὑπὸ ψύξεως, μετὰ δὲ τὴν πῆξιν χαλασθεὶς ἐν τῇ καμίνῳ πήγνυται ὑπὸ τοῦ πυρός. τὰ δ’ ὑπὸ θερμοῦ παχυνόμενα ὑπὸ τοῦ ψυχροῦ πήγνυται, καθάπερ τὸ ἑφθὸν μέλι. τοῦτο γὰρ ὑπὸ μὲν θερμοῦ παχύνεται ἐν τῇ ἑψήσει, ὑτὸ δὲ ψυχροῦ πήγνυται μετὰ τὴν ἕψησιν, εἰ γὰρ πολλάκις ὁρῶμεν, ὅτι μετὰ τὴν ἕψησιν ὑπὸ ψυχροῦ ὕδατος πήγνυται, ἀλλὰ διὰ τὴν ψυχρότητα. τὸ αὐτὸ δὲ καὶ περὶ γάλακτος ῥητέον καὶ ὅσα τοιαῦτα· καὶ γὰρ αὐτὸ παχυνεται πρῶιον μὲν ἐν τῇ ἑψήσει ὑπὸ τοῦ θερμοῦ, ὕστερον δὲ πήγνυται ὑπὸ τοῦ ψυχροῦ. τούτων δ’ αὐτῶν τῷ θερμῷ μὲν παχυνομένων, τῷ ψυχρῷ δὲ πηγνυμένων τὰ μὲν τῇ θίξει τοῦ ψυχροῦ πήγνυται, τὰ δ’ αὐτῇ τῇ οὐσίᾳ τοῦ ψυχροῦ σώματος· τῇ μὲν θίξει, ὥσπερ τὸ μέλι τοῦτο γὰρ μετὰ τὴν ἕψησιν ὁμιλῆσαν ψυχρῷ ὕδατι πήγνυται, θερμῷ δ’ οὐ πήγνυται), τῇ δ’ οὐσίᾳ, ὥσπερ Ι ὁ σίδηρος· μετὰ γὰρ τὸ πυρακτωθῆναι αὐτὸν ἐμβληθεὶς ἐν ὕδατι εἴτε θερμῷ εἴτε ψυχρῷ πήγνυται οὐ διὰ τὴν θίξιν ἁπλῶς, ἀλλὰ διὰ τὴν οὐσίαν τοῦ ὕδατος ψυχρὰν οὖσαν. ἀλλ’ εἰ καὶ λέγω, ὅτι ὑπὸ ψυχροῦ γίνεται πάχυνσις καὶ πῆξις καὶ ὑπὸ θερμοῦ, πλὴν οὐ κατὰ τὸν αὐ- τὸν λόγον. τὸ μὲν γὰρ θερμὸν ἐργάζεται τὴν πάχυνσιν καὶ τὴν πῆξιν ἐκδιαφοροῦν καὶ ἐξαναλίσκον τὴν ἐν τῷ πάσχοντι ὑγρότητα· τὸ δὲ ψυχρὸν οὐκ ἐν τῷ διαφορεῖν ἐργάζεται ταῦτα, ἀλλὰ τῇ πιλήσει καὶ τῇ πυκνώσει τοῦ πάσχοντος σώματος. ὑπὸ γὰρ τῆς πιλήσεως ἐκπυρηνίζεται τὸ ἐν τῷ σώματι θερμόν, τοῦτο δ’ ἐκπυρηνιζόμενον συνέλκει μὲν μεθ’ ἑαυτοῦ τὴν ὑγρότητα, καὶ λοιπὸν ξηρότερον γινόμενον τὸ πάσχον παχύνεται ἢ πήγνυται. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ τήξεως διαλέγεται καὶ ἀποδείκνυσιν, ὅτι δραστικώτερόν ἐστι τὸ θερμὸν τοῦ ψυχροῦ. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ τὰ μὲν ψυχρῷ πηγνύμενα θερμῷ εὔλυτά εἰσιν ἢ δύσλυτα· εὔλυτα μέν, ὥσπερ κρύσταλλος, κηρὸς καὶ ὅσα τοιαῦτα, δύσλυτα δ’ ὥσπερ τὰ μέταλλα. τὰ δὲ θέρμῃ πηγνύμενα ἢ δύσλυτά εἰσιν ἢ παντελῶς ἄλυτα· δύσλυτα μὲν ὥσπερ ἅλες καὶ νίτρον καὶ ὅρα, πῶς ἐνταῦθα κυρίως κέχρηται τοῖς παραδείγμασιν ὁ Ἀριστοτέλης. οὐ γὰρ ὑπὸ θερμοῦ πήγνυνται οἱ ἅλες καὶ νίτρον, ὡς ἀνωτέρω ἐδείξαμεν, ἀλλ’ ὑπὸ ξηροῦ· ὅθεν ὑγρῷ μόνον λύονται καὶ οὐ μόνον θερμῷ ἢ ψυχρῷ. ἀμέλει παρακατιὼν ἐπιλαμβάνεται ἑαυτοῦ λέγων ξηρῷ μᾶλλον πήγνυσθαι ταῦτα, οὐ μὴν θερμῷ), τὰ δὲ παντελῶς ἄλυτα, οἷον κέραμος ἀπτηθεὶς ὠὰ ἑψηθέντα καὶ ὅσα τοιαῦτα. εἶτ’ ἐπειδὴ περὶ τῶν παχυνομένων καὶ πηγνυμένων καὶ τηκομένων διειλέχθη, ἀπορεῖ περὶ τοὐ ἐλαίου. καί φησιν, ὅτι ποῦ θετέον αὐτό, πότερον μετὰ τοῦ ὕδατος ἢ μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος ***μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος, ἔδει θερμῷ πήγνυσθαι. νῦν δ’ ὁρῶμεν, ὅτι οὔτε θερμῷ πήγνυται οὔτε ψυχρῷ, ἀλλὰ μόνον παχύνεται. καὶ τοῦτο δῆλον ἐκ τοῦ μολύνειν τὴν χεῖρα· τὸ δὲ πηγνύμενον ἀμόλυντόν ἐστιν. εἶτα καὶ τῆς ἀπορίας ἐπάγει τὴν ἐπίλυσιν καί φησιν, ὅτι ἃ λέγομεν σύνθετα, ἐκ γῆς καὶ ὕδατός εἰσι, καὶ διὰ τοῦτο τὰ μὲν θερμῷ πηγνύμενα ὅσα μᾶλλον ἔχει γῆς, τὰ δὲ ψυχρῷ ὅσα μᾶλλον ἔχει ὕδατος· τὸ δ’ ἔλαιον σύνθετόν ἐστιν οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ’ ἀέρος καὶ ὕδατος. καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπιπολάζειν αὐτὸ ἐν τῷ ὕδατι διὰ τὴν κουφότητα τοῦ ἐν αὐτῶ ὄντος ἀέρος. διὰ ταύτην οὖν τὴν αἰτίαν τῷ μὴ μετέχειν γῆς οὐ πήγνυται οὔθ’ ὑπὸ θερμοῦ οὔθ’ ὑπὸ ψυχροῦ, παχύνεται δὲ μόνον καὶ λευκαίνεται. τρία δ’ εἰσὶν αἴτια τῆς παχύνσεως αὐτοῦ καὶ λευκάνσεως· θερμότης, ψύξις, χρόνος. ἡ μὲν γὰρ θερμότης παχύνει τὸ ἔλαιον οὐ καθ’ ἑαυτὴν οὖσα, ἀλλὰ μεθ’ ὕδατος, ὥσπερ ἐν τῷ ὑδρελαίῳ. ἡ γὰρ κίνησις ἡ γινομένη ἐν τῇ μίξει ἐκδιαφορεῖ αὐτοῦ μέρος τι ὑγρότητος, καὶ ἐντεῦθεν γίνεται παχύτερον. λευκαίνεται δὲ διὰ τὸ κατεργάζεσθαι τὸ ἐν αὐτῷ ἀερῶδες ὑπὸ τῆς κινήσεως. ὑπὸ δὲ ψύξεως παχύνεται πάλιν, ἐπειδὴ τὸν ἐν ἑαυτῷ ἀέρα παχύνει καὶ οἷον ὑδατώδη ποιεῖ· πέφυκε γὰρ ἡ ψύξις παχύνειν τὸν ἀέρα καθόλου κὼ εἰς ὕδωρ μεταβάλλειν. παχυνόμενος οὖν ὁ ἐν τῷ ἐλαίῳ ἀὴρ καὶ οἷον ὑδατώδης γινόμενος παχύνει τοὔλαιον. ὁρῶμεν γὰρ καὶ ἐν τῷ ὑδρελαίῳ, ὅτι τὸ ὕδωρ παχυντικόν ἐστι τοῦ ἐλαίου. λευκαίνεται δ’ ὑπὸ ψύξεως, ἐπειδὴ παχυνόμενος ὁ ἐν αὐτῷ ἀὴρ οἷον χιονώδης γίνεται λευκός. ἡ γὰρ χιὼν οὐδὲν ἕτερόν ἐστιν ἢ ἀὴρ πεπηγὼς μεταβλητὸς εἰς ὕδατος γένεσιν. ὑπὸ δὲ χρόνου πάλιν παχύνεται καὶ λευκαίνεται, ᾧ τρόπῳ καὶ ὑπὸ ψυχροῦ ταῦτα ἔπασχε· τῷ γὰρ χρόνῳ ἀπομαραίνεται τὸ ἐν αὐτῷ ἔμφυτον θερμὸν καὶ ἀποψύχεται. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 382b28 Τὸ δ' ὑγραίνεσθαί ἐστιν ἓν μὲν τὸ ὕδωρ γίνεσθαι συνιστάμενον. Ὁ πρῶτος τρόπος ὑγρότητος γινόμενος παχύνσει τοῦ λεπτοῦ ὑγροῦ, ὥσπερ τῆς εἰς ὕδωρ ἀέρος μεταβολῆς. p. 382b29 Ἓν δὲ τὸ τήκεσθαι τὸ πεπηγός. Διὰ τούτου τοῦ ῥησειδίου τοὺς τρόπους ἐνεδείξατο τῆς ὑγρότητος. ἕνα μὲν ἐπὶ τῶν τοῦ ὕδατος εἰδῶν γινόμενον, τουτέστιν οἴου καὶ τῶν λοιπῶν, ἕνα δὲ ἐπὶ τῶν ὕδωρ ἐχόντων, τουτέστι τῶν μετάλλων· ἀμφότερα γὰρ ταῦτα πεπηγότα τήκονται. τῶν δ’ ἄλλων, τοῦ διεροῦ καὶ τοῦ βεβρεγμένου, οὐκ ἐμνήσθη ὡς ἐπίκτητον ἐχόντων ὑγρότητα. p. 382b29 τούτων δὲ συνίσταται μὲν ψυχόμενον τὸ πνεῦμα. Ἀπομνημονεύει τοῦ τρόπου τῆς πήξεως, ὅπως πήγνυται τοῦ ἐν αὐτοῖς ἀτμιδώδους, ὅπερ πνεῦμα ἐκάλεσε, ψυχομένου πήγνυται]. p. 382b30 Περὶ δὲ τήξεως ἅμα καὶ πήξεως ἔσται δῆλον. Ἐντεῦθεν περὶ τήξεως καὶ πήξεως διαλέγεται καὶ παραδίδωσι τὰ αἴτια ἀμφοτέρων. p. 382b33 Διὸ καὶ λύεσθαι συμβαίνει τοῖς ἐναντίοις, ὅσα λύεται τῶν ὑπὸ θερμοῦ παγέντων καὶ ψυχροῦ. Καλῶς προσέθηκε τὸ ὅσα λύεται τῶν ὑπὸ θερμοῦ παγέντων ἢ ψυχροῦ. οὔτε γὰρ πάντα λύεται τὰ ὑπὸ θερμοῦ παγέντα οὐ γὰρ κέραμος), τὰ δὲ οὔθ’ ὅλως λύεται τὰ θερμῷ πηγνύμενα. πλὴν αὐτὸς ἐνδέδωκε τῷ λόγῳ διὰ τὸ οἴεσθαι αὐτὸν θερμῷ πήγνυσθαι τοὺς ἅλας. p. 383a1 Τὰ μὲν γὰρ ὑπὸ θερμοῦ ξηροῦ παγέντα ὑπὸ ὕδατος λύεται, ὅ ἐστι ψυχρὸν ὑγρόν. Τοῦτο λέγει ὡς πρὸς τοὺς ἅλας ἀφορῶν. ὅθεν παρακατιὼν ἐρεῖ, ὅτι οἱ ἅλες θερμῷ ξηρῷ πήγνυνται. 1 ἡμεῖς δ’ εἴπαμεν, ὅτι παχυμερῶς τοῦτο λέγει· οἱ γὰρ ἅλες μόνον ξηρῷ πήγνυνται. p. 383a4 Πήγνυσθαι δ’ ἔνια δόξειεν ὐπὸ ὕδατος, τἷον τὸ μέλι τὸ ἔφθόν. Τί φησιν; ὅτι ἡ πῆξις θερμῷ, ψυχρῷ, ξηρῷ γίνεται, οὐ μὴν καὶ ὑγρῷ. ἀλλ’ ἴσως δοκεῖ καὶ τὸ ὑγρὸν πῆξιν ποιεῖν, ὥσπερ τὸ ἑφθὸν μέλι πήγνυσι τὸ ψυχρὸν ὕδωρ. φησὶν οὖν, ὅτι εἰ καὶ πήγνυσιν, ἀλλὰ διὰ τὴν ψῦξιν· ὅθεν εἰ θερμὸν εἴη τὸ ὕδωρ, οὐ πήγνυσι τὸ μέλι. p. 383a6 Ὅσα μὲν οὗν ἐστιν ὕδατος, οὐ πήγνυται ὑπόπυρός. Ἐντεῦθεν ὡς ἐπὶ τῶν ὑλῶν γυμνάζει τὸν λόγον τὸν περὶ πήξεως καὶ τήξεως, ἵνα μὴ κενεμβατῇ ὁ λόγος· καὶ δείκνυσι, ποῖα μὲν θερμῷ πήγνυται, ποῖα δὲ ψυχρῷ, καί φησιν, ὅτι τὰ πηγνύμενα ἢ ὕδωρ ἐστὶν σύνθετα ἐκ γῆς καὶ ὕδατος. καὶ τὸ μὲν ὕδωρ οὐχ ὑπὸ πυρὸς πήγνυται, ἀλλ’ ὑπὸ ψυχροῦ· ὅθεν θερμῷ λύεται διὰ τὸν κανόνα αὐτοῦ τὸν προσεχῶς lo εἰρημένον, ὅτι τὰ λυόμενα τοῖς ἐναντίοις λύεται. p. 383a7 To δὲ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ οὐκ ἔστιν αἴτιον τὸ ὲν. Ἰνα μή τις εἴπῃ, ὅτι συμβαίνει τὸ ὕδωρ οὐ μόνον ὑπὸ ψύξεως πήγνυσθαι, ἀλλὰ καὶ ἀπὸ θερμότητος τῷ γὰρ ὑπαναχωρεῖν τὴν ἐν τῷ ὕδατι θερμότητα γίνεται ἡ πῆξις), φησὶν αὐτός, ὅτι εἰ καὶ ἡ θερμότης αἰτία γίνεται τούτου, οὐ κατὰ πρῶτον λόγον, ὥσπερ ἡ ψύξις, ὥστε κατὰ συμβεβηκός. ὡσαύτως δ’ εἰ καὶ πολλάκις λέγομεν τὸ ψυχρὸν θερμαίνειν οὐχ ὥσπερ τὸ θερμὸν κατὰ πρῶτον λόγον, ἀλλὰ κατὰ συμβεβηκὸς θερμαίνει. p. 383a11 Ἡ γὰρ πάχυνσις ὑγροῦ μὲν ἀπιόντος γίνεται, τοῦ δὲ ξηροῦ συνισταμένου· ὕδωρ δὲ τῶν ὑγρῶν οὐ παχύνεται μόνον. Αἰτίαν λέγει, δι’ ἣν οὐ παχύνεται τὸ ὕδωρ, ὅτι ἀνάγκη τὸ παχυνόμενον τῇ διαφορήσει τοῦ συμφύτου ὑγροῦ παχύνεσθαι· τὸ δ’ ὕδωρ οὐ παχύνεται, ἐπειδὴ οὔτε διαφορεῖται τὸ ὑγρόν. p. 383a14 Παχύνεται δ’ ὑπ’ ἀμφοῖν, ἔστι μὲν ὡς τὸν αὐτὸν τρόπον, ἔστι δ’ ὡς ἄλλως. Τὰ δὲ σύνθετα, φησίν, ἐκ γῆς καὶ ὕδατος καὶ πήγνυται καὶ παχύνεται καὶ ὑπὸ ψυχροῦ καὶ θερμοῦ. ἀλλὰ καὶ κατά τι μὲν ὁ αὐτὸς τρόπος ἐστὶ τῆς πήξεως καὶ τῆς παχύνσεως ἐπὶ θερμοῦ καὶ ψυχροῦ, κατά τι δὲ διά· φόρος· αὐτὸς μέν, ὅτι αὐτὸ ἔργον γίνεται ὑπ’ ἀμφοῖν τοῦ θερμοῦ καὶ ψυχροῦ, τουτέστι πάχυνσις καὶ πῆξις, διάφορος δὲ ποῦ μὲν κατὰ πρῶτον λόγον, ποῦ δὲ κατὰ συμβεβηκός· ἐπὶ μὲν γὰρ τοῦ θερμοῦ κατὰ διαφόρησιν, ἐπὶ δὲ τοῦ ψυχροῦ κατὰ περίστασιν. p. 383a19 Ὅσα μὲν οὖν μαλακὰ μὴ ὑγρά, οὐ παχύνεται, ἀλλὰ πήγνυται. Νῦν τὰ ἔργα τοῦ θερμοῦ διδάσκει, ποῖα μὲν θερμῷ πήγνυται, ποῖα δὲ καὶ ὑγραίνεται ὑπὸ θερμοῦ. καί φησιν, ὅτι ὅσα πρώην δίυγρα ὄντα ὑπὸ ψυχροῦ ἐπαχύνθη, ὡς μαλακὰ εἶναι, ἐκεῖνα πήγνυται μόνον ὑπὸ θερμοῦ, ὥσπερ ὁ πηλὸς τοῦ κεράμου. ὅσα δὲ ὑγρὰ μέν ἐστι, μᾶλλον δὲ μετέχει τῆς ὑδατώδους οὐσίας ἤπερ τῆς γεώδους, ἐκεῖνα παχύνεται μόνον, ὥσπερ τὸ μέλι. ὅσα δὲ ῥυτὰ ὄντα μᾶλλον ὑγρά εἰσιν, ἐκεῖνα καὶ παχύνεται καὶ πήγνυται ὑπὸ θερμοῦ, ὥσπερ τὸ γάλα. ὅσα δὲ πρῶτα