Ancient Greek
ΟΛΥΜΙΠΟΔΩΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΑΛΕΞΑΝΔΡΣΩΣ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΤΩΝ ΜΕΤΕΩΡΟΛΟΤΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΣΧΟΛΙΑ.
Olympiodorus, In Aristotelis meteora commentaria ΟΛΥΜΙΠΟΔΩΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΑΛΕΞΑΝΔΡΣΩΣ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΤΩΝ ΜΕΤΕΩΡΟΛΟΤΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΣΧΟΛΙΑ..1
Not analysed yet
Πρᾶξις αݲ. p. 338a20 Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων φύσεως. Τὸ προοίμιον τοῦ προκειμένου βιβλίου τοῦ Ἀριστοτέλους τὸν παρ’ Ὁμήρῳ μάντιν ἐκμιμούμενον, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, τοῖς τρισὶ χρόνοις συμπαραθέον ἀναμιμνῄσκει τῶν φθασάντων, προανακρούεται τὰ μέλλοντα, ἐκδιηγεῖται τὰ παρόντα. καὶ τῶν μὲν φθασάντων ἀναμιμνῄσκει λέγον τὰ εἰρημένα αὐτῷ ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐν τῇ Περὶ Φανοῦ, ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. τὰ δὲ μέλλοντα προανακρούεται μεμνημένον τῶν ὑπολοίπων αὐτοῦ πραγματειῶν, ὅσαι περὶ ἐμψύχων αὐτῷ εἰσι γεγραμμέναι, ἀλλὰ περὶ ἐμψύχων ἡ ἀναισθήτων, ὡς ἡ Περὶ φυτῶν πραγματεία, ἢ αἰσθανομένων, ὡς ἡ Περὶ ζῴων ἱστορίας. τὰ δὲ παρόντα ἐκδιηγεῖται τὸν σκοπὸν τοῦ παρόντος βιβλίου παραδιδόν. καὶ τὰ μὲν φθάσαντα καὶ μέλλοντα ταῖς οἰκείαις πραγματείαις καταλείψαντες τὸν σκοπὸν τοῦ προκειμένου συγγράμματος παραδώσομεν. Σκοπός ἐστι τοίνυν τῷ Ἀριστοτέλει τὰ ἐν τῷ μεταρσίῳ συνιστάμενα πάθη τῶν στοιχείων τῶν ὁμοΰλων παραδοῦναι ὅσον ἐπὶ τῇ αἰτίᾳ τῇ ὑλικῇ. τοῦτο δὲ πρόσκειται. ἐπειδὴ ὅσον ἐπὶ ταῖς ἀναθυμιάσεσι περὶ τῶν ἐν τῷ μεταρσίῳ ὁ σκοπός. κατὰ φύσιν γὰρ ἔχουσαι αὗται τὴν ἄνω φορὰν διώκουσι, παρὰ φύσιν δὲ γινόμεναι μένουσι κάτω ἐν τῇ γῇ καὶ ποι. οὖσι σεισμοὺς καὶ τὰ λοιπά, ἃ μέλλομεν μαθεῖν. οὗτος ὁ σκοπός. ἀλλ’ ἐπειδὴ κανών ἐστιν Ἀριστοτέλους ἐκ θυρῶν εὐθέως τῆς Φυσικῆς ἀκροάσεως εἰρημένος αὐτῷ ὁ λέγων, ὅτι ὁ θέλων περί τινος πράγματος ἀκριβῶς διδάξαι ὀφείλει τὰ αἴτια αὐτοῦ πρῶτον ἀποδοῦναι ἡ γὰρ τῶν αἰτίων γνῶσις σαφῆ τὴν τῶν πραγμάτων διδασκαλίαν καθίστησι· φησὶ γὰρ αὐτὸς ἀρχόμενος τῆς Φυσικῆς ἀκροάσεως· “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖ, ἐκ τοῦ ταῦτα γνωρίζειν. τότε γὰρ οἰόμεθα γνωρίζειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας”) —ἐπειδὴ οὖν τοιοῦτος Αριστοτέλους ἐστὶ κανών, διὰ ταύτην τὴν αἰτίαν καὶ νῦν οὐ πρότερον εἰς τὴν τῶν ζητουμένων διδασκαλίαν εἰσβάλλει, ἀλλὰ ζητεῖ τὰ αἴτια τῶν ἐνταῦθα διδασκομένων τὰ προσεχῆ, καὶ ἐπειδὴ φιλοκαθόλου ὁ φιλόσοφος, ἀνατρέχει ἐπὶ τὸ καθόλου καὶ ζητεῖ πάντων τὰ αἴτια, τό τε ποιητικόν καὶ τὸ ὑλικόν. πέντε τοίνυν στοιχείων ὄντων τοῦ παντὸς κόσμου, τοῦ πέμπτου στοιχείου καὶ τῶν ὑπολοίπων τεσσάρων, πυρός, ἀέρος, ὕδατος, γῆς, τὸ μὲν οὐράνιον σῶμα ταὐτὸν δὲ εἰπεῖν τὸ πέμπτον στοιχεῖον) ποιη- τικόν ἐστιν αἴτιον, τὰ δὲ ἄλλα τέσσαρα ὑλικά εἰσιν. ὅτι δὲ ἔστι ἕτερον πέμπτον στοιχεῖον παρὰ τὰ τέσσαρα, δέδειχεν ἡ Περὶ οὐρανοῦ πραγματεία. ὅτι δὲ καὶ τέσσαρά εἰσι τὰ ὑλικὰ στοιχεῖα καὶ οὐ πλείονα οὔτε ἐλάσσον, δέδειχεν ἡ Περὶ γενέσεως καὶ φθορᾶς. ὅτι δὲ τὸ μὲν πέμπτον σῶμα ποιητικὸν αἴτιόν ἐστι, τὰ δ’ ἄλλα τέσσαρα ὑλικά, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ δύο λόγων, ὧν ὁ μὲν πρῶτος τοῦτον ἔχει τὸν τρόπον. τὰ οὐράνια σώματα κινοῦσι τὰς ὁλότητας τῶν στοιχείων• θιγγάνουσι γάρ πως αὐτῶν, ἐπειδὴ δέδεικται μηδὲν ὂν κενόν. πλὴν εἰ καὶ θιγγάνουσιν, οὐ μοχλείᾳ καὶ βίᾳ κινοῦνται· οὐ γὰρ παρὰ φύσιν σύμπασαι συνθέουσιν αἱ ὁλότητες τῷ πέμπτῳ σώματι τῶν στοιχείων καὶ κύκλῳ κινουμένῳ κινοῦντι, ἀλλ’ ὑπὲρ φύσιν. ὥσπερ γὰρ ζῷον ἐνθουσιῶν καὶ ὑπὸ ψυχῆς ἐλλαμπόμενον ὑπὲρ φύσιν κινεῖται ἐπὶ τὰ πλάγια κινούμενον ὅσον γὰρ ἐφ’ ἑαυτῷ τὸ σῶμα κάτω βρίθει), οὕτω καὶ αἱ ὁλότητες τῶν στοιχείων ὑπὲρ φύσιν κινοῦνται συνθέουσαι τῷ πέμπτῳ σώματι. ὥστε οὖν τὸ πέμπτον στοιχεῖον αἴτιόν ἐστι τῆς κινήσεως τῶν τεσσάρων στοιχείων, τὸ δὲ αἴτιον τῆς κινήσεως ποιητικὸν αἴτιον· οὐ γὰρ ἄλλως τὸ ποιητικὸν ὁριζόμεθα, εἰ μὴ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τὸ πέμπτον ἄρα σῶμα ποιητικὸν αἴτιόν ἐστιν. οὗτος ὁ πρῶτος λόγος. δεύτερος λόγος· τὰ οὐράνια σώματα οὐδὲ ἀρχὴν ἔχουσιν οὐδὲ πέρας ὅσον ἐφ’ ἑαυτά· ποίαν γὰρ ἄν τις αὐτῶν ἀρχὴν ἢ πέρας λάβοι ὁμοιομερῶν ὄντων τῶν κύκλῳ; πόθεν γάρ τις ἄρξοιτο ἢ ποῦ τελευτήσει κυκλικῆς ὑποκειμένης τῆς κινήσεως; τὰ μέντοι τέσσαρα| στοιχεῖα, ἐπειδὴ τὴν ἐπ᾿ εὐθείας κινοῦνται κίνησιν, ἀρχὴν ἔχουσιν, ὅθεν τὴν ὁρμὴν ποιοῦνται. ἀλλὰ μὴν καὶ πέρας· δέδεικται γὰρ μὴ ὂν τὸ ἄπειρον. ἀρχὴν δὲ καὶ πέρας τὴν γένεσιν καὶ τὴν φθορὰν ληπτέον. χρὴ δὲ τὰ ἄναρχα καὶ ἀτελεύτητα ποιητικὰ εἶναι αἴτια τῶν ἀρχὴν καὶ πέρας ἐχόντων, ἐπειδὴ καὶ ἀγένητα· εἰκότως ἄρα εἰσὶν ὅσα ἄναρχα καὶ ἀίδια ὡς ἀτελεύτητα, ἐκεῖνα δὲ καὶ γενητὰ καὶ φθαρτά. εἰκότως ἄρα τὸ οὐράνιον σῶμα αἴτιόν ἐστι τῆς κινήσεως τῶν τεσσάρων στοιχείων καὶ ποιητικὸν ἀπλῶς αἴτιον· ταῦτα δέ εἰσι τὰ πόρρω στοιχεῖα. ποῖα δὲ ἄρα εἰσὶ τὰ στοιχεῖα τὰ προσεχῆ τῶν ἐνταῦθα διδασκομένων; ὑλικαὶ μὲν αἱ δύο ἀναθυμιάσεις· ἐκ τούτων γὰρ ἢ κατὰ φύσιν ἄνω φερομένων ἢ βίᾳ κάτω στεγομένων δειχθήσονται πάντα γινόμενα τὰ ἐνταῦθα διδασκόμενα. ποιητικὸν δὲ αἴτιόν ἐστιν ἡ ἔμφυτος θερμασία· ἔστι γὰρ καὶ ἐν αὐτῇ τῇ γῇ καὶ τοῦτο δηλοῦσι φυτὰ τρεφόμενα ἐν αὐτῇ. ἀλλὰ μὴν καὶ ἔστιν ἐν ὕδατι, ὡς δηλοῦσιν ἰχθύες ἐν ὕδατι ζῳογονοῦντες. Εἰδέναι δὲ χρὴ τὸ παρὸν βιβλίον χρήσιμον ***πρῶτον καλεῖ λέγων “οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν”· ἀποκαλεῖ δὲ αὐτὸν καὶ ῾νεφεληγερέτην᾿. τοῦτο δεύτερον. τρίτον χρὴ εἰδέναι τὸ παρὸν βιβλίον 〈χρήσιμον〉, διότι αἱ μεταβολαὶ τῶν ἀναθυμιάσεων τούτων χαλεπῶν συμπτωμάτων γίνονται πρόξενοι. καὶ δηλοῦσιν οἱ ἐκ τῶν διοσημειῶν τὰ πολλὰ προλέγοντες, οἷον ὑετόν, ἀνομβρίαν, λοιμόν. τέταρτον · ἐπειδὴ καὶ πάνυ ἀναγκαίως ἐφρόντιζον οἱ παλαιοὶ τῶν διιπετῶν ἀγαλμάτων, ὡς δηλοῖ τὸ Παλλάδιον μέχρι νῦν ἐν τῷ Βυζαντίῳ ὄν. πέμπτον· ἀναγκαῖον τὸ πρῶτον βιβλίον, διότι καὶ ἐν τοῖς φυσικοῖς λόγοις οὐ παύεται τῆς ἀστρονομίας (ἀστρονομικοῖς γὰρ ὀνόμασι τὰ πολλὰ ὀνομάζει λέγων παρήλιον νέφος καὶ διᾴττοντα ἀστέρα καὶ ἀστραπὴν διὰ τὸ ἔχειν εἶδος ἄστρων), καὶ ὅτι δεῖ τὸν φυσικὸν φιλόσοφον μὴ μόνον τὴν οὐσίαν τῶν στοιχείων γινώσκειν, ἀλλὰ καὶ τὰ πάθη τὰ συμβαίνοντα. ἐν τούτοις τὸ χρήσιμον. Ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐπιγέγραπται Μετέωρα οὐ μάτην, ἀλλ᾿ ἐκ τῆς ὑλικῆς αἰτίας, φημὶ δὲ διὰ τὰς ἀναθυμιάσεις. αὗται γὰρ ὅσον ἐφ᾿ ἑαυτὰς ἐν τῷ μετεώρῳ φέρονται πλὴν εἴ ποτε διὰ βίαν ἐν τῇ γῇ ἐπισχεθῶσιν. Ἡ τάξις τῆς ἀναγνώσεως ἀπ᾿ αὐτοῦ τοῦ Ἀριστοτέλους ἐνταῦθα δι- δάξεται· ἓξ γὰρ οὐσῶν πραγματειῶν συνιστασῶν τὴν πᾶσαν φυσιολογίαν τρισὶ μὲν ἕπεται ἡ παροῦσα πραγματεία, τριῶν δὲ προηγεῖται. τῇ μὲν γὰρ Φυσικῇ ἀκροάσει καὶ τῇ Περὶ οὐρανοῦ καὶ τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἕπεται· προηγεῖται δὲ τῶν περὶ ψυχῆς, τουτέστι τῆς Περὶ φυτῶν καὶ τῆς Περὶ ζῴων. καὶ οὕτω τετάξεται ἡ Περὶ ψυχῆς. αὕτη γὰρ ἀμφιβίῳ ζῴῳ ἔοικε καὶ δύναται προηγεῖσθαι καὶ ἕπεσθαι· προηγεῖσθαι μέν, ἐπειδὴ καὶ περὶ φυσικῶν διαλέγεται ἐν τῇ Περὶ ψυχῆς, ἕπεσθαι δέ, ἐπειδὴ καὶ θεολογίαι εἰσίν. τὰ δὲ φυσικὰ δεῖ πρῶτον μανθάνειν καὶ οὕτως θεολογεῖν. ὅθεν καὶ τὸ σχεδὸν δι’ αὐτὴν λέγει ὁ Ἀριστοτέλης. φησὶ γάρ· ἱέν τούτοις τοῖς εἰρημένοις σχεδὸν πληροῦται ἡ φυσιολογία’. τὸ δὲ σχεδὸν διὰ τὴν Περὶ ψυχῆς· κἀκεῖ γὰρ φυσιολογίας μέμνηται ὁ Ἀριστοτέλης. καὶ μὴ ἀπορήσῃς, πῶς ἐν τῇ Περὶ ψυχῆς φυσιολογεῖ, οὐ γὰρ ἄπορον· ὁ γὰρ ἐν τῷ ὀγδόῳ λόγῳ Περὶ φυσικῆς ἀκροάσεως περὶ νοῦ διαλεχθεὶς καὶ εἰρηκὼς πᾶσαν κατὰ φύσιν κίνησιν ἠρτῆσθαι τῆς κινήσεως τῆς ἀπλανοῦς, οὗτος καὶ ἐν θεολογικοῖς περὶ φύσεως διαλέγεται ὥσπερ ἐν φυσικοῖς περὶ νοῦ. αὕτη καὶ ἡ τάξις. Τὸ γνήσιον. τινὲς νοθείαν τοῦ πρώτου βιβλίου κατεψηφίσαντο, πρῶτον μὲν ἐκ τοῦ παραβῆναι αὐτὸν τὸν Ἀριστοτέλην καὶ σαφήνειαν ἐπιτη- δεῦσαι. ἀλλ’ ἐροῦμεν πρὸς αὐτούς, ὅτι καὶ πολλῇ πάνυ ἀσαφείᾳ κέχρηται ἐν τῷ λέγειν αὐτόν· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ τρόπον τινὰ ἐφαπτόμεθα. καὶ ἔστιν εἰπεῖν μᾶλλον ἐνταῦθα, ὅτι ἀσαφῶς φέρεται, μᾶλλον ἤπερ ἐν τῇ Περὶ ψυχῆς· ‘καὶ γὰρ διὰ τὸ ὅμοιον εἷναι τὸ γινῶσκον τῷ γινωσκομένῳ σαφῆ εἰσι τὰ διδασκόμενα’. ἐνταῦθα δὲ κατὰ μὲν τὴν λέξιν σαφῶς φέρεται, κατὰ δὲ τὰ ἐνθυμήματα πάνυ ἀσαφῶς, ὥς φησιν αὐτός· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τινά. ἐν ἄλλῃ δὲ πραγματείᾳ οὐκ εἴρηται αὐτῷ τοιοῦτόν τι. ἄλλως τε τὸ κατὰ συμβεβηκὸς ἐνταῦθα σαφῶς διδάσκει, διότι περὶ μερικῶν διαλαμβάνει, χρειώδης δὲ τοῖς μερικοῖς ἡ σαφήνεια. πάλιν φασὶ νόθον τὸ παρὸν πρῶτον βιβλίον, ἐπειδὴ ψευδῆ λέγει καὶ ἐναντία ἑαυτῷ κατὰ ἐκπομπὴν λέγων γίνεσθαι τὴ ὅρασιν. φαμὲν οὖν, ὅτι ὅσον ἐπὶ τούτῳ ἀθετήσομεν καὶ τὴν Φυσικὴν ἀκρόασιν· κἀκεῖ γὰρ φαίνεται τοῦτο λέγων. φησὶ γάρ· ‘ἐναντίως ἔχει ἡ μαθηματικὴ τῇ ὀπτικῇ· ἡ μὲν γὰρ μαθηματικὴ τὴν φυσικὴν εὐθεῖαν μαθηματικὴν ποιεῖ, ἡ δέ γε ὀπτικὴ τὴν μαθηματικὴν εὐθεῖαν φυσικὴν ποιεῖ’. καὶ ὅρα, ὅτι ‘εὐθεῖαν’ εἶπεν, ᾧ δῆλον, ὅτι κατ’ ἐκπομπὴν εἶπε κἀκεῖσε γίνεσθαι τὴν ὅρασιν. ἡμεῖς δέ φαμεν, ὅτι οὐκ, ἐπειδὴ ἐνταῦθα πρεσβεύει τὴν ὄψιν, ἤδη καὶ νόθον ἐστὶ τὸ βιβλίον. ἡνίκα μὲν γὰρ σκοπὸν ἔχει ὁ φιλόσοφος περὶ ὄψεως διαλεχθῆναι, τότε τὴν οἰκείαν ἐκφαίνει δόξαν, ὡς ἐποίησεν ἐν τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν πραγματείᾳ τὸ ἀληθὲς παραδιδούς. ὡσαύτως δὲ καὶ ἐν τῇ Περὶ ψυχῆς τὴν ἑαυτοῦ ἐκφαίνει δόξαν, εἰ καὶ ὅτι †σαφῶς· ἐκεῖ γὰρ τὴν ὄψιν κατὰ εἰσδοχὴν ἐπρέσβευσεν εὐκαίρως τὴν οἰκείαν δόξαν δημοσιεύων. ἡνίκα δὲ ὡς ἐν παρεκβάσει γίνεται αὐτῷ ὁ λόγος, τότε τῇ τῶν πολλῶν δόξῃ κατακολουθεῖ. ὥσπερ οὖν ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκεν, οὕτω καὶ ἐνταῦθα, κατ’ ἐκπομπὴν πρεσβεύων εἶναι τὴν ὄψιν. πάλιν φασὶ νόθον τὸ παρὸν βιβλίον, ἐπειδὴ τῆς θερμότητος τοῦ ἀέρος αἰτιᾶται τὴν παράτριψιν τῶν ἀκτίνων μὴ οὐσῶν κατ’ αὐτόν· ἀσώματον γὰρ τὸ φῶς βούλεται. ὅπου γὰρ εἰ καὶ εἴησαν, οὐδὲ οὕτως ἠδύναντο παρατρίβεσθαι, διότι οὐκ ἔχουσι φύσιν μάχεσθαι· τὰ |γὰρ ὁμογενῆ τοῖς ὁμογενέσι μάχεται, ἀνόμοιος δὲ ὁ ἀὴρ πρὸς τὰ οὐράνια κατ’ αὐτόν· πέμπτης γὰρ ταῦτα λέγει οὐσίας. τί οὖν φαμεν: ὅτι τῇ τῶν πολλῶν καὶ ἐν τούτῳ δόξῃ κατηκολούθησεν. πάλιν νόθον τὸ παρὸν βιβλίον, διότι τὸν γαλαξίαν πάθος φησὶ εἶναι τοῦ ἀέρος, ὅπερ ψεῦδος· ἀεὶ γὰρ ὡσαύτως φαίνεται ἔχων, ὁπότε καὶ περὶ αὐτοῦ ἀνεγράψαντο οἱ Χαλδαῖοι. τί οὖν φαμεν; οὐδὲ αὐτὸ περὶ τούτου ἀπεφήνατο. ἔχομεν γὰρ τροφεῖα αὐτῷ ἀπονέμοντες δεῖξαι, ὅτι μετὰ τὴν ἀπαρίθμησιν γαλαξίου ἐπήγαγεν· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δ’ ἐφαπτόμεθα τρόπον τινά. καὶ οὐ περὶ ἄλλου οἶμαι ὅτι εἴρηται ἀποροῦμεν, εἰ μὴ περὶ τοῦ γαλαξίου. Η εἰς τὰ μόρια διαίρεσις. διαιρεῖται τὸ παρὸν βιβλίον εἰς λόγους καὶ ἐν μὲν τῷ πρώτῳ παραδίδωσι τὰ πάθη πάντα τὰ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως καὶ τῆς ἀτμιδώδους]· ἐν δὲ τῷ πέρατι καί τινα σαφῆ παραδίδωσι τῆς ἀτμιδώδους. ὁμοίως καὶ ἐν τῷ δευτέρω περὶ τῶν ἀσαφῶν τῆς καπνώδους ἀναθυμιάσεως διαλέγεται, ἐν δὲ τῷ τρίτῳ ὑπόλοιπα ἀσαφῆ τῆς ἀτμιδώδους. ἁπανταχοῦ γὰρ καὶ ἐν τοῖς σαφέσι καὶ ἐν τοῖς ἀσαφέσι προτάττει τὰ τῆς καπνώδους τῇ τάξει τοῦ παντὸς κατακολουθήσας. πρότερον γὰρ τὸ πύρινον στοιχεῖον, εἶτα τὸ ἀέρινον· λογεῖ δὲ τῷ μὲν πυρὶ ἡ καπνώδης ἀναθυμίασις, τῷ δὲ ἀέρι ἡ ἀτμιὸώδης. ἐν δὲ τῷ πέρατι τοῦ τρίτου περί τινων ἀψύχων διαλέγεται, οἷον περὶ τῶν μετάλλων, ἐν δὲ τῷ τετάρτῳ περὶ τῶν ἁπλῶς συνθέτων ὁμοιομερῶν, ἀψύχρὴ μὲν εἰδέναι, ὅτι τῶν συνθέτων τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ὰνομοιομερὴ. καὶ ἑκάτερον τούτων τριττόν ἐστι· σύνθετα ὁμοιομερῆ ἄψυχα, ἅπερ διδάσκει ἐν τῷ πέρατι τοῦ τρίτου λόγου τῆς παρούσης πραγματείας καὶ ἐν τῇ μονοβίβλῳ Περὶ μετάλλων ἐπιγεγραμμένῃ. εἰσὶ δὲ ἄλλα σύνθετα ὁμοιομερῆ ἔμψυχα, ἃ διδάσκει ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ. εἰσὶ δὲ ἄλλα σύνθετα ὁμοιομερῆ ἀπλῶς· ταῦτα διδάσκει ἐν τῷ τετάρτῳ λόγῳ τῶν Μετεώρων· ἐκεῖ γὰρ καὶ περὶ ἐμψύχων καὶ ἀψύχων ἐρεῖ καὶ διὰ τοῦτο ἁπλῶς περὶ ὁμοιομερῶν. λοιπὸν τὸ ἄλλο σκέλος. εἰσὶ σύνθετα ἀνομοιομερῆ ἔμψυχα. ταῦτα διδάσκει ἐν τῷ Περὶ ζῴων μορίων · ἐκεῖ γὰρ οὐ μόνον περὶ τῶν ὁμοιομερῶν μορίων, ἀλλὰ καὶ περὶ τῶν ἀνομοιομερῶν διαλέγεται. εἰσὶ πάλιν σύνθετα ἀνομοιομερῆ ἄψυχα. περὶ τούτων οὐδαμοῦ διαλέγεται, διότι οὐκ εἰσὶ πρὸς αὐτὰ ἀνομοιομερῆ ἄψυχα· ἀνομοιομερὲς γάρ φησι τὸ ὀργανικόν· πᾶν δὲ ὀργανικὸν ἔμψυχον, εἴ γε ἡ ψυχὴ ἐντελέχειά ἐστι κατ’ αὐτὸν σώματος φυσικοῦ ὀργανικοῦ. εἰσὶ πάλιν σύνθετα ἀνομοιοβαρῆ ἀπλῶς, περὶ ὧν πάλιν οὐδαμοῦ διαλέγεται. εἰ γὰρ τὸ μερικὸν ἐκλέλοιπε, δῆλον ὅτι καὶ τὸ ἀπλῶς. ταῦτα μὲν περὶ τούτων. Ἰστέον δέ, ὅτι Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς τὸ πέρας τοῦ τρίτου λόγου τῆς παρούσης πραγματείας καὶ τὸν τέταρτον λόγον χωρίζει ἀπὸ τῶν Μετεώρων καὶ συνάπτει τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ‘ἔδει γάρ, φησι, μετὰ τὴν εἴδησιν τῶν στοιχείων εἰδέναι καὶ τὰ ἐξ αὐτῆς γινόμενα’· φησὶ δὲ τὰ σύνθετα. ὁ δέ γε φιλόσοφος Ἀμμώνιος συνηγορεῖ λέγων, ὅτι οὐ δεῖ διακρίνεσθαι ἀπὸ τῶν Μετεώρων αὐτὰ καὶ συνάπτεσθαι τῇ Περὶ γενέσεως καὶ φθορᾶς· οὕτω γὰρ εὑρεθήσεται διασπωμένη ἡ περὶ τῶν στοιχείων διδασκαλία μεσολαβουμένη ὑπὸ τῆς τῶν συνθέτων πραγμάτων ὑφηγήσεως. δέον γάρ ἐστι μετὰ τὰ Περὶ γενέσεως καὶ φθορᾶς τοὺς πρώτους μαθεῖν τῶν Μετεώρων λόγους περὶ γὰρ τῶν στοιχείων οὗτοι διδάσκουσι) καὶ οὕτω τοὺς τελευταίους λόγους τῶν Μετεώρων, ἐν ᾧ ἡ περὶ συνθέτων πραγμάτων διδασκαλία. Πρᾶξις β. p. 338a20 Περὶ μὲν οὗν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ πάσης κινήσεως φυσικῆς. Ἀνάμνησιν ποιεῖται τῶν φθασάντων ἑτέρᾳ διὰ τοῦ παρόντος ῥνσειδίου, τῆς Φυσικῆς ἀκροάσεως. ἀλλὰ διὰ μὲν τοῦ εἰπεῖν τῶν πρώτων αἰτίων τῆς φύσεως ἀνέμνησε τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου. ἐν γὰρ τούτοις τὰ πρῶτα αἴτια, ὕλην φημὶ καὶ εἶδος, διδάσκει. ἀλλ’ ἐν μὲν τῷ πρώτῳ μᾶλλον περὶ ὕλης ὁ λόγος, ἐπειδὴ τὰς διαφόρους δόξας ἐκεῖσε διελέγχει περὶ αὐτήν, ἐν δὲ τῷ δευτέρῳ μᾶλλον περὶ εἴδους. δείκνυσι γὰρ ἐκεῖσε τὰ τρία αἴτια ἀλλήλοις συντρέχοντα· τὸ γὰρ ποιητικὸν καὶ τὸ ὑλικόν, φησι, συντρέχουσι τῷ εἰδικῷ· εἰ οὖν περὶ τοῦ εἰδικοῦ ὁ λόγος δηλονότι καὶ περὶ τοῦ εἴδους. διὰ δὲ τοῦ εἰπεῖν καὶ περὶ πάσης κινήσεως φυσικῆς ὑπόμνησιν ἐποίησε τῶν τεσσάρων λόγων εݲ εݲ, ςݲ, ζݲ, ηݲ· ἐν τούταις γὰρ περὶ πάσης φυσικῆς κινήσεως ὁ λόγος. ἀλλ’ ἴσως τις ἐρεῖ, ποῦ ὁ περὶ κινήσεως καὶ κενοῦ καὶ ἀπείρου καὶ τόπου καὶ χρόνου λόγος. τί οὖν φμεν; ὅτι τοῖς ἄκροις συuπαραλαμβάνεται καὶ τὰ μέσα, ὅτι περὶ πάσης κινήσεως εἰρηκὼς ἀνέμνησε περὶ τόπου καὶ χρόνου· πᾶσα γὰρ κίνησις ἐν τόπῳ καὶ ἐν χρόνῳ. εἰ δὲ τόπου ἀνέμνησε, δηλονότι καὶ κενοῦ. οὐδὲν γὰρ ἄλλο ἐστὶ κενόν, εἰ μὴ τόπος ἐστερημένος σώματος. εἰ δὲ χρόνου ἀνέμνησε, δηλονότι καὶ ἀπείρου· δοκεῖ γὰρ οἷον ἄπειρος εἶναι ὁ χρόνος. ζητῆσαι δὲ ἄξιον, τί δήποτε προσέθηκε τὸ φυσικῆς. ἐντεῦθεν πειρῶνταί τινες δεῖξαι, ὅτι οἶδε καὶ Ἀριστοτέλης τὴν ὑπερφυῆ κίνησιν, ἣν καὶ ὁ Πλατῶν οἶδε λέγων αὐτοκίνητον τὴν ψυχήν. καί φαμεν, ὅτι ὁ μὲν Πλατῶν τὴν λογικὴν ψυχὴν ἔφη αὐτοκίνητον, ὁ δ’ Ἀρισιοτέλης φυσικὴν κίνησιν αὐτοκίνητον. πλὴν οἱ ταῦτα λέγοντες ἔξω τοῦ σκοποῦ βάλλουσι καὶ ἐκπίπτουσι τῆς Ἀριστοτέλους διανοίας· οὐ γὰρ δευτέραν λέγει εἶναι ἐκείνην τὴν κίνησιν, ὡς δέδεικται ἐν τῇ Περὶ ψυχῆς. τί οὖν ῥητέον; ὅτι καὶ αὐτὸς κίνησίν φησιν ὑπερφυῆ τὴν τῶν στοιχείων, ἣν εἰρήκασι κινεῖσθαι τὰς ὁλότητας αὐτῶν ἐφιεμένας τοῦ πέμπτου στοιχείου. διὰ τοῦτο το φυσικῆς. p. 338a21 ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποια. Διὰ τούτων ἐπανάληψιν ποιεῖται τῆς Περὶ οὐρανοῦ πραγμτείας, ἀλλὰ διὰ μὲν τοῦ πρώτου ῥησειδίου τῶν δύο λόγων, διὰ δὲ τοῦ δευτέρου τῶν ὑπολοί|πων δύο. τέσσαρας γὰρ λόγους ἐχούσης τῆς Περὶ οὐρανοῦ πραγματείας ἐν μὲν τῷ πρώτῳ περὶ πασῶν τῶν σφαιρῶν διαλέγεται, ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἐν ταῖς σφαίραις ἄστρων. ἐν δὲ τῷ τρίτῳ δείκνυσι, πόσα εἰσὶ τὰ στοιχεῖ, ἀιδίους τὰς ὁλότητας ἀποδεικνύς· ἐχρῆν γὰρ ἐκεῖσε τοῦτο ποιῆσαι, ἐπειδὴ σκοπὸς αὐτῷ ἐστι τὸ δεῖξαι ἀίδιον τὸν κόσμον. ἐν δὲ τῷ τετάρτῳ λόγῳ περὶ βαρύτητος καὶ κουφότητος διαλέγεται· ἐχρῆν γὰρ ἡμᾶς τὰ περὶ τούτων εἰδέναι, ὅπως μάθωμεν, ποῖον μὲν τῶν στοι- χείων τὴν ἄνω τάξιν ὀφείλει ἔχειν, ποῖον δὲ τὴν κάτω, ποῖ δὲ μέσα. διὰ μὲν τοῦ εἰπεῖν περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων ἀνάληψιν τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου ἐποιήσατο, διὰ δὲ τοῦ ὑπολοίπου καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποῖα τῶν ἐφεξῆς δύο λόγων τῆς Περὶ οὐρανοῦ περὶ τῶν τριῶν δια- λέγεται]. εἴρηται γάρ, ὅτι τρεῖς ἀφώρισεν πραγματείας τῇ περὶ τῶν στοιχείων διδασκαλίᾳ· τὴν Περὶ οὐρανοῦ, τὴν Περὶ γενέσεως καὶ φθορᾶς, τὴν παροῦσαν πραγματείαν. καὶ ποῦ μὲν ὡς ἀίδια ταῦτα διδάσκει ἐν τῇ Περὶ οὐρανοῦ, ποῦ δὲ ὡς γινόμενα ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, ποῦ δὲ ὡς παθαινόμενα ἐν τῇ παρούσῃ πραγματείᾳ. κέρδανον δὲ διὰ τοῦ εἰπεῖν στοιχείων σωματικῶν πόσα τε καὶ ποῖα, ὅτι καὶ τὸ πέμπτον στοι- χεῖον βούλεται εἶναι· διὰ γὰρ τοῦ εἰπεῖν πόσα ἀνέμνησεν, ὅτι πέμπτον, διὰ δὲ τοῦ ποῖα, ὅτι πέμπτον σῶμα καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ 77). σωματικῶν δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῆς ὕλης καὶ εἴδους· κἀκεῖνα γὰρ αἴτια, ἀλλ’ οὐ σωματικά, ἀλλ’ ἀσώματα. p. 338a23 Καὶ τῆς εἰς ἄλληλα μεταβολῆς καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον. Ἀνάληψιν ἐνταῦθα ποιεῖται τῶν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἰρημένων. δύο δὲ ὄντων λόγων ἑκατέρων ποιεῖται ἀνάμνησιν. ἐν γὰρ τῷ πρώτῳ περὶ γενέσεως καὶ φθορᾶς ἀπάσης διείλεκται, ἐν δὲ τῷ δευ- τέρῳ περὶ τῆς μεταβολῆς τῆς γινομένης εἰς ἄλληλα τῶν στοιχείων· καὶ τοῦτο εἰκότως, ἐπειδὴ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ αἴτιά ἐστι τῶν τῇδε καὶ οὐκ ἀλλήλοις ἡ αἰτία εἰ μὴ διὰ τῆς ἀλλοιώσεως. διὰ τούτων οὖν πάλιν ἀνάμνησιν τῆς Περὶ γενέσεως καὶ φθορᾶς ποιεῖται. καὶ μέμνησο, ὅτι οὐχ ὅλης ὡς ὅλης ἑκάστης πραγματείας εἶπε τὸν σκοπόν, ἀλλ᾿ ὅτι καὶ ἑκάστου λόγου. κοινὴν δὲ ἄξιον ἀπορίαν κατὰ τῶν εἰρημένων ἐπάγειν. τί δήποτε ἐπιλαθόμενος ὁ Ἀριστοτέλης τοῦ Πλατωνικοῦ παραγγέλματος. ὅτι οὐ δεῖ ἑνὸς βιβλίου πολλοὺς σκοποὺς ποιεῖσθαι, οὗτος πλείονας σκοποὺς ἐποιήσατο; καὶ ῥητέον, ὅτι περὶ πάντων εἷς ὁ σκοπός. ἐν γὰρ τῇ Φυσικῇ σκοπὸς περὶ πάντων τῶν φυσικῶν διαλεχθῆναι, οἷς συμβέβηκεν ἔχειν αἴτια καὶ ἐν χρόνῳ εἶναι καὶ ἐν τόπῳ γίνεσθαι· λοιπὸν δὲ ὡς ἐν παρεκβάσει καὶ περὶ τόπου καὶ χρόνου διείλεκται. πάλιν δὲ ἐν τῇ Περὶ οὐρανοῦ σκοπὸς διαλεχθῆναι περὶ παντὸς τοῦ κόσμου, οὗτινος αἴτια τὰ οὐράνια σώματα ἢ καὶ τὰ τέσσαρα στοιχεῖα. πάλιν δὲ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἷς ὁ σκοπός, τὸ περὶ πάντων τῶν ὑπὸ σελήνην διαλεχθῆναι, οἷς συμβέβηκεν ἢ στοιχεῖα ἢ ἐκ στοιχείων εἶναι. διὸ τοῖς μὲν στοιχείοις ἀφώρισται ὁ δεύτερος λόγος, τοῖς δὲ γινομένοις καὶ φθειρομένοις ὁ πρῶτος. p. 338 a 25 Λοιπὸν δέ ἐστι μέρος τῆς μεθόδου ταύτης ἔτι θεωρητέον, ὃ πάντες οἱ πρότερον μετεωρολογίαν ἐκάλουν. ᾿Εντεῦθεν διηγεῖται τὸν σκοπὸν τῆς προκειμένης πραγματείας, ὅτι σκοπὸς περὶ τῶν ἐν μεταρσίῳ διαλεχθῆναι. ζητῆσαι δὲ ἄξιον, τί δήποτε εἶπε λοιπόν, τί οὖν ἔτι ἡ προῦσα πραγματεία ὑπολείπεται τῇ φυσιολογίᾳ, ποῦ αἱ ὑπόλοιποι αὐτοῦ πραγμαιεῖαι αἱ περὶ τῶν συνθέτων γραφεῖσαι. τί οὖν λέγομεν; ὅτι τὸ λοιπὸν ὡς πρὸς τὰ αἴτια· εἰς γὰρ τὴν τῶν αἰτίων μέθοδον ἡ προῦσα πραγματεία ὑπολείπεται. αἱ γὰρ ἄλλαι πραγματεῖαι περὶ τῶν αἰτιατῶν εἰσι, τουτέστι περὶ συνθέτων. εἰπὲ δὲ καὶ δευτέραν ἐξήγησιν, ὅτι τὸ λοιπὸν ὡς διὰ τὰ στοιχεῖα. ὑπολείπεται γὰρ τῇ περὶ τῶν στοιχείων διδασκαλίᾳ ἡ παροῦσα πραγματεία, ὅπως μὴ μόνως ἀίδια τὰ στοιχεῖα εἰδείημεν μηδὲ ὡς γινόμενα, ἀλλὰ καὶ ὡς παθαινόμενα. p. 338a26 Ταὺτα δέ ἐστιν, ὅσα συμβαίνει κατὰ φύσιν ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων. Ἀσαφές τι ἔχει ἡ λέξις. ἀλλ᾿ εἰ δοκεῖ, τοῦτο ἐξομαλίσωμεν. περὶ ὧν, φησί, μέλλω λέγειν, ἐκεῖνά εἰσιν ἅπερ συνίστανται ἐν τῷ μεταρσίῳ κατὰ φύσιν μέν, πλὴν ὅμως ἀτακτότερον τοῦ πρώτου στοιχείου· πρῶτον δὲ στοιχεῖον λέγει τὸ οὐράνιον. καὶ σημείωσαι, ὅτι πάλιν εἰ αὐτὸ στοιχεῖον καλεῖ, τί δήποτε συγκριτικῇ ἐχρήσατο φωνῇ· τί οὖν καὶ τὰ οὐράνια ἀτάκτως ὅλως κινοῦνται, ἵνα εἴπωμεν ἀτακτότερον αὐτῶν γίνεσθαι τὰ ἐν τῷ μεταρσίῳ. τί οὗν φαμεν; ὅτι τῇ φαινομένῃ ὑπονοίᾳ ἠκολούθησεν (δοκοῦσι γὰρ ἀτάκτως κινεῖσθαι τὰ οὐράνια διὰ τοὺς στηριγμοὺς καὶ ἀναποδισμούς. φαίνονται γὰρ ἀτάκτως κινούμενοι οἱ πλανῆται ἄνευ τοῦ ἡλίου καὶ τῆς σελήνης) ἢ ὅτι δυγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο ἀρχικῶς. γὰρ καὶ ὁ ποιητής φησιν· ἔβλαψας μ’, ἑκάεργε, θεῶν ὀλοώτατε πάντων, οὐχ ὅτι καὶ οἱ θεοὶ ὀλοοί εἰσιν, ἀλλὰ συγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο. p. 338 Περὶ Περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾶ τῶν ἀστέρων. τοῦτό φησιν, ὅτι ἀτάκτως μὲν πάντα γίνονται τὰ ἐν τῷ μεταρσίῳ, πλὴν μέντοι ἐν τούτοις τὰ. ἐν τῷ ἀπογείῳ γινόμενα καὶ πλησίον τῶν ἀστέρων ἀτακτότερον δοκοῦσι γίνεσθαι τῶν γινομένων ἐν τῷ περιγείῳ. δι’ ἣν δὲ ἄρα αἰτίαν τοῦτό φησι; διὰ τὸν γαλαξίαν καὶ τοὺς κομήτας καὶ τοὺς διᾴττοντας. ταῦτα γὰρ ἀτάκτως δοκοῦσι γίνεσθαι ἤπερ τὰ ἐν τῷ περιγείῳ ὄνια ἶρις καὶ ἅλως. καὶ γὰρ ὁ γαλαξίας |δοκεῖ ἀτάκτως γίνεσθαι διὰ τὸ σχῆμα. συμπαρεκτείνεται γὰρ τῷ ζῳδιακῷ ἀνωμάλως διακειμένῳ. ἀλλὰ μὴν καὶ οἱ κομῆται, ἐπειδὴ τούτων οἱ μέν εἰσι πωγωνίαι, οἱ δὲ λογχωτοί. ἀλλὰ μὴν καὶ οἱ διᾴττοντες πολὺ ἔχουσι τὸ ἄτακτον· νομίζονται γὰρ ἄστρα εἶναι. ἡ μέντοι ἶρις καὶ ἡ ἅλως οὔκ εἰσιν οὕτως ἄτακτα. πολλὴ γάρ ἐστιν ἐπὶ τῆς ἴριδος ἀκρίβεια μαθηματική· τοιαύτη γάρ τις γίνεται περιφέρεια, ἣν οὐδὲ τέχνη σχεδὸν ποιῆσαι δύναται. διὸ μᾶλλον καὶ φαντασίαν ψιλὴν λέγουσιν εἶναι ταύτην καὶ ἀπὸ τῆς ὄψεως, καὶ οὐ κυρίως ὑπάρχειν, ἐπειδὴ ἀδύνατόν ἐστί, φασί, τὸν οὕτω ῥευστὸν ἀέρα τοιαύτην δέξασθαι μαθηματικὴν ἀκρίβειαν. ἀλλὰ μὴν καὶ ἐπὶ τῆς ἄγω τὸ αὐτό· τοιοῦτος γὰρ γίνεται κύκλος, ὡς ὑπερβαίνειν μαθηματικὴν ἀκρίβειαν. p. 338b22 Oiov περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων φασμάτων. ἐπειδὴ ὁ συνηγορικὸς Ἀριστοτέλης, οὐχ ὁ σπουδαῖος καὶ ὁ κύριος, συνηγορεῖ τὸν γαλαξίαν τοῦ ἀέρος εἶναι πάθος, ὅπερ οὐχ οὕτως ἔχει, βουεἰ λόμενος ἐνδείξασθαι, ὅτι συνηγορεῖ, ἐκ προοιμίων αὐτοῦ ἐμνήσθη· ἔθος γὰρ ἔχει προτάττειν τὰ συνηγορικῶς λεγόμενα. ἐκπυρουμένων δὲ καὶ κινουμένων εἶπε φασμάτων διὰ τοὺς διᾴττοντας. φάσματα δὲ αὐτοὺς ἐκάλεσεν, ἐπειδὴ νομίζονται εἶναι ἀστέρες, ὅπερ οὐκ ἀληθές· γίνονται δὲ οὖτοι ἐκπυρώσεως γινομένης τοῦ ἀέρος. p. 338b24 Ὅσα τε θείημεν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος. Κοινὰ λέγει πάθη ἀέρος καὶ ὕδατος τὴν ἶριν καὶ τὴν ἅλω, ὡς ἐπὶ τὸ πλεῖστον ὑετοῦ μέλλοντος κατενεχθῆναι γίνονται, καὶ δηλοῖ μάλιστα ἡ ἶρις τὸν ὑετὸν ἐσόμενον. διὸ καὶ ὁ ποιητὴς ὑετῶν μάντιν καλῶν αὐτὴν οὐκ ἄνευ τῶν πραγμάτων τῷ ἐπιθέτῳ χρήσεται. ἶρις δὲ ἐκλήθη παρὰ τὸ ἀγγέλλειν, ἐπειδὴ καὶ ἡ παρὰ τοῖς θεοῖς Ἶρις ἄγγελός ἐστιν. ἅλως δὲ ἐκλήθη διὰ τὸ ἐοικέναι ἁλωνίᾳ. καὶ γὰρ ὥσπερ ἡ ἁλωνία περιφερὴς διὰ τὸ κύκλῳ κινεῖσθαι τοὺς βόας τὸν Δημητριακὸν καρπὸν καταθραύοντας καὶ διακρίνοντας τὸν καρπὸν ἀπὸ τῆς καλάμης, οὕτως καὶ ἡ ἅλως αὕτη περὶ τὴν σελήνην γινομένη κυκλοτερής ἐστιν. p. 338b25 ἔτι δὲ γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν. Ἕτι φησὶ ‘πρὸς τούιοις’, δέον ζητῆσαι τὰ μέρη καὶ τὰ εἴδη καὶ τὰ πάθη τῆς γῆς. μέρη μὲν οὖν ἐστι τῆς γῆς τὸ ἀνατολικόν, τὸ δυτικόν, τὸ βόρειον, τὸ νότιον· ταῦτα δὲ ὀφείλομεν εἰδέναι διὰ τοὺς ἀνέμους. εἴδη δὲ γῆς λέγει, ἐπειδὴ τῆς γῆς ἡ μὲν σηραγγώδης, ἡ δὲ ἀντρώδης. τοῦτο δὲ συμβάλλεται πρὸς τοὺς σεισμούς· ἡ γὰρ σηραγγώδης οὐχ ἁλίσκεται σεισμοῖς διὰ τὸ μὴ στέγεσθαι τὰς ἀναθυμιάσεις, ἡ δὲ ἀντρώδης συνεχῶς ἴσχει. πάθη δὲ τῆς γῆς φησι τὰς δύο ἀναθυμιάσεις, τήν τε καπνώδη καὶ τὴν ἀτμιδώδη. διὰ τί δὲ ἐπὶ μόνων τῶν παθῶν εἶπε καὶ τὰ πάθη τῶν μερῶν, διὰ τί δὲ καὶ μὴ εἴδη τῶν μερῶν; λέγομεν, ὅτι ἐκ τῶν διαφόρων μερῶν διάφοροι ἀναθυμιάσεις, καὶ διὰ τοῦτο εἶπε πάθη μερῶν, οὐκέτι δὲ τῶν εἰδῶν διάφορα μέρη· διὸ οὐκ ἠναγκάσθη προσθεῖναι. p. 338b 25 Ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν αν τας αιτιας. Ἀπὸ μὲν τῶν μερῶν, περὶ πνευμάτων· ἀπὸ δὲ τῶν εἰδῶν, περὶ σεισμῶν· ἀπὸ δὲ τῶν παθῶν, καὶ περὶ σεισμῶν καὶ περὶ πνευμάτων. p. 339a1 Καὶ περὶ πάντων τῶν γινομένων κτὰ τὰς κινήσεις τὰς τούτων. Ποίας λέγει κινήσεις; ἐκ τοῦ τὰ συμπτώματα, ἃ πολλάκις αὐτοῖς συμβαίνει †οἷον συμβαίνουσί τινες κινήσεις τοῖς πνεύμασι. πάντων γὰρ τῶν πνευμάτων ἐξωθούντων τὰ νέφη μόνος ὁ καικίας ἐπὶ αὑτὸν πάντα ἐπισπᾶται. τοῦτο δὲ πάσχει διὰ τὸ προσπνεῖν ὑψηλοῖς ὄρεσι καὶ ἀντανακλᾶσθαι τὸ πνεῦμα. ἀμέλει γοῦν καὶ τοιαύτη τις παροιμία ἐξενήνεκται· “ἕλκει ἐφ’ ἑαυτὸν ὥσπερ ὁ καικίας τὰ νέφη’’. ἀλλὰ μὴν καὶ περὶ τοὺς σεισμοὺς συμβαίνουσί τινες κινήσεις, τὸ μετ’ αὐτοὺς γίνεσθαι ἢ χάσματα τῆς γῆς ἢ πηγὰς ἀφανίζεσθαι ἢ πολλάκις καὶ ἐκφαίνεσθαι εἰσὶ γὰρ σεισμοὶ πηγῶν ἐκφαντικοί, εἰσὶ δὲ καὶ ἀφανιστικοί), καὶ ὅτι, φησί, τούτων προηγεῖται μυκηθμὸς τῆς γῆς καὶ πολλὴ ἄπνοια τῆς ἀναθυμιάσεως μὴ ἀναδιδομένης ἐκ τῆς γῆς, ἀλλὰ οὔσης ἐκεῖ ὅπου καὶ ὁ σεισμός. p. 9a2 ’Ev οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τρόπον τινά. Τοῦτο Ἀριστοτέλης προστέθεικε διὰ τὸν γαλαξίαν· ἐν τούτοις γὰρ εἰ καὶ συνηγορεῖ, ὅτι πάθος τοῦ ἀέρος, ἀλλ’ οὖν ὅμως ἀπορεῖ περὶ αὐτοῦ. βλέπε δέ, τί μέτριον ἔθος, πῶς οὐδ’ ἐν οἷς ἀποδείκνυσιν ἀποφαίνεται, ἀλλὰ μετριάζων φησὶν ἐφαπτόμεθα. p. 339a3 Ἕτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ πρηστήρων καὶ τυφωνων. Ἲνα δὲ μὴ ὀνόματα μόνον ἀκούσωμεν, φέρε ἕκαστον τούτων σφηνί σωυεν. ἰστέον τοίνυν, ὅτι ἡ καπνώδης ἀναθυμίασις ἡ ἐκ τοῦ νέφους ἐκπυρηνιζομένη καὶ θλιβομένη διὰ τὴν ψῦξιν ἢ αὐτὴ καθ’ ἑαυτὴν ἔκκρινε· τᾶι ἢ μετὰ ἀτμίδος, καὶ καθ’ ἑκάτερον τούτων ἡ ἐκπυρωθεῖσα ἢ ἀνεκπύρωτος. εἰ μὲν οὗν ἐκκριθείη αὐτὴ καθ’ ἑαυτὴν ἐκπυρωθεῖσα, ποιεῖ τὸν κεραυνόν. οὗτος δὲ διττός ἐστιν. ἢ γὰρ οὐκ ἔστι καυστικὸς οὐδὲ μελαίνει, ὅν φησιν ὁ ποιητὴς ἀργῆτα κεραυνόν, ἢ καίει καὶ μελαίνει, ὃν καλεῖ ψολόεντα. οὐ πάνυ δέ ἐστι καυστικὸς ὁ κεραυνὸς διὰ τὸ λεπτομερὲς τῆς καπνώδους ἀναθυμιάσεως, ὅπερ οὐκ ἔχει τὸ ἀντίτυπον· διὰ τοῦτο γὰρ καὶ ἀργῆτα κεραυνὸν εἶπε διὰ τὸ ἀργῶς καίειν, ψολόεντα δὲ διὰ τὸ ψαύοντα μελαίνειν. εἰ δὲ ἐκκριθείη ἐκπυρωθεῖσα μετὰ ἀτμίδος, ποιεῖ τὸν πρηστῆρα, ὅστις καίει. πλὴν μὴ ἀπορήσῃς, διὰ τί ὁ κεραυνὸς ὡς ἔχων ξηροτέραν ὕλην μὴ μᾶλλον καίει· ῥητέον γάρ, ὅτι διὰ τὸ μὴ ἀντιβαίνειν. οὕτως καὶ σιδήρου πυρωθέντος ἐπ’ ἔλαττον καίει τὸ πῦρ· μᾶλλον γὰρ ἁπτόμεθα πυρὸς ἤπερ σιlδήρου πυρωθέντος. οὕτω μὲν οὖν, εἰ ἐκπυρωθεῖσα ἐξενεχθῇ. εἰ δὲ ἀνεκπύρωτος, εἰ μὲν αὐτὴ καθ’ αὑτήν, ποιεῖ τὰ ἐκνέφια πνεύματα, ἅπερ ἑλικοειδῶς ἑλίττονται καὶ κινοῦνται διὰ τὸ λοξὴν ποιεῖσθαι τὴν ἐκ τῶν νεφῶν δίοδον· καὶ γὰρ αἱ τρίχες οὖλαι γίνονται, ἡνίκα τύχωσι λοξό- τητος πόρων. ταῦτα μὲν οὖν, εἰ αὐτὴ καθ’ αὑτὴν ἐκκριθείη. εἰ μέντοι μετὰ ἀτμίδος, ποιεῖ τοὺς καλουμένους τυφῶνας, οἵτινες πολλάκις καὶ αὔτανδρα πλοῖα ἀνήρπασαν ἢ πρόρριζα δένδρα, ἅπερ ἀπολύουσιν ἡμίκαυτα γενόμενα διὰ τὴν πολλὴν κίνησιν τῆς καύσεως γινομένης. τούτους δὲ τοὺς τυφῶνας καὶ σίφωνας καλοῦσι διὰ τὸ καὶ ὕδωρ πολλάκις ἀνασπάσαι, καλοῦσι δὲ αὐτὴν καὶ οὐρανίαν ἰδιωτικῷ ὀνόματι. τυφὼν δὲ καλεῖται διὰ τὸ οἷον τύπτειν διὰ τοῦ τάχους τοῦ πνεύματος· διὰ γὰρ τοῦτο καὶ ὁ ποιητής φησι καὶ τὰς ἀέλλας καὶ τὰς συστροφὰς τῶν πνευμάτων. p. 339a4 Καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, οἷα διὰ πῆξιν συμβαίνει πάθη τῶν αὐτῶν τούτων σωμάτων. Στοιχείων ἐγκυκλίων λέγει τῶν καθ’ ἕκαστον ἔτος γινομένων, οἷον ὑετοῦ, χαλάζης, χιόνος καὶ τῶν λοιπῶν. ἀλλ’ ἵνα μὴ ἐν σκιαγραφίᾳ πᾶσαν ἔχητε τὴν τῆς πραγματείας διάνοιαν, εἴπωμεν καὶ τῆς ἀτμίδος τὴν διαίρεσιν. αὕτη τοίνυν ἢ ἐν τῷ περιγείῳ τόπῳ φέρεται ἢ ἐν τῷ ὑπεργείῳ. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται ἢ ἀλλοιοῦται καὶ πήγνυται· εἰ δὲ ἐν τῷ περιγείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται, οὐκέτι δὲ καὶ τὸ συναμφότερον, διὰ τὸ μὴ ἐξαρκεῖν τὸν χρόνον. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἀλλοιωθείη, ποιεῖ τὸν ὑετόν · εἰ δὲ πῆξιν ὑπομένοι, ποιεῖ τὴν χιόνα· εἰ δὲ τὸ συναμφότερον, ποιεῖ τὴν χάλαζαν. εἰ δὲ ἐν τῷ περιγείῳ τόπῳ ἐνεχθῇ, εἰ μὲν ἀλλοιωθείη, ποιεῖ τὴν δρόσον, εἰ δὲ παγῇ, ποιεῖ τὴν πάχνην. οὐκέτι δὲ ἔστι τὸ συναμφότερον, ὅπερ εἶχεν ἀναἀντιβαῖνον λογεῖν τῇ χαλάζῃ. εἰ δέ τις εἴποι, ὅτι ἔστι ὁ κρύσταλλος, ῥητέον, ὅτι αὐτὸς ὕδωρ ἐστὶ παγέν, οὐ δρόσος. p. 339 a 5 Διεξελθόντες δὲ περὶ τούτων. ἐντεῦθεν προανακηρύττεται τὸν σκοπὸν τοῦ ὑπολοίπου συγγράμματος, ὅτι τούτων ῥηθέντων ἡμῖν ὕστερον ῥηθήσεται καὶ περὶ φυτῶν καὶ ζῴων. p. 339a6 Κατὰ τὸν ὑφηγημένον τρόπον. ‘Υφηγημένον τρόπον ᾠήθη ὁ Ἀλέξανδρος εἰρῆσθαι τὸ ἀποδεικτικόν, ὅπερ οὐκ οἶμαι εἶναι ἀληθές, ἀλλ’ ὑφηγημένον τρόπον λέγει τὸ διαλεχθῆναι περὶ τούτων καὶ καθόλου καὶ ἰδίᾳ. καθόλου μὲν γὰρ ἐν τῇ Περὶ ζῴων γενέσεως, ἰδίᾳ δὲ ἐν τῇ Περὶ ζῴων ἱστ· ορίᾳ καὶ ἔτι ἰδίως ἐν τῷ Περὶ τῆς καθ’ ὕπνον μαντικῆς· τούτῳ γὰρ τῷ τρόπῳ ἐχρήσατο καὶ περὶ ἄλλων. καὶ γὰρ ἐπὶ ἑκάστῳ σκοπῷ καὶ καθολικὴν ἐποιήσατο τὴν διδασκαλίαν καὶ ἰδικήν. ὅτι δὲ τοῦτο ἀληθές, πρόδηλον, ἐπειδὴ αὐτὸς ἐπιφέρει καθόλου τε καὶ χωρὶς καὶ αὐτὸν ἐξηγεῖται. p. 339a8 Σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως. τουτέστι τῆς φυσιολογίας. τὸ δὲ σχεδὸν πρόσκειται ἢ διὰ τὴν Περὶ ψυχῆς· οὐδαμοῦ γὰρ γέγονεν αὐτῆς μνήμη. ἢ οὗν διὰ τοῦτο ἢ διὰ τὸν γαλαξίαν πρόσκειται τὸ σχεδόν, ἐπειδὴ ἀμφιβάλλει περὶ αὐτοῦ. p. 339a9 Ὥδε δὴ ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν. ἐντεῦθεν ἄρχεται λοιπὸν τῶν ἀγώνων. καὶ πρὶν εἰσβάλλειν, κατακολουθῶν τῷ οἰκείῳ κανόνι πρότερον περὶ τῶν αἰτίων διαλέγεται. ἀλλ’ ἐπειδὴ φιλοκαθόλου ὁ Ἀριστοτέλης, περὶ τῶν πρώτων στοιχείων διαλέγεται. καί φησιν, ὅτι πέντε εἰσὶ ταῦτα, ἓν τὸ πέμπτον στοιχεῖον καὶ τὰ ὑπό- λοιπα τέσσαρα, πῦρ, ἀήρ, ὕδωρ, γῆ. διὰ τὰς τέσσαρας ἀρχὰς λέγει τὰς τέσσαρας ποιότητας, θερμότητας, ψυχρότητας, ξηρότητας, ὑγρότητας. διὰ ταύτας τέσσαρας οὔσας ἐδείχθησαν εἰκότως τέσσαρα εἶναι στοιχεῖα. p. 339a14 Ὥν διπλῆν φαμεν εἶναι τὴν κίνησιν. Καὶ γὰρ ἐπ’ εὐθείας κινούμενα διπλῆν ἔχουσι κίνησιν. ἀνάγκη γὰρ ἐν τῷ ὑποστρέφειν, ἵνα