δίυγρα ὄντα ἐπατὸ χύνθη ὑπὸ ψύξεως, ταῦτα πρῶτον ὑγραίνεται ὑπὸ τοῦ πυρός, εἶθ’ οὕτω πήγνυται, ὥσπερ ὁ κέραμος· βληθεὶς γὰρ ἐν τῇ καμίνῳ πρῶτον ὑγραίνεται διὰ τὸ τήκεσθαι τὴν ὑγρότητα τὴν παχυνθεῖσαν ὑπὸ τοῦ ψυχροῦ, εἶθ’ οὕτως πηγνυται. p. 383a26 Ὅσα μὲν οὖν ὑπὸ ψυχροῦ πήγνυται τῶν κοινῶν γῆς καὶ ὕδατος. Ἐντεῦθεν περὶ πήξεως διαλέγεται καὶ διδάσκει, ποῖα λύεται ὑπὸ θερμοῦ, καὶ ποῖα μαλάττονται μόνον, οὐ μὴν λύονται. καί φησιν, ὅτι τὰ πηγνύμενα ὑπὸ ψυχροῦ, καὶ τοῦτο εἰκότως· ἐπεὶ γὰρ ἀπουσία θερμοῦ ἐπάγησαν, τῇ παρουσίᾳ αὐτοῦ λύοντι, ὥσπερ ἐπὶ τῶν μετάλλων ὁ ὥσπερ ἐπὶ τοῦ κεράμου· καὶ γὰρ οὗτος πρῶτον οἷον τήκεται καὶ οὕτω πήγνυται. εἶτα λέγει καὶ περὶ τῶν μὴ λυομένων, ἀλλὰ μᾶλλον μαλαττομένων, καί φησιν, ὅτι ὅσα ἐν τῷ πήγνυσθαι ὑπὸ ψύξεως ἅπαν αὐτῶν τὸ ὑγρὸν ἐκ· πυρηνίζεται ἅμα τῷ θερμῷ, ἐκεῖνα μόνον μαλακὰ γίνονται, οὐ μὴν λύονται, οἷον κέρας καὶ σίδηρος. p. 383b7 Καὶ αἱ μύλαι τήκοντι ὥστε ῥεῖν. Μύλη εἶδός ἐστι μετάλλου λιθώδους. ἕτερον δ’ ἐστὶ μύλη παρὰ τὸν μυλίαν λίθον. τὸ μὲν γάρ ἐστι λίθος ἄντικρυς, τὸ δὲ μέταλλον· καὶ τὸ μὲν οὐ τήκεται, τὸ δὲ τήκεται μέν, οὐ πήγνυται δὲ ὕστερον, ἀλλὰ μένει διαλελυμένον, ὥσπερ ἡ τίτανος. p. 383b12 Νίτρον δὲ καὶ ἅλες λυτὰ ὑγρῷ, οὐ παντὶ δέ, ἀλλὰ ψυχρῷ ὕδατι. Παχυμερῶς τοῦτο λέγει ὡς νομίζων θερμῷ ξηρῷ πήγνυσθαι τοὺς ἅλας καὶ διὰ τοῦτο ψυχρῷ λύεσθαι. ὅθεν φησίν· “οὐδ’ ἐλαίῳ τήκονται”, ἐπειδὴ μετρία ἐστὶν ἡ ἐν αὐτῷ ὑγρότης καὶ οὐ δύναται τὸ ὑπὸ θερμοῦ ξηροῦ παγὲν λῦσαί ποτε. λοιπὸν ἡ ἀπορία ἐστὶ ἡ περὶ τοῦ ἐλαίου. Πρᾶξις μݲηݲ. p. 384a3 Ὅσα δὲ μικτὰ ὕδατος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου ἄξιον λέγεσθαι. Ἀπορήσας τῇ προτεραίᾳ περὶ τοὐ ἐλαίου ὁ φιλόσοφος λέγων, ὅτι μετὰ τίνος θετέον αὐτό, πότερον μετὰ τῶν ἀπὸ ὕδατος ἀλλ’ οὐ πάσχει τὰ ὕδατος· οὔτε γὰρ πήγνυται μὴ παχυνόμενον καθάπερ τὸ ὕδωρ ἀπὸ ψυχροῦ), ἀλλὰ μᾶλλον μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος ἀλλ’ οὐ πήγνυται ὑπὸ θερ|μοῦ ὥσπερ ὁ κέραμος καὶ τὰ ᾠὰ καὶ ὅσα τοιαῦτα), νῦν τὴν ἀπορίαν τὴν ἐναντίαν ἀπορεῖ ἐπὶ τοῦ οἴνου λέγων, πῶς ὁ οἶνος καὶ τὰ ὕδατος πάσχει πήγνυται γὰρ ὑπὸ ψυχροῦ μὴ παχυνόμενος) καὶ τὰ ἐκ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος πάσχει παχύνεται γὰρ ὑπὸ θερμοῦ καθάπερ τὸ μέλι). καὶ λύει τὴν ἀπορίαν λέγων, ὅτι οὐχ ὁ αὐτὸς οἶνός ἐστιν ὁ πάσχων τὰ ὕδατος καὶ τὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος. ἀλλὰ τὰ μὲν ὕδατος πάσχει ὁ παλαιὸς οἶνος. οὗτος γὰρ ἀποθεὶς τὰ ἐν αὐτῷ παχυμερῆ πνεύματα καὶ τὴν γεώδη οὐσίαν λεπτομερέστερος γέγονε παραπλησίως τῷ ὕδατι· καὶ διὰ τοῦτο ὡς παρακείμενος τῷ ὕδατι κατὰ τὴν λεπτομέρειαν πάσχει τὰ ὕδατος καὶ ψυχρῷ πήγνυται μὴ παχυνόμενος, καθάπερ τὸ ὕδωρ. τὰ δ’ ἐκ τῶν συνθέτων γῆς καὶ ὕδατος πάσχει ὁ νέος οἶνος ὁ γλευκίτης. οὗτος γὰρ καὶ διὰ τὸ πολὺ ἔχειν τὸ γεῶδες ἔτι καὶ τὸ βρῖθον παχύνεται ἑψόμενος ὑπὸ θερμοῦ μὴ πηγνύμενος, καθάπερ τὸ μέλι· ὅθεν καὶ ὁ τοι· οὗτος ‘ἕψημα’ προσαγορεύεται διὰ τὸ ἑψόμενος παχύνεσθαι. εἶτα πάλιν τὴν αὐτὴν ἀπορίαν ὁ φιλόσοφος ἀπορεῖ καὶ ἐπὶ τοῦ αἵματος καὶ ἐπὶ τοῦ γάλακτος· ἰδοὺ γάρ, φησί, ταῦτα καὶ τὰ ὕδατος πάσχουσι καὶ τὰ ἐκ τῶν συνθέτων γῆς καὶ ὕδατος. τὸ γὰρ αἷμα καὶ παχύνεται ὑπὸ τοῦ ψυχροῦ καθάπερ ἐκ γῆς καὶ ὕδατος, ἀλλὰ καὶ πήγνυται ὑπὸ ψυχροῦ μὴ παχυνόμενον, καθάπερ τὸ ὕδωρ. ὡσαύτως δὲ καὶ τὸ γάλα πήγνυται ὑπὸ ψυχροῦ μὴ παχυνόμενον, ὥσπερ καὶ τὸ ὕδωρ, καὶ πάλιν παχύνεται καὶ πήγνυται ὑπὸ ψυχροῦ ἐν τῇ τυρώσει, ὑπὸ δὲ θερμοῦ ἐν τῇ ἑψήσει. εἶτα καὶ τούτων τὴν ἐπίλυσιν ἐπάγει λέγων· οὐ τὸ αὐτὸ αἷμά ἐστι τὸ πάσχον τὰ ἀμφοτέρων, οὐδὲ τὸ αὐτὸ γάλα. ἐκεῖνο γὰρ τὸ αἷμά ἐστι τὸ πάσχον τὰ ὕδατος, τουτέστι πηγνύμενον ὑπὸ ψυχροῦ, μὴ παχυνθέν, μὴ ἔχον ἶνας· αἰ γὰρ ἶνες γεώδεις οὐσίαι ὑπάρχουσαι παχύνουσι τὸ αἷμα. τὸ οὖν αἷμα τὸ λεπτὸν καὶ ῥυτὸν μὴ ἔχον ταύτας τὰς ἶνας ἢ ἐλάχιστα ἔχον οὐ παχύνεται. ἀλλὰ ῥυὲν ἀπὸ τῶν ἀγγείων πήγνυται ὑπὸ τῆς ψύξεως, ὥσπερ τὸ τῶν ἐλάφων· ὅθεν καὶ δειλαί εἰσιν αἱ ἔλαφοι διὰ τὸ ἔχειν αὐτὰς τοιοῦτον αἷμα. τοιοῦτον δ’ ἐστὶ καὶ τὸ τῶν νοσηλευομένων αἷμα διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως. τὸ δ’ ἔχον ἶνας αἷμα καὶ ὂν ὑγιὲς ἐκεῖνο πάσχει τὰ τῶν συνθέτων ἅτε γεώδεις οὐσίας ἔχον· καὶ παχύνεται πρῶιον, εἶθ’ οὕτως πήγνυται. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ γάλακτος ῥητέον. οὔτε γὰρ τὸ αὐτὸ γάλα ἔχει τὰ ἀμφότερα· ἀλλ’ ὁ μὲν ὄρρος πάσχει τὰ ὕδατος καὶ πάγνυται μὴ παχυνόμενον, ὡς ἅτε ὑδατώδης ὢν καὶ λεπτός, τὸ δὲ τυρῶδες καὶ παχύνεται καὶ πήγνυται, ὥσπερ τὰ σύνθετα, γεῶδες μᾶλλον ὑπάρχον. αὗται μὲν αἱ ἀπορίαι καὶ αἱ τούτων ἐπιλύσεις. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ τῶν πηγνυμένων διαλαμβάνει καθολικώτερον καί φησιν, ὅτι τὰ μέν εἰσιν εὔλυτα, τὰ δὲ δύσλυτα· εὔλυτα μὲν οἷον νίτρον, ἅλες, κρύσταλλος καὶ ὅσα τοιαῦτα, δύσλυτα δὲ τὰ μέταλλα καὶ αὐτὸς ὁ σίδηρος. βούλεται γὰρ καὶ τὸν σίδηρον τήκεσθαι ὥσπερ καὶ τὰ ἄλλα μέταλλα, οὐ πάντα σίδηρον, ἀλλὰ τὸν ἀκάθαρτον τὸν πολλὴν σκωρίαν ἔχοντα. τῶν δὲ ἀλύτων τὰ μέν εἰσι μαλακτά, τὰ δὲ ἀμάλακτα. μαλακτὰ μὲν οὖν εἰσιν οἷον σίδηρος καὶ ὅσα τοιαῦτα. πλὴν ἐνταῦθα σίδηρον παραλαμβάνει μαλακτὸν ἄτηκτον τὸν καθαρὸν τὸν στομωτὸν λεγόμενον, ἀμάλακτον δ’ οἷον κέραμος, λίθος καὶ τὰ τοιαῦτα. <ἐξ᾿> ἀπορεῖ, δι’ ἣν αἰτίαν τὰ μὲν τῶν πηγνυμένων λύονται, τὰ οὐ λύονται. ἀλλ’ ἡμεῖς διὰ τὸ σαφέστερον ποιῆσαι τὸ λεγόμενον ἀναμνήσωμεν τῶν εἰρημένων τῇ προτεραίᾳ. λέγομεν οὖν, ὅτι τρία εἰσὶ τῆς πήξεως, θερμὸν καὶ ψυχρὸν καὶ ξηρόν, δύο δὲ τῆς τήξεως. οὐκοῦν ἀποδώσομεν ἄρτι τὰς αἰτίας τῶν λυομένων. τούτων τὰ μὲν εὐχερῶς λύοντι, τὰ δὲ δυσχερῶς. ὅσα μὲν ἢ ψυχρῷ μόνῳ ἢ ξηρῷ μόνῳ *,ἐκεῖνα εὔλυτά εἴσιν. ἢ γὰρ θερμῷ λύονται ἢ †ψυχρῷ μόνον, ὥσπερ ὁ κρύσταλλος. ξηρῷ δὲ μόνον, ὥσπερ οἱ ἅλες καὶ τὸ νίτρον, εἰ καὶ μὴ βούλεται τὰ νῦν Ἀριστοτέλης ξηρῷ μόνον πήγνυσθαι τοὺς ἅλας, ἀλλὰ ξηρῷ θερμῷ· παρακατιὼν γὰρ διαρθρώσει τὸν λόγον. ὅσα δ’ οὐ μόνον ὑπὸ ψυχροῦ ἐπάγησαν, ἀλλὰ καὶ ξηροῦ, ἐκεῖνα δύσλυτά εἰσιν, ὥσπερ τὰ μέταλλα. εἰπὲ δὲ καὶ ἄλλως τὴν διαίρεσιν τῶν λυομένων. ὅσα γὰρ †δι’ ὕδατος ὄντος ἐπάγησαν ὑπὸ ψυχροῦ ἢ ξηροῦ, ἐκεῖνα εὔλυτά εἰσιν, ὥσπερ νίτρον, ἅλες, κρύσταλλος καὶ τὰ τοιαῦτα· ὅσα δὲ ἐστι] σύνθετα ὄντα ἐκ γῆς καὶ ὕδατος ἐπάγησαν ψυχρῷ καὶ ξηρῷ, ταῦτα δύσλυτά εἰσιν, ὥσπερ τὰ μέταλλα. ταῦτα μὲν γὰρ διὰ τὸ ἐπιμιξίαν ἔχειν γεώδους οὐσίας, τούτου χάριν οὐ μόνον ψυχρῷ ἐπάγησαν, ἀλλὰ καὶ ξηρῷ· ὅθεν διὰ τὸ θερμῷ μόνον λύεσθαι, οὐκ ἔτι δὲ καὶ ὑγρῷ, διὰ τοῦτο δύσλυτά εἰσι. καὶ ὁ αὐτὸς λόγος τῶν λυομένων ἐστίν. ἔλθωμεν καὶ ἐπὶ τὰ ἄλυτα. ταῦτα γὰρ μόνῳ θερμῷ πήγνυται· εἰ καὶ θερμῷ καὶ ψυχρῷ, θερμῷ μόνον, ὅσα ἐνεργείᾳ τὴν ὑγρότητα ἔχουσιν, ὥσπερ ᾠά, ὄρχεις, ἐγκέφαλος, ἧπαρ καὶ ὅσα τοιαῦτα. ἀλλ’ εἰ δοκεῖ, ζητήσωμεν τὴν αἰτίαν, δι’ ἣν ταῦτα ἄλυτά εἰσιν. ἐπειδὴ γὰρ τὰ ὑπὸ μιᾶς δραστικῆς ποιότητος πηγνύμενα ἐλύετο ὑπὸ τῆς ἐναντίας, τὰ μὲν ὑπὸ ψύξεως τῇ θερμότητι, ὥσπερ κρύσταλλος καὶ τὰ μέταλλα, τὰ δὲ ὑπὸ θερμότητος ψύξει, ὥσπερ οἱ ἄγες καὶ τὸ νίτρον εἰ καὶ ψευδές ἐστι τὸ παράδειγμα· τὰ γὰρ ὑπὸ θερμότητος πηγνύμενα ἄλυτά εἰσι). νῦν δὲ καὶ ὑπὸ θερμότητος καὶ ψύξεως *γέγονε πῆξις, τί ἂν ἔσται τὸ λῦσον; οὔτε γάρ ἐστιν ἑτέρα δραστικὴ ποιότης ἡ λύουσα· οὐκοῦν ἄλυτά εἰσιν. ἀλλὰ ζητητέον, πῶς καὶ ὑπὸ ψυχροῦ καὶ ὑπὸ θερμοῦ πήγνυται τὰ τοιαῦτα. ἰδοὺ γὰρ ὁ κέραμος πρῶτον ὑπὸ ψυχροῦ πήγνυται ἔτι πηλὸς ὤν, ἔπειτα ὑπὸ θερμοῦ παγεὶς ἄλυτός ἐστιν. ἀλλὰ I καὶ ὁ σίδηρος ὑπὸ τῶν δύο πήγνυται, οὐ κατὰ τὸν αὐτὸν λόγον, ἀλλὰ τὸ ἀνάπαλιν· πρῶτον μὲν ὑπὸ θερμοῦ ἐν τῇ καμίνῳ, ἔπειτα δὲ ὑπὸ ψυχροῦ. καὶ μὴ ἀπορήσῃς, πῶς ὑπὸ θερμοῦ εἶπον πήγνυσθαι τὸν σίδηρον ἐν τῷ πυρί, εἴ γε δὴ μᾶλλον ἀραιοῦται καὶ διαχεῖται. κατὰ τοῦτο γὰρ ἔφην αὐτὸν ὑπὸ τοῦ πυρὸς πήγνυσθαι, καθὸ τὸ πῦρ ἀραιοῦν αὐτὸν καὶ διαφοροῦν τὴν σύμφυτον ἀτμιδώδη ὑγρότητα, εἰ καὶ μὴ πᾶσαν, εὐεργῆ αὐτὸν ποιεῖ τῷ ψυχρῷ καὶ εὐπαθῆ πρὸς τὸ σκληρυνθῆναι ὑπ’ αὐτοῦ καὶ παγῆναι. καὶ διὰ ταύτην τὴν αἰτίαν λέγεται καὶ ὑπὸ τοῦ πυρὸς πήγνυσθαι ὁ σίδηρος κατὰ συμβεβηκός. ὅθεν ἄλυτός ἐστιν ὡς ὑπὸ τῶν δύο δραστικῶν παγείς· ὑπὸ μὲν γὰρ θερμοῦ οὐ λύεται, ἐπειδὴ ὑπ’ αὐτοῦ τὴν πῆξιν ἤτοι τινὰ μορφὴν τῆς πήξεως ἔλαβεν, ἀλλ’ οὔτε ὑπὸ ψυχροῦ, ἐπειδὴ ἔναγχος ὑπ’ αὐτοῦ πέπηκται. λείπεται ὑπὸ ὑγροῦ, εἰ καὶ ἄρα, λύεσθαι. ἀλλ’ οὐ δυνατὸν τοῦτο διεισδῦναι εἰς τοὺς πόρους ἐκείνους, δι’ ὧν διεφορήθη τὴν ἀτμιδώδη ὑγρότητα, ἐπειδὴ τὸ ὕδωρ παχυμερὲς ὂν οὐ δύναται διεισδῦναι διὰ τοιούτων πόρων. τί φής, Ἀριστότελες; οὐ δύναται διεισδῦναι τὸ ὕδωρ εἰς ἐκείνους τοὺς πόρους, δι’ ὧν τὸ ἀτμιδῶδες ἐξεκρίθη; τί οὖν διὰ πόρων γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν; καὶ πῶς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγες, ὅτι