ἡσυχία τις μεσολαβῆται· μεταξὺ γὰρ δύο ἐνσαντίων κινήσεών ὲστί τις ἠρεμία. p. 399a16 Τὸ μὲν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ. Εἴρηται ἡμῖν καὶ τοῦτο· τεσσάρων ὄντων στοιχείων τὸ μὲν πῦρ μόνως ἐστὶ κοῦφον, ἡ δὲ γῆ μόνως βαρεῖα, τὰ δὲ λοιπὰ ἐπαμφοτερίζει. ἀλλ’ ἀὴρ πυρὸς μὲν βαρύτερος, ὕδατος δὲ κουφότερος· ὕδωρ δὲ ἀέρος μὲν βαρύτερον, γῆς δὲ κουφότερον. p. 339a19 Ὀ δὴ περὶ τὴν γῆν ὅλην κόσμος ἐκ τούτων τῶν σωuατων. Ἐκ τούτων, ποίων; τῶν πέντε σωμάτων. καὶ γὰρ τὰ οὐράνια σώματα, ἅπερ ἐκ τοῦ πέμπτου στοιχείου γεγόνασι, μέρος εἰσὶ τοῦ κόσμου. p. 339a20 Περὶ ὃν τὰ συμβαίνοντα πάθη φαμὲν εἶναι ληπτέον. Περὶ ὅν φησι αὐτὸν τὸν κόσμον. περὶ γὰρ τοῦτον συμβαίνουσι τὰ μέλλοντα λέγεσθαι πάθη. p. 339a21 εστι δὲ ἐξ ἀνάγκης συνεχής πως οὗτος ταῖς ἄνω φοραις. ἐντεῦθεν ὁ πρῶτος λόγος ὁ κατασκευάζων ποιητικὴν εἶναι αἰτίαν τὸ πέμπτον στοιχεῖον, τὰ δὲ ὑπόλοιπα ὑλικά. καλῶς δὲ τὸ ἐξ ἀνάγκης συνεχής, ἐπειδὴ δέδεικται μὴ ὂν κενόν. καλῶς δὲ καὶ πως, ἐπειδὴ οὐ κατ’ ἀλήθειν συνεχῆ εἰσιν· οὐ γάρ εἰσι τὰ αὐτά, ἀλλὰ μόνον ἐφάπτονται, ἄλλο δὲ τὸ ἅμα εἶναι καὶ ἄλλο τὸ ἐφάπτεσθαι μόνον. p. 339a24 Πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα. Εντεῶῦθεν ὁ δεύτερος λόγος παραδίδοται. p. 339 a 25 καὶ τέλος οὐκ ἔχουσα τῶν τόπων τῶν κινήσεων, ἀλλ’ ἀεὶ ἐν τέλει. Ἐπειδὴ εἶπεν, ὅτι οὐκ ἔχουσι τέλος τὰ οὐράνια σώματα, μή πώς τις ἀτελῆ αὐτὰ οἰηθῇ, καὶ διὰ τοῦτο προστέθεικεν ἀλλ’ ἀεὶ ἐν τέλει. ταῦτα δὲ τὰ σώματα πεπερασμένους διέστηκε τόπους |ἀλλήλων· οὐχὶ καὶ τὰ οὐράνια σώματα ὁμοίως ἔχουσι. τί οὖν ῥητέον; ὅτι δεῖται προσθήκης ὁ λόγος. δεῖ γὰρ εἰπεῖν ‘πεπερασμένους διέστηκε τόπους μένους κινήσει’· τὰ γὰρ οὐράνια σώματα, εἰ καὶ πεπερασμένους διεστήκασι τόπους, ἀλλ’ οὐχ ὡρισμένους κινήσει. p. 339a33 Ἀναλαβόντες οὖν τὰς ἐξ ἀρχῆς θέσεις. τουτέστι τὰς περὶ τῶν στοιχείων, ὅτι τὸ μὲν πέμπτον στοιχεῖον ποιητικὸν ἀποδέδεικται, τὰ δὲ ὑπόλοιπα ὑλικά. p. 339a36 Φαμὲν δὲ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν γίνεσθαι ἐξ ἀλλήλων. Λεληθότως ὁ Ἀριστοτέλης ἐπὶ τὰ προσεχῆ στοιχεῖα μέτεισι. λέγων γὰρ ‘ταῦτα τὰ τέσσαρα στοιχεῖα μεταβάλλουσιν εἰς ἄλληλα τῆς μεταβολῆς γινομένης κατὰ τὸ ἐν ἑκάστῳ δυνάμει’ αἰνίττεται τὰ ἡμιγενῆ στοιχεῖ. πῶς γὰρ ἔχουσι ταῦτα ἀθρόως μεταβάλλειν, εἰ μὴ διὰ μέσου τῶν ἡμιγενῶν στοιχείων, φημὶ δὴ τῶν δύο ἀναθυμιάσεων; ἔστι γὰρ ἡ μὲν ἀτμιδώδης μεταξὺ ἀέρος καὶ ὕδατος, ἡ δὲ καπνώδης πυρὸς καὶ γῆς. ταῦτά εἰσι τὰ ὑλικά · ποιητικὴ δέ ἐστιν ἔμφυτος θερμασία, ἥντινα καὶ ἐδείξαμεν ἐν γῇ οὖσαν καὶ ἐν αὐτῷ τῷ ὕδατι. <Πρᾶξις γݲ. >p. 3391)2 Πρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις. Ἄρα δικαίως τῇ προτεραίᾳ συνεχρησάμεθα λέγοντες πέντε εἶναι ἀπλᾶ σώματα, καὶ τούτων τὸ μὲν ἓν ποιητικόν, ἴδια δὲ ὑπόλοιπα τέσσαρα ὑλικά, τοῦ Πλάτωνος τὰ οὐράνια σώματα οὐκ ἐκ πέμπτου τινὸς σώματος λέγοντος εἶναι, ἀλλ’ ἐκ τῶν τεσσάρων στοιχείων ἐπικρατοῦντος μᾶλλον ἐν αὐτοῖς τοῦ πυρείου. καὶ ἤδη μὲν τούτου δέδωκεν εὐθύνας ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ· ἐκεῖσε γὰρ ἀποδέδωκεν ὁ φιλόσοφος, ὅτι ἐκ πέμπτου τινὸς σώ· ματος, οὐκ ἐκ τῶν τεσσάρων στοιχείων γεγόνασι τὰ οὐράνια σώματα, καὶ τουτο δέδειχεν ἐκ τῆς διαφόρου κινήσεως· εἰ γαρ διάφορος ἡ κίνησις τουτων, διάφορος καὶ ἡ οὐσία. ἀλλὰ μὴν τὰ μὲν οὐράνια κύκλῳ κινοῦνται, τὰ δὲ τέσσαρα στοιχεῖα ἐπ’ εὐθείας· πρόδηλον ἄρα, ὅτι ἑτέρας εἰσὶν οὐσίας. καὶ νῦν δὲ πάλιν ὁ Ἀριστοτέλης ὡς ἐν παρεκβάσει τοῦτο αὐτό· · οὐκ ἐκ τῶν τεσσάρων στοιχείων τὰ οὐράνια σώματ’. πέντε γὰρ ὄντων ἁπλῶν σωμάτων κατὰ τὸν Ἀριστοτέλη τὰ ἀσαφῆ ἐκ τῶν σαφῶν διδάσκει. ἐν γὰρ τούτοις τοῖς πέντε ὕδωρ μόνον καὶ γῆν ὁρῶμεν, τῶν δ’ ἅλλων οὐδὲν ὁρῶμεν, οὐκ ἄρα οὐδὲ τὸ πέμπτον σῶμα οὐδὲ τὸ ὑπέκκαυμα. τούτων οὕτως ἐχόντων †μάτην γὰρ καὶ τὸ ὕδωρ καὶ τὸ ὑπόλοιπον ὅλον ἀπὸ τούτων μέχρι τῶν ἐσχάτων ἄστρων τί ἄν εἴη. ἢ γὰρ πῦρ μόνον ἐστὶν ἢ ἀὴρ μόνον ἢ καὶ ἀὴρ καὶ πῦρ. καὶ τοῦτο διχῶς· ἢ γὰρ τὰ ἄστρα καὶ αἱ σφαῖραι πυρεῖα, μόνον δὲ τὰ μεταξὺ ἀέρια, ἢ τὰ μὲν ἄστρα μόνον πύρεια, αἱ δὲ σφαῖραι καὶ τὸ μεταξὺ ὅλον ἀέριον. αὗται γὰρ αἱ δόξαι δοκοῦσί πως εἶναι πιθαναί. καὶ γὰρ δοκεῖ πᾶν ἀὴρ εἶναι διὰ τὸ ἀόρατον ἀλλὰ μὴν †τῶν μὲν ἄστρων πυρεῖον, τὸ δὲ λοιπὸν ἅπαν ἀέριον διὰ τὸ καὶ τὸν ἀέρα καὶ τὸ ὑπέκκαυμα καὶ τὰς σφαίρας ἀοράτους εἶναι. μόνα δὲ τὰ ἄστρα πυρώδη εἰσίν, ὡς καὶ τὸν Ἀναξαγόραν μύδρον καλέσαι τὸν ἥλιον διὰ τὸ ἄμετρον τῆς πυρώσεως· μύδρος γάρ ἐστιν ὁ πεπυρακτωμένος σίδη- ρος. διὸ καὶ ὁ Ἀναξαγόρας ἐξωστρακίσθη ἐκ τῶν Ἀθηναίων ὡς τοιοῦτόν τι τολμήσας εἰπεῖν. ὕστερον δὲ ἀνεκλήθη διὰ τῆς Περικλέους ῥητορείας· ἀκροατὴς γὰρ ὢν ἔτυχεν ὁ Περικλῆς Ἀναξαγόρου. τριῶν οὖν οὐσῶν τούτων ὑποθέσεων ἐὰν δείξωμεν, ὅτι οὐδεμία τούτων ἀληθής, λείπεται δῆλον τὸ ὑπόλοιπον πρὸς τῇ γῇ καὶ τοῦ ὕδατος παντὸς ἀέρα εἶναι καὶ ὑπέκκαυμα καὶ τὸ πέμπτον σῶμα. πῦρ μὲν οὖν οὐ δυνατὸν εἶναι τὰς σφαίρας καὶ τὰ ἄστρα, τὸ δὲ μεταξὺ μόνον ἀέρα. ἦ γὰρ ἂν ἐκ πολλοῦ τὸ ὅλον διέφθαρτο καὶ πῦρ μόνον ἦν, ἐπειδὴ γὰρ δείκνυται ἐν ἀστρονομικοῖς λόγοις ἡ γῆ κέντρου λόγον ἐπέχουσα πρὸς τὸ πᾶν. καὶ τοῦτο δῆλον ἐκ τῶν ***καὶ ἐκ τῶν ἀκροτάτων ὀρέων διὰ τὸ ὑψηλὸν μείζων ἂν ὁ ἥλιος ἐφαίνετο. εἰ οὖν γῆ κέντρου λόγον ἐπέχει, ἔμελλεν ἄν τὰ οὐράνια σώματα, εἰ πύρεια, καὶ διὰ τὸ μέγεθος καὶ διὰ τὴν δύναμιν τοῦ πυρὸς δραστικὴν οὖσαν ἐκ πολλοῦ καταφλεχθέντα φροῦδα γεγενῆσθαι· ἀλλὰ μὴν κἂν πάντα ἀέρια ὑποθώμεθα, ἄτοπός ἐστιν ὁ λόγος, ὥσπερ οὖν κἄν εἰ μόνα τὰ ἄστρα πύρια, τὰς δὲ σφαίρας καὶ τὰ μεταξὺ ἀέρια· ἑκατέρᾳ γὰρ ὑποθέσει συνάγεται τὸ ἀφάτως πολὺ εἶναι τὸ ἀέριον στοιχεῖον, εἴ γε καὶ ὀλίγον ὕδωρ εἴς ἄφατον ἀέρα ἀναλύεται. δόγμα γάρ ἐστι φυσικὸν τὸ λέγον, ὅτι ὡς ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω καὶ ἡ ὅλη ὁλότης πρὸς τὴν ὅλην ὁλότητα. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι πηχυαῖον ὕδωρ εἰς δεκάπηχυν τυχὸν ἀέρα μεταβάλλεται καὶ οὐκ εἰς ἄφατον· οὐκ ἄρα οὐδ’ ἡ τοῦ ἀέρος ὁλότης ἄφατός ἐστιν. εἰ οὖν μηδεμία τούτων τῶν δοξῶν ἀληθής, ὑπολείπεται τὸ μεταξὺ πᾶν ἀέρα εἶναι καὶ ὑπέκκαυμα καὶ τὸ πέμπτον στοιχεῖον. οὕτως ὁ Ἀρισιοτέλης. ἔστι δὲ ἀπορῆσαι πρὸς μὲν τὸ πρῶτον ἐπιχείρημα οὕτως· οὐκ ἀνάγκη, εἰ τὰ οὐράνια σώματα πυρεῖα εἶναι ὑποθώμεθα, καταπεφλέχθαι τὸ πᾶν· ἰδοὺ γὰρ ἄφατος ἀὴρ περικεχυμένος λυχνιαίᾳ φλογὶ οὐ κατασβέννυσιν αὐτήν. τί οὖν φαμεν; ὅτι ἡ ἐπιχείρησις αὕτη τῷ Ἀριστοτέλει εἴρηται ἐπὶ μόνου τοῦ πυρὸς διὰ τὴν δραστικὴν αὐτοῦ δύναμιν· μόνον γὰρ τοῦτο τῶν ἄλλων στοιχείων, ὥς φησι καὶ Θεόφραστος, τὰ παρακείμενα αὐτῷ ἐξισχύει ὅμοια ποιῆσαι. ληπτέον οὖν τὸ ἐπιχείρημα οὐκ ἐκ μόνου τοῦ μεγέθους τοῦ πυρός, ὅπερ ἔχει ὁ ἀήρ, ἀλλὰ καὶ ἐκ τῆς δραστικῆς δυνάμεως, ἥτις οὐ πρόσεστιν ἀέρι. δευτέρα ἀπορία· καὶ κατ’ αὐτὸν τὸν ἀέρα ἕπεται τὸ καταπεφλέχθαι ἐκ πολλοῦ τὸ πᾶν, ἔ γε τὸ ὑπέκκαυμα ἀφάτως πλέον τῶν ὑπολοίπων ἐστί. μεταβάλλων οὖν ὁ ἀὴρ εἰς πῦρ εἰς ἀφάτως πολὺ μεταβάλλει· πάλιν γὰρ κἀνταῦθα φυλαχθήσεται ὁ κανών, ὅτι ὡς ἔχει ὁ μερικὸς ἀὴρ πρὸς τὸ μερικὸν πῦρ, οὕτω καὶ ἡ ὁλότης τοῦ ἀέρος πρὸς τὴν ὁλότητα τοῦ πυρός. τί οὖν ῥητέον; ὅτι εἰ καὶ μεταβάλλει ὁ ἀὴρ εἰς πῦρ, εἰς ποῖον πῦρ; ἔστι γὰρ διακονικόν, ἔστι δὲ καὶ ζωογόνον. εἰ μὲν οὖν εἰς τὸ ζωογόνον, ὁμολογοῦμεν, ὅτι εἰς ἀφάτως πολλαπλάσιον μεταβάλλει, ἀλλὰ τοῦτο τὸ ζωογόνον οὐ καταφλέξει τὸ πᾶν· εἰ δὲ εἰς διακονικόν, οὐκέτι παρέχομεν, ὅτι εἰς πολλαπλάσιον μεταβάλλει· παχυμερέστερον γὰρ τὸ διακονικὸν τοῦ ἀέρος, ὡς δηλοῖ τὸ μὴ διαφαίνεσθαι τὴν περίσχισιν τοῦ ἀέρος ἐν τῷ διαβαίνειν σῶμα, τὴν δὲ τοῦ πυρὸς φαίνεσθαι διὰ τὸ παχυμερὲς καὶ ἀντιβατικόν. ταῦτα ἔχει ἡ θεωρία. p. 339b3 Περὶ τὸν καλούμενον ἀέρα. ἀέρα. Καλούμενον ἀέρα λέγει τὸ μεταξὺ ὅλον τὸ ἀπὸ τῆς γῆς μέχρι τῶν ἐσχάτων ἄστρων. ἀλλὰ διὰ τί ἀέρα, διὰ τί δὲ καλούμενον; ἀέρα μέν, ἐπειδή τινες καὶ τὸ ὑπέκκαυμα ὡς ἀόρατον ἀέρα ἐνόμισαν εἶναι· καλούμενον δέ, ἐπειδὴ οὐ κατὰ ἀλήθειαν τὸ ὑπέκκαυμά ἐστιν ἀήρ, ἀλλ’ ἕτερον στοιχεῖον, ὡς εἶναι τέσσαρα ταῦτα σύμπαντα στοιχεῖα. εἰ δὲ παράσχοιμεν τὸ ὑπέκκαυμα ἀέρα εἶναι, λήσομεν ἑαυτοὺς τὸ κάλλιστον τῶν στοιχείων τὸ ζωογόνον, φημὶ δὲ τὸ πῦρ, μηδὲ ὅλως λέγοντες εἶναι. p. 339b3 τίνα Τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τάξιν πρὸς τὰ ἄλλα τὰ λεγόμενα στοιχεῖα τῶν σωμάτων. Τί ἐστιν ἑκάτερον· τούτων, σαφηνίσωμεν. τὸ μὲν οὖν μεταξὺ τούτων τὸ ἀπὸ τῆς γῆς μέχρι τῶν ἐσχάτων ἄστρων ζητητέον, τί ἐστιν ἡ φύσις αὐτοῦ, ἆρα πῦρ μόνον ἐστὶν ἢ ἀνάμιξις· καὶ εἰ τοῦτο, ὅτι τὰ μὲν ἄστρα καὶ αἰ σφαῖραι πυρεῖα, τὸ δὲ μεταξὺ ἀέρια, ὃ δὴ καὶ κενὸν ἐνομίσθη, ἢ τὰ μὲν ἄστρα πυρεῖα, αἱ δὲ σφαῖραι καὶ τὸ μεταξὺ ἀέριον. οὕτω τὸ πρῶτον ἐσαφηνίσθη. τί δέ ἐστι τὸ δεύτερον καὶ πῶς ἔχει τάξιν, τουτέστι μέχρι ποῦ δεῖ νομίζειν τὸν ἀέρα εἶναι, ἄρχεσθαι δὲ λοιπὸν τὸ ὑπέκκαυμα, καὶ τοῦτο μαθησόμεθα. . ὅτι μέχρι σχεδὸν τῆς ἀπλανοῦς συνεχές ἐστι τὸ πὑρειον στοιχεῖον τῷ ἀέρι, πλησίον δὲ γινόμενον ὑπὲρ φύσιν κινεῖται καὶ κύκλῳ φέρεται καὶ ἐκ πολλῆς κινήσεως ἐκφλογοῦται. καὶ τότε γίνεται τὸ ὑπέκκαυμα οὐκέτι συνεχοῦς οὔσης τῆς τοῦ πυρὸς τῇ τοῦ ἀέρος, ἀλλ’ απομενης. p. 839b6 Ὁ μὲν γὰρ δὴ τῆς γῆς πηλίκος ἂν εἴη. Ἴδου βουλόμενος τὴν κατασκευὴν ποιήσασθαι ἐκ τῶν σαφῶν ἄρχεται οἷον ἀπὸ γῆς· αὕτη γὰρ καὶ ὁρᾶται καὶ καταριθμεῖται. p. 339b7 Ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων. Δέδεικται γὰρ τοῦτο ἐν ἀστρονομίᾳ, ὅτι ὁ ἥλιος τῆς γῆς ἑκατονταεβδομηκονταπλασίων ἐστίν. οὐκ ἔδει δὲ εἰπεῖν ἀστρολογικῶν, ἀλλ’ ‘ἀστρονομικῶν’· ἡ γὰρ ἀστρονομία οἶδε τὴν κίνησιν. τί οὖν φαμεν; ὅτι ἀρχαϊκῶς ἐχρήσατο· πάλαι γὰρ ἡ περὶ οὐρανοῦ πραγματεία καὶ ἡ καὶ ἡ ἀστρολογία ὡς μία ἐπιστήμη ἦν, ἡ μὲν τὴν οὐσίαν τῶν ἄστρων διδάσκουσα, ἡ δὲ τὴν κίνησιν, ἡ δὲ τὰ ἀποτελέσματα. ὁ οὖν Ἀριστοτέλης τὴν ἀστρονομίαν ἀστρολογίαν ἐκάλεσεν, ὁ δέ γε Πλατῶν τὴν φυσιολογίαν ἀστρονομίαν καλεῖ ἐν τῷ Τιμαίῳ. p. 339b8 Ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάττων ἐστίν. Καλῶς τὸ ἐνίων· δέδεικται γὰρ ἡ γῆ τοῦ σώματος τῆς σελήνης τριακονταενναπλσίως μείζων οὖσα· εἰ δὲ τοῦτο, ἔχεις πόσον ἥλιος μείζων τῆς σελήνης. πολυπλασίασον γὰρ τὸν τριάκοντα ἐννέα ἐπὶ τὸν ρݲοݲ καὶ ρήσεις τὸ ποσὸν τῆς ὑπεροχῆς τοῦ ἡλίου. p. 339b9 Ὕδατος δὲ φύσιν συνεστηκυῖαν καὶ ἀφωρισμένην. Χωρίς, φησί, τῆς γῆς οὐχ ὁρῶμεν, ὅτι ἔστιν ὕδωρ· πανταχόθεν γὰρ περικέχυται τῆς γῆς τὸ ὕδωρ. εἶτα ἵνα μή τις ἀπορήσῃ περὶ τοῦ καταγομένου ἐν τοῖς ὑετοῖς ὕδατος, τούτου χάριν εἶπεν, ὅτι ἠρεμοῦν καὶ περιοριζόμενον ὕδωρ οὐχ ὁρῶμεν ἄνευ τῆς γῆς· τὸ γὰρ ἐν τοῖς ὑετοῖς οὐκ ἠρεμεῖ σπεῦδον τὸν οἰκεῖον καὶ συγγενῆ καταλαβεῖν τόπον. p. 339b11 οἷον τῶν τε φανερῶν, θαλάττης καὶ ποταμῶν. ἐπειδὴ εἶπεν, ὅτι ἵδρυται τὸ ὕδωρ περὶ τὴν γῆν, διαίρεσίν τινα λέγει, ὅτι τὸ μὲν φανερῶς ἵδρυται, ὡς τὸ ἐν θαλάσσαις καὶ ποταμοῖς, τὸ δὲ †ἀφανές, ὡς τὸ ἐν πηγαῖς, πλὴν εἰ καὶ ἀφανῶς τέως ἵδρυται. p. 339b13 Τὸ δὲ μεταξὺ τῆς γῆς καὶ τῶν ἐσχάτων ἄστρων. ἐναργῶς ἐντεῦθεν δείκνυσι, περὶ τίνων αὐτῶ πρόκειται ζητῆσαι. p. 3391)16 Ἡμῖν μὲν οὖν εἴρηται πρότερον περὶ τοῦ πρώτου στοιχείου. τουτέστι ἐν τῇ Περὶ οὐρανοῦ· ἐκεῖ γὰρ ἐζήτησε περὶ τοῦ πέμπτου σώματος καὶ ἔδειξε, τίς ἡ οὐσία καὶ ὅτι ἐκ τούτου πάντα τὰ οὐράνια σύγκειται. κεῖται. καὶ ταύτην τὴν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, ὅτι ἔκ τινος σώματος συνίσταται τὰ οὐράνια, οὐχ ἡμεῖς μόνον εἰρήκαμεν,] ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες τοῦτο σχεδὸν ἐνενόησαν. καὶ τοῦτο δῆλον, ἐπειδὴ τὸν οὐρανὸν οὐδενὶ ὀνόματι τῶν τεσσάρων στοιχείων προσηγόρευσαν, ἀλλ’ αἰθέρα αὐτὸν ἐκάλεσαν. δῆλον οὖν ἐκ τοῦ ὀνόματος, ὅτι ἐξ ἄλλου σώματος γεγόνασι τὰ οὐράνια σώματα, ἐκ δὲ τῆς ἐτυμολογίας τοῦ ὀνόματος ἀίδια αὐτὰ εἰρήκασιν· αἰθέρα γὰρ αὐτὸν ἐκάλεσαν παρὰ τὸ ἀεὶ θεῖν. ἀεὶ γὰρ κινοῦνται τὰ οὐράνια καὶ κατὰ ῥυθμόν. Ἀναξαγόρας δὲ ἐχρήσατο μὲν τούτῳ τῷ ὀνόματι, πλὴν οὐ καλῶς ἐτυμολογίᾳ. |αἰθέρα γὰρ αὐτὸν ἔφησε καλεῖσθαι παρὰ τὸ αἴθειν καὶ καίειν · οὕτω γὰρ αἴθοπα οἶνον τὸν μέλανα καὶ καυστικὸν λέγομεν. οὐκ ἀποδεκτέον οὗν τὴν τούτου ἐτυμολογίαν. εἰ οὖν καὶ οἱ παλαιοὶ ἐδόξασαν ἐξ ἄλλου εἶναι σώματος καὶ πρὸ Ἀριστοτέλους, οὐ δεῖ σεμνύνεσθαι ἐφ’ οἷς τις ἐξευρίσκει. ἀπείρου γὰρ ὄντος τοῦ κόσμου συμβαίνει πολλοὺς αὐτὸ εἰρηκέναι. καὶ ὥσπερ ἐστὶ καρπῶν εὐφορία καὶ ἀφορία, οὕτω καὶ ψυχῶν. p. 339b30 Ὅσοι δὲ πῦρ καθαρόν φασιν εἶναι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα. τὸ δὲ μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων ἀέρα, καὶ τὰ ἑξῆς. ἐντεῦθεν ἄρχεται τῶν ἐλέγχων. καὶ πρώτην ἐλέγχει δόξαν τὴν λέγουσαν καὶ τὰς σφαίρας καὶ τὰ ἄστρα πυρεῖα εἶναι, μόνον δὲ τὸ μεταξὺ ἀέριον. τὴν γὰρ λέγουσαν πάντα πυρεῖα εἶναι ὡς λίαν ἄτοπον παρεσιώπησεν. p. 339b32 Θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς, ἴσως ἂν ἐπαύσαντο τῆς παιδικῆς ταύτης δόξης. Διὰ τί ἱκανῶς καὶ διὰ τί ἴσως; ἢ τὸ μὲν ἱκανῶς εἴρηται ἐπὶ τῆς ἀποδείξεως, τὸ δὲ ἴσως ἐπὶ τοῦ πεισθῆναι. διὸ δεῖ ὑποστίξαι εἰς τὸ ἱκανῶς, καὶ σαφὴς ὁ λόγος. τί οὖν φησιν; ὅτι ἐὰν προηκολούθησαν τῖς μαθηματικαῖς ἀποδείξεσιν οἱ λέγοντες πάντα τὰ οὐράνια σώματα πυρεῖα, ἔμελλον ἄν συντόμως ἀποπαύεσθαι τοῦ νομίζειν ποδιαῖον τὸν ἥλιον καὶ ἁπλῶς τὰ οὐράνια σώματα σμικρὰ εἶναι· δείκνυται γὰρ ἡ γῆ σημείου λόγον ἐπέχουσα πρὸς ἑκάστην σφαῖραν. p. 339b35 Τῶν φερομένων ἕκαστον. Φερόμενα ἐκάλεσεν ὁ Ἀριστοτέλης τὰ ἄστρα. p. 339b36 εἴρηται μὲν οὖν καὶ πρῶτον ἐν τοῖς περὶ τῶν ἄνω τόπων θεωρήμασι. Τουτέστιν ἐν τῇ Περὶ οὐρανοῦ· ἐκεῖ γὰρ ἐκ τῆς κυκλικῆς κινήσεως δέδειχεν, ὅτι οὐκ ἔστι πυρεῖα τὰ οὐράνια σώματα καὶ καθόλου, ὅτι οὐκ ἐκ τῶν τεσσάρων στοιχείων γεγόνασιν. p. 340a3 Ἀλλὰ μὴν οὐδ' ἀέρος γε μόνου. τὴν δευτέραν ὑπόθεσιν ἐντεῦθεν ἐλέγχει τὴν λέγουσαν ὅλον τὸ καὶ μερικὸν ὕδωρ εἰς ἄφατον ἀέρα ἀναλύεσθαι· ἀλλὰ μὴν οὐκ ἀναλύεται, οὐκ ἄρα ἀήρ ἐστιν ὅλον τὸ μεταξύ. τοῦτο τὸ αὐτὸ δὲ καὶ τῇ ἄλλῃ ὑποθέσει ἕπεται τῇ λεγούσῃ τὰ ἄστρα μόνον πύρεια· καὶ αὐτῇ γὰρ ἕπεται τὸ ἀφάτως πολὺν εἶναι τὸν ἀέρα. οὐκοῦν δῆλον, ὅτι ἕψεται τὸ ἄτοποv τῇ ὑποθέσει ταύτῃ ἐξ ἀνάγκης παρεπόμενον. p. 340a5 Κἂν δἐ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος. Πρόσθες σύ, ὅτι τὸ αὐτὸ ἐπακολουθήσει p. 340a6 οὐδὲν γὰρ ὡς εἰπεῖν μόριόν ἐστιν ὁ τῆς γῆς ὄγκος. Παραβαλλόμενος δηλονότι πρὸς ἀέρα. γῆς δὲ εἰκότως μόνης ἐμνημόνευσε, διότι τὸ ὕδωρ ταύτῃ παρακέχυται ἀναπληροῦν τὰ κοιλώματα, ὡς λοιπὸν τῶν δύο στοιχείων γὑεσθαι μίαν σφαῖραν. p. 340a11 Ἀνάγκη δὲ τὸν αὐτὸν λόγον ἔχειν. Δι’ ἣν αἰτίαν; ἐπειδὴ ὡς ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα. Πρᾶξιςδ. p. 340a13 Διαφέρει γὰρ οὐδέν, οὐδὲ εἴ τις φήσει μὲν ταὺτα μὴ γίνεσθαι ἀλλήλων. Ἡ μετὰ χεῖρα λέξις δύο τινὰ προβλήματα περὶ τῆς ὁλότητος τοῦ πυρὸς παραδίδωσιν· ἓν μέν, εἰ ὅλως ἐστίν, ἕτερον δέ, εἰ καὶ ἔστι, μέχρι τίνος· κατὰ δύο γὰρ ἀμφίβολα ἐποίησε τὸ μὴ ὁρᾶσθαι τὸ ὑπέκκαυμα. πρὸ δὲ τῶν δύο προβλημάτων ἀπορίαν τινὰ προβάλλεται καὶ τῆς ἀπορίας λέγει τέσσαρας ψευδεῖς ἐπιλύσεις καὶ διελέγχει αὐτάς· καὶ τελευταῖον τὴν ἀληθῆ ἐπάγει ἐπίλυσιν. τὴν δὲ ἀπορίαν προλαμβάνει, διότι ἡ ἐπίλυσις τῆς ἀπορίας τῶν δύο προβλημάτων ἐστὶ κατασκευαστική. ἔστι δ’ ἡ ἀπορία τοιαύτη· τί δήποτε ἐν τῷ ἀπογείῳ ἀέρι οὐ συνίστανται νέφη; καίτοι μᾶλλον ἔδει συνίστασθαι, διότι ψυχρότερός ἐστιν ὁ ἀπόγειος ἀήρ. διὰ τί δὲ μαθησόμεθα, ὅτι οὐ συνίστανται νέφη ἐκεῖσε, δηλοῖ ἡ ἱστορία. φησὶ γὰρ ὁ Ἀλέξανδρος, ὅτι ἐν Κυλλήνῃ ὄρος ὑψηλότατον, ἐν ᾧ ἐγίνοντο Θυσίαι, καὶ ἐν αὐτῇ τῇ τέραφαν γράμματα· καὶ ταῦτα ἔμενον μὴ ἐξαλειφόμενα ὅλον τὸν ἐνιαυτόν, ἐπειδὴ οὐδ’ ἄνεμος εἰς αὐτὸ κατέπνεεν. ἄνωθεν γὰρ τοῦ ὅρους οὐδὲ ἀτμὶς οὐδὲ ὑγρότης γίνεται, κάτω δὲ ἐν τῶ περιγείῳ ἀέρι συνίσταται νέφος. αὕτη μὲν ἡ ἀπορία. καὶ μὴ λέγωσί τινες, ὅτι ἐν τῷ ἀπογείῳ ἀέρι διὰ τοῦτο οὐ συνίσταται νέφη, διότι τὰ ἄστρα πυρεῖα ὄντα κατὰ τὸν Ἡράκλειτον ἢ θερμοποιὰ κατὰ Ἀριστοτέλην ἐκεῖνον τὸν ἀέρα, ὃς ἂν μᾶλλον αὐτοῖς ἐγγίζει, πλησιάζοντα ἐκθερμαίνουσι καὶ οὐ συγχωροῦσι συστῆναι νέφος. οὐ γὰρ τοῦτο ἀληθές, διότι μὴ ὄντος ὑπεκκαύματος κατ’ αὐτοὺς οὐκ ἔστι πολλὴ ἡ διαφορὰ τῶν διαστημάτων ἐκ τοῦ ἀπογείου ἀέρος μέχρι τῶν ἄστρων καὶ ἐκ τοῦ περιγείου μέχρι τῶν ἄστρων. μηδὲ πάλιν τινὲς λεγόντων, ὅτι αἱ τοῦ ἡλίου ἀκτῖνες παρατριβόμεναι πρὸς τὸν ἀέρα καὶ πάλιν φερόμεναι ὡς πρὸς τὰς σφαίρας μᾶλλον ἐκθερμαίνουσι τὸν ἀπόγειον ἀέρα, καὶ διὰ τοῦτο οὐ συνίστανται νέφη ἐν αὐτῷ. ἄτοπον I γὰρ τοῦτο· τὸ γὰρ ἐναντίον αἰ ἀκτῖνες μᾶλλον ἐκθερμαίνουσι τὸν περίγειον ἀέρα, διότι ὡς εἰς κέντρον ἐκεῖσε συνερχόμεναι στενοῦνται καὶ μᾶλλον ἀλλήλων ἐφάπτονται· ἐν δὲ τῷ ἀπογείῳ ἀέρι ὡς διιστάμεναι καὶ περὶ πλείστων διακρινόμεναι οὐχ οὕτως ἐκφαίνουσι. μηδὲ πάλιν λεγέτωσάν τινες, ὅτι τοῦ ἀέρος πέφυκεν ὁ μὲν περίγειος εἰς ὕδωρ μετα- βάλλειν, ὁ δὲ ἀπόγειος οὐκέτι· διὰ τοῦτο ποῦ μὲν συνίσταται νέφη, ποῦ δὲ οὔ· ἀποκληρωτικὸν γάρ ἐστι τὸ τοιοῦτον. μηδὲ πάλιν τινὲς λεγέτωσαν, ὡς ὅλος μὲν ὁ ἀὴρ πέφυκε μεταβάλλειν εἰς ὕδωρ, ἀλλ’ οὐχ ὁμοίως. ὀ μὲν γὰρ περίγειος ῥᾳδίως, δυσχερῶς δὲ ὁ ἀπόγειος. · τούτου δὲ αἴτιον τὸ τὸν μὲν περίγειον ἀτμίδα ἔχειν πολλήν, τὸν δὲ ἀπόγειον μὴ ἔχειν. ἄτοπος γὰρ οὗτος ὁ λόγος· εὑρεθήσεται γὰρ τὸ ὕδωρ ἀπείρῳ μεγέθει διαλλάττον τῆς γῆς, εἰ μέχρι τοῦ ἀπογείου ἀέρος ὑποθώμεθα τὸ ὕδωρ οὐδὲν γὰρ ἄλλο ἐστὶ λέγειν ἀτμίδα ἢ ὕδωρ, ἡ γὰρ ἀτμὶς οἷον ὕδωρ), ὅπερ ἄτοπον. οὐκέτι γὰρ ἐκεῖνος φυλάττεται ὁ κανών, ὅτι ὡς ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα· οὐ γὰρ εἰς ἄπει- ρον ὕδωρ ὀλίγη γῆ μεταβάλλει, ὅπερ ἔδει διὰ τὴν τῶν ταῦια λεγόντων δόξαν. αὗται μὲν αἱ ψευδεῖς ἐπιλύσεις. μετὰ ταῦτα οἱονεὶ ἐπάγει τὴν ἀληθῆ δόξαν οὖσαν τοιαύτην, ὅτι τὸ ὑπέκκαυμά ἐστιν, ὅπερ αἴτιον γίνεται τοῦ μὴ συνίστασθαι ἐν τῷ ἀπογείῳ ἀέρι νέφη. ἐπειδὴ γὰρ θερμόν ἐστι, τοῦτο πάνυ ἐκθερμαίνει τὸν πλησίον ἀέρα μᾶλλον ἤπερ τὸν πόρρω, καὶ διὰ τοῦτο μὴ οὔσης ἐν τῷ ἀπογείῳ ψύξεως τῆς τυκνούσηςπ οὐ γίνεται νέφη· ἔστιν οὗν τὸ ὑπέκκαυμα. καὶ ἔχεις τὸ πρῶτον πρόβλημα. λοιπὸν ζητητέον καὶ τὸ δεύτερον, μέχρι τίνος ἐστίν· ἄνω μὲν μέχρι τῶν σφαιρῶν, κάτω δὲ ἢ μέχρι τῶν σεληναίων ὅρων ἢ ἀνωτέρω μικρόν, ὅπερ καὶ ἀηθέστερον· ὅσον γὰρ ἐπὶ τῷ προειρημένῳ οὐδαμοῦ ἔσται ὁ ἀπό· γειος ἀήρ. πλὴν ἡ λέξις ἄμφω φαίνεται λέγουσα, καὶ τοῦτο ἐπιστήσομεν. εἴρηται οὖν καὶ μέχρι τίνος ἐστίν. ἐν οὗν τῷ ἀπογείῳ ἀέρι διὰ τὴν ἀπὸ τοῦ ὑπεκκαύματος γινομένην θερμασίαν οὐ συνίστανται νέφη. ἀλλ’ ἴσως τις ἀπορεῖ, καὶ τί δήποτε τοὐναντίον ἐστί, καὶ ὁ μὲν περίγειος ἀὴρ θερμότερος, πολλὴ δὲ ψύξις ἐστὶν ἐν τοῖς ὑψηλοτάτοις ὄρεσιν, ὡς ἄν τοῦ ἀπογείου ψυχροτάτου ὄντος. τί οὖν φαμεν; ὅτι ὁ περίγειος ἀὴρ διὰ τὴν παρά· τρῖψιν τὴν ἀπὸ τῶν ἀκτίνων σφόδρα ἐστι θερμότατος καὶ θερμὸς καυστικῇ μᾶλλον θερμασίᾳ, ὁ δὲ ἀπόγειος θερμός ἐστι μᾶλλον ζωογόνῳ θερμῷ. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν, δι’ ἣν οὐ γίνονται νέφη ἐν τῷ ἀπογείῳ, ἐπειδὴ οὐ φθάνει μέχρι τῶν ἐκεῖσε ἡ ἀτμίς. οἷον γὰρ βάρος τὸ πνεῦμα τὸ ἀέριον τὴν ὑγρότητα ἐν τῷ ἀτμῷ ἀνοχοῦν φέρεται μέχρι τοῦ περιγείου, καὶ μὴ ἐξισχῦον ἀπολύει αὐτὴν καὶ πίπτει κάτω. ἐπειδὴ οὖν οὐδὲ τὸ ὑλικὸν αἴτιον φημὶ δὲ ἡ ὑδατώδης οὐσία, οὐδὲ τὸ ποιητικόν, φημὶ δὲ ἡ ψύξις, πάρεστιν ἐν τῷ ἀπογείῳ, διὰ τοῦτο οὐ συνίσταται ἐν τούτῳ νέφη. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν, ὅτι οὐ συνίσταται νέφη ἄνω, ἐπειδὴ ἀπόγειος ἀὴρ ἀεὶ ῥέει καὶ κινεῖται συμπεριφερόμενος τῇ κινήσει τοῦ παντός. χρείαν δὲ ἔχει τὸ νέφος ἠρεμίας, ἵνα ἡ πῆξις γένηται. διὸ ἐπειδὴ κύκλω κινεῖται ὁ ἀπόγειος ἀήρ, οὐδὲ ἄνεμοι ἐν αὐτῷ γίνονται· ἐπιρραπίζεται γὰρ αὐτῶν ἡ κίνησις λοξῶς γινομένη ἐκ τῆς κινήσεως τοῦ παντὸς κύκλῳ γινομένης. οὐ γὰρ αἰτία ἡ κύκλῳ κίνησις τῆς κινήσεως τῶν ἀνέμων· ἡ γὰρ ἄν πάντες ἀπηλιῶται ἦσαν κύκλῳ φερόμενοι. λοξὴ δέ ἐστι πάντων ἡ κίνησις πλὴν ἀπηλιώτου· οὗτος γὰρ ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεται. ἀλλ’ ἴσως ἀπορήσει τις, διὰ τί μὴ καὶ ὁ περίγειος ἀὴρ συμ- περιφέρεται τῷ παντί. πρὸς οὓς ῥητέον, ὅτι κωλύει αὐτὸν τὰ ἄντρα καὶ τὰ κοιλώματα τῆς γῆς. συνελόντι οὗν φάναι οὔτε ἐν τῷ ἀπογείῳ ἀέρι συνίστανται νέφη οὔτε εἰς τὸ κάτω μέρος τοῦ περιγείου· τῷ μὲν διὰ τὸ μὴ παρεῖναι τὸ ποιητικὸν καὶ ὑλικὸν αἴτιον, τουτέστι τὴν ἀτμίδα καὶ τὴν ψῦξιν, ἀλλὰ καὶ ἀεὶ κίνησιν σφοδροτάτην εἶναι ἐν αὐτῷ· τῷ δὲ διὰ τὸ μὴ παρεῖναι τὸ ποιητικὸν αἴτιον, φημὶ δὲ τὴν ψύξιν. πολλὴ γάρ ἐστιν ἡ θερμότης περὶ τὸν περίγειον διὰ τὸ ἐκεῖσε συμβάλλειν τὰς ἀκτῖνας. ταῦτα διὰ τούτων παραδίδωσιν Ἀριστοτέλης. p. 340a13 Διαφέρει γὰρ οὐδέν, οὐδὲ εἴ τις φήσει μὲν μὴ γίνεσθαι ταῦτα ἀλλήλων, ἴσα μέντοι δύναμιν εἶναι. Ταῦτα φίλη ἀλήθεια τῆς προλαβούσης ἐστὶ πράξεως. τί δὲ ἄρα ἔφη τῇ προτεραίᾳ; ὅτι ὃν λόγον ἔχει τὸ μερικὸν ὕδωρ πρὸς τὴν μερικὴν γῆν, τὸν αὐτὸν λόγον ἔχει καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα· ὁμοίως καὶ ἐπὶ ἀέρος καὶ πυρός, καὶ ἀνάγκη, φησίν, ὀλίγην γῆν εἰς πολὺ ὕδωρ ἀναλύεσθαι. ἵνα μή τις αὐτῷ ἀπορήσῃ λέγων, ὅτι τοῦτο ἀληθὲς κατά σε μεταβλητὰ εἶναι λέγοντα τὰ στοιχεῖα, ἐπεὶ κατὰ τὸν Ἐμπεδοκλέα ἀμετάβλητα ὑποτιθέμενον οὐκ ἔχει χώραν ὁ λόγος, διὰ τοῦτό φησιν, ὅτι κἂν ἀμετάβλητα ὑπόθῃ, οὐδὲν διαφέρει. δι’ ἣν αἰτίαν; ἐπειδὴ οὐ μόνον ἀμετάβλητα ἀλλὰ καὶ ἴσα Ἐμπεδοκλῆς ἔλεγεν εἶναι τὰ στοιχεῖα. εἰ δὲ ἴσα, τί δήποτε ὁρῶμεν ἐξ ὀλίγου ὕδατος πολὺν ἀέρα γινόμενον ἢ ἐξ ὀλίγης γῆς πολὺ ὕδωρ; ἄτοπον γὰρ ἴσων ὄντων τῶν στοιχείων μὴ εἰς ἴσον μέγεθος γίνεσθαι τὴν ἀνάλυσιν αὐτῶν. ἀναιρεῖ οὖν ὁ Ἐμπεδοκλῆς αὐτὸς ἑαυτόν. εἰ γὰρ ἀμετάβλητα, πῶς ἴσα, καὶ εἰ ἴσα, πῶς ἀμετάβλητα; |p. 340a15 Κατὰ μὲν οὖν τοῦτον τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ γιγνόμενα ἐξ ἀλλήλων ὑπῆρξεν. Εἰ ἀμετάβλητα, φησίν, ὑποθώμεθα τὰ στοιχεῖα, ἐχρῆν πρὸς τὸ ἴσον μέγεθος ἴσην εἶναι καὶ τὴν δύναμιν. καὶ τί δήποτε ὀλίγον ὕδωρ πολὺς γίνεται ἀήρ, εἰ μὴ ὅτι συνῆκται μὲν πολλὴ ποιότης ἐν ὀλίγῳ ἐπὶ τοῦ ὕδατος, ἐξήπλωται δὲ ἐπὶ τοῦ ἀέρος; p. 340a17 Ὅτι μὲν οὖν οὕτως ἀὴρ συμπεπλήρωκε καὶ τὰ ἑξῆς. Καλῶς δὲ συμπέρασμα· τοῦτο γὰρ ἦν τὸ ζητούμενον, εἰ ἀήρ ἐστι τὸ μεταξύ. p. 340a19 Λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν, πῶς τέτακται πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν. ἐντεῦθεν ἐθεωρήσαμεν. ἰστέον δέ, ὅτι προτίθεται περὶ ὧν εἰρήκαμεν εἰπεῖν, ἀλλὰ μὴν καὶ περὶ ὧν ἐν τῇ ἐφεξῆς μέλλει λέγειν πράξει. πρότερον γάρ, φησί, δεῖ ἀπορῆσαι περὶ τῶν νεφῶν, καὶ διὰ τί ἐν τῷ ὰπογείῳ οὐ συνίστανται, καὶ εἶθ’ οὕτως ζητῆσαι περὶ τῶν δύο, πυρός φημι καὶ ἀέρος, ὅπως εἰσὶ τεταγμένα πρὸς ἄλληλα, καὶ τελευταῖον ζητῆσαι, πῶς ἡ θερμασία γίνεται ἐν τῇ γῇ ἀπὸ τῶν ἄστρων. τούτων δὲ τῶν τριῶν τὰ μὲν δύο ἡ παροῦσα ἐκδιδάσκει θεωρία, τὸ δ’ ἕτερον ἐφεξῆς διδάξει. p. 340a22 Περὶ ἀέρος οὖν εἰπόντες πρότερον. Τουτέστιν ἀπορήσαντες περὶ αὐτοῦ, διὰ τί ἐν τῷδε μὲν συνίσταται νέφη, ὲν τῷδε δὲ οὐ συνισταται. p. 340a24 ἐπειδὴ γίνεται ὕδωρ ἐξ ἀέρος, καὶ τὰ λοιπά. Ἄρχεται ἐντεῦθεν τῆς ἀπορίας. p. 340a25 Κατὰ τὸν ἀνώτατον τόπον. Ἀνώτατον καλεῖ τόπον τὸν ἀπόγειον ἀέρα. p. 340a26 Προσήκει γὰρ μᾶλλον ὅσῳ πορρώτερος ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος. Ἡ πρώτη ψευδὴς ἐπίλυσις, ὅτι προσήκει μᾶλλον ἐν τῷ περιγείῳ ἀέρι γίνεσθαι τὰ νέφη ἤπερ ἐν τῷ ἀπογείῳ, ἐπειδὴ ὁ περίγειος ἀὴρ ψυχρός ἐστι διότι πορρωτέρω ἐστὶ τῶν ἄστρων θερμῶν ὄντων καὶ οὐ πλῆ· σίον ὡς ὁ ἀπόγειος. πλὴν ὁ Ἀριστοτέλης ὡς βραχυλόγος οὐ διελέγχει ταύτην ὡς ἄτοπον καὶ ἤδη ἐλεγχθεῖσαν ἀνωτέρω, ὅταν ἐκ πέμπτου σῶμα· τος ἐδείξαμεν τὰ ἄστρα, καὶ ἐν τῇ Περὶ οὐρανοῦ. p. 340a28 Μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων κωλυουσῶν γῆς συνίστασθαι, διακρινουσῶν τῇ θερμότητι τὰς συστάσεις· γίνονται αἱ τῶν νεφῶν ἀθροίσεις, οὗ λήγουσιν ἤδη διὰ τὸ σχίζεσθαι εἰς ἀχανές. ’H δευτέρα ψευδὴς ἐπίλυσις. ὑπὸ δὲ πολλῆς συντομίας ὁ Ἀριστοτέλης τὴν ἀνατροπὴν λέγει τῆς ἐπιλύσεως καὶ οὐκ εἶπε τὴν ἐπίλυσιν ὅλως. τί γάρ φησιν; ὅτι οὐδὲ αἱ ἀκτῖνες κωλύουσι γίνεσθαι ἐν τῷ ἀπογείῳ ἀέρι νέφη· μᾶλλον γὰρ ὡς διὰ ταύτας ἔδει ἐκεῖ γενέσθαι ἤπερ ἐν τῷ περιγείῳ, διότι πλησίον τῆς γῆς μᾶλλον παρατρίβονται ἤπερ ἐν τῷ ἀπογείῳ. ἐχρῆν δὲ ὅπου λήγουσιν αἱ ἀκτῖνες γίνεσθαι νέφη διὰ τὸ εἰς ἀχανὲς αὐτὰς καταντᾶν ἕπεο ὅπου παρατρίβονται διὰ τὸ εἰς κέντρον συνάγεσθαι. p. 340a32 H οὐκ ἐξ ἅπαντος ἀέρος πέφυκε γίνεσθαι. Ἡ τρίτη ψευδὴς ἐπίλυσις, ὅτι οὐ πᾶς ἀὴρ εἰς ὕδωρ μεταβάλλει. ἀλλὰ ταύτην ὡς πάνυ ἄτοπον οὐκ ἄξιον λῦσαι· ἀποκληρωτικὸν γάρ ἐστι τὸ οὕτω λέγειν. p. 340a33 Ἤ εἰ ὁμοίως ἐξ ἅπαντος, περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν, ἀλλ’ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται ὕδωρ. ’H τετάρτη λύσις, ὅτι πᾶς μὲν ἀὴρ μεταβάλλει, πλὴν ὡς ἀτμιδώδης ὁ περίγειος ἴσχει συνιστάμενα νέφη. p. 340a35 Ἀλλὰ μὴν εἰ τοιοῦτος ὁ ἀήρ. ’Eντεδθεν ἀνατροπὴ τῆς τετάρτης λύσεως. εἰ γὰρ ὁ ἀὴρ ἀτμιδώδης ἐστίν, ἀὴρ δὲ ὁ περίγειος, ἀφάτῳ μέτρῳ ὑπερέξει τὸ ὕδωρ καὶ ὁ ἀὴρ τὴν γῆν τοῦ μεταξὺ ὅλου τοῦ τοιούτου ὄντος· οὐδὲ γὰρ πῦρ δύναται μόνον εἶναι, ὡς ἤδη δέδεικται. p. 340b1 Καὶ γὰρ πυρὸς μὲν ἀδύνατον. Πρόσθες ‘μόνου’, ἐπεί, ὡς μέλλει εἰπεῖν, καὶ πυρὸς μετέχει τοὐ ὑπεκκαύματος ὁ μεταξὺ τόπος, ὡς ἐν τῇ ἀληθεῖ ἐπιλύσει εἴρηται. p. 340b2 Λείπεται δὲ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν ἅπασαν ὕδατος. Καλῶς εἶπε καὶ τοῦ περὶ τὴν γῆν, διότι τὸ ὕδωρ, ἵνα μίαν σφαῖραν ἀποτελέσῃ, πληροῖ τὰ κοιλώματα τῆς γῆς καὶ περὶ αὐτήν ἐστι· πλὴν ἀστρονόμοι μὲν ἐκ τῶν δύο φασὶ γίνεσθαι τὴν σφαῖραν, Ἀριστοτελικὸς δὲ ἀνὴρ φαίη ἄν καὶ ἐκ τοῦ περιγείου ἀέρος. χρὴ γὰρ μὴ μόνον τὰ κοιλώματα ἀναπληροῦσθαι, ἀλλὰ καὶ τὰς ἐξοχὰς ἐξομαλίζεσθαι· καὶ κοιλότης γὰρ καὶ ἡ ἐξοχὴ φθαρτικά εἰσι τοῦ κυκλικοῦ σχήματος. ἀλλ’ εἰ περιέχεται ἐν τῇ γῇ τὸ ὕδωρ, πῶς φαμεν αὐτὸ πλεῖον εἶναι; ἀεὶ γὰρ ἐπ’ ἔλαττον τὸ περιεχόμενον τοῦ περιέχοντος. φαμὲν δὲ ἡμεῖς, ὅτι τὸ καὶ περιέχεται καὶ περιέχει. περιέχει μέν, ἐὰν ὡς πρὸς τὸ κέντρον ἀφορῶμεν· ἔξωθεν γάρ ἐστι τοῦ κέντρου τὸ ὕδωρ καὶ περιέχει αὐτὸ τὸ κέντρον, τουτέστι τὸ μεσαίτατον τῆς γῆς. περιέχεται δέ, ἐπειδὴ ἐν κοιλότητί τινι συνίσταται· εἰ γὰρ λέγεται ὁ Ὠκεανὸς ἐμπεριέχειν τὴν γῆν καὶ κυκλοῦν αὐτήν, οἶμαι διὰ τὴν ἀτμίδα τοῦτο λέγεσθαι. τί οὖν φαμεν; ὅτι οὐ διὰ τὸ περιέχεσθαι χρείαν ἔχει τὸ ὕδωρ τῆς γῆς, ἀλλ’ οἷον σφαιρικὸν ὂν περί τι μὲν ὂν κέντρον τὴν γῆν φέρεται καὶ ὑπερέχει τὴν ἐπιφάνειαν αὐτῆς. καὶ ὅτι τοῦτο ἀληθές, δηλοῖ τὸ γινόμενον |ἐν τῖς τραπέζαις ἢ φύλλῳ ὕδατος ἐγχεομένου καὶ ἐπανάστημα ποιοῦντος. p. 340b4 Ἡμεῖς δὲ λέγομεν. ’EvxsuOsv ἄρχεται τῆς ἐπιλύσεως. p. 340b6 Τὸ μὲν γὰρ ἄνω καὶ μέχρι τῆς σελήνης ἕτερον σῶμά φαμεν πυρός καὶ ἀέρος. Ἄνω σῶμα λέγεται τὸ οὐράνιον. τοῦτο γὰρ δέδεικται ἐξ ἑτέρου τινὸς σώματος ὑπάρχον. p. 340b8 Ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτατον εἶναι, τὸ δὲ ἦττον εἰλικρινές. Τὸ γὰρ τοῦ ἡλίου καθαρώτερον, τὸ δὲ τῆς σελήνης ῥυπαρώτερον· διὸ καὶ ἀνθρακώδης φαίνεται ἡ σελήνη. αἴτιον δὲ τούτου τὸ πλησιάζειν ἢ ἀφεστάναι τοῦ ὑπεκκαύματος, πλὴν οὐχ, ὡς ἄν τις οἰηθείη, ἡ σελήνη ἐπιμιξίᾳ τῶν ἐνύλων στοιχείων ῥυπαρωτέρα γίνεται. καλῶς γὰρ τοῦτο διῄτησεν ὁ Ἀλέξανδρος, ὅτι ὥσπερ τὸ πῦρ ἧττον λέγεται εἶναι τῆς γῆς ξηρότερον, οὐ τῇ ἐπιμιξίᾳ τοὐ ὑγροῦ, τοῦ ἐναντίου τῷ ξηρῷ, καὶ ὥσπερ τὸ ὕδωρ λέγεται ἧττον ὑγρὸν εἶναι τοῦ ἀέρος, οὐχ ὅτι ἀὴρ ἐπιμιξίαν ἐδέξατο τοῦ ὑγροῦ, οὕτως καὶ ἡ σελήνη εἰ καὶ πλησίον ἐστὶ τῶν ὑλικῶν τού· τῶν στοιχείων, λέγεται εἶναι ῥυπαρωτέρα οὐ τῇ ἐπιμιξίᾳ τούτων, ἀλλὰ διὰ τὸ εἶναι διαφορὰν τοῦ σώματος καὶ τὸ μὲν αὐτοῦ εἶναι καθαρώτερον, τὸ δὲ ῥυπαρώτερον. p 340b10 Φερομένου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ. τουτέστι τῶν οὐρανίων σωμάτων κύκλῳ φερομένων συγκινεῖται αὐτοῖς ὁ ἀὴρ καὶ ἐκπυροῦται καὶ ποιεῖ τὸ ὑπέκκαυμα. p. 340b14 Δεῖ δὲ νοεῖν καὶ οὕτως ἀρξαμένους καὶ τὰ ἑξῆς. Ἀπὸ τοῦ πέμπτου στοιχείου βαδίσας ἐπὶ τὰ κάτω καὶ δείξας τὸ ὑπἐκκαυμα νῦν ἀπὸ τῶν κάτω χωρεῖ καὶ δείκνυσι τὸ αὐτό. p. 40b14 Τὸ γὰρ ὑπὸ τὴν ἄνω φορὰν τούτων. Ὁ ἀὴρ ὁ μετὰ τὸν περίγειον ἀέρα ἐπειδὴ δυνάμει καὶ θερμός ἐστι καὶ ψυχρὸς καὶ ξηρὸς καὶ ὑγρός, διὰ τοῦτο κινούμενος γίνεται ὑπέκκαυμα· πέφυκε γὰρ κίνησις ἐκθερμαίνειν. p. 340b16 Καὶ ὅσα τούτοις ἀκολουθεῖ πᾶσιν. Ινα εἴπῃ τὰς δύο ποιότητας, κουφότητα βαρύτητα, λειότητα τραχύτητα καὶ ὅσα τοιαῦτα. αὗται γὰρ πᾶσαι ἐδείχθησαν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς γινόμεναι ὑπὸ τῶν πρώτων ποιοτήτων. p. 340b17 Καὶ γίνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεως καὶ ἀκινησίας. ἔστι μὲν ὑπὸ τῆς ἡσυχίας, γίνεται δὲ ὑπὸ τῆς κινήσεως, καὶ ἡ μὲν ἠρεμί φυλάττει αὐτὴν ὡς ἔστιν, ἡ δὲ κίνησις μεταλλάσσει. p. 340b19 ἐπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστι καὶ ψυχρότατον. Μέσον καὶ βαρύτατον εἶπε τὴν γῆν, περὶ τὸ μέσον δὲ καὶ ψυχρότατον εἶπε τὸν ἀέρα. p. 340b23 Ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου ὑφ’ ἡμῶν ἀέρος. Tou καλουμένου, φησίν, ἐξ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν ἀτμι- δῶδές ἐστιν, ὅπερ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ ἀνωτέρω ἀναθυμίασίς ἐστιν, οὐχ ὅτι καὶ ὁ ἀτμὸς οὐκ ἔστιν ἀναθυμίασις, ἀλλ’ ὅτι κυρίως ἣ καπνώδης ἀναθυμίασις καλεῖται, αὕτη θερμή ἐστι καὶ ξηρά. p. 340b29 Τοῦ μὲν οὖν ἐν τῷ ἀνωτέρῳ τόπῳ. Τὸ συμπέρασμα, ὅτι διὰ τὸ εἶναι ὑπέκκαυμα οὐ συνίσταται ἐν τῷ ἀπογείῳ ἀέρι νέφη. p. 340b32 Οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φοράν. ’H ἄλλη αἰτία, ὅτι διὰ τὴν κίνησιν οὐ συνίσταται ἐν τῷ ἀπογείῳ ἀέρι νέφη. ὅλως γὰρ ὁ ἀὴρ συγκινεῖται τῷ παντὶ πλὴν τοῦ περιγείου· οὗτος γάρ ἐστιν ὁ ποιῶν μετὰ τῆς γῆς σφαῖραν. καὶ σημείωσαι, ὅτι νῦν μὲν τὸ ἀπὸ τοῦ περιγείου λέγει συγκινεῖσθαι τῷ παντί, Διοκλῆς δὲ εἶπεν, ὅτι οὐδὲ ἄνεμοι γίνονται οὐδὲ νέφη ἐν τῷ ἀπογείῳ διὰ τὴν ἐκπύρωσιν καὶ διὰ τὴν κίνησιν. παρακατιὼν δὲ ἔχει εἰπεῖν μὴ μέχρι τοῦ ἀπογείου γίνεσθαι τὴν ἐκπύρωσιν, ἀλλ’ ὅτι μόνον τὸ πλησίον τῆς ἀπλανοῦς ἐκπυροῦται. p. 341a2 Τὸ μὲν πῦρ τῷ ἀνωτάτῳ στοιχείῳ, τῷ δὲ πυρὶ συνεχὴς ἐστιν. Ἴδου νῦν τὸ μὲν προσεχὲς τῶν οὐρανίων λέγει τὸ πῦρ, τὸ δὲ ὑπόλοιπον ἀέρα, ὡς ἄν μὴ μόνου τοῦ ἀπογείου ἀέρος ἐκπυρουμένου. p. 341a4 Ὥστε καὶ διὰ τὴν κίνησιν κωλύεσθαι συγκινεῖσθαι. Τὸ συμπέρασμά φησιν, ὅτι καὶ ἡ κίνησις τοῦ παντὸς συμπεριάγουσα τὸν ἀπόγειον ἀέρα, αἰτία γίνεται τοῦ μὴ συνίστασθαι ἐν αὐτῷ νέφη. p. 341a5 Ἀλλ’ ἀεὶ ὅ τι βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ, κάτω φέρεται. τοῦτό φησιν, ὅτι ὁ ἀὴρ συναναφέρων ἑαυτῷ ἀτμίδα καὶ μὴ ἔτι ἐξ· ἰσχύων ἀλλὰ βαρυνόμενος, ἡνίκα πλησίον γένηται τῶν ἀκρωρειῶν, ἐκθλίβεται. ’. καὶ τὸ μὲν πυρῶδες αὐτοῦ χωρεῖ ἄνω, πίπτει δὲ τὸ ὑδατῶδες κάτω. ἀλλὰ ζητητέον τὸ αἴτιον τῆς ἐκθλίψεως καὶ ῥητέον, ὅτι