οὐ γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν διὰ πόρων; ἐπειδὴ γὰρ δι’ ὅλου τοῦ σώματος ποιεῖ τὸ ποιοῦν καὶ πάσχει τὸ πάσχον, εἰ διὰ πόρων γίνεται ταῦτα, εὑρεθήσεται πόρος ὅλον τὸ σῶμα. ταύτην τὴν ἀπορίαν ἐπιλυόμενος ὁ μέγας φιλόσοφός φησιν, ὅτι πόρους νῦν λέγει ὁ Ἀριστοτέλης οὐ τῷ ὄντι πόρους, ἀλλὰ τὰ εὐπαθέστερα μόρια τὰ ἐν τῷ σιδήρῳ πόρους ἐκάλεσε. τὸ αὐτὸ δὲ ῥητέον καὶ ἐπὶ τοῦ κεράμου. καὶ γὰρ ἐκεῖ διὰ τὸ μὴ εἰσδέχεσθαι τὸ ὕδωρ ἐντός, τούτου χάριν οὐχ ὑγραίνει οὐδὲ λύεται. ἀλλ’ ἐπειδὴ ἐλέγομεν ἀνωτέρω, ὅτι τούτων τῶν ἀλύτων τὰ μὲν μαλακτά εἰσιν, ὡς κηρὸς καὶ σίδηρος, ζητήσωμεν τούτων τὴν αἰτίαν. καί φαμεν, ὅτι ἐν οἷς ἐν· τῇ πήξει μεμένηκεν ἀμυδρὸν ἴχνος ὑγρότητος, τούτοις ἐν πυρὶ πάλιν θερμαινομένοις ἀνακινεῖται ἡ ἀπολειφθεῖσα ὑγρότης κινουμένη ὑπὸ τοῦ πυρὸς εἰς τὸ διαφορηθῆναι. καὶ ἐντεῦθεν ὑγρότερα γινόμενα μαλάττονται, ὥσπερ σίδηρος καὶ κηρός. ὅθεν ὁ πολλάκις ἐκκαεὶς σίδηρος οὐδὲ μαλάττεται, ἀλλὰ θρύπτεται διὰ τὸ ἀνηλῶσθαι πᾶσαν τὴν ἐν αὐτῷ ὑγρότητα. ὅσα δ’ ἐν τῇ πήξει ἅπασα αὐτοῖς ἀνηλώθη ἡ ἀτμιδώδης ὑγρότης, ὡς μὴ μεῖναι ὅλως ἴχνος ὑγρότητος πλὴν τῆς συνεκτικῆς τῶν μορίων, ταῦτα παντελῶς ἀμάλακτά εἰσι· θραύονται γάρ, ὥσπερ κέραμος, λίθος καὶ ὅσα τοιαῦτα. τὰ μὲν οὗν ῥητέον περὶ τῶν πηγνυμένων καὶ τηκομένων, ἐξ ὧν ἐστι πόρισμα κερδᾶναι, ὅτι πάντα τὰ ὑπὸ σελήνην ἐκ τοῦ ξηροῦ καὶ ὑγροῦ σύγκειται, τουτέστι γῆς καὶ ὕδατος. εἰ γὰρ ποτὲ μὲν πήγνυνται, ποτὲ δὲ τήκονται, τὸ δὲ πήγνυσθαι καὶ τὸ τήκεσθαι τοῦ ξηροῦ καὶ ὑγροῦ ἐστι, δῆλον ὅτι ἀπὸ ξηροῦ καὶ ὑγροῦ σύγκεινται. ἀλλ’ ἐπειδὴ τὸ τήκεσθαι καὶ τὸ πήγνυσθαι οὐκ ἀφ’ ἑαυτῶν ἔχουσιν, ἀλλ’ ὑπὸ θερμοῦ καὶ ψυχροῦ, δηλονότι ἐκ τῶν τεσσάρων στοιχείων εἰσὶ συγκείμενα. ἀλλ’ ἄπορος ὁ λόγος. εἰ γὰρ ποιητικὰ μέν εἰσι τὸ θερμὸν καὶ ψυχρόν, ἀεὶ δὲ τὸ ποιοῦν ἐξαίρεσθαι δεῖ τοῦ γινομένου, πῶς λέγομεν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συγκεῖσθαι τὰ σώματα; οὐ γὰρ δεῖ τὰ ποιητικὰ αἴτια συγκαταριθμεῖθαι ἐν τῷ συνθέτῳ. ἢ ῥητέον, ὅτι ποιητικὰ αἴτια λέγει τὸ θερμὸν καὶ ψυχρὸν ὡς δρῶντα εἰς ξηρὸν καὶ ὑγρόν, οὐ μὴν ποιητικὰ αἴτια τῆς φύσεως τῶν σωμάτων· ὄργανα γάρ εἰσι τῆς τοῦ δημιουργοῦ φύσεως, καὶ ὡς ὀργάνοις ἡ φύσις κεχρημένη τῷ θερμῷ καὶ ψυχρῷ δρᾷ εἰς τὸ ξηρὸν καὶ ὑγρόν. ἢ εἰπὲ καὶ ἄλλως· ἐκ τῶν τεσσάρων στοιχείων λέγεται συγκεῖσθαι τὰ σώματα, οὐχ ὅτι ἐκ τῶν τεσσάρων σύγκεινται, ἀλλ’ ἐκ τῆς τῶν τεσσάρων συνδρομῆς γέγονε. σύγκειται μὲν γὰρ ἐκ γῆς καὶ ὕδατος, μεταβάλλονται δ’ ὑπὸ θερμοῦ καὶ ψυχροῦ. ἀλλ’ εἰ καὶ λέγω, ὅτι πάντα τὰ ὑπὸ σελήνην σύγκειται ὑπὸ ξηροῦ καὶ ὑγροῦ, προσδιορισμοῦ δεῖται ὁ λόγος. οὔτε γὰρ πάντα ἁπλῶς σύγκειται ἐκ γῆς καὶ ὕδατος, ὥσπερ γὰρ τὰ τῶν ζῴων μόρια καὶ τὰ τῶν φυτῶν, τὰ δ’ ἐκ τῶν ἀναλογούντων τῇ γῇ καὶ ὕδατι, τουτέστι τῆς διττῆς ἀναθυμιάσεως, ὥσπερ τὰ μέταλλα. ἀναλογεῖ μὲν γὰρ ἡ καπνώδης ἀναθυμίασις τῇ γῇ, ἡ δ’ ἀτμιδώδης τῷ ὕδατι, πλὴν εἴτε ἐκ γῆς καὶ ὕδατος σύγκειται εἴτε ἐκ τῶν ἀναλογούντων γῇ καὶ ὕδατι σύγκειται, ἐκ παθητικῶν καὶ ποιητικῶν ποιοτήτων τὰ σύνθετα. ποιητικῶν μὲν λευκοῦ, μέλανος, ὀσφραντοῦ, γευστοῦ, ψοφητικοῦ, ἁπτοῦ· ταῦτα γὰρ ποιοῦσιν εἰς τὰς ἡμετέρας αἰσθήσεις, τὸ μὲν λευκὸν διακρῖνον, τὸ δὲ μέλαν συγκρῖνον τῇ ὄψει καὶ τὰ ἄλλα ὁμοίως ἕκαστον. ἀλλὰ περὶ μὲν τούτων οὐ διαλέγεται τὰ νῦν ὁ φιλόσοφος· ἐν ἑτέρᾳ γὰρ πραγματείᾳ περὶ τούτων διαλαμβάνει, τουτέστιν ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ. νῦν δὲ περὶ τῶν παθητικῶν ποιοτήτων διαλαμβάνει, τουτέστιν ἐν τούτῳ, ἐπειδὴ περὶ ὑλικῶν ἐστιν αὐτῷ ὁ λόγος παθητικῶν. σύνεστι δὲ ἀεὶ τὸ πάθος τῷ πάσχοντι, τὸ δὲ ποιοῦν οὐκ ἀεί. οὐκοῦν εὐλόγως περὶ τῶν παθητικῶν μόνων ἐνταῦθα διαλέγεται, καὶ παραδίδωσι τὰς δέκα ὀκτὼ ἀντιθέσεις, θέσεις, ἃς ποιεῖ τὸ θερμὸν καὶ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ ὑγρόν, ἃς κατὰ τὴν λέξιν μαθησόμεθα. παρέλιπε δὲ ἐν ταύταις τὸ μαλακὸν καὶ τὸ σκληρὸν ἅτε διαλεχθεὶς περὶ αὐτῶν διὰ τῶν ἐν τοῖς προλαβοῦσι. μέμνηται δὲ πάλιν τοῦ πηκτοῦ καὶ τηκτοῦ, οὐχ ὡς μὴ πάλαι αὐτῶν μνημονεύσας, ἀλλ’ ἵνα τὰ διὰ πολλῶν εἰρημένα περὶ αὐτῶν διὰ τῶν προλαβόντων νῦν ἐπὶ τομῇ τινι καὶ συνόψει περιλάβῃ. ταῦτα ἔχει ἡ θεωρία. |p. 384a3 Ὅσα δὲ μικἀ ὕδτος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου ἄξιον λέγεσθαι. Ἐπειδὴ περὶ τοῦ ἐλαίου διειλέχθη, ὅπερ σύνθετον ἦν οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ’ ἐξ ὕδατος καὶ ἀέρος, καὶ ἠπορήσαμεν περὶ αὐτοῦ τὰς εἰρημένας ἀπορίας, νῦν τὰς ἐναντίας ἀπορήσωμεν ἐπὶ τῶν ἐκ γῆς καὶ ὕδατος συνισταμένων, ἅτινα ποτὲ μὲν γῆς ἔχει πλῆθος, ποτὲ δὲ ὕδατος. εἴπωμεν οὗν περὶ τοῦ οἴνου, διὰ τί οὗτος καὶ τὰ ὕδατος πάσχει καὶ τὰ γῆς. p. 384a4 Οἶνος γὰρ τις καὶ πήγνυται καὶ ἑψᾶται, οἷον γλεῦκος. Πήγνυται μὲν ὑπὸ ψυχροῦ, ἑψᾶται δέ, τουτέστι παχύνεται, διαφορουμένου τοῦ ἐν αὐτῷ ὑδατώδους καὶ ῥυτοῦ πάσχει ταῦτα. καὶ ὅτι ἀληθές ἐστι, τοῦτο δὴ παράδειγμα δίδωσιν αὐτός. ἐὰν γάρ, φησί, καὶ ἐπὶ τῶν ἑψομένων ἐκκρεμάσῃ τις σπόγγον ὑπεράνωθεν, εἶτα ὕστερον πιέσῃ αὐτόν, εὑρήσει αὐτὸν πλήρη ὑγροῦ. ἡ δηλονότι τὸ λεπτομερὲς καὶ τὸ ἀτμιδῶδες διεφορήθη. p. 384a8 Ἒνια δὲ τούτων καὶ ὑπὸ ψυχρῶν, ὥσπερ εἴρηται, καὶ παχύνεται καὶ ξηραίνεται. Οὐ μόνον, φησί, τὸ θερμὸν πήγνυσι καὶ παχύνει τὰ σύνθετα, ἀλλὰ καὶ τὸ ψυχρὸν αἷμα καὶ γάλα καὶ πήγνυσι καὶ παχύνει, οὐ μόνον δὲ ταῦτα ποιεῖ, ἀλλὰ καὶ ξηραίνει. πάντα δὲ ταῦτα ποιεῖ οὐ κατὰ πρῶτον λόγον, ἀλλὰ κατ’ ἀντιπερίστασιν ἔξωθεν ἱστάμενον καὶ ἐναποκλεῖον τὸ θερμὸν ποιεῖ αὐτὸ πολυπλασιασθῆναι. ἐκεῖνο δὲ πολυπλασιασθὲν ἀναλίσκει τὴν ἔνδον ὑγρότητα καὶ ἐντεῦθεν παχύνει καὶ ξηραίνει καὶ πήγνυσιν. οὕτω καὶ τὸν ἀέρα παχύνει καὶ τὸ ὕδωρ ξηραίνει, τουτέστι πήγνυσιν. p. 384a11 Ὅσα μὲν μὴ παχύνεται ὑπὸ ψυχροῦ, ἀλλὰ πήγνυται, ὑδατός ἐστι μᾶλλον, οἷον οἶνος, οὖρον, ὄξος καὶ κονία, ὄρρος. Πάλιν ἐκεῖνον ἐπαναλαμβάνει τὸν κανόν τὸν ἀνωτέρω εἰρημένον, ὅτι ὅσα ὕδατός ἐστι, πήγνυται μὴ παχυνόμενα· ὅσα δὲ σύνθετα. παχυνόμενα πήγνυται, ἀλλὰ σύνθετα ἐκ γῆς καὶ ὕδατος, ὥσπερ μέλι, κέραμος, ᾠὰ καὶ ὅσα τοιαῦτα. τὰ δὲ ὕδατος καὶ ἀέρος, ὥσπερ τοὔλαιον, ὅπερ μόνον παχύνεται, οὐ πήγνυται, ὡς εἶναι τοιαύτην διαίρεσιν τῶν πασχόντων ὑπὸ θερμοῦ καὶ ψυχροῦ· τὰ μὲν μόνως πήγνυται, τὰ δὲ μόνως παχύνεται, τὰ δὲ καὶ πήγνυται καὶ παχύνεται. καὶ τούτων τὰ μὲν ὑπὸ θερμοῦ πήγνυται, τὰ δὲ ὑπὸ ψυχροῦ παχύνεται, τὰ δὲ ἀνάπαλιν. τούτων δὲ πάντων τὰ μὲν ἄλυτά εἰσι, τὰ δὲ λυτά, καὶ τῶν λυτῶν τὰ μὲν εὔλυτα, τὰ δὲ δύσλυτα· καὶ τῶν ἀλύτων τὰ μὲν μαλακτά, τὰ δὲ ἀμάλακτα. p. 384a16 ἔστι δὲ καὶ τὸ αἷμα καὶ τὸ γάλα ἀμφοῖν κοινά, καὶ ὕδατος καὶ γῆς. Ἐντεῦθεν ἀπορεῖ καὶ ἐπὶ τοῦ γάλακτος καὶ τοῦ αἵματος, ὥσπερ ἐπὶ τοῦ οἴνου ἠπόρησε, καί φησιν, ὅτι καὶ ταῦτα ἐκ γῆς καὶ ὕδατός εἰσιν, ὥσπερ καὶ πᾶν ὑγρόν, ἐξ οὗ παχυμερὲς γίνεται, ὥσπερ ἅλες καὶ νίτρον, λίθοι οἰὶ πῶροι λεγόμενοι. πῶς οὖν ταῦτα κοινὰ ὄντα ἐκ γῆς καὶ ὕδατος ὥσπερ καὶ τὰ αὐτὰ ὑπὸ τοῦ αὐτοῦ καὶ πήγνυται καὶ παχύνεται; τὸ αὐτὸ καίτοι, ἀλλ’ οὐχ ὑπὸ τοῦ αὐτοῦ καὶ πήγνυται καὶ παχύνεται, ἀλλὰ τὰ μὲν ὑπὸ θερμοῦ, τὰ δὲ ὑπὸ ψυχροῦ, ταῦτα δὲ μόνον ὑπὸ ψυχροῦ ἀμφότερα πάσχει. p. 384a19 Διὸ ἐὰν χωρισθῇ ὁ ὄρρος, ἐκκάεται ὑπὸ τοῦ πυρὸς ἑψόμενος. τὸ δὲ γεῶδες συνίσταται καὶ ὑπὸ τοῦ ὀποῦ. Τοῦτο ὥσπερ λύσιν ἐπάγει τῆς ἀπορίας. τί γάρ φησιν; ὅτι οὐ τὸ αὐτὸ μέρος ἐστὶ τοῦ γάλακτος τὸ πηγνύμενον καὶ παχυνόμενον, ἀλλὰ πήγνυται μὲν ὄρρος, παχύνεται δὲ τυρῶδες. καὶ ὅτι ἀληθὲς τοῦτό ἐστι, δῆλον. ἰδοὺ γοῦν ὁ ὄρρος ὢν] ἐὰν ἑψᾶται, οὐ παχύνεται ***τὸ τυρῶδες οὐ μόνον ὑπὸ ψυχροῦ, ἀλλὰ καὶ ὑπὸ τοῦ ὀποῦ. τὸ αὐτὸ δὲ ῥητέον καὶ ἐπὶ τοῦ αἵματος, ὅτι οὐ τὸ αὐτό ἐστιν. p. 384a26 Ὅσα μὴ πήγνυται, οἷον τὸ τῆς ἐλάφου, τὰ τοιαῦτα ὕδατος μᾶλλον καὶ ψυχρά. Πήγνυσθαι νῦν ἀντὶ τοῦ παχύνεσθαι ἀκουστέον, ἐπεὶ παρὰ τὴν ἐνάργειάν ἐστι τὸ λεγόμενον· ὁρῶμεν γάρ, ὅτι πᾶν αἷμα πήγνυται, οὐ πᾶν οε παχύνεται· p. 384a29 Τοῦτο δ’ ἐστίν, ὅτι οὐ ξηραίνεται τὸ ὕδωρ, λοιπὸν ὥσπερ τὸ γάλα τοῦ τυροῦ ἐξαερωθέντος. Αἴτιον δ’ ἐστὶ τοῦ μὴ παχύνεσθαι τὸ ὑδατῶδες αἷμα, ἐπειδὴ οὔτε τὸ ὕδωρ ξηραίνεται, τουτέστι παχύνεται, ὥσπερ οὐδὲ ὁ ὄρρος· ἀλλὰ μὴν οὐδὲ τὸ φλέγμα παχύνεται, ἔστ’ ἄν ᾖ λεπτὸν καὶ ἀκράτητον ὑπὸ φύσεως, ἀλλ’ ἔστιν ὕδωρ. p. 384a33 Ἔτι δὲ τὰ μὲν λυτά ἐστιν, οἷον νίτρον, τὰ δὲ ἄλυτα, οἷον κέραμος καὶ λίθος, καὶ τούτων τὰ μὲν μαλακτά, οἷον κηρός, τὰ δὲ ἀμάλακτα, οἷον κέραμος καὶ λίθος. Ἐνταῦθα ἡ διαίρεσις ἐκείνη πᾶσα τῶν ὑπὸ θερμοῦ καὶ ψυχροῦ πασχοντων. p. 384b2 Αἴτιον δέ, ὅτι τἀναντία τῶν ἐναντίων αἴτια. Ὥς τινος ἀπορήσαντος, ὅτι <τί> δήποτε τῶν λυομένων τὰ μὲν λύονται, ὥσπερ κρύσταλλος, κηρός, θεῖον, μέταλλα, τὰ δὲ ὑγρῷ, ὥσπερ νίτρον καὶ ἅλες, αὐτὸς ἀπεκρίνατο, ὅτι τὰ μὲν θερμῷ λυόμενα ὑπὸ ψυχροῦ ἐπάγησαν, τὰ δὲ ὑγρῷ λυόμενα ὑπὸ ξηροῦ. p. 384b5 Ὕδατι μὲν ὅσα πυρὶ μόνον, πυρὶ δὲ ὅσα ψυχρῷ μόνον. Ὅρα, πῶς παχυμερῶς λέγων φαίνεται τοὺς ἅλας πυρὶ μόνον, τουτέστι θερμῷ πήγνυσθαι, καὶ διὰ τοῦτο ὕδατι λύεσθαι διὰ τὸ ψυχρόν. ἄλλο γὰρ παράδειγμα οὐ φαίνεται τῶν ὑπὸ θερμοῦ πηγνυμένων καὶ ψυχρῷ λυομένων. |p. 384b6 Ὥστε ἐπεὶ ὑπ’ ἀμφοῖν συμβαίνει πήγνυσθαι, ταῦτα ἄλυτα μάλιστα. Ὥς τινος ἀπορήσαντος, καὶ τί δήποτε οὐ πάντα λύονται, ἀλλὰ τὰ μὲν λύονται, τὰ δὲ ἄλυτά ἐστιν, αὐτὸς δὲ πάλιν ἐπιλύεται, ὅτι τὰ ὑπὸ τῶν δύο δραστικῶν ποιοτήτων παγέντα οὐ λύεται διὰ τὸ μὴ ἔχειν ἐναντίον τὸ λῦσον. p. 384b7 Γίνεται δὲ τὰ τοιαῦτα, ὅσα θερμανθέντα ἔπειτα τῷ ψυχρῷ πήγνυται. Ὦς τινος πάλιν ἐρωτήσαντος λέγει ἡμῖν Ἀριστοτέλης, καὶ πῶς τὸ αὐτὸ ὑπὸ ἀμφοῖν πήγνυται τῶν δραστικῶν ποιοτήτων, αὐτὸς διδάσκει. τί γάρ φησι; τὰ τοιαῦτα πήγνυσθαι λέγεται ὑπὸ θερμοῦ καὶ ψυχροῦ, ὅταν ὑπὸ τοῦ θερμοῦ ἐκδαπανηθῇ σχεδὸν ἡ ἐν αὐτῷ ὑγρότης, ἐκδαπανηθεῖσα ἔπειτα εὐπαθὴς τῷ ψυχρῷ γένηται πρὸς τὸ διεισδῦναι ἔνδον τοῦ σώματος ἅτε ἀραιῶν ὄντων τῶν πόρων ἐκ τοῦ πυρὸς καὶ πῆξιν ποιῆσαι σφοδρὰν ὥσπερ ἐπὶ τοῦ σιδήρου. p. 384b8 Συμβαίνει γάρ, ὅταν τὸ θερμὸν ἐξικμάσῃ ἐξιόν, τὸ πλεῖστον ὑγρὸν συνθλίβεσθαι πάλιν ὑπὸ τοῦ ψυχροῦ, ὥστε μὴ ὑγρῷ διδόναι δίοδον. Συμβαίνει, φησίν, ἐν τῇ πυρώσει ἐξικμάζεσθαι τὸ. ὑγρὸν ὑπὸ τοῦ θερμοῦ. καλῶς δὲ εἶπε τὸ πλεῖστον καὶ οὐχ ‘ὅον’. ἐπειδὴ γὰρ ὡς ἐπὶ σιδήρου γυμνάζει τὸν λόγον, εἰ ὅλον ἦν ἐξικμασθέν, οὐκ ἄν μαλακτὸς ὁ σίδηρος, ἀλλὰ θραυστὸς ὥσπερ ὁ κέραμος. ἐπειδὴ οὖν ἀραιοῦνται οἱ πόροι καὶ ἐξέρχεται τὸ ὑγρὸν ὕστερον, πάλιν οὖν θλίβονται ὑπὸ τοῦ ψυχροῦ, ὡς μὴ διελθεῖν ἐντὸς ὑγρότερον καὶ λῦσαι τὸν σίδηρον. λοιπὸν ἐνταῦθα ἡ ἀπορία· †ἄπορον λέγει πάσχειν, εἴ γε τοῦτο ἀνεῖλεν ἀλλαχοῦ. p. 384b11 Καὶ διὰ ταῦτα οὐδὲ τὸ θερμὸν λύει. Διὰ ποῖα; ἐπειδὴ οὐ μόνον ὑπὸ ψυχροῦ ἐπάγησαν, ἀλλὰ καὶ ὑπὸ θερμοῦ. p. 384b14 Ὁ δὲ σίδηρος τακεὶς ὑπὸ θερμοῦ, ψυχθεὶς πήγνυται. Σίδηρον νῦν οὐ τὸν καθαρὸν λαμβάνει, ἀλλὰ τὸν ῥυπαρόν. οὗτος γὰρ τήκει, ὁ δὲ καθαρὸς μαλάττει μόνον. p. 384b15 Τὰ δὲ ξύλα ἐστὶ γῆς καὶ ἀέρος· διὸ καυστὰ καὶ οὐ τηκτά. Ὥς τινος ἀπορήσαντος, ὅτι διὰ τί τῶν συνθέτων τὰ μὲν τήκεται, τὰ δὲ μαλάττεται, τὰ δὲ ξύλα οὐδὲν τούτων ποιεῖ καίτοι σύνθετα ὄντα, αὐτός φησιν, ὅτι εἰ καὶ σύνθετά εἰσιν, ἀλλ’ οὐκ ἐκ γῆς καὶ ὕδατος οὔτ’ ἐξ ὕδατος καὶ ἀέρος, ὥσπερ τοὔλαιον, ἀλλ’ ἐκ γῆς καὶ ἀέρος. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ κάεται καὶ οὐ τήκεται· τῷ γὰρ εἶναι γῆς ἔχει τὸ ξηρὸν ἐπιτήδειον πρὸς καῦσιν, τὸ δὲ ἀέρος τάχιον ἐκφλογοῦται. εὐπαθὴς γὰρ ὁ ἀὴρ ὑπὸ τοῦ πυρός. διὸ καὶ τὸ ἔλαιον πάνυ κάεται ὡς ἀερῶδες. ἀλλὰ μὴν καὶ ἐκ τοῦ ἐπινήχεσθαι δῆλόν ἐστιν, ὡς ἀέρος εἰσί. πάντα γὰρ ἐπι- νήχεται πλὴν πύξου καὶ τῶν τοιούτων· ταῦτα γὰρ διὰ τὸ εἶναι πυκνόπορα ἐλάττονα ἔχει τὸν ἀέρα ἐν ἑαυτοῖς. p. 384b22 Τί μὲν οὖν ἐστὶ πῆξις καὶ τῆξις, καὶ διὰ πόσων καὶ ἐν ποίοις ἐστίν, εἴρηται. Διὰ πόσα μέν, τουτέστιν ἡ μὲν πῆξις διὰ θερμὸν καὶ ψυχρὸν καὶ ξηρόν, ἡ δὲ τῆξις διὰ θερμὸν καὶ ὑγρόν· ἐν ποίοις δέ, τουτέστιν ἢ ἐν ὕδατι ἢ ἐν τοῖς ἐκ γῆς καὶ ὕδατος. p. 384b24 Ἐκ δὲ τούτων φανερὸν ὅτι ὑπὸ θερμοῦ καὶ ψυχροῦ συνίστανται τὰ σώματα. Ἐντεῦθεν τὸ πόρισμα. καὶ ὅρα, πῶς ἐπιστημονικῶς εἶπεν. οὐ γὰρ εἶπεν, ὅτι ἐκ θερμοῦ καὶ ψυχροῦ σύγκειται, ἵνα ποιητικὰ αἴτια ἐν τοῖς γινομένοις συγκατατάξῃ, ἀλλ᾿ εἶπεν, ὅτι συνίστανται, δηλονότι τούτων μὲν ποιούντων, τῶν ὑλικῶν πασχόντων· ὡς αὐτὸς γάρ φησι παρακατιών, ὅτι ταῦτα μὲν διὰ τὸ ποιεῖν, ὑγρὸν δὲ καὶ ξηρὸν διὰ τὸ πάσχειν. p. 384b30 Ἐκ μὲν οὖν ὕδατος καὶ γῆς ὁμοιομερῆ σώματα συνίστανται. Ἐντεῦθεν ὁ προσδιορισμός, ὅτι οὐχ ἁπλῶς πάντα ὑπὸ ξηροῦ καὶ ὑγροῦ σύγκεινται, ἀλλ᾿ ἐκ τῶν ἀναλογούντων αὐτοῖς. p. 384b34 Ταῦτα δὲ διαφέρει ἀλλήλων τοῖς τε πρὸς τὰς αἰσθήσεις. Ἐνταῦθά φησιν, ὅτι πάντα σύνθετα διαφέρει ποιητικαῖς τε καὶ παθητικαῖς ποιότησιν. ἔστι δὲ τάδε· πηκτόν, ἄπηκτον· τηκτόν, ἄτηκτον· μαλακτόν, ἀμάλακτον· τεγκτόν, ἄτεγκτον· καμπτόν, ἄκαμπτον· κατακτόν, ἀκάτακτον· θραυστόν, ἄθραυστον· θλαστόν, ἄθλαστον· πλαστόν, ἄπλαστον· πιεστόν, ἀπίεστον· ἑλκτόν, ἄνελκτον· ἐλατόν, ἀνέλατον· σχιστόν, ἄσχιστον· τμητόν, ἄτμητον· γλίσχρον, ψαθυρόν· πιλητόν, ἀπίλητον· καυστόν, ἄκαυστον· θυμιατόν, ἀθυμίατον. αὗται αἱ ιݲηݲ ἀντιθέσεις κατὰ ἕξιν καὶ στέρησιν. Πρᾶξις μݲθݲ. p. 385a20 Περὶ μὲν οὖν πηκτοῦ καὶ ἀπήκτου καὶ τηκτοῦ καὶ ἀτήκτου εἴρηται μὲν καθόλου πρότερον. Τὸ περὶ πηκτοῦ καὶ τηκτοῦ πάλιν ὁ φιλόσοφος ἐπανακεφαλαιοῦται, οὐχ ὥς τινες ᾠήθησαν βουλόμενος ἐπιτομὴν ποιήσασθαι τῶν ἀνωτέρω περὶ αὐτῶν ἐργωδῶς εἰρημένων· ἀλλὰ τοῦτο ποιεῖ χάριν τοῦ ἐπανορθώσασθαι, τὸ παχυμερῶς εἰρημένον ἐν τοῖς προλαβοῦσι, ταὐτὸν δ᾿ εἰπεῖν ὅτι ἔλεγε τοὺς ἅλας καὶ τὸ νίτρον θερμῷ πήγνυσθαι καὶ ψυχρῷ λύεσθαι. ἔστι δὲ ἡ ἐπανακεφαλαίωσις τοιαύτη· τῶν πηγνυμένων τὰ μὲν ὕδατός ἐστι, τὰ δὲ γῆς. καὶ ὅσα μὲν ὕδατός ἐστιν, ἐκεῖνα ψυχρῷ πήγνυται, ἀπουσίᾳ δ᾿ ὑγρῶν πήγνυται, τουτέστι ξηρῷ. ἀλλ’ ἵνα τὸ μὴ ποιεῖν ὑλικῇ αἰτίᾳ ἀπονέμῃ ὁ Ἀριστοτέλης, τουτέστι τὴν πῆξιν, τῇ ξηρότητι τὴν αἰτίαν τῆς ἀποστασίας τοῦ ὑγροῦ παρατίθεται καὶ |ταύτῃ δίδωσι τὴν τὴν τουτέστι τὴν θερμότητα. ἡ γὰρ θερμότης ἐξικμάζουσα τὴν ὑγρότητα ποιεῖ τῇ ἀπουσίᾳ xoui ὑγροῦ ξηρότητα, ἥτις πήγνυσι τοὺς ἅλας καὶ τὸ νίτρον, ὡς εἶναι τὰ δύο πηγνύντα ταῦτα αἴτια θερμότητα καὶ ξηρότητα. ἀλλὰ πόρρω μὲν αἴτιον ἡ θερμότης, προσεχὴς δ’ ἡ ξηρότης. εἶτα ἐπειδὴ περὶ πηκτοῦ καὶ τηκτοῦ καὶ ἀτήκτου ἀρκούντως διειλέχθη, λείπεται δ’ ἔτι τὸ ἄπηκτον τῷ λόγῳ, περὶ τούτου διαλέγεται καὶ παραδίδωσι τὰ τούτου ποιητικὰ αἴτια. κώ φησιν, ὅτι τρία εἰσὶ τὰ ποιοῦντα τὸ ἄπηκτον, θερμότης, ἀερώδης καὶ ὑδα- τώδης οὐσία, γλισχρότης. θερμότης μὲν ὡς ἐπὶ τῆς τοὐ βράζοντος ὕδατος καὶ ἐπὶ τοῦ ζέοντος γλεύκους· ταῦτα γὰρ διὰ τὴν παρουσίαν θερμότητος οὐ πήγνυται. ἀερώδης δὲ καὶ ὑδατώδης οὐσία ὡς ἐπὶ τοῦ ἐλαίου· διὰ γὰρ τὴν ἀερώδη οὐσίαν οὐ πήγνυται, ἐπειδὴ ὑγροτάτη ἐστὶν ἡ τοιαύτη, ὅθεν παχύνεται μόνον, οὐ πήγνυται, καὶ διὰ τοῦτο μολυντὸν γίνεται· μολύνει γὰρ ἁπτομένοις τὴν χεῖρα τὸ πεπαχυμμένον ἔλαιον. καὶ ὅτι ἔστιν ἐν αὐτῷ ἀερώδης οὐσία, δῆλον· ἐπινήχεται γὰρ τῷ ὕδατι. ἀλλ’ ἄξιόν · ἐστιν ἀπορίας, πῶς ὁ ὑδράργυρος, καίτοι ἀερώδους καὶ ὑδατώδους ὑπάρχων οὐσίας, βρίθει καὶ βαρύτατός ἐστιν. ἢ λέγομεν, ὅτι εἰ καὶ ἀερώδους ὑπάρχει οὐσίας ὁ ὑδράργυρος, ἀλλ’ οὗν πολλὴ καὶ συμπεπιλημένη ἐστὶν ἐν αὐτῷ ἀερώδης οὐσία· καὶ διὰ τοῦτο πολλὴν ἄγει τὴν ὁλκήν. ἀμέλει πυρούμενος μέχρι τῆς ὀροφῆς ἀναβράσσεται δῷ τὸ ἀναλύεσθαι τὴν ἀερώδη οὐσίαν τὴν ἐν αὐτῷ συμπεπιλημένην καὶ χωρεῖν ἐπὶ τὸ συγγενές. οὕτω μὲν οὖν τὸ ἔλαιον οὐ πήγνυται διὰ τὴν ἐν αὐτῷ ἀερώδη οὐσίαν. ἀλλὰ μὴν οὐδὲ τὰ γλισχρότητα ἔχοντα πήγνυται, οἷον ὑγρὰ πίσσα καὶ ἰξός. εἶτα μετὰ τὸ συμπλη- ρῶσαι τὸν περὶ πηκτοῦ καὶ ἀπήκτου καὶ τηκτοῦ καὶ ἀτήκτου λόγον μέτεισιν ὁ φιλόσοφος καὶ ἐπὶ τὴν τοῦ μαλακτοῦ ἀντίθεσιν καί φησιν, ὅτι ἐκεῖνά εἰσι τὰ μαλακτά, ἅπερ μήτε ὕδατός εἰσι μόνως μήτε γῆς μόνως, ἀλλ’ ἐκ γῆς καὶ ὕδατος, ὥστε συμμέτρως ἔχειν πρὸς ἀμφοῖν. τὰ μὲν ὕδατος μόνως ἀμάλακτά εἰσιν, οἷον κρύσταλλος, ἀλλὰ καὶ τὰ τῆς γῆς μόνως, οἷον κέραμος καὶ ἅλες καὶ νίτρον καὶ ὅσα τοιαῦτα· τὰ δὲ συμ- μέτρως ἔχοντα γῆς καὶ ὕδατος, ἐκεῖνα μαλακτά εἰσι. ταῦτα γὰρ τριττὰ ὑπάρχουσίν· ἢ γὰρ ἑλκτὰ ἢ θλαστὰ ἢ καμπτά. καὶ ἑλκτὰ διχῶς, ἢ ἰδίῳ ὑγρῷ ὄντα τοιαῦτα ἢ ἀλλοτρίῳ· ἰδίῳ μέν, ὥσπερ ἱμάς, νεῦρον, μέλι, ἰξός· ταῦτα γὰρ διὰ τὴν σύμφυτον ὑγρότητα μαλάττονται, οὕτω δὲ καὶ δέρμα καὶ ὅσα τοιαῦτα. ἀλλοτρίῳ δέ, ὥσπερ τὸ στέαρ· τὰ γὰρ ἄλευρα φυραθέντα ὕδατι καὶ μαλαχθέντα γίνεται ἕλκιμα. τὰ δὲ ἐλατὰ ἢ χειρὶ τοιαῦτά εἰσιν ἢ πυρὶ ἢ πληγῇ <ἢ> πυρὶ ἅμα καὶ ὕδατι. χειρὶ μὲν ὥσπερ κηρός· γὰρ μαλαττόμενος τῇ χειρὶ ἐλαύνεται. πυρὶ δ’ ὁ σίδηρος· οὗτος γὰρ πυρωθεὶς ἐλαύνεται τυπτόμενος. πληγῇ δ’ ὥσπερ ὁ χαλκός· οὗτος γὰρ καὶ μὴ πυρωθεὶς ἐλαύνεται ὑπὸ πληγῆς. οὕτω δὲ καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ μόλιβδος καὶ κασσίτερος καὶ ὅσα τοιαῦτα. πυρὶ δὲ καὶ ὕδατι ὥσπερ οἱ λαμπτῆρες, τουτέστι τὰ διαφανῆ κέρατα, ἐν οἷς ἐντίθενται αἱ λαμπάδες νύκτωρ· τὰ γὰρ κέρατα πρῶιον μὲν βρεχόμεναι ἔπειτα δὲ πυρὶ ὁμιλοῦντα μαλάττονται. ἀλλὰ μὴ ἀπορήσῃς λέγων ταῦτα εἶναι μαλακτὰ καὶ τηκτά, ἐπειδὴ συμβαίνει τοῖς ἐλατοῖς μαλακτοῖς μὴ μόνον ἐλαύνεσθαι, ἀλλὰ καὶ τήκεσθαι, ὥσπερ καὶ τῷ χαλκῷ καὶ τῷ χρυσῷ καὶ ὅσα τοιαῦτα. εἰ γὰρ καὶ μαλάττονται καὶ τήκονται ταῦτα, ἀλλ’ οὖν ἄλλῳ μὲν μαλάττονται ἤτοι ἐλαύνονται, ἄλλῳ δὲ τήκονται ταῦτα. μαλάττονται μὲν πληγῇ, τήκονται δὲ πυρί. εἰ δ’ εἴπῃς, ὅτι καὶ πυρὶ τὰ αὐτὰ πάσχουσιν, ἀλλ’ οὖν οὐκ ἐν τῷ αὐτῷ, ἀλλὰ τῷ μὲν μαλακῷ μαλάττονται, τῷ δὲ σφοδρῷ τήκονται. ταῦτα μὲν οὖν εἰσι τὰ ἐλατὰ μαλακτά. τὰ δὲ καμπτὰ ὥσπερ λύγος καὶ κάλαμος χλωρὸς καὶ σανίδες καὶ ὅσα τοιαῦτα· καὶ αὐτὰ γὰρ μαλάττεσθαι λέγονται τῷ κάμπτεσθαι τῇδε κἀκεῖσε. ταῦτα εἰπὼν περὶ μαλακτοῦ καὶ ἀμαλάκτου ὁ φιλόσοφος καὶ ἐπὶ ἑτέραν ἔρχεται ἀντίθεσιν τὴν τοῦ ἀτέγκτου καὶ τεγκτοῦ. καὶ μή τις νομίσῃ ταὐτὸν εἶναι τηκτὸν καὶ ἄτηκτον ἡ τεγκτὸν καὶ ἄτεγκτον. ἐκεῖνο γάρ ἐστι τὸ τεγκτόν, ὅπερ εἰσδεξάμενον ἀλλοτρίαν ὑγρότητα μὴ διαλύεται, ἀλλὰ συνίσταται· ὅπερ δ’ εἰσδεξάμενον διαλύεται ἐκεῖνο τηκτόν ἐστιν, ὥσπερ γῆ καὶ πηλός. καὶ ὅτι οὐ ταὐτόν ἐστι τεγκτὸν καὶ ἄτεγκτον, οὔτε μὴν τηκτὸν καὶ ἄτηκτον, δῆλον, ἐπειδή εἰσί τινα τεγκτὰ μέν, ἄτηκτα δέ, ὥσπερ ἔριον καὶ πλίνθος ὀπτωμένη· ταῦτα γὰρ βρέχονται μέν, οὐ λύονται δέ. τοιαῦτα δ’ εἰσὶ καὶ τὰ Αἰγυπτία ὄστρακα, ἅτινα μικρᾶς νοτίδος ἁψάμενα κατὰ τὸν πυθμένα μέχρι τοῦ χείλους ἀναδίδοται αὐτοῖς ἡ ὑγρότης. ὅθεν ἠπόρησεν ὁ μέγας Ἀσκληπιόδοτος φιλόσοφος, ὅτι πῶς ταῦτα ἕλκουσι τὴν ὑγρότητα, πότερον ἑλκτικῇ τινι δυνάμει ἢ ἑτέρῳ τινί, καὶ ἔλυσε τὴν ἀπορίαν ἐν τῷ ὑπ’ αὐτοῦ γεγραμμένῳ εἰς Τίμαιον ὑπομνή- ματι. ταύτα μὲν οὖν καὶ ὅσα τοιαῦτα τεγκτὰ μέν, ἄτηκτα δέ. ἄλλα δὲ τὸ ἀνάπαλιν τηκτὰ μέν, οὐ τεγκτὰ δέ, ὥσπερ οἱ ἅλες· τήκονται μέν, οὐ τέγγονται δέ, ἐπειδὴ παρουσίᾳ ἑτέρας ὑγρότητος διαλύονται· ἐκεῖνο δὲ λέγομεν τεγκτὸν τὸ μὴ διαλυόμενον. ἕτερα δὲ καὶ τεγκτὰ καὶ τηκτά, ὥσπερ πλίνθος ὠμή· αὕτη γὰρ πρῶτον μὲν τέγγεται ***οὐ τέτηκται δέ, ὥσπερ κέραμος, λίθος. καὶ καθόλου φάναι ἐκεῖνα μέν εἰσι τεγκτά, ὅσα λοξοὺς ἔχουσι τοὺς πόρους· τὸ γὰρ ὑγρὸν ἐπὶ τούτων μὴ ὁμαλῶς διόλου χωροῦν τέγγει μέν, οὐ τήκει δέ. τηκτὰ δ’ εἰσίν, ὅσα εὐθεῖς ἔχει τοὺς πόρους. τὸ γὰρ εἰσρχόμενον ὑγρὸν ὁμαλῶς διόλου διερχόμενον τήκει. τοῦτο δὲ λέγω οὐ περὶ πάντων τηκτῶν, ἀλλὰ περὶ μόνων τῶν ἀλλοτρίῳ ὑγρῷ τηκομένων. τηκτὰ δὲ καὶ τεγκτά εἰσιν, ὅσα καὶ λοξοὺς καὶ εὐθεῖς ἔχει τοὺς πόρους. οὔτε δὲ τηκτὰ οὔτε τεγκτά, ὅσα μήτε λοξοὺς μήτ’ εὐθεῖς ἔχει τοὺς πόρους ἢ πάνυ σμικροτάτους, ὥσπερ ὁ κέραμος ὀπτηθείς. ταῦτα μὲν περὶ τεγκτῶν καὶ ἀτέγκτων ῥητέον. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ ἑτέρας ἀντιθέσεως διαλέγεται, φημὶ δὴ τοῦ καμπτοῦ καὶ ἀκάμπτου. ἀλλ’ ἐπειδὴ καὶ τὸ εὐθυντὸν καὶ τὸ ἀνεύθυντον ταὐτόν ἐστι τῷ καμπτῷ καὶ ἀκάμπτῳ, ζητητέον, τί δήποτε μὴ μᾶλλον περὶ εὐθυντοῦ διελάβομεν, ἀλλὰ περὶ καμπτοῦ καὶ ἀκάμπτου. ἢ ῥητέον, ὅτι ἐργωδέστερόν πως καὶ ἀσαφέστερόν ἐστι τὸ περὶ καμπτοῦ καὶ ἀκάμπτου διαλεχθῆναι, καὶ τούτου χάριν, ἵνα διαρθρώσῃ τὸν περὶ αὐτοῦ λόγον. καί φησιν, ὅτι ἐκεῖνά εἰσι καμπτὰ καὶ εὐθυντά, ὅσα ἐξ εὐθύτητος εἰς περιφέρειαν οἷά τ’ εἰσὶ μεταβάλλειν ἢ ἀπὸ περιφερείας εἰς εὐθύτητα, οἷον λύγος, κάλαμος χλωρὸς καὶ ὅσα τοιαῦτα· ἄκαμπτα δὲ καὶ ἀνεύθυντα, ὅσα μὴ οἷά τ’ εἰσὶ μεταβάλλειν εἰς ταῦτα, οἷον κέραμος, λίθος. καὶ ταῦτα μὲν κάμπτεσθαι ἢ μὴ κάμπτεσθαι λέγοντι. ἀνακάμπτεσθαι δέ, ὅσα οὐκ ἀπὸ τοῦ εὐθέος εἰς τὸ περιφερὲς μεταβάλλει εἰς τὸ ἀνάπαλιν, ἀλλ’ ὅσα ἀπὸ περιφερείας εἰς ἑτέραν περιφέρειαν μεταβάλλει ἐναντίαν τῇ πρώτῃ, ὥστε ἔνθα ἦν πρῶτον ἡ κυρτότης, ἐκεῖ γενέσθαι τὴν κοιλότητα, ἔνθα δ’ ἦν ἡ κοιλότης, ἐκεῖ γενέσθαι τὴν κυρτότητα. καὶ τούτου παράδειγμά εἰσιν οἱ παῖδες οἱ ἐπὶ σκηνῆς ἐπιδεικνύμενοι· οὗτοι γὰρ μεταβάλλουσιν εἰς ἐναντίας περιφερείας, ποτὲ μὲν ἐπὶ τὰ πρόσω, ποτὲ δὲ ἐπὶ τὰ ὀπίσω. πάλιν ἀπο- ρητέον, πῶς λέγονται ἀνακάμπτεσθαι, ὁπότε ἐκ τοῦ εὐθέος μεταβάλλουσιν εἰς τὸ καμπύλον, ἢ ἐπὶ τὸ πρόσω ἡ ἐπὶ τὸ ὀπίσω χωροῦντες· ἀνακάμπτεσθαι δὲ λέγομεν εἶναι τὸ ἀπὸ περιφερείας εἰς ἐναντίαν περιφέρειαν μεταβάλλειν. καὶ ἔλυσεν ὁ μέγας φιλόσοφος δαιμονίως, λέγων, ὅτι οὐ σῴζεται ἐπὶ τῶν παίδων τὸ εὐθὺ σχῆμα· φυσικῶς γὰρ ἐπὶ τὰ πρόσω ἐσμὲν κε· κλιμένοι διὰ τὸ καταβαρεῖν τὰ ἄνω μόρια καὶ ῥέπειν ἐπὶ τὰ κάτω. οὐκοῦν ἐπειδὴ οἱ παῖδες ἀπὸ τῆς ἔμπροσθεν φυσικῆς κάμψεως ἀνακάμπτουσιν ἐπὶ τὰ ὀπίσω, τούτου χάριν ἀνάκαμψις λέγεται ἐπὶ τούτων καὶ οὐ κάμψις. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 395a22 Τῶν γὰρ σωμάτων ὅσα πήγνυται καὶ σκληρύνεται, τὰ μὲν ὑπὸ θερμοῦ πάσχει τούτων, τὰ δὲ ὑπὸ ψυχροῦ ἐκθλίβοντος τὸ θερμόν. Ἐπανακεφαλαιοῦται τὰ ἤδη εἰρημένα, ἵνα διορθώσῃ καὶ τὸν περὶ τῶν ἁλῶν καὶ νίτρου λόγον. p. 384a26 Ὥστε τὰ μὲν ὑγροῦ ἀπουσίᾳ, τὰ δὲ θερμοῦ τοῦτο πάσχειν. Ὅρα, πῶς νῦν διωρθώσατο, ὃ πρώην ἔλεγε παχυμερῶς. πρῶτον μὲν p. 385a27 Ὅσα μὲν οὖν ὕδατος, θερμοῦ, καὶ ὅσα δὲ γῆς, ὑγροῦ. τὸν κρύσταλλον λέγει καὶ τοὺς ἅλας ἅμα τῷ νίτρῳ· ὁ μὲν γὰρ κρύσταλλος ὕδατος ὢν ἀπουσίᾳ θερμοῦ πήγνυται, παρουσίᾳ δὲ λύεται. p. 385a27 Τὰ μὲν οὖν ὑγροῦ ἀπουσίᾳ ὑπὸ ὑγροῦ διατήκεται, ἐὰν μὴ οὕτως συνέλθῃ, ὥστ’ ἐλάττους τοὺς πόρους λειφθῆναι τῶν του ὕδατος ὄγκων. Ὥς τινος ἀπορήσαντος ‘καὶ τί δήποτε, Ἀριστότελες, ὁ κέραμος γῆς ὢν καὶ ὑγροῦ ἀπουσία παγεὶς μὴ τῇ παρουσίᾳ τοῦ ὑγροῦ λύεται;’ αὐτός φησιν, ὅτι ἐπὶ πλέον συνῆλθον οἱ πόροι τοῦ κεράμου συνιζήσαντες ἐν τῇ πήξει, ὥστε μὴ χωρεῖν τὸν τοῦ ὕδατος ὄγκον δι’ ἐκείνων εἰσιέναι τῶν πόρων. καὶ διὰ τοῦτο οὐ λύεται ὁ κέραμος ὑγρῷ. ἀλλὰ πάλιν πόρους ἄκουσον τὰ εὐπαθῆ μόρια, ἵνα ἐκφύγῃς τὸ ἄπορον. p. 385b1 Ἄπηκτα δὲ ὅσα μὴ ἔχει ὑγρότητα ὑδατώδη ὕδατος. Ἐντεῦθεν περὶ τῶν ἀπήκτων διαλέγεται καὶ παραδίδωσιν αὐτῶν τὰ αἴτια τὰ εἰρημένα ἐν τῇ θεωρίᾳ. p. 385b6 Μαλακτὰ δ’ εἰσὶ τῶν πεπηγότων ὅσα μὴ ἐξ ὕδατος. Μετῆλθεν ἐπὶ τὴν τοῦ μαλακτοῦ καὶ ἀμαλάκτου ἀντίθεσιν καὶ λέγει, ὅτι ποῖά εἰσι ταῦτα, ὅτι ὅσα μὴ ἐξ ὕδατος μόνου, μὴ ἐκ γῆς μόνης, ἀλλ’ ὅσα ἄμφω, καὶ μᾶλλον γῆς, ἵνα μὴ θρύπτηται. p. 385b10 Ἀλλὰ ἢ ἑλκτὰ μὴ ὄντα διαντά, ἢ ἐλατὰ μὴ ὄντα ὔδατος, καὶ μαλακτὰ πυρί, οἷον σίδηρος, κέρας, ξύλον. Ἐνταῦθα τὰς διαφορὰς τῶν μαλακτῶν λέγει. φησὶ γάρ, ὅτι δεῖ ταύπάσχει τὰς εἶναι ἢ ἑλκτὰ ἀδίαντα, τουτέστι μὴ διαινόμενα ἤτοι βρεχόμενα ἀλλοτρίῳ ὑγρῷ ἵνα εἴπῃ τὸ νεῦρον) ἢ ἐλατά καὶ ταῦτα ἢ πυρὶ ἢ χειρὶ ἢ πυρὶ καὶ ὕδατι) ἢ καμπτά, ἵνα εἴπῃ τὸ ξύλον. p. 385b 12 ἔστι δὲ καὶ τῶν τηκτῶν τὰ μὲν τεγκτά, τάδε ἄτεγκτα. Ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν μετῆλθε τῶν τεγκτῶν καὶ ἀτέγκτων. ἀλλ’ ἵνα μή τις νομίσῃ ταὐτὸν εἶναι τηκτὸν καὶ τεγκτόν, προέλαβε καὶ εἶπε τούτων τὰς δια,φοράς, ὅτι τῶν τηκτῶν τὰ μὲν τεγκτά ἐστι, τὰ δὲ ἄτεγκτα, ὥστε διαφέρουσι τοῦ τηκτοῦ καὶ ἀτήκτου. καὶ λοιπὸν λέγει παραδείγματα. p. 385b17 οὐδὲ γὰρ ἄλλο τεγκτόν, ὃ μὴ μαλακώτερον γίνεται βρεχόμενον. Τί φησιν; ὅτι ἅλε. καὶ νίτρον τήκονται μέν, οὐ τέγγονται δέ, ἐπειδὴ τῇ τοῦ ὑγροῦ ὁμιλίᾳ γίνονται πρῶτον μαλακά, εἶθ’ οὕτως λύονται, εἰ γὰρ τὸ τεγγόμενον πάντως μαλακὸν δεῖ γίνεσθαι καὶ οὕτω λύεσθαι ἢ μὴ λύεσθαι· λύεσθαι μέν, ὥσπερ ἡ ὠμὴ πλίνθος καὶ ὅσα τοιαῦτα. |p. 395b18 Ἔνια δὲ τεγκτὰ ὄντα οὔτε τηκτά εἰσιν, οἷον ἔρια καὶ οἱ καρποὶ. Παράδειγμα λαμβάνει τλῶν τεγγομένων, μὴ τηκομένων δὲ τὰ ἔρια καὶ τοὺς καρπούς. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας ἐπί τινων καρπῶν. ὁρῶμεν γάρ, ὅτι ὁ καρπὸς τοῦ μεγάλου καρύου τοῦ βασιλικοῦ οὐ μόνον τέγγεται, ἀλλὰ τήκεται· ἐν γὰρ τῷ κάεσθαι ἀποστάζει τινὰ ἐλαιώδη ὑγρότητα. πῶς οὖν λέγει μὴ τήκεσθαι τοὺς καρπούς; ἢ λέγομεν, ὅτι κτὰ ἀλήθειαν οὐ τήκεται ὁ καρπὸς τοῦ καρύου, ἀλλὰ τήκεται ὥσπερ αἱ δᾷδες τήκονται. τήκεσθαι γὰρ ἐκεῖνο κυρίως λέγομεν τὸ λυόμενον μόνον, μὴ μέντοι δαπανώμενον ἢ καόμενον, ἀλλ’ ὅλην μὲν τὴν οὐσίαν ἀναλυόμενον, συνιστάμενον δὲ καὶ μὴ καόμενον, ὥσπερ χρυσός, χαλκός, μόλιβδος καὶ ὅσα τοιαῦτα. διὰ τοῦτο καὶ τὸ θεῖον οὐ λέγομεν τήκεσθαι ἢ τὸν κηρόν, ἐπειδὴ κάονται ὑπὸ τοὐ πυρὸς καὶ δαπανῶνται, ἀλλὰ μᾶλλον λύεσθαι καὶ κάεσθαι. p. 385b19 εστι δὲ τεγκτὰ μέν, ὅσα γῆς ὄντα ἔχει τοὺς πόρους μείζους τῶν τοῦ ὕδατος ὄγκων σκληροτέρων τῶν τοῦ ὕδατος. Ὥσπερ ἐπὶ τῶν ἀτέγκτων ἔλεγεν, ὅτι ἐκεῖνά εἰσιν ἄτεγκτα τὰ ἐλάττονας ἔχοντα πόρους ἢ κατὰ τὸν τοῦ ὕδατος ὄγκον, οὕτω νῦν τὸ ἀνάπαλιν λέγει, ὅτι ἐκεῖνά εἰσι τεγκτὰ τὰ μείζονας ἔχοντα πόρους ἢ κατὰ τὸν τοῦ ὕδατος ὄγκον. οὗτοι δὲ οἱ πόροι σκληρότεροί εἰσιν ἢ κατὰ τὸ ὕδωρ, ὅθεν οὐ λύεται τὸ τεγγόμενον. καὶ ἐντεῦθεν στόχασαι, ὅτι πόρους λέγει τὰ ἀσθενέ- στερα μόρια, οὐ τοὺς ὄντως πόρους. ὁ γὰρ ὄντως πόρος ἀσώματος ὢν οὐδὲ σκληρός ἐστιν οὐδὲ μαλακός. p. 385b26 Ἔστι δὲ καὶ τὰ μὲν καμπτὰ καὶ εὐθυντά, οἷον κάλαμος καὶ λύγος. Ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν μετῆλθε καὶ παραδίδωσι ταύτης τὰ διὰ. p. 386a2 Εἰ γὰρ καὶ εἰς τὸ εὐθύ, εἴη ἀνακεκαμμένον τὸ εὐθύ· ὅπερ ἀδύνατον, τὸ εὐθὺ κεκάμφθαι. καὶ εὶ κάμπτεται πᾶν, ἢ ἀνακαμπτει ἡ κατακάμπτει. Διὰ δύο ἐπιχειρημάτων κατασκευάζει, ὅτι τὸ ἀνακαμπτόμενον οὐ μεταβάλλει ἀπὸ εὐθέος εἰς τὸ καμπύλον ἢ τὸ ἀνάπαλιν ἀπὸ καμπύλου εἰς ***ἕτερον καμπύλον. καὶ ἔστι τὸ πρῶτον ἐπιχείρημα τοιοῦτον· εἰ τὸ ἀνακεκαμμένον ἀπὸ καμπύλου εἰς εὐθὺ μεταβάλλει, εὑρεθήσεται οὐκέτι μόνον καμπύλον, ἀλλὰ καὶ εὐθύ, ὅπερ ἀδύνατον· οὐ λέγεται γὰρ τὸ ἀνακεκαμ- μένον εὐθύ. τὸ δεύτερον, ὅτι τὸ ἀνακαμπτόμενον ἢ ἐπὶ τὰ ἔμπροσθεν κάμπτεται καὶ λέγεται κατακάμπτεσθαι, ἢ ἐπὶ τὰ ὀπίσω καὶ λέγεται ἀνα- κάμπτεσθαι· τὸ δὲ κατακάμπτεσθαι καὶ ἀνακάμπτεσθαι οὐ λέγεται ἀπὸ καμπύλου εἰς εὐθὺ μεταβάλλειν ἢ ἀπὸ εὐθέος εἰς καμπύλον, ἀλλ’ ἀπὸ καμπύλου εἰς καμπύλον. οὐκ ἄρα τὸ ἀνακαμπτόμενον εἰς εὐθὺ μεταβάλλει. Πρᾶξις νݲ. p. 386a9 Καὶ τὰ μὲν κατακτὰ ἢ θραυστὰ ἅμα ἡ χωρίς. Εκτην ταύτην ἀντίθεσιν παραδίδωσιν ὁ φιλόσοφος τὴν τοῦ κατακτοῦ καὶ ἀκατάκτου, ᾗ παράκειται ἑτέρα ἀντίθεσις τοῦ θραυστοῦ καὶ ἀθραύστου. διαφέρει γὰρ κατακτὸν θραυστοῦ, ὅτι τὸ μὲν κατακτὸν εἰς μείζονα μέρη δι- αιρεῖται τῷ εἰς μείζονα διαστήματα ἔχειν τοὺς πόρους, τὸ δὲ θραυστὸν εἰς ἐλάχιστα τῷ πυκνοτέρους ἔχειν τοὺς πόρους κατὰ τὸ διάστημα, ὥστε τὰ μέν εἰσι μόνως κατακτά, ὅσα ἐκ διαστήματος ἔχει τοὺς πόρους, ὥσπερ τὸ ξύλον· τινὰ δὲ μόνως θραυστά, ὅσα ἐξ ἐλάττονος διαστήματος ἔχει τοὺς πόρους, ὥσπερ κίσηρις, τίτανος, ***ὥσπερ κέραμος καὶ ὕελος. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς δυνατὸν τὸ αὐτὸ εἶναι καὶ κατακτὸν καὶ θραυστόν, εἴ γε τὰ μὲν ἐκ μείζονος διαστήματος ἔχει τοὺς πόρους, τὰ δ’ ἐξ ἐλάττονος· μὴ ἄρα δυνατὸν τὸ αὐτὸ καὶ ἐκ μακροῦ διαστήματος ἔχειν τοὺς πόρους καὶ ἐκ βραχέος. ἢ λέγομεν, ὅτι δυνατὸν κατ’ ἄλλα μὲν μόρια ἔχειν ἐκ μακροῦ διαστήματος, κατ’ ἄλλα δ’ ἐκ βραχέος, καὶ ἐν οἷς μὲν μορίοις οἱ πόροι μηκόθεν εἰσί, κατ’ ἐκεῖνα κατάγνυσθαι, ἐν οἷς δὲ πλησίον εἰσί, θραύεσθαι. καὶ ἰδοὺ ἔχεις ἐν ταὐτῷ ἕκτην καὶ ἑβδόμην ἀντίθεσιν κατακτοῦ καὶ ἀκατάκτου, θραυστοῦ καὶ ἀθραύστου. εἶτα διαλέγεται καὶ περὶ τῆς ὀγδόης ἀντιθέσεως ὁ φιλόσοφος, λέγω δὴ θλαστοῦ καὶ ἀθλάστου, ᾗ παράκεινται ἕτεραι τρεῖς ἀντιθέσεις, ἥ τε τοῦ πλαστοῦ καὶ ἀπλάστου, καὶ πιεστοῦ καὶ ἀπιέστου, καὶ πιλητοῦ καὶ ἀπιλήτου. καί φησιν, ὅτι θλαστὸν ἐκεῖνό ἐστι τὸ ὑπεῖκον τῇ ἁφῇ κατὰ βάθος, κατὰ τὴν ἐπιφάνειαν μένον ἀδιαίρετον, ὡς εἶναι δῆλον, ὅτι τὸ ὕδωρ οὐκ ἔστι θλαστόν, ἐπειδὴ μήτε ὑπείκει τῇ ἁφῇ κατὰ βάθος, ἀλλὰ διαιρεῖται· ὡσαύτως δὲ οὔτε λίθος οὔτε ξύλον διαιροῦνται. ἁφῇ δὲ λέγω ἐνταῦθα ὑπείκειν διὰ χειρὸς γινομένῃ, ὥσπερ ἐπὶ τῶν εὐ- θλάστων. ἰστέον γάρ, ὅτι τῶν θλαστῶν τὰ μὲν εὔθλαστά εἰσι, τὰ δὲ δύσ- θλαστα· εὔθλαστα μέν, ὅσα ὑπείκει τῇ χειρὶ μὴ διαιρούμενα, οἷον κηρός, ἔρια καὶ ὅσα τοιαῦτα, δύσθλαστα δέ, ὅσα πληγῇ ὑπείκει μὴ διαιρούμενα, οἷον σίδηρος, χαλκὸς καὶ ὅσα τοιαῦτα. τῶν δ’ εὐθλάστων τὰ μὲν μόνιμον ἔχει τὴν θλάσιν καὶ λέγονται πλαστά, οἷον κηρός καὶ ἰδοὺ λέγει σοι τὴν τοῦ πλαστοῦ καὶ ἀπλάστου ἀντίθεσιν), τὰ δὲ οὐ μόνιμον ἔχει τὴν θλάσιν, ἀλλὰ πάλιν ἀποκαθίστανται εἰς τὸ ἀρχαῖον καὶ λέγονται πιεστά, ὥσπερ σπόγγος, ἔρια καὶ ὅσα τοιαῦτα. καὶ ἰδοὺ ἔχεις τὴν τοῦ πιεστοῦ καὶ ἀπιέστου ἀντίθεσιν. πιεστὸν γάρ ἐστιν ἐκεῖνο τὸ συνιζάνον κατὰ τοὺς ἑαυτοῦ πόρους καὶ πάλιν ἀποκαθιστάμενον. συνιζάνει δὲ διὰ τὸ κενοὺς αὐτοὺς εἶναι συγγενοῦς σώματος, πλήρεις δὲ αὐτοὺς εἷναι ἀλλοτρίου σώματος ἢ πάμπαν ἀνεπαισθήτου, τουτέστιν ἀέρος, ἢ ὑγροῦ, τουτέστιν ὕδατος, ὥσπερ ἐπὶ σπόγγου. τοῦτο δὲ τὸ πιεστὸν ἢ μόνιμον ἔχει τὴν πίεσιν ἢ οὐ μόνιμον. ἀλλ’ εἰ μὴ μόνιμον, λέγεται ἁπλῶς πιεστὸν τὸ τοιοῦτον· εἰ δὲ μὴ] μόνιμον, λέγεται πιλητόν, οἷά εἰσι τὰ πιλητά, ἐφ’ οἷς ὀχοῦνται ἐπὶ τῶν ἵππων. καὶ ἰδοὺ |ἔχεις καὶ τὴν τοῦ πιλητοῦ καὶ ἀπιλήτου ἀντίθεσιν ἀναγομένην ὑπὸ τὸ θλαστόν. ὅθεν ἡμεῖς μετὰ τὸ θλαστὸν καὶ πλαστὸν καὶ πιεστὸν εὐθὺς περὶ πιλητοῦ διειλέχθημεν διὰ τὸ ἐκ τούτων εἶναι. ὁ μέντοι Ἀριστοτέλης μετ’ ἄλλας τινὰς ἀντιθέσεις περὶ αὐτοῦ διαλαμβάνει. ἐφ’ οἷς καὶ ἐπ’ ἄλλην ἀντίθεσιν παρακειμένην μὲν τῷ θλαστῷ καὶ ἀθλάστῳ μετέρχεται ὁ φιλόσοφος, λέγω δὴ τὸ ἐλατὸν καὶ ἀνέλατον. οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐλατὸν ἢ θλαστὸν δύσθλαστον, οἷον χαλκός, σίδηρος καὶ ὅσα τοιαῦτα. καί φησιν, ὅτι ἐλατὸν ἐκεῖνό ἐστιν, ὅπερ τῇ αὐτῇ πληγῇ κινεῖται κατὰ τὰς τρεῖς δι- στάσεις, κατὰ μὲν τὸ βάθος μειούμενον, κατὰ δὲ τὸ πλάτος καὶ τὸ μῆκος αὐξανόμενον· ἀνέλατον δὲ καὶ τὸ μὴ ὂν τοιοῦτον. καὶ ἰδοὺ ἔχεις ἑτέραν ἀντίθεσιν παρακειμένην τῷ θλαστῷ καὶ ἀθλάστῳ, τὸ ἐλατὸν καὶ ἀνέλατον, ὡς εἶναι διαίρεσιν τοιαύτην· τῶν θλαστῶν τὰ μὲν μόνιμον ἔχει τὴν θλάσιν, ὅσπερ τὰ πλαστά, τὰ δὲ ὀλιγοχρόνιον, ὥσπερ τὰ πιεστά, καὶ τῶν πιεστῶν ‘τὰ μὲν ὀλιγοχρόνιον ἔχουσι τὴν πίεσιν, ὥσπερ τὰ ἁπλῶς πιεστά, τὰ δὲ μόνιμον, ὥσπερ τὰ πιλητά. διαλέγεται δὲ πρῶτον καὶ περὶ ἑλκτοῦ καὶ ἀνέλκτου, ᾧ παράκειται τὸ γλίσχρον καὶ τὸ ψαθυρόν. ἀλλ’ ἡμεῖς διὰ τὴν πρὸς τὸ θλαστὸν συγγένειαν τοῦ ἐλατοῦ προετάξαμεν αὐτὸ τοῦ ἑλκτοῦ. καί φησιν, ὅτι ἑλκτόν ἐστιν ἐκεῖνο τὸ εἰς μῆκος ἐπιδιδοῦν χωρὶς πληγῆς. εἰς μῆκος δὲ ἐπιδίδωσι τὰ τοιαῦτα δι’ ὑγρότητα ἢ οἰκείαν ἢ ἀλλοτρίαν· οἰκείαν μὲν ὡς ἔριον, ἱμάς, μέλι, θρίξ, δέρμα καἰ ὅσα τοιαῦτα· ἀλλοτρίαν δὲ ὥσπερ σταῖς, πηλὸς καὶ ὅσα τοιαῦτα. οὕτω δὲ καὶ τὸ ἔλαιον ἐπιμιγνύμενον ἑτέρᾳ ὑγρότητι, οἷον ὄξει, ὕδατι ἢ ἄλλῳ τινὶ ὑγρῷ ἕλκεται ἐπὶ βραχὺ καὶ ἑλκτὸν γίνεται. τῶν δὲ οἰκείαν ἐχόντων ὑγρότητα ἄλλως ὑπάρχουσιν ἑλκτὰ μόνον, οἷον ἔρια, νεῦρα καὶ ὅσα τοιαῦτα· τὰ δ’ ἐνεργείᾳ τὴν σύμφυτον ἔχοντα ὑγρότητα ἑλκτὰ ταῦτα καὶ γλίσχρα ὑπάρχουσιν, οἷον μέλι, ὑγρὰ πίττα. ὁμοίως δὲ καὶ τὰ ἀλλοτρίαν ὑγρότητα ἔχοντα ἑλκτὰ γλίσχρα εἰσίν, ὥσπερ σταῖς, κόμμι, πηλός. καὶ γὰρ καὶ οὗτος διὰ τὸ ἐν αὐτῷ γλίσχρον ἐπιδίδωσιν εἰς μῆκος καὶ ἕλκεται μὴ διαιρούμενος, ὡς εἶναι γλίσχρα ἐκ τῶν ἑλκτῶν τῶν τε ἀλλοτρίαν ἐχόντων ὑγρότητα καὶ τῶν οἰκείαν ἐχόντων ἐνέργειαν, ὡς εἶναι διαίρεσιν τοιαύτην· τῶν ἑλκτῶν τὰ μὲν ἀλλοτρίαν ἔχουσιν ὑγρότητα, ὡς σταῖς, κόμμι, πηλός, ἃ καὶ γλίσχρα εἰσί, τὰ δὲ σύμφυτον, καὶ τῶν σύμφυτον ἐχόντων ὑγρότητα ἑλκτῶν τὰ μὲν. δυνάμει αὐτὴν ἔχουσιν, ὥσπερ ἔριον, ἱμάς, δέρμα, θρίξ, ἅτινα ἑλκτὰ μόνον εἰσί, τὰ δ’ ἐνεργείᾳ, ὡς μέλι, ὑγρὰ πίττα, φλέγμα καὶ ὅσα τοιαῦτα, ἅτινα ἑλκτά εἰσι καὶ γλίσχρα. ἀντίκειται δὲ τῷ γλίσχρῳ ὡς μὲν ἐν ὑγροῖς τὸ ὑδατῶδες, ὡς δ’ ἐν στερεοῖς τὸ ψαθυρόν. ἔστι δὲ ψαθυρὸν τὸ μήτε οἰκείαν ἔχον ὑγρότητα μήτε ἀλλοτρίαν ἀνάπαλιν τῷ γλίσχρῳ. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ σχιστοῦ καὶ ἀσχίστου καὶ τμητοῦ καὶ ἀτμήτου διαλαμβάνει καί φησιν, ὅτι σχιστά μέν εἰσιν, ὅσα διαιροῦνται πλέον ἢ τὸ διαιροῦν διαιρεῖ, τμητὰ δέ, ὅσα ἐπὶ τοσοῦτον διαιρεῖται μόνον, ὅσον διαιρεῖ τὸ διαιροῦν. τὸ γὰρ ξύλον σχιστὸν ὑπάρχον ὑπὸ βίας τῆς τοῦ πελέκεως πληγῆς ἐπὶ πολὺ διάστημα σχίζεται καὶ κατὰ βάθος, ἀλλὰ καὶ τμητὸν ὑπάρχον τοσοῦτον τέμνεται, ὅσον διαιρεῖ τὸ διαίρων κατὰ πλάτος ὡς ἐπὶ τῆς πρίσεως, ὡς εἶναι σχίσιν μὲν βάθος πλέον ἢ κτὰ τὸ ποιοῦν, τμῆσιν δὲ πλάτος, ἐφ’ ὅσον ποιεῖ τὸ ποιοῦν. ταῦτα γὰρ παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 386a9 Καὶ τὰ μὲν κατακτὰ θραυστὰ ἅμα ἢ χωρίς. Τὰς δύο ἀντιθέσεις παραδίδωσι τοῦ κατακτοῦ καὶ τοῦ θραυστοῦ. καί φησιν, ὅτι ταῦτα ἢ ἅμα εἰσὶ ἦ χωρίς, τουτέστιν ἢ μόνως κατακτά ἢ 73r μόνως θραυστὰ ἢ ἅμα κατακτὰ καὶ θραυστά. p. 386a12 Διαφέρει δέ, ὅτι κάταξις μόνη ἐστὶν ἡ εὶς μεγάλα μέρη διαίρεσις καὶ χώρησις, θραῦσις δ᾿ εἰς τὰ τυχόντα καὶ πλείω δυοῖν. Ἐνταῦθα δυοῖν τὸν ὁρισμὸν τοῦ κατακτοῦ καὶ θραυστοῦ παραδίδωσι. p. 386a17 Καὶ τὰ μὲν θλαστά οἷον χαλκὸς καὶ κηρός, τὰ δὲ ἄθλαστα, οἷον κέραμος καὶ ὕδωρ. Ἐντεῦθεν περὶ τοῦ θλαστοῦ καὶ ἀθλάστου διαλέγεται. p. 386a18 Ἔστι δὲ δλάσις ἐπιπέδου κατὰ μέρος εἰς βάθος μετάστασις ὤσει ἢ πληγῇ, τὸ δ᾿ ὅλον ἀφῇ. Ὁρίζεται, τί ἐστι τὸ θλαστόν, καί φησιν, ὅτι θλαστόν ἐστι ἐπιπέδου, τουτέστι τῆς ἐπιφανείας, κατὰ μέρος εἰς βάθος μετάστασις. καλῶς δ᾿ εἶπε κατὰ μέρος· τὸ γὰρ ὑπεῖκον κατὰ βάθος οὐκ ἀθρόον ὑπείκει, ἀλλὰ κατὰ μέρος, ὅθεν οὐ διαιρεῖται. καλῶς δ᾿ εἶπε καὶ τὸ μετάστασις· μεθίσταται γὰρ τὸ ἐπίπεδον ἀπὸ τοῦ ὁμαλοῦ εἰς τὸ κοῖλον. ἐπίπεδον δὲ λέγει τὴν ἐπιφάνειαν, †ἐκάλουν καὶ τὸ ἀνάπαλιν. πῶς δ᾿ ἄρα γίνεται ἡ μετάστασις τῆς ἐπιφανείας εἰς τὸ βάθος; ἢ δηλονότι ἀφῇ τινος. ποίᾳ δ᾿ ἁφῇ; ἢ ὑπὸ ὤσεως γινομένῃ, ὥσπερ ἐπὶ τῶν εὐθλάστων (ἀρκεῖ γὰρ ἐπὶ τῶν τοιούτων ὤθησις δακτύλου μόνη πρὸς τὸ κοιλᾶναι τὸ ἐπίπεδον, ὥσπερ ἐπὶ κηροῦ, ἐρίου καὶ τῶν τοιούτων), ἢ ὑπὸ πληγῆς, ὥσπερ ἐπὶ τῶν δυσθλάστων, οἷον χαλκοῦ. ὥστε ἡ θλάσις γίνεται ὑπὸ ἁφῆς καὶ ἁφῆς ἢ ὑπὸ ὤσεως ἢ ὑπὸ πληγῆς γινομένης. p. 386a20 Ἔστι δὲ τὰ τοιαῦτα καὶ μαλακτά, οἷον κηρός, καὶ σκληρά, οἷον χαλκός. Ἐντεῦθεν τὴν διαίρεσιν τῶν θλαστῶν παραδίδωσιν, ὅτι τὰ μὲν τούτων εἰσὶν εὔθλαστα, τὰ δὲ δύσθλαστα. εἶτα καὶ τὰ ἄθλαστα παραδίδωσιν, ἅπερ εἰσὶ κρύσταλλος καὶ ὅσα μὴ ὑπείκουσι κατὰ βάθος τῇ ἁφῇ, ἀλλὰ διαιροῦνται. |p. 386*25 T(J5v δὲ θλαστῶν ὅσα μένει θλασθέντα καὶ εὔθλαστα χειρί, ταῦτα μὲν πλαστά. Tὴν ἄλλην διαίρεσιν τῶν θλαστῶν παραδίδωσιν, ὅτι τὰ μὲν μόνιμον ἔχοντα τὴν θλάσιν εὔθλαστα ὄντα πλαστά εἰσιν ἐκεῖνα, τὰ δὲ μὴ μόνιμον, ἐκεῖνα πιεστά. ὅθεν οὐδ’ ἀπορητέον, τί δήποτε ὁ χαλκὸς μὴ] μόνιμον ἔχων τὴν θλάσιν οὐκ ἔστι πλαστός· ἐκεῖνος γὰρ τῶν δυσθλάστων ἐστίν, ἡμεῖς δὲ περὶ τῶν εὐθλάστων διαλεγόμεθα. p. 386a27 Τὰ δὲ ἢ μὴ εὔθλαστα, ὥσπερ λίθος καὶ ξύλον. Ζητητέον, πῶς λίθον καὶ ξύλον θλαστὰ λέγει ὁ φιλόσοφος· οὔτε γὰρ ὑπείκει εἰς βάθος ἡ τούτων ἐπιφάνεια, ὥσπερ ἐλέγομεν ἐπὶ τῶν θλαστῶν. ἢ λέγομεν, ὅτι οὐ περὶ παντὸς λίθου λέγει, οὐ περὶ παντὸς ξύλου, ἀλλὰ λίθου μόνον τοῦ κοραλίου, ὅπερ ἐστὶ βρύον θαλάσσιον καὶ πεπηγός· τοῦτο γάρ πως κοιλαίνεται. ὡσαύτως δὲ καὶ ἐν ξύλοις τὸ σύκινον· καὶ τοῦτο γὰρ ὑπείκει τῇ ἀφῇ ἠρέμα πως. p. 386a26 Μὴ μένει δὲ ἡ θλάσις, ὥσπερ ἐρίου ἢ σπόγγου, θλαστά, ἀλλὰ πιεστὰ ταῦτά ἐστι. Tὴν ἑτέραν ἀντίθεσιν λέγει τὴν ἐκ τοῦ θλαστοῦ γινομένην, τὴν τοῦ πιεστοῦ. p. 386a33 Ἔστι δ’ ὦσις μὲν κίνησις ὑπὸ κινοῦντος, ἣ γίνεται ὑπὸ τῆς ἅψεως· πληγὴ δέ, ὅταν ᾖ ἀπὸ τῆς φορᾶς. ἐπειδὴ εἶπε πάντα τὰ θλαστὰ ἢ πληγῇ ἡ ὤσει εἴκειν, ταὐτὸν δ’ εἰπεῖν ἁφῇ, νῦν ὁρίζεται, τί ἐστι πληγή, ὅτι κίνησις ὑπὸ φορᾶς γινομένη. ὦσις δὲ καὶ κίνησις ὑπὸ τῆς ἀπλῶς ἁφῆς, ἥτις οὐ γίνεται ὑπὸ φορᾶς βιαίως. p. 38615 2 Καὶ πιεστὰ ταῦτα, ὅσα δύναται εἰς τὰ ἑαυτῶν κενὰ συνιέναι. Τουτέστιν εἰς τοὺς ἑαυτῶν πόρους. p. 386b4 Ἑνίοτε γὰρ οὐ κενοί εἰσιν εἰς οὓς συνέρχονται, οἷον ὁ βεβρεγμένος σπόγγος. Τί δήποτε εἶπε τὸ ἐνίοτε; τί γάρ ἐστι τὸ κενόν ***αἰσθητὸν καὶ ἀναίσθητον σῶμα λέγει. ἐνίοτε γάρ, φησίν, οὐ κενοί εἴσιν **αἰσθητοῦ σώματος, τουτεστιν ὕδατος, ὥσπερ σπόγγος. p. 386b11 Ἑλκτά δ’ ἐστίν, ὅσων δύναται εἰς τὸ πλάγιον μεθίστασθαι τὸ ἐπίπεδον. Ἡ ἑτέρα ἀντίθεσις τοῦ ἑλκτοῦ καὶ ἀνέλκτου. p. 386b19 ἔστι δὲ ἐλατὰ μέν, ὅσα αὐτῇ πληγῇ δύναται ἅμα εὶς πλάτος καὶ εἰς βάθος τὸ ἐπίπεδον μεθίστασθαι. Ἡ ἑτέρα ἀντίθεσις τοῦ ἐλατοῦ καὶ ἀνελάτου. p. 386b25 ἔστι δὲ καὶ τὰ μὲν σχιστά, οἷον ξύλον, τὰ δ' ἄσχιστα, οἷον κέραμος. Ἡ ἑτέρα ἀντίθεσις τοῦ σχιστοῦ καὶ ἀσχίστου καὶ ἡ τούτου διαφορὰ πρὸς τμητὸν καὶ ἄτμητον· p. 387a11 Γλίσχρον δ’ ἐστίν, ὅταν ἑλκτὸν ἢ ὑγρὸν ἢ μαλακόν. Ὀρα, πῶς νῦν ταύτην τὴν ἀντίθεσιν παραδίδωσιν. ἡμεῖς δὲ μετὰ τὸ ἑλκτὸν αὐτὸ παραδεδώκαμεν διὰ τὸ ἔχειν πρὸς αὐτὸ συγγένειαν. καὶ ὅρα, πῶς τὸ γλίσχρον ἢ μαλακτὸν ἑλκτὸν λέγει ἢ ὑγρὸν ἑλκτόν. μαλακτὸν μὲν γλίσχρον, ἵνα εἴπῃ τὸ ἐπίκτητον ἔχον τὴν ὑγρότητα ἑλκτόν, ὥσπερ τὸ σταῖς ἢ πηλὸς ἢ κόμμι, ὑγρὸν δ’ ἑλκτὸν εἶπε τὸ σύμφυτον ἔχον ὐγρότητα, ὅπερ ἐστὶ γλίσχρον, ὡς ἔλαιον, μέλι, πίσσα ὑγρὰ καὶ τὰ τοιαῦτα. p. 387a15 15 Πιλητὰ δ’ ὅσα τῶν πιεστῶν μόνιμον ἔχει τὴν πίεσιν. Ἴδου καὶ ταύτην τὴν ἀντίθεσιν νῦν παραδίδωσιν. ἡμεῖς δὲ μετὰ τὰ πιεστά, ἐπειδὴ ἐλέγομεν ἐκεῖνα εἶναι πιλητά, ὅσα πιεστὰ μονίμως ἐστὶ Πρᾶξις νݲαݲ. p. 387a17 Καὶ τὰ μὲν καυστά ἐστι, τὰ δ’ ἄκαυστα. Ἐπὶ τὰς λοιπὰς δύο ἀντιθέσεις ὁ Ἀριστοτέλης μετάγει τὸν λόγον καὶ διαλέγεται περὶ καυστοῦ καὶ ἀκαύστου καὶ θυμιατοῦ καὶ ἀθυμιάτου. εἶτα μετὰ τὸ συμπληρῶσαι τὸν περὶ τῶν ἰὴ ἀντιθέσεων λόγον πάλιν ἐπαναλαμβάνει τὸν περὶ καυστοῦ καὶ ἀκαύστου καὶ θυμιατοῦ καὶ ἀθυμιάτου λόγον. τοῦτο δ’ οὐ μάτην, ἀλλ’ ἵν δείξῃ καὶ τὸ θυμιατὸν καυστὸν ὑπάρχον ἐδόκει γὰρ ὀσφραντὸν εἶναι), καὶ ἵνα τοῦτο δεικνὺς ἀποδείξῃ τὰς ιݲηݲ ἁπτὰ εἶναι πάθη, ἵνα πάντα τὰ ὑπὸ σελήνην μὴ ἐκφύγῃ τοῦ εἶναι ἁπτά πᾶσαι γὰρ αἱ ἄλλαι ἁπταὶ ἦσαν ὁμολογουμένως, μόνη ἡ τοὐ θυμιατοῦ ἐδόκει μὴ εἶναι ἁπτή, ἀλλ’ ὀσφραντή. καί φησιν, ὅτι καυστόν ἐστι τὸ ἔχον πόρους παθητικοὺς πρὸς τὸ δέξασθαι ἔνδον τὸ πῦρ. ἰδοὺ γὰρ ἡ σαλαμάνδρα διὰ τὸ ἐστερῆσθαι τῶν τοιούτων πόρων οὐ κάεται ὑπὸ τοῦ πυρός, ἀλλὰ τοὐναντίον σβέννυσι καὶ τὰς καμίνους. ὅθεν πολλὴ φροντὶς παρὰ τοῖς ὑελέψαις τοῦ τινάσσειν τὴν πάπυρον χάριν τοῦ μὴ εὑρεθῆναι ἔνδον σαλαμάνδραν καὶ σβέσαι τὴν κάμινον· ζημιῶδες γὰρ αὐτοῖς τὸ τοιοῦτον καθέστηκεν. ἀλλ’ οὐ μόνον τὸ ἔχειν πόρους τοιούτους ἀπόχρη πρὸς τὸ εἷναι καυστόν, ἀλλὰ δεῖ ὑγρότητα ἔχειν παθητικὴν ὑπὸ πυρός, τουτέστιν ἀερώδη καὶ οὐχὶ ὑδατώδη. ἰδοὺ γοῦν τὰ χλωρὰ ξύλα ἐπειδὴ πολλὴν ἔχουσι τὴν ὑδατώδη ὑγρότητα, οὐ κάονται, ἀλλὰ σβέννυσι τὸ πῦρ, ἐπειδὴ οὐχ οἷά τέ ἐστι κρατηθῆναι ὑπὸ πυρὸς ἡ τοιαύτη· τὰ δὲ ξηρὰ ξύλα ἐπειδὴ ἀερώδη ἔχουσι τὴν ὑγρότητα, καίονται. καὶ ὅτι ἀερώδης ἐστὶν ἡ ἐν αὐτοῖς ὑγρότης, δῆλον, ἐπειδὴ μάλιστα ταῦτα ἐπινήχονται τῷ ὕδατι. καὶ ταῦτα περὶ τοῦ καυστοῦ καὶ ἀκαύστου. ἐφ’ οἷς |λοιπὸν ὁ φιλόσοφος καὶ ἐπὶ τὴν τελευταίαν ἀντίθεσιν μετέρχεται, λέγω δὴ τὴν τοῦ θυμιατοῦ. καί φησιν, ὅτι θυμιατόν ἐστιν, ἐξ οὗ ἐκκρίνεται μέρος γῆς καὶ ὕδατος ὑπὸ πυρός. καλῶς δὲ πρόσκειται τὸ ‘ὑπὸ πυρός’, ἐπειδὴ γίνεται τούτοις διαφόρησις καὶ ὑπὸ χρόνου, ἅπερ οὐκ ἔτι εἰσὶ θυμιατά, ἀλλὰ κοπρώδη δια- λύοντι γὰρ καθάπερ γῆ τὰ χρόνια θυμιάματα μὴ ἔχοντα θυμίασιν), τὸ δὲ ὑπὸ πυρὸς ἐκκρινόμενον μέρος γῆς καὶ ὕδατος, ἐκεῖνό ἐστι θυμιατόν. ὅθεν τὸ ὕδωρ οὐκ ἂν εἴποιμεν θυμιατόν, ἐπειδὴ θερμαινόμενον ἀτμίδα μόνον ὑδατώδη ἐκκρίνει, οὐ μὴν καὶ γεώδη οὐσίαν. καὶ ὅτι γεώδη οὐσίαν ἐκμετὰ κρίνει τὸ θυμιώμενον, δῆλον, ἐπειδὴ τὰ παρακείμενα οὐ διαίνει, τουτέστιν οὐχ ὑγραίνει, ἀλλὰ μόνον χρωματίζει (μελαίνει γὰρ αὐτά)· ἡ γὰρ ἐξικμαζομένη ἀναλίσκεται ὑπὸ τοῦ πυρός. εἶτα ὥσπερ ἑαυτοῦ ἐπιλανθανόμενος ὁ φιλόσοφός φησιν, ὅτι τὰ θυμιατὰ διαίνει, καὶ ἄπορος ὁ λόγος. δοκεῖ γὰρ ἀντιφάσει περιπεπτωκέναι ὁ φιλόσοφος ποτὲ μὲν λέγων αὐτὸ διαίνειν, ποτὲ δὲ μὴ διαίνειν. ἢ ῥητέον, ὡς ἐπελύσατο ὁ μέγας φιλόσοφος, ὅτι οὐκ ἀντιφάσει περιπέπτωκεν ὁ Ἀριστοτέλης. τὰ γὰρ θυμιάματα καὶ διαίνει καὶ οὐ διαίνει· διαίνει μὲν τὴν οἰκείαν ἐπιφάνειαν ἐξατμιζομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, καθάπερ οἱ κέραμοι τὴν ἀρχὴν ἐμβληθέντες ἐν τῇ καμίνῳ, ὅθεν ἐλέγομεν αὐτοὺς καὶ διαστρέφεσθαι· οὐ διαίνει δὲ τὰ παρακείμενα, ἀλλὰ μόνον μελαίνει. οὕτω τοίνυν ἐπιλύονται τὴν ἀπορίαν. ταῦτα δὲ τὰ θυμιάματα τριττά εἰσιν· ἢ γὰρ ἐν ξυλώδεσι γίνεται ἡ θυμίασις καὶ καλεῖται καπνός, ὥσπερ ἐπὶ τῶν ξύλων, ἢ ἐν λιπαροῖς καὶ γίνεται κνίσσα, ὥσπερ ἐπὶ ἐλαίου ἢ στέατος ἢ λίπους ἡ ἄλλου τινὸς τοιούτου, ἢ ἐν πίοσι καὶ λέγεται λιγνύς, ὥσπερ ἐπὶ σαρκὸς λίπος ἐχούσης ἢ λιβάνου ἢ γλυκέος οἴνου. καὶ γὰρ καὶ οὗτος πίων ἐστὶ καὶ λίπος, καθάπερ τὸ μέλι, διὰ τὸ γεώδη πολλὴν ἔχειν οὐσίαν· ὅθεν οὔτε μεθύσκει διὰ τὸ ἀπολωλέναι αὐτὸν τὴν οἰνώδη ποιότητα. ἀλλὰ ζητητέον, τί διαφέρει τὸ λιπαρὸν καὶ τὸ πῖον. διαφέρει, ὅτι τὸ λιπαρὸν ἐνεργείᾳ ἔχει τὴν ὑγρότητα καὶ προφανῶς ὥσπερ τοὔλαιον, ὥσπερ τὸ λίπος, τὸ δὲ πῖον οὐκ ἐνεργείᾳ οὔτε προφανῶς, ἀλλὰ μῖγμά ἐστι στερεωτέρου σώματος καὶ ὑγροῦ, ὥσπερ ἐπὶ τῆς σαρκὸς τῆς λίπος ἐχούσης. ἀλλὰ καὶ ὁ ποιητὴς οἶδε τὴν τούτου διαφοράν. περὶ γὰρ τοῦ λιπαροῦ φησι “χρῖσε δὲ λίπ’ ἐλαίῳ”· περὶ δὲ τοῦ πίονός φησιν αὐτὸς ποιητὴς “πίονα πενταέτηρον”. καὶ ταῦτα μὲν περὶ θυμιατοῦ. εἶτα πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ τοῦ καυστοῦ λόγον καὶ τρία περὶ τούτου παραδίδωσι, τὸν ὁρισμόν, τὴν διαίρεσιν, τὴν πρὸς τὸ τηκτὸν σύγκρισιν. καί φησιν, ὅτι καυστόν ἐστι τὸ εἰς τέφραν διαλυόμενον. τί φής, Ἀριστότελες; πᾶν καυστὸν εἰς τέφραν διαλύεται; οὐκοῦν κατὰ σὲ οὐκ ἔστι τὸ ἄχυρον καυστόν, ἐπειδὴ καιόμενον οὐκ εἰς τέφραν διαλύεται, ἀλλ’ εἰς λιγνύν. ἢ ῥητέον, ὅτι ἡ τοιαύτη λιγνὺς οὐ κυρίως ἐστὶ λιγνύς, ἐπειδὴ οὐκ ἀπὸ πίονός ἐστιν, ἀλλὰ μετρία τέφρα πρὸς τὴν τοῦ ἀχύρου σύστασιν. ἀλλὰ πάλιν καὶ ἡ ἄσβεστος οὐ καυστή, †ἀλλ’ ἐπειδὴ οὐκ εἰς τέφραν διαλύεται, ἀλλ’ οὐχ ὁμοίαν τῇ τῶν ξύλων, ἀλλ’ ἑτέρα τινί· καὶ γὰρ ἡ κονία οἷον τέφρα τίς ἐστιν. ἀλλὰ πάλιν καὶ ὁ πυρίμαχος λίθος οὐ καυστός, ἐπειδὴ οὐ διαλύεται εἰς τέφραν· τοὐναντίον δὲ πήγνυται τὸ ἀποστάζον. ῥητέον δὲ καὶ πρὸς τοῦτο, ὅτι τῷ ὄντι οὐ καυστός ἐστιν οὗτος, ὅθεν καὶ διὰ τοῦτο πυρίμαχος λέγεται. ὁ μέντοι μυλίας καυστός ἐστιν, ἐπειδὴ τὸ ἀποστάζον εἰς κόνιν διαλύεται, καθάπερ ἡ τίτανος· καὶ θρύπτεται γάρ. ταῦτα μὲν οὖν περὶ τοῦ ὁρισμοῦ τοῦ καυστοῦ. λοιπὸν εἴπωμεν καὶ τὴν τούτου διαίρεσιν. τῶν γὰρ καυστῶν τὰ μὲν φλογιστά εἴσι, τὰ δὲ ἀφλόγιστα. καὶ τῶν φλογιστῶν τὰ μὲν καθ’ αὑτά εἰσι φλογιστά, τὰ δ’ οὐ καθ’ αὑτά, ἀλλὰ μετὰ ἄλλων· καὶ τῶν καθ’ αὐτὰ φλογιστῶν τὰ μὲν ἀνθρακευτά εἰσι, τὰ δ’ οὐκ ἀνθρακευτά. αὕτη μὲν ἡ διαίρεσις, λοιπὸν εἴπωμεν παραδείγματα. καυστὰ μὲν γὰρ ἀφλόγιστά εἰσι, τουτέστι μὴ ποιοῦντα φλόγα, ὅσα μὴ ἔχει ἀερώδη ὑγρότητα οἷον τίτανος, λίθος καὶ ὅσα τοιαῦτα· φλογιστὰ δέ, ὅσα ἔχει ἀερώδη ὑγρότητα, ὥσπερ τὰ ξύλα. τούτων δὲ τῶν φλογιστῶν ὅσα ἐνεργείᾳ ἔχουσι τὴν ὑγρότητα οὐ κάονται καθ’ αὑτά, ἀλλὰ μετ’ ἄλλου σώματος, ὥσπερ τοὔλαιον καὶ ἡ πίττα. ταῦτα γὰρ χωρὶς τοῦ συνε· κφλογωθῆναι ἑτέροις οὐ κάονται, ὥσπερ τὸ ἔλαιον μετὰ στυπείου ἢ ἅμα τῷ †ταπεινῷ· καὶ αὐτὰ γὰρ συνεκφλογοῦται. ὅσα δὲ μηδ’ ἐνεργείᾳ ἔχουσι τὴν ὑγρότητα, ταῦτα κάονται καὶ φλογοῦνται, ὥσπερ τὰ ξύλα. πάλιν δὲ τούτων τῶν καθ’ αὑτὰ ἐκφλογουμένων ὅσα μὲν μᾶλλον γεώδους οὐσίας μετέχουσι, ταῦτα καὶ ἄνθρακας ποιοῦσι καὶ ἀνθρακευτὰ λέγονται, ὥσπερ τὰ στερεώτερα ξύλα· ὅσα δὲ μᾶλλον ἀερώδους, ταῦτα οὐκ ἀνθρακεύεται, ὥσπερ πάπυρος, χόρτος καὶ ὅσα τοιαῦτα· οὐ ποιοῦσι γὰρ ἄνθρακας κυρίως, ἀλλὰ τάχιον διαλύονται. εἶτα καὶ ἐπὶ τὴν σύγκρισιν τοῦ φλογιστοῦ καὶ τηκτοῦ μετέρχεται ὁ φιλόσοφος. τῶν γὰρ ὑπὸ πυρὸς πασχόντων τὰ μὲν φλογιστά εἰσι μόνως, οἷον τὰ ξύλα, τὰ δὲ τηκτὰ μόνως, ὥσπερ ὁ χαλκός, τὰ δὲ καὶ φλογιστὰ καὶ τηκτά, ὥσπερ ὁ λιβανωτός οὗτος γὰρ καὶ τήκεται καὶ ἐκφλογοῦται), τὰ δὲ οὔτε φλογιστὰ οὔτε τηκτά, ὥσπερ κέραμος, σίδηρος καὶ ὅσα τοιαῦτα. ὅσα μὲν γὰρ ἀερώδη πολλὴν ἔχει οὐσίαν καὶ ἀθρόαν, τουτέστιν ὑγρότητα, ἐκεῖνα φλογιστά εἰσιν· ὅσα δὲ ἢ μὴ πολλὴν ἢ μὴ ἀθρόαν, ἀλλὰ διεσπαρμένην, ἐκεῖνα ἄμφω καὶ τήκονται καὶ φλογοῦνται, ὥσπερ ὁ λιβανωτός. ἐκ τούτων οὖν πάντων ἀναφαίνεται, ὅτι καυστόν ἐστι τὸ θυμιατόν. καὶ ταῦτα μὲν ῥητέον περὶ τῶν ἰὴ ἀντιθέσεων. ἀλλ’ ἐπειδὴ ταῦτα ἐξ ὕλης καὶ εἴδους γί|νονται, ὕλης μὲν ξηροῦ καὶ ὑγροῦ, εἴδους δὲ τῶν ποιητικῶν αἰτίων θερμοῦ καὶ ψυχροῦ, αὗται δὲ γίνονται ἐν τοῖς ὁμοιομερέσι, διττὰ δὲ τὰ ὁμοιομερῆ ἢ γὰρ ἀπὸ τῶν στοιχείων γίνονται ἢ ἀπὸ τῆς διττῆς ἀναθυμιάσεως, ὥσπερ χαλκὸς καὶ τὰ λοιπὰ μέταλλα), διττὰ δὲ καὶ τὰ ἀπὸ τῶν στοιχείων ὁμοιομρῆ ἢ γὰρ ἐν ζῴοις ἐστίν, ὥσπερ νεῦρα, ὀστᾶ, σάρκες καὶ τὰ ὅμοια, ἢ ἐν φυτοῖς, ὥσπερ φλοιός, ξύλον, ῥίζα καὶ ὅσα τοιαῦτα), ἐφεξῆς ὁ φιλόσοφος τὴν τούτων διάγνωσιν ἡμᾶς διδάσκει, τίνα μὲν ὑπὸ θερμοῦ πάσχει, τίνα δὲ ὑπὸ ψυχροῦ. ἀλλ’ ἐπειδὴ ἡ διάγνωσις ἢ ἀπὸ τῶν ποιητικῶν αἰτίων ἐστί, τουτέστι τοῦ εἴδους, ἢ ἀπὸ τῶν ὑλικῶν, ἔστι δ’ ἡ μὲν ἀπὸ τοῦ εἴδους διάγνωσις ἀπόδειξις, ἡ δ’ ἀπὸ τῆς ὕλης τεκμήριον ἀπὸ γὰρ πάθους τοῦ ποιοῦντος τεκμαιρόμεθα), κυριωτέρα δέ ἐστιν ἡ ἀπόδειξις τεκμηρίου, ὅσον καὶ τὸ ποιητικὸν τοῦ παθητικοῦ, τούτου χάριν ὁ φιλόσοφος προτάττει τὴν ἀπὸ τοῦ ποιοῦντος διάγνωσιν, εἶθ’ οὕτως ἐπάγει καὶ τὴν ἀπὸ τῆς ὕλης. τί δ’ ἔστιν αὕτη, ἡ ἐφεξῆς ἡμῖν θεωρία παραστήσει. p. 387a19 Ἔστι δὲ καυστά, ὅσα ἔχει πόρους δεκτικοὺς πυρὸς καὶ ὑγρότητα ἐν τοῖς κατ’ εὐθυωίαν πόροις ἀσθενέστερον πυρός. Ἴδου τὰ εἴδη τοὐ καυστοῦ νῦν παραδίδωσι, τὸ ἔχειν πόρους δεκτικοὺς καὶ ὑγρότητα παθητικὴν ὑπὸ πυρὸς ἐν τοῖς πόροις, διὰ τὰ χλωρὰ ξύλα. p. 387a23 Θυμιατὰ δ’ ἐστὶ τῶν σωμάτων, ὅσα ὑγρότητας ἔχει μέν, οὕτω δ’ ἔχει, ὥστε μὴ ἐξατμίζειν πυρουμένων χωρίς. Τί φησιν; ὅτι ἐκεῖνά εἰσι θυμιατά, ἅπερ ἔχει ὑγρότητα συνεξατμιζο- μένην τῇ οὐσίᾳ τῇ γεώδει ἐν τῇ πυρώσει, οὐ καθ’ ἑαυτὴν δ’ ἐξατμιζομένην καὶ χωρὶς τῆς γεώδους οὐσίας. ὅθεν τὸ ὕδωρ οὐκ ἔστι θυμιατὸν διὰ τὸ τὴν ὑγρότητα μόνην ἐξατμίζεσθαι ὑπὸ τοῦ ἡλίου ἡ ὑπὸ πυρὸς χωρὶς γεώδους οὐσίας. p. 387a24 ἔστι γὰρ ἀτμὶς ὑπὸ θερμοῦ καυστικοῦ εἰς ἀέρα καὶ πνεῦμα ἔκκρισις ἐξ ὑγροῦ διαντική. Νῦν τὴν θυμίασιν ὁρίζεται, ὅτι θυμίασίς ἐστιν ἀτμὶς ὑπὸ θερμοῦ καυστικοῦ. καλῶς δὲ προσέθηκε τὸ ὑπὸ θερμοῦ διὰ τὰ ὑπὸ χρόνου ἐξατμίζοντα· ἐκεῖνα γὰρ οὐ θυμιῶνται, ἀλλὰ διαλύονται. καλῶς δὲ καὶ τὸ ὑπὸ καυστικοῦ θερμοῦ πρόσκειται, ἐπειδὴ τὸ ἡλιακὸν θερμὸν οὕτως οὐ ποιεῖ τὴν ἐξάτμισιν τῶν θυμιωμένων· οὐ γάρ ἐστι καυστικόν. εἰς ἀέρα δ’ εἶπεν, ἵνα σημάνῃ τὴν ἐκκρινομένην ὑγρὰν οὐσίαν, εἰς πνεῦμα δὲ διὰ τὴν γεώδη, τουτέστι τὴν λιγνύν. εἶτα προσέθηκεν ἐξ ὑγροῦ διαντική. καὶ ἄπορος ὁ λόγος, πῶς εἶπε διαίνειν τὰ θυμιώμενα. ἢ διαίνει μὲν αὐτά, τουτέστι τὴν οἰκείαν ἐπιφάνειαν· ὁρῶμεν γάρ, ὅτι καὶ λιβανωτὸς καὶ στύραξ θυμιώμενα ὑγραίνονται μὲν αὐτά, οὐχ ὑγραίνουσι δὲ τὰ παρακείμενα, ἀλλὰ χρώννυσιν. ὅθεν παρακατιὼν ἐρεῖ αὐτὰ μὴ διαίνειν. p. 387a26 Τὰ δὲ θυμιατὰ χρόνῳ εἰς ἀέρα ἐκκρίνεται. Τὴν ἑτέραν τῶν θυμιατῶν λέγει διαφόρησιν τὴν διὰ τοῦ χρόνου. p. 387a28 Διαφέρει δὲ αὔτη ἡ ἔκκρισις, ὅτι οὐ διαίνει οὔτε πνεῦμα γίνεται. Ποῖα; ἡ ὑπὸ τοῦ χρόνου. καὶ ὅρα, πῶς ταῦτα λέγει μὴ διαίνειν μήτε πνεῦμα ποιεῖν, τουτέστι λιγνύν, ὡς τῆς ἑτέρας διαινούσης καὶ χρωννύσης. p. 387a29 ἔστι δὲ πνεῦμα ῥύσις συνεχὴς ἀέρος ἐπὶ μῆκος. Πνεῦμα νῦν λέγει οὐ τὸν ἄνεμον ἀνωτέρω γὰρ κατέτρεχεν Ἱπποκράτους ὡς λέγοντος τὸν ἄνεμον ἠέρος εἶναι ῥεῦμα καὶ χεῦμα), ἀλλὰ πνεῦμα νῦν λέγει τὴν λιγνὺν τὴν ἐκ τῶν θυμιωμένων ἐκκρινομένην ἐκ τῆς γεώδους καὶ ἀερώδους οὐσίας τῆς ἐν αὐτοῖς· περὶ γὰρ τούτων ἦν καὶ ὁ λόγος. p. 387a30 Θυμίασις δ’ ἐστὶν ἡ ὑπὸ θερμοῦ καυστικοῦ κοινὴ ἔκκρισις ξηροῦ καὶ ὑγροῦ ἀθρόως. διόπερ οὐ διαίνει, ἀλλὰ χρωματίζει. Πάλιν ἐπαναλαμβάνει τὸν ὁρισμὸν τῆς θυμιάσεως τρανοτέραν αὐτὴν λέγων. καλῶς εἶπεν ἀθρόως διὰ τὸ συνεχῆ αὐτὴν εἶναι καὶ μὴ διεσπασμένην, εἴ γε προσεχῶς ἔλεγε τοῦτο πνεῦμα ῥύσιν εἶναι συνεχῆ ἀέρος. ὅρα, πῶς νῦν λέγει αὐτὴν οὐ διαίνειν. εἴρηται δ’ ἡ ἐπίλυσις. p. 387a32 Ἔστι ἡ μὲν ξυλώδους σώματος θυμίασις καπνός. Ἐντεῦθεν τὴν διαφορὰν παραδίδωσι τῶν θυμιαμάτων, ὅτι τὰ μὲν ξυλώδη ὄντα καὶ καπνώδη ἔχει τὴν θυμίασιν, ὥσπερ ὀστᾶ, τρίχες, ὄνυχες καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ ἀναλογεῖ τοῖς ξύλοις ὡς γεώδους ὄντα καὶ ἀερώδους οὐσίας. ὅθεν καὶ Ἐμπεδοκλῆς μετὰ τῶν ξύλων *τὰ τοιαῦτα λέγων· ‘ταῦτα δέ ἐστι τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνά, καὶ †φολιδονίδες γίνονται ἐπὶ στιβαροῖσι μελέεσσιν’. ὅσα δέ εἰσι λιπαρὰ τῶν θυμιαμάτων, κνισσώδη ἔχουσι τὴν θυμίασιν, ὡς λίπος, ἔλαιον καὶ τὰ τοιαῦτα. ὅσα δὲ πίονά εἰσι, ταῦτα λιγνυώδη, ὥσπερ σάρκες, γλεῦκος, μέλι καὶ τὰ τοιαῦτα. p. 3871)7 Διὰ τοῦτο ἔλαιον οὐχ ἑψᾶται οὔτε παχύνεται, ὅτι ἀτμιστόν. Ἐπειδὴ εἶπεν, ὅτι τὸ ἔλαιον λιπαρὸν ὂν θυμιώμενον κνίσσαν ποιεῖ, κατασκευάζει, ὅτι λιπαρόν ἐστι, καί φησιν, ὅτι διὰ τοῦτο οὐχ ἑψᾶται οὔτε παχύνεται. καὶ μήν, Ἀριστότελες, ἀνωτέρω ἔλεγες τὸ ἔλαιον παχύνεσθαι ὑπὸ ψυχροῦ ἢ ὑπὸ θερμοῦ ἢ ἑψᾶσθαι. ἀλλὰ μὴν ἀκουστέον, ὅτι οὐ κᾶε· τᾶι τὸ ἔλαιον καθ’ αὑτό, ἐὰν μὴ μετὰ ἑτέρας ὕλης. ‘παχύνεσθαι’ δὲ τὸ πήγνυσθαι λέγει. διὰ τοῦτο γάρ, φησίν, οὔτε κάεται καθ’ αὑτὸ οὗτε πήγνυται, ἐπειδὴ λιπαρὸν ὂν καὶ γλίσχρον οὐκ ἐξατμίζεται ἡ ἐν αὐτῷ ὑγρότης ὑπὸ τοῦ πυρός· κατέχει γὰρ αὐτὴν διὰ τὸ εἶναι γλίσχρον. τὸ δὲ ὕδωρ τὸ ἀνάπαλιν ἐξατμίζεται διὰ τὸ μὴ εἶναι γλίσχρον, ὅθεν παχύνεται. p. 387b9 Οἶνος ὁ μὲν γλυκὺς θυμιᾶται. πίων γάρ, καὶ ταὐτὰ ποιεῖ τῶ ἐλαίω. Ποῖα; τὸ μὴ πήγνυσθαι ὑπὸ ψύχους, τὸ παχύνεσθαι ὑπὸ θερμοῦ, τὸ μὴ μεθύσκειν. καὶ ταῦτα γὰρ ποιεῖ τὸ ἔλαιον. p. 3871)12 Ὁ τυχὼν δ’ οἶνος μικρὰν ἔχει θυμίασιν, διὸ ἀνίησι φλόγα. Ὁ τυχὼν τῆς τοὺ οἴνου φύσεως οἶνος, τουτέστιν οἰνώδης, μικρὰν ἔχει θυμίασιν ἅτε ὑδατωδέστερος ὢν καὶ λεπτός. διὸ καὶ ἧττον φλογοῦται ἤπερ ὁ γλυκύς. p. 387b13 13 Καυστὰ δ’ εἶναι δοκεῖ, ὅσα εἰς τέφραν διαλύεται τῶν σωμάτων. Ἐπαναλαμβάνει πάλιν τὸν περὶ καυστῶν λόγον καὶ τὸν ὁρισμὸν αὐτῶν λέγει, ὅθεν ἠπορήσαμεν τὰς τρεῖς ἀπορίας. p. 387b14 Πάσχει δὲ τοῦτο πάντα. ὅσα πέπηγεν ὑπὸ θερμοῦ ἢ ὑπ’ ἀμφοῖν, ψυχροῦ τε καὶ θερμοῦ. ***p. 387b18 Τῶν δὲ καυστῶν τὰ μὲν φλογιστά εἰσι, τὰ δὲ ἀφλόγιστα. ἐνταῦθα τὴν διαίρεσιν αὐτῶν παραδίδωσιν. Ἐνταῦθα τὴν διαίρεσιν αὐτῶν παραδίδωσιν. p. 387b21 ἔστι δὲ φλογιστά, ὅσα μὴ ὑγρὰ ὄντα θυμιατά εἰσιν. Οἷον τὰ χλωρὰ ξύλα. διὰ τοῦτο γὰρ ταῦτα οὔκ εἰσι θυμιατὰ καὶ τὰ ὅμοια. θυμιατὰ δ’ εἶπεν, ἵνα ἐκφύγῃ τὰ γῆς ὄντα μόνα· οὔτε γὰρ ταῦτα φλογοῦνται, ὥσπερ ὁ κέραμος, ὅθεν οὔτε θυμιᾶται. p. 387b24 Ἔτι δ’ ἔνια τηκτὰ ὄντα οὐ φλογιστά εἰσιν, οἷον χαλκός. Ἐνταῦθα τὴν σύγκρισιν τηκτοῦ καὶ φλογιστοῦ παραδίδωσιν. p. 387b31 Φλογιστὰ δ’ εἰσὶ τῶν θυμιατῶν, ὅσα μὴ τηκτά εἰσι διὰ τὸ μᾶλλον εἶναι γῆς. ***p. 388a5 Καὶ ὅσα ἥκιστα κάεται μόνα, ὅτι ὀλίγον ξηροῦ ἔχει, ἡ δὲ μετάβασις διὰ τούτου, μετὰ δ’ ἑτέρου τάχιστα. Ἠκιστα ‘οὐδ’ ὅλως’ ἀκουστέον ἢ ὀλίγως καθ’ ἑαυτὸ λέγει κάεσθαι τὸ ἔλαιον, ἐπειδὴ ὀλίγιστον ἔχει τὸ ξηρόν, ὅπερ ἐστὶ συγγενὲς τῷ πυρί, πολὺ δὲ ὑγρόν. ἡ οὖν μετάβασις εἰς πῦρ διὰ τοῦ ἐν αὐτῷ ξηροῦ γίνεται. μάλιστα δ’ εἰς πῦρ μεταβάλλει μετ’ ἄλλης τινὸς ὕλης, οἷον στυπείου· τηνικαῦτα γὰρ καὶ ὕλη γίνεται τοῦ πυρὸς ὡς ἀερώδης. p. 388a 10 Τούτοις δὲ τοῖς παθήμασι καὶ ταύταις ταις διαφοραῖς τὰ ὁμοιομερῆ τῶν σωμάτων, ὥσπερ εἴρηται, διαφέρει ἀλλήλων. Ποίοις παθήμασι; τῷ ψύχεσθαι, τῷ παχύνεσθαι καὶ μὴ παχύνεσθαι, τῷ κάεσθαι ἢ θυμιᾶσθαι, ἅπερ εἰσὶν ἁπτικὰ πάθη, τούτοις τοῖς πάθεσι διαφέρουσιν ἀλλήλων τὰ ὁμοιομερῆ· ποῖα; τά τε ὑπὸ τῶν τεσσάρων στοιχείων γεγενημένα, οἷον τὰ ἐν τοῖς ζῴοις καὶ τοῖς φυτοῖς, τά τε ἐκ τῆς διττῆς ἀναθυμιάσεως, οἷον τὰ μέταλλα. οὐ μόνον δὲ τούτοις διαφέρουσιν ἀλλήλων, ἀλλὰ καὶ κατὰ τὰς γευστὰς καὶ ὀσφρητὰς ποιότητας· περὶ ὧν οὐ νῦν καιρὸς λέγειν εἴρηται γὰρ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ), ἀλλὰ περὶ μόνων τῶν ἁπτικῶν παθῶν. ἀλλὰ τὴν διάγνωσιν ποιησόμεθα ἔκ τε τῶν ποιούντων ἔκ τε τῶν πασχόντων, ὡς εἴρηται, ποῖα μὲν τῶν ὁμοιομερῶν γῆς μόνον, ποῖα δὲ ὕδατος μόνον, ποῖα δὲ γῆς καὶ ὕδατος.