ἡ κίνησις κύκλῳ γινομένη τοῦ ἀπογείου ἦν ψύξις. λέγεται γάρ, ὡς εἴρηται καὶ ἐν τῇ θεωρίᾳ, ὁ ἀπόγειος ψυχρότερος εἶναι τοῦ περιγείου διὰ τὸ μὴ γίνεσθαι ἐν αὐτῷ ἀνάκλασιν τῶν ἀκτίνων, ἀλλὰ χεῖσθαι ὡς ἐν πολλῷ διαστήματι γινομένας. Περὶ μὲν οὖν τόπῳ. ἄνω τόπῳ. Τοῦ προαναῳνηθέντος τῇ προτεραίᾳ ὡς ἐπλύσεως ἀξιωθησομένου ἥκομεν νῦν τὴν αἰτίαν ἀποδώσοντες. ποῖον δέ ἐστι τοῦτο. ,τί δήποτε ἥλιος μὴ ὢν θερμὸς θερμαίνει ἡμᾶς; καὶ δυνατὸν μὲν ἦν τὸν Ἀριστοτέλην ἐπιλύσασθαι οὕτως, ὅτι οὐδὲν ἄτοπον τὸ μὴ ὂν θερμὸν θερμαίνειν. πᾶν μὲν γὰρ θερμὸν θερμαίνει, οὐ πᾶν δὲ θερμαῖνον θερμόν ἐστιν. ἰδοὺ γὰρ καὶ ἡ κίνησις θερμαίνει μὴ οὖσα θερμή, καὶ ἡ ἄλογος ψυχὴ ἐν τῷ θυ- μοῦσθαι θερμαίνει μὴ οὖσα θερμή, καὶ |κατὰ Πλάτωνα τὰ σχήματα μὴ ὄντα θερμὰ θερμαίνει. ὁ γὰρ Πλατῶν ἐν Τιμαίῳ λέγει, ὅτι τὸ πῦρ <οὐχ> ᾗ πῦρ θερμαίνει, ἀλλὰ διὰ τὰ ἐν αὐτῷ σχήματα πυραμοειδῆ, ἐξ ὧν καὶ σύγκειται· ταῦτα γὰρ διὰ τὸ εἰς ὀξὺ λήγειν εὐδιαίρετά εἰσιν· τῷ γοῦν ποιεῖν εὐχερῶς τὴν διαίρεσιν νομίζεται καίειν. ὅθεν καὶ τὴν ἀκαλήφην διὰ τὸ ποιεῖσθαι διαίρεσίν τινα νομίζομεν εἶναι θερμήν. ἡδύνατο οὖν οὕτως ὁ Ἀριστοτέλης λῦσαι τὴν ἀπορίαν· ὁ δὲ οὐ τοῦτο ποιεῖ, ἀλλὰ παρεὶς τοῦτο ζητεῖ, τί ὅλως ποιοῦντα τὰ οὐράνια σώματα θερμαίνουσιν ἡμᾶς. καί φησιν, ὅτι συγκινοῦντα τὸ ὑπέκκαυμα καὶ τὸν ἀπόγειον ἀέρα· ταῦτα οὖν κινούμενα θερμαίνονται καὶ λοιπὸν θερμαίνουσιν ἡμᾶς. ὅτι δὲ συγκινεῖται ὁ ἀπόγειος ἀὴρ τῷ παντί, δηλοῦσιν οἱ κομῆται τοῖς αὐτοῖς πλάνησι παρανατέλλοντες. εἰ δέ τις εἴπῃ ‘καὶ ἐναλλαγὴν ἴσχουσι’, ῥητέον, ὅτι ἐπειδὴ οὐ πάντως συνεξισχύει ἀκολουθεῖν τῷ παντὶ ὁ ἀπόγειος ἀήρ. εἰ δὲ καὶ ποτὲ μὲν φαίνεται μικρότερος, ποτὲ δὲ μείζων, οὐκ ἄπορος ὁ λόγος· τοῦτο γὰρ συμβαίνει διὰ τὸ νέμεσθαι τὸν πυρωθέντα καὶ προεκφλογωθέντα ἀέρα παρακειμένην ὕλην. ποτὲ δὲ καὶ νοτιώτερος γίνεται, ἄλλοτε δὲ βορειότερος ὁ αὐτὸς κομήτης. ἀλλ’ εἰ τοῦτο οὕτως ἔχει καὶ τῇ τοῦ παντὸς κινήσει συγκινεῖται ὁ ἀπόγειος ἀήρ, τί δήποτε μὴ πᾶσαι αἱ σφαῖραι θερμαίνουσιν ἡμᾶς, ἀλλὰ μόναι αἰ τοῦ ἡλίου; φαμὲν οὖν, ὅτι πᾶσαι μὲν θερμαίνουσι, πλὴν μᾶλλον ἡ τοῦ ἡλίου, ἐπειδὴ συμμέτρως τε κινεῖται καὶ ταχέως καὶ σύμμετρον ἡμῶν ἀφέστηκεν. ἡ γὰρ ἀπλανής, εἰ καὶ ὀξύτατα πάνυ κινεῖται διὰ τὸ εἶναι ὅλων μείζω τὸν κύκλον, ἀλλ’ οὗν ὅμως πολὺ ἡμῶν ἀφέστηκε καὶ διὰ τοῦτο οὐ θερμαίνει ἡμᾶς. πάλιν ἡ τῆς σελήνης, εἰ καὶ πλησίον ἡμῶν ἐστιν, ἀλλ’ οὖν ὅμως ἀργότερον κινεῖται, διότι μικρότερός ἐστιν ὅλων τῶν κύκλων, καὶ διὰ τοῦτο οὐ θερμαίνει ἡμᾶς. ὁ δὲ τοῦ ἡλίου καὶ διὰ τοῦτο ἡμᾶς θερμαίνει. ἀλλ’ ἴσως τις ἀπορεῖ, καὶ τάχους τί δήποτε μὴ γίνεται ἀντανίσωσις, καὶ ὅπερ οὐ ποιεῖ ἡ ἀπλανὴς διὰ τὸ ἀπόστημα, μὴ ποιεῖ διὰ τὸ τάχος· ἡ δὲ τῆς σελήνης σφαῖρα, ὃ οὐ ποιεῖ διὰ τὸ τάχος, διὰ τί διὰ τὸ προσεγγίζειν μὴ ποιεῖ; καί φησιν, ὅτι οὐδέποτε τὸ πόρρω ὂν κἂν ὀξέως κινῆται θερμαίνει, οὐδὲ τὸ πλησίον, μὴ ὀξέως δὲ κινούμενον. πλὴν ὡς οἶμαι τοῦτο ἀποκληρωτικόν ἐστιν. ἀλλ’ ἴσως τις ἀπορεῖ, εἰ διὰ τὴν ἡλιακὴν σφαῖραν γίνεται ἡ θερμασία, τί δήποτε μὴ καὶ ἐν νυκτὶ ὁμοίως θερμαινόμεθα ὥσπερ καὶ ἐν ἡμέρᾳ. πρὸς ὅν φαμεν, ὅτι οὐ μόνον ἡ ἡλιακὴ σφαῖρά ἐστιν αἰτία ἰῆς θερμότητος, ἀλλὰ καὶ αὐτὸς ὁ ἥλιος· αἰ γὰρ ἀκτῖνες αὐτοῦ ἀνακλώμεναι αἴτιαι γίνονται πολλῆς θερμασίας ἐν ἡμέρᾳ, οὐχ, ὡς ἄν τις δὲ ἂν οἰηθῇ, αἱ ἀκτῖνες αὗται ἀνακλῶντι· πῶς γὰρ ἐνδέδεται ἀσωuάτους αὐτὰς οὔσας ἀνακλᾶσθαι; ἀλλὰ φωτίζουσι τὸν ἀέρα, καὶ οὗτος ζῳογονούμενος καὶ ὑπὲρ φύσιν κινούμενος ἀνακλᾶται πλείονος ἔτι ζωῆς μεταλαβεῖν ἐφιέμενος. ἀνακλώμενος οὖν καὶ πολυειδῶς κινούμενος θερμαίνεται. ἄλλως δὲ οὐ γίνεται ἡ ἀνάκλασις, εἰ μὴ τὰ τρία ταῦτα συνδράμωσι, λειότης τοῦ ὑποκειμένου σώματος, ἵνα μὴ περικλᾶται ἐν τοῖς κοιλώμασιν ὁ ἀήρ, πυκνότης, ἵνα μὴ διεξέρχηται ὁ ἀήρ, ἀλλὰ μὴν καὶ στενότης, ἵνα ὁ ἀὴρ μεταξὺ ἀπολαμβανόμενος ἐφιέμενος οἷον ἑτέρου τινὸς ἡλιακοῦ φωτὸς τῆς στιλπνότητος, πολυειδῶς κινηθῇ. ἀλλ’ ἴσως πάλιν ἀπορήσει τις, καὶ δι’ ἣν αἰτίαν μὴ ὁμοίως ἐν θέρει καὶ ἐν χειμῶνι θερμαινόμεθα ἢ ἕωθεν καὶ περὶ τὴν μεσημβρίαν. πρὸς ὃν ῥητέον, ὅτι τούτου αἴτιαι γίνονται αἱ ἀκτῖνες ἐν μὲν θέρει καὶ περὶ τὴν μεσημβρίαν ὀρθαὶ φερόμεναι, ὲν χειμῶνι δὲ καὶ περὶ τὴν ἕω λοξαί. δέδεικται δέ, ὅτι ὡς γίνεται οἱουδήποτέ τινος, οὕτω γίνεται καὶ <ἡλίου> ἡ ἀνάκλασις. εἰ οὖν θέρει πρὸς ὀρθὰς γωνίας γίνονται αἱ ἀνακλάσεις, αἱ δὲ ὀρθαὶ γωνίαι ὀλίγον ἀφεστήκασι τῶν λοξῶν, μᾶλλον ἐναπολαμβάνουσι τὸν ἀέρα, καὶ διὰ τοῦτο μᾶλλον ἐκθερμαίνεται ἐν θέρει ὁ ἀήρ. ἐν δὲ χειμῶνι διὰ τὸ λοξὰς γίνεσθαι τὰς ἀνακλάσεις οὐκ ἀπολαμβάνεται ἀλλὰ χεῖται ὁ ἀήρ, καὶ διὰ τοῦτο οὐκ ἔστι πολλὴ θερμασία. ὅτι δὲ πρὸς τὰς ἀκτῖνας γίνεται καὶ ἡ ἀνάκλασις, πρόδηλον. καὶ γὰρ σφαῖραν εἰ ῥίψομεν, εἰ μὲν πρὸς ὀρθὴν γωνίαν ἐνεχθῇ κατὰ τῇς γῆς, πρὸς ὀρθὴν γωνίαν καὶ ἀφάλλεται· εἰ δὲ πρὸς λοξήν, λοξῶς ἀφάλλεται. ἔστι δὲ καὶ κατασκευάσαι αὐτὸ διὰ λόγου εἰ ὑποκέοιτο ἔσοπτρον, εἴη δὲ καὶ λύχνος καὶ ἐνεχθῇ πρὸς τὸ ἔσοπτρον, ἀντανάκλασιν δὲ ὑπομείνῃ πρὸς τὸ αἰσθανόμενον, δείκνυται, ὅτι ἐκ τῶν δύο εὐθειῶν γωνίαι ὀρθαί εἰσι καὶ ὅτι πρὸς ὀρθὰς ἀνατείνονται γωνίας. εἰ γὰρ μή, ὑποκείσθω εἰς ἄλλο μέρος φέρεσθαι τοῦ ἐνόπτρου τὸ ἐκτύπωμα τὸ ἀπὸ τοῦ λύχνου, φέρεσθαι δὲ πρὸς τὸ αἰσθητήριον καὶ ποιεῖν μείζονας εὐθείας. δέδεικται δέ, ὅτι αἱ πρὸς ὀρθὰς γωνίας εὐθεῖαι πασῶν εἰσιν ἐλάττους· φιλεῖ δὲ ἡ φύσις τὸ σύντομον. διὰ τούτων ἄρα γίνεται ἡ ἀνά· κλασις, ὥστε οὖν πρὸς ὀρθὰς γωνίας γίνονται αἱ ἀνακλάσεις. ἐπειδὴ οὖν καὶ ὁ. ἥλιος αἴτιός ἐστι τῆς θερμασίας, διὰ τοῦτο μᾶλλον ἐν ἡμέρᾳ θερμαινόμεθα. ὁ μὲν οὖν Ἀλέξανδρος ἐνταῦθα γενόμενος ἔφη, ὅτι ἡ σελήνη διακονεῖ τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα μὴ θερμαινομένη. καὶ οὐκ ἄτοπον διακονεῖν αὐτὴν θερμασίαν μὴ θερμαινομένην. ἰδοὺ γὰρ καὶ ὁ κάλαμος διακονεῖ τὴν νάρκην τῇ χειρὶ τοῦ ἁλιέως μὴ ὑπομένων νάρκην · ἀναίσθητος γάρ. πλὴν ἡμεῖς μὴ οὕτως εἴπωμεν· οὐδὲ γὰρ ἡ σελήνη ὅλως διακονεῖ θερμότητα, εἰ γάρ, ὡς εἴρηται, ἡ θερμότης ἐν αὐτῷ τῷ ἀέρι γίνεται. ὥσπερ οὖν ὁ κάλαμος οὐχ ἀπλῶς νάρκην διακονεῖ οὐ γὰρ λέγεται νάρκη, εἰ μὴ φθάσει παρ’ αὐτὴν τὴν χεῖρα), οὕτως οὐδὲ ἡ σελήνη θερμασίαν διακονεῖ· οὐ γὰρ λέγεται θερμότης, εἰ μὴ ἐν αὐτῷ τῷ ἀέρι. εἴρηνται οὖν δύο αἰτίαι τῆς γινομένης θερμότητος. λοιπὸν δὲ φέρει καὶ τρίτην αἰτίαν λέγων, ὅτι τὸ ὑπέκκαυμα αἴτιον γίνεται τῆς θερμασίας· τῇ γὰρ βίᾳ μέρος αὐτοῦ ἀποσπινθηρίζει καὶ φέρεται κάτω. ἐφ’ οἷς ὁ Ἀριστοτέλης ἀνατρέχει ἐπὶ τὰ ἐξ ἀρχῆς ζητῶν, εἰ τὰ οὐράνια σώματα θερμά ἐστι. καὶ δείκνυσι διὰ δύο ἐπιχειρημάτων, ὅτι οὐκ ἔστι θερμά· σαθρὰ δέ εἰσι καὶ τὰ δύο. ἔστι δὲ τὸ πρῶτον τοιοῦτον· εἰ θερμὰ ἦν τὰ ἄστρα, ἔδει μᾶλλον ἄνω γίνεσθαι τοὺς διᾴττοντας καὶ μὴ ἐν τῷ περιγείῳ ἀέρι, εἴ γε μᾶλλον ἐκεῖνα ἐκφεύγουσιν ὡς πυρεῖα. οὐ γίνονται δὲ ἐν τῇ ἀπλανεῖ, ὡς δηλοῖ τὸ σύντομον αὐτῶν τῆς κινήσεως νομίζονται γὰρ τὸ ἡμισφαίριον σχεδὸν κεκινῆσθαι)· οὐ γὰρ ὅν τῆς ἀπλανοῦς ὀξύτερον ἐκινοῦντο. ἀλλὰ ῥητέον πρὸς τοῦτο, ὅτι οὐ πάρεστιν ἡ ὑλικὴ αἰτία, ἥτις ὤφειλεν ἐκφλογωθῆναι, καὶ διὰ τοῦτο οὐ συνίσταται ἐν τῇ ἀπλανεῖ. δεύτερον ἐπιχείρημα· εἰ θερμὸς ὁ ἥλιος, τί δήποτε μὴ ἐρυθρὸς ὁρᾶται, ἀλλὰ λευκός; φύσει γὰρ λευκός ἐστιν. εἰ γὰρ καὶ περὶ τὴν ἕω καὶ περὶ δυσμὰς ὁρᾶται ἐρυθρός, ἀπάτη ἡμῖν γίνεται διὰ τὴν ἀτμίδα πολλὴν οὖσαν· μίγνυσι γὰρ ἡ φαντασία καὶ ποιεῖ ἐρυθρόν, ὅπερ οὐκ ἐδέξατο τὰ πράγματα, ὥσπερ καὶ ἡ ἀκοὴ κρᾶσιν ποιεῖ τῶν φθόγγων ἐν τῇ ἁρμονίᾳ τῶν φθόγγων μὴ κιρνωμένων. πλὴν καὶ τοῦτο σαθρόν· οὐ γὰρ ἀσφαλὲς ἀπὸ χρωμάτων ἐπιχειρεῖν. ἰδοὺ γὰρ καὶ τὰ ἄκρα ψυχρὰ οἷον χιών, ψιμμίθιον, καὶ τὰ ἄγαν καυστικὰ οἷον τίτανος τὸ αὐτὸ ἔχουσι χρῶμα. ἵνα οὖν μὴ τοιαῦτα περιάψωμεν ἄτοπα Ἀριστοτέλει, μεταρρυθμίσωμεν τὴν λέξιν, καὶ εἴπωμεν οὕτως, ὅτι ὁ ἥλιος εἰ ἦν θερμός, θερμότατος ἂν ἦν ὡς ἐκ τοιούτου διαστήματος καίων. καὶ εἰ τοῦτο, ὀφείλει ἀνθραὅτι κώδης εἶναι· τὸ γὰρ ἄγαν καυστικὸν ἀνθρακῶδές ἐστιν, οὐ τοῦτό μου λέγονἐστος, ὅτι πᾶν ἀνθρακῶδες καυστικόν (ἰδοὺ γὰρ ἠ σελήνη ἀνθρακώδης μέν ἐστιν, οὐ καυστικὴ δέ), ἀλλ’ ὅτι πᾶν καυστικὸν καὶ ἀνθρακῶδες. ἰδοὺ γὰρ καὶ ἐν πυρὶ τὸ ἀνθρακῶδές ἐστι τὸ μᾶλλον καυστικόν· διὰ φλογὸς γοῦν τὴν χεῖρα πράγομεν, αὐτοῦ μηδὲ τολμῶντες θιγεῖν. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. συγκαταπαύεται δὲ καὶ τὸ προοίμιον τῆς ὅλης πραγμτείας. Περὶ μὲν οὖν τοῦ ἄνω τόπου καὶ ἰὰ ἑξῆς. Σύνοψιν ποιεῖται τῶν ἐν τῇ προλαβούσῃ θεωρίᾳ ἡμῖν παραδιδομένων. p, 41a12 Περὶ δὲ τῆς γινομένης θερμότητος, ἣν παρέχεται ὁ ἥλιος. ἐντεῦθεν ἡ ἀρχὴ τῆς παρούσης θεωρίας· τὴν αἰτίαν γὰρ τῆς γινομένης ἐν ἡμῖν θερμότητος ζητεῖ. p. 341a13 Μαλλὸν μὲν καθ’ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς Περὶ ἐκείνης γὰρ ἰῆς πραγματείας ἴδιον περὶ τούτων ζητῆσαι, ἐπειδὴ τὸ θερμὸν αἰσθητόν ἐστι, τὸ δὲ αἰσθητὸν αἰσθήσει ὑπάρχει αἰσθητόν. ἢ οὖν ἐκεῖ τὸ ἀκριβὲς εἰσαγγέλλεται λέγειν, μὴ καταδράμῃ τις αὐτοῦ, ἢ ἔν τισι νῦν περὶ τούτων ἐνταῦθα διασφάλλεται. p. 341a16 Μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν. τουτέστι θερμῶν· ἐκείνων δὲ λέγει τῶν οὐρανίων σωμάτων. p. 341a17 Ὁρῶμεν δὲ τὴν κίνησιν, ὅτι δύναται διακρῖναι καὶ τὰ ἕξης. Προθέμενος εἰπεῖν διὰ τί μὴ ὄντα θερμὰ θερμαίνουσιν, οὐ τοῦτο ποιεῖ, ἀλλά φησι, τί ποιοῦντα τὰ οὐράνια σώματα θερμαίνουσι· καί φησιν, ὅτι κινοῦντα τὸ ὑπέκκαυμα καὶ τὸν περίγειον ἀέρα. p. 18 Ὡς καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι. Οτι, φησί, κίνησις ποιεῖ θερμότητα, δηλοῦσιν αἱ ἀκίδες τῶν βελῶν· τῇ γὰρ πολλῇ κινήσει ἕπεταί διαλύεσθαι τὸν ἐπικείμενον ἐν ταῖς ἀρχαῖς αὐτῶν μόλιβδον. p. 341a21 Ταχεῖαν μὲν γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι. Ὥς τινος ἀποροῦντος, καὶ διὰ τί ἡ τοῦ ἡλίου σφαῖρα μᾶλλον θερμαίνει, τούτου χάριν ἐπήγαγεν, ἐπειδὴ καὶ ταχέως κινεῖται καὶ οὐ πάνυ ἡμῶν ἀφέστηκε. πλὴν καλῶς εἰρήκαμεν ἡλίου σφαῖραν καὶ οὐκ αὐτὸν τὸν ἥλιον. ἡ γὰρ σφαῖρα αὐτοῦ τῆς σφαίρας τῆς σελήνης ταχυτέρα ἐστίν· αὕτη δὲ ἡ σελήνη τοῦ ἡλίου αὐτοῦ ὀξυτέρα ἐστί. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον. συνόδου γὰρ γινομένης ἡλίου καὶ σελήνης ἐν Κριῷ ὁ μὲν ἥλιος τῇ πρώτῃ ἡμέρᾳ μίαν μόνην κινηθήσεται μοῖραν, ἡ δὲ σελήνη δώδεκα· τῇ δευτέρᾳ ἡμέρᾳ ὁ μὲν ἥλιος ἐπιβήσεται τῆς δευτέρας μοίρας, ἡ δὲ σελήνη τῆς δεκάτης τρίτης. καὶ ἐπειδὴ αἱ δύο μοῖραι ὡς δέδεικται τοῦ Κριοῦ πρὸ τῆς ιݲγݲ ἀνατέλλουσιν, εὑρεθήσεται ὁ ἥλιος πρὸ τῆς σελήνης τέλλων. ᾧ δῆλον, ὅτι ταχυτέραν τὴν ἰδίαν κίνησιν ἡ σελήνη ποιεῖ. p. 341a23 Τῷ δὲ μάλιστα γί τὰ ἑξῆς. ἐντεῦθεν τὴν δευτέραν αἰτίαν βούλεται εἰπεῖν, ἥτις αἰτιᾶται τὰς ἀκτῖνας τὰς ἀπὸ τοῦ ἡλίου, πλὴν οὐ σαφῶς λέγει, ἀλλ’ οἷον ὑπαινίττεται ἴσως ἀπαρεσκόμενος τῷ δόγματι. τί γάρ φησιν; ὅτι ὅπερ ὁρῶμεν γινόμενον ἐπὶ ἡμῶν, ὅτι ἐπὶ τῶν πυρείων ἐναπολαμβάνεται ὁ ἀὴρ ἐκ τῶν δύο σωμάτων καὶ τῇ πολυειδεῖ κινήσει ἐξάπτεται, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ἡλίου. οὐ γὰρ ἄλλως ὁ ἀὴρ †ἀνακαλεῖται, εἰ μὴ ἐκ τῶν ἀκτίνων οἷον χῳογονούμενος καὶ διὰ τὴν ἔφεσιν τοῦ πλείονος φωτὸς ἐπὶ πλέον κινούμενος. p. 341a30 Καὶ διὰ τὸ περιέχον πῦρ. Ινα εἴπῃ τὴν τρίτην αἰτίαν. περιέχον πῦρ ἐκάλεσε τὸ ὑπέκκαυμα· καὶ αὐτὸ γὰρ αἴτιον γίνεται τῆς θερμασίας. p. 341a31 Σημεῖον δὲ ἱκανόν. ἐντεῦθεν τὰ δύο ἐπιχειρήματα βούλεται παραδοῦναι κατασκευαστικὰ ὄντα τοῦ τὰ οὐράνια σώματα μὴ εἶναι θερμά. |Πρᾶξις ςݲ p. 341b1 τούτων δὲ διωρισμένων λέγωμεν, διὰ ποίαν αἰτίαν αἵ τε φλόγες καιόμεναι φαίνονται. Οὐ χρὴ παραδραμεῖν τὴν τῶν μετεωρολογικῶν θεωρημάτων ὡς ἔτυχε ζήτησιν. μεγίστη γὰρ καὶ οὐχ ἡ τυχοῦσα καθέστηκεν, εἴ γε καὶ οἱ φιλοσο- φοῦντες οὐκ ἄλλοθέν ποθεν ὠνομάσθησαν μετεωρολογικοί ἢ ἐκ ταύτης τῆς θεωρίς. καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἐπειδὴ τῶν ὑπὸ σελήνην πάντων κρείττων ἐστὶν ὁ ἐν τῷ μεταρσίῳ τόπῳ ὡς μιμούμενος τὰ οὐράνια σώματα· ἀδιαλείπτως γὰρ τὸ ὑπέκκαυμα τὴν κύκλῳ φορὰν διώκει. οὐ καταφρόνητος οὖν ἐστιν ὁ περὶ τῶν ἐν τῷ μεταρσίῳ τόπῳ συνισταμένων λόγος. διὸ χρὴ τῶν προοιμίων ἀπαλλαγέντας ἐπ’ αὐτοὺς λοιπὸν τοὺς ἀγῶνας ἐπαποδύσασθαι. σκοπὸν τοίνυν ἔχων ὁ Ἀριστοτέλης παραδοῦναι τὰ ἐκ τῶν δύο ἀναθυμιάσεων γινόμενα, τῆς τε καπνώδους φημὶ καὶ τῆς ἀτμιδώδους, ἐπειδὴ δεῖ προτάττειν ἁπανταχοῦ τὰ ἁπλᾶ τῶν συνθέτων, πρότερον περὶ τῶν γινομένων ἀπὸ τῆς μιᾶς ἀναθομιάσεως διαλέγεται, εἶτα οὕτως περὶ τῶν γινομένων ἐκ τῶν δύο. καὶ ἐπειδὴ ἐν ταῖς ἀναθυμιάσεσι κρείττων ἡ καπνώδης ὡς μιμουμένη τὰ οὐράνια καὶ τὴν κυκλικὴν κίνησιν τῆς ἀτμιδώδους, τούτου χάριν πρότερον περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους φησί. καὶ ἐπειδὴ πάλιν ἡ καπνώδης τὰ μὲν ποιεῖ μεταλαμβανομένη καὶ τὰ δ’ ἐπὶ τῶν αὐτῶν μένουσα, σαφέστερα δ’ ὡς ἐνδέχεται τὰ γινόμενα μεταβαλλομένης αὐτῆς τὰ μὲν εὔκολά εἰσιν ὡς ἁπλῆν ἔχοντα φύσιν καὶ ἀληθῆ, τὰ δὲ ἐπὶ χρόνον παραμένουσι δύσκολον ἔχοντα τὴν γένεσιν), νόμος δέ ἐστιν ὁ παρακελευόμενος ἐκ τῶν ἀληθῶν πρῶτον ἄρχεσθαι καὶ εὐκόλων, ἵνα ἱδρυμένης τῆς ἀληθείας δυνηθῶμεν καταλαβεῖν τὸ ψεῦδος, ἐκ τῶν τοιούτων ἄρχεται. καὶ ἐπειδὴ ταῦτα ἔχουσιν αἶγες, φλόγες, δαλοὶ καὶ διᾴττοντες, ἐκ τούτων πρότερον ἄρχεται ὁ Ἀριστοτέλης. καὶ γὰρ οὐκ ἐκ τῶν δύο γίνεται ἀναθυμιάσεων, ἀλλ’ ἐκ τῆς μιᾶς, καὶ ταύτης οὐκ ἐκ τῆς ἀτμίδος, ἀλλ’ ἐκ τῆς καπνώδους, καὶ ταύτης οὐκ ἀμεταβλήτου οὔσης, ἀλλὰ μεταβαλλομέναις, καὶ ταῦτα οὐκ ἐκ τῆς ποιούσης ψευδῆ, ἀλλὰ μᾶλλον τἀληθῆ· διὰ τοῦτο πρότερον περὶ τούτων διαλέγεται. ἀλλὰ φέρε εἰ δοκεῖ παραδώσωμεν αὐτῶν τὰ κοινὰ καὶ ἴδια. ἴδια μὲν οὖν εἴρηται αὐτῶν πλείονα, δὲ τὸ γενέσθαι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως μεταβαλλομένης, καὶ ὅτι σαφῆ εἰσι καὶ ἀληθῆ. ἡ δὲ λέξις ἄλλο τι κοινὸν αὐτῶν παραδί- δῶσι. ποῖον τοῦτο; ὅτι ἡ ποιητικὴ αὐτῶν αἰτία ἐστὶν ἔκκαυσις καὶ ἐκφλόγωσις τοῦ ὑπεκκαύματος· πλὴν τοῦτο κοινόν ἐστι πάντων πλὴν τοῦ δευτέρου διᾴττοντος, οὗτινος μέλλομεν εἰπεῖν ποιητικὴν αἰτίαν τὴν ψῦξιν. ἰστέον δέ, ὅτι περὶ τῆς καπνώδους ἀναθυμιάσεως ὁ Ἀριστοτέλης ἐν τοῖς τρισὶ βιβλίοις διαλέγεται. καὶ οὐχ, ὡς ἄν τις οἰηθείη, διεσπασμένην αὐτῆς ποιεῖται διδασκαλίαν. ἐν γὰρ τῷ πρώτῳ τὰ πάθη τὰ γινόμενα ἐξ αὐτῆς μετα- βαλλομένης παραδίδωσιν, ἐν τῷ δευτέρῳ ὡς ἀμεταβλήτου· ἐκεῖ γὰρ περὶ ἀνέμων καὶ θαλάσσης εἰπεῖν μέλλει, ὧν αἰτία ἡ καπνώδης ἀναθυμίασις οὐκ ἀλλοιουμένη, ἀλλ’ ἐπὶ τῶν αὐτῶν μένουσα. ἐν δὲ τῷ τρίτῳ παραδίδωσι τὰ γινόμενα οὐκ ἐκ μόνης τῆς καπνώδους, ἀλλ’ ἐπιμιγνυμένης τῇ ἀτμιδώδει. ἀλλὰ πρὸς ἕκαστον ἔστιν ἀπορῆσαι. καὶ γὰρ ἐν τῷ πρώτῳ λόγῳ διαλέγεται περὶ ἀνέμων, οἵτινες ἀμεταβλήτου οὔσης τῆς καπνώδους γίνονται. τί οὖν ῥητέον; ὅτι ὡς ἐν παρεκβάσει, ἐπειδὴ περί τινος ἐκεῖσε μέμνηται συνέχειαν πρὸς τοὺς ἀνέμους ἔχοντος, ἐμνήσθη καὶ αὐτῶν· πλὴν οὐδὲ τὰ δοκοῦντα αὐτῷ περὶ τούτων λέγει ἐν τῷ πρώτῳ ἀλλὰ μᾶλλον ἐν τῷ δευτέρῳ. πάλιν ἐν τῷ δευτέρῳ τί δήποτε περὶ ἀστραπῆς διαλέγεται, εἰ γὰρ αὕτη γίνεται ἐκ τῆς ἀτμίδος ἐκφλογουμένης καὶ μεταβαλλομένης; τί οὖν ῥητέον; ὅτι κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ περὶ βροντῆς ἦν ἐκεῖσε ὁ λόγος, ἕπεται δὲ ταύτῃ ἀστραπή, διὰ τοῦτο καὶ περὶ αὐτῆς διειλέχθη. ἀλλ’ ἴσως τις ἐρεῖ· καὶ διὰ τί ὅλως περὶ βροντῆς ἐν τῷ δευτέρῳ διαλέγεται, εἴ γε αὕτη σύγκρουσίς ἐστι νεφῶν, τὰ δὲ νέφη ἐκ τῆς ἀτμίδος γίνονται; τί οὖν ῥητέον; ὅτι καὶ περὶ τῶν ἀπὸ τῆς ἀτμίδος γινομένων διαλέγεται ἐν τῷ δευτέρῳ καὶ οὐκ ἄπορος ὁ λόγος, εἰ τοῦτο), ἢ ὅτι περὶ βροντῆς διαλέγεται οὐ ταύτης, ἥτις γίνεται συγκρουόντων τῶν νεφῶν, ἀλλὰ περὶ τῆς ἑτέρας· ἔστι γὰρ ἕτερος τρόπος γενέσεως βροντῶν. πολλάκις γὰρ ἡ καπνώδης ἀναθυμίασις ἡ ἐν τῷ νέφει ἐκθλίβεται καὶ βιαίως ὠθουμένη προσπταίει ἄλλῳ νέφει καὶ ποιεῖ τὴν βροντήν· ἕπεται δὲ ἡ ἀστραπή, ἐπειδὴ ἡ κίνησις ἐκφλογοῖ αὐτήν. πάλιν ἄξιον ἀπορῆσαι, πῶς εἰρήκαμεν ἐν τῷ τρίτῳ λόγῳ περὶ τῶν γινομένων ἐκ τῶν δύο ὰναθυμιάσεων διαλέγεσθαι τὸν Ἀριστοτέλην, εἴ γε καὶ περὶ ἐκνεφίων πνευμάτων διαλέγεται καὶ περὶ κεραυνῶν, ἅτινα τῆς καπνώδους εἰσὶν ἀναθυμιάσεως μόνης. τί οὖν ῥητέον; ὅτι διὰ τὴν ἀνάγκην περὶ τούτων διείλεκται. ἐπειδὴ γὰρ ὁ κεραυνὸς ἐπιτεινόμενος πρηστὴρ γίνεται, τὸ δ’ ἐκνέφιον πνεῦμα ἐπιτεινόμενον τυφών, διὰ τὴν συγγένειαν τούτων ἀνάγκῃ καὶ αὐτῶν ἐμνημόνευσε. ταῦτα μὲν ἔξωθεν, ἔλθωμεν λοιπὸν ἐπὶ τὸ προκείμενον. καὶ ἐπειδὴ τὰ κοινὰ τῶν εἰρημένων μεμαθήκαμεν, φλογῶν φημι καὶ δαλῶν καὶ αἰγῶν καὶ διᾳττόντων, ζητήσωμεν αὐτῶν καὶ τὴν διαφοράν. ἐκφλογούμενον τὸ ὑπέκκαυμα ἢ κατὰ συνέχειαν ἐκφλογοῦται ἢ διεσπαρμένως· καὶ εἰ κατὰ συνέχειαν ἐξαφθῇ, καὶ κατὰ μῆκος μόνον γίνεται· καὶ εἰ τοῦτο, ἢ οἱονεὶ ὰποσπιν- θηρίζει καὶ γίνονται αἱ αἶγες διὰ τὸ ἐοικέναι τοὺς ἀποσπινθηρισμοὺς τῶν αἰγῶν τοῖς ἐκκρεμέσι μαλλοῖς, ἢ οὐκ ἀποσπινθη|ρίζει καὶ. γίνονται δαλοί. εἰ δὲ διεσπαρμένη εἴη ἡ ἔκκαυσις, γίνονται οἱ διᾁττονιες. οὐχ ὅτι δὲ ἔλλειψις γίνεται πυρός, λέγομεν διεσπάρθαι, ἀλλ’ ἐπειδὴ οὐ διόλου ἐστὶν ἡ καπνώδης ἀναθυμίασις, ἀλλὰ διεσπαρμένη. διάδοσις οὖν γίνεται ἐν τῷ μεταξύ, διὰ τὸ λεπτομερὲς δὲ οὐ διαφαίνεται, καὶ δίκην τοῦ ἐσβεσμένου πυρὸς καὶ ἁπτομένου ἐκ τῆς ὑποκειμένης φλογός· ἡ γὰρ ἐν τῷ μεταξὺ δίοδος τῆς φλογὸς οὐ φαίνεται διὰ τὸ λεπτομερές, ἀλλὰ τότε μόνον, ἡνίκα φθάσει περὶ τὴν θρυαλλίδα ὡς ἐπὶ τοῦ ἐσβεσμένου λύχνου. οὕτως οὖν καὶ ἐνταῦθα. ἔστι δὲ καὶ ἕτερος τρόπος τῆς γενέσεως διᾳττόντων· γίνεται γὰρ διᾴττων καὶ ὁ ὑπὸ ψύξεως, καὶ οὐδὲν ἄτοπον. καὶ γὰρ τὸ θερμὸν αἴτιον γίνεται ψύξεως καὶ ψυχρὸν αἴτιον θερμασίας. οὕτως ἐν χειμῶνι ἀμείνους αἱ πέψεις καὶ τὰ φρεατιαῖα ὕδατα θερμὰ διὰ τὴν ἀντιπερίστασιν. ἰδοὺ οὖν ἡ ψύξις ποιεῖ θερμασίαν. ἀλλὰ μὴν καὶ τοὐναντίον· οὕτως ἐν Αἰγύπτωί τῇ οὕτω θερμοτάτῃ ψυχρὸς οἶνος ὁ Κνίδιος καλούμενος διὰ τὴν ἀντιπερίστασιν. τοῦτο δὲ γίνεται, ἵνα ἀεὶ τὸ πᾶν μετέχῃ καὶ θερμασίας καὶ ψύξεως. πῶς δὲ ἄρα γίνονται; συναναφέρονται αἱ δύο ἀναθυμιάσεις ἀλλήλαις οὐ κατὰ κρᾶσιν συνημμέναι οὐ γὰρ ἄν πάλιν διίσταντο), ἀλλὰ κατὰ παράθεσιν. εἰ μὲν οὖν ἰσοσθενεῖς ὦσιν, ἑκατέρα εἰς τὴν οἰκείαν ὁλότητα φέρει τὴν ἑτέραν. πολλάκις οὖν ἐπικρατεστέρα ἐστὶν ἡ ἀτμιδώδης καὶ βίᾳ φέρει τὴν καπνώδη ἐν τῇ οἰκείᾳ ὁλότητι, τουτέστιν ἐν τῷ ἀπογείῳ ἀέρι. καὶ ἐπειδὴ οὗτος ψυχρότερός ἐστι τοῦ περιγείου, ὡς εἴρηται, καὶ ἀνωτέρω πυκνοῖ τὴν ἀτμίδα καὶ τῇ πυκνώσει ἐκπυρηνίζεται ἡ καπνώδης βίᾳ ἡ ἐν αὐτῇ οὖσα καὶ φέρεται ἀκοντιζομένη ἔξω καὶ ποιεῖ τὸν διᾴττοντα. ἀνάλογον δὲ γίνεται ἡ ἐκπυρήνισις τῇ ἐκθλίψει τῶν πυρήνων τῶν ἀπὸ τῶν δακτύλων ἀποπιεζομένων. διαφέρει δὲ ὁ πρῶτος διᾴττων τοῦ δευτέρου διᾴττοντος τέτρασι διαφοραῖς. τῇ ποιητικῇ αἰτίᾳ· ὁ μὲν γὰρ πρῶτος ὑπὸ θερμασίας ἐλέγετο γίνεσθαι, οὗτος δὲ ὑπὸ ψύξεως. δευτέρα διαφορά· ὁ μὲν γὰρ πρῶτος διᾴττων διεσκορπισμένην εἶχε τὴν ἔξαψιν καὶ διάφορον ἄλλοτε ἄλλης ὕλης καιομένης, ὁ δέ γε δεύτερος μίαν ἔχει τὴν αὐτὴν ἔκκαυσιν ἐπὶ πολὺ ἐκπεμπομένην. τρίτη διαφορά· ἐπὶ μὲν τοῦ πρώτου διᾴττοντος ἡ κίνησις ἐφεξῆς ἐγένετο πρὸς τὴν ὕλην, ἐπὶ δὲ τοῦ δευτέρου λοξὴ γίνεται ἡ κίνησις. δι’ ἣν αἰτίαν ἐπειδὴ πᾶν τὸ ἐκπυρηνιζόμενον ἐπὶ τὰ κάτω ἐκθλίβεται, φύσει δὲ ἔχει τὸ πῦρ τὴν ἄνω φορὰν διώκειν, τῆς μὲν ἐκθλίψεως ἐπὶ τὰ κάτω βιαζομένης φέρεσθαι, τῆς δὲ φύσεως ἐπὶ τὰ ἄνω ἀναγκζούσης οἷον μίξις τις γίνεται, καὶ λοξὴ ἡ κίνησις ἕπεται. τετάρτη· ὀ μὲν πρῶτος διᾴττων ἐν τῷ ἀπογείῳ ἀέρι φέρεται, ὁ δὲ δεύτερος ἐν τῷ περιγείῳ. μηδὲ ἐπειδὴ εἴπομεν †‘τῷ περιγείῳ’, ἤδη τις ἂν νομίσῃ, ὅτι ἄνω περὶ τὰς σφαίρας γίνονται. οὐ γὰρ τοῦτο ἀληθές, ὡς δηλοῖ ἡ ταχύτης αὐτῶν, τοσοῦτον νομίζειν μετακινεῖσθαι διάστημα συντόμως καὶ πλέον ἢ τῆς ἀπλανοῦς. τοῦτο δὲ γίνεται, καὶ νομίζεται ὁ διᾴττων ὀξύτερον κινεῖσθαι τῆς ἀπλανοῦς, ἐπειδὴ ὀλίγον ἡμῶν ἀφέστηκε, πλέον δὲ ἡ ἀπλανής. δέδεικται δὲ τοῦτο δι’ ὀπτικοῦ λόγου, ὅτι τὰ πλησίον ὄντα τῶν πόρρω ἀφεστηκότων, κἄν ἀργότερον κινῶνται, δοκοῦσιν ὅμως ὀξύτερον κινεῖσθαι. δι’ ἣν ἄρα αἰτίαν; εἴρηται, ὡς ἀπὸ μιᾶς κορυφῆς ἐκπεμπόμεναι τυχὸν αἱ ἀκτῖνες τῆς ὄψεως πόρρω προκόπτουσαι διίστανται ἀπ’ ἀλλήλων. τὰ πλησίον ὄντα ὡς ἅτε μὴ πολὺ ἀφιστάμενα ἀλλήλων ἀκριβῶς γινώσκουσι, τὰ. δὲ πόρρω πάνυ ὄντα, ἐπειδὴ λοιπὸν οἱονεὶ εἰς ἀχανίαν τινὰ λήγουσιν, οὐ κατὰ λόγον περιλαμβάνουσιν. καὶ διὰ τοῦτο οὐκ ἀκριβῶς ὰντιλαμβάνονται· πλὴν τὸ ὀπτικὸν θεώρημα ἀκριβέστερον εὑρήσεις ἐν τῷ Περὶ ὄψεως. p. 341b4 Καὶ διὰ αὐτὴν αὐτὴν αἰτίαν. Ποίαν τὴν αὐτήν ; τὴν θερμότητα. αὕτη γὰρ ποιητικὴ αὐτῶν πάντων αἰτία πλὴν τοῦ δευτέρου διᾴττοντος, οὗτινος ποιητικὴν αἰτίαν τὴν ψῦξιν εἰρήκαμεν. p. 341b5 Διαφέρει δὲ τῷ μᾶλλόν τε καὶ ἧττον. Ἐπειδὴ τυχὸν ἐπὶ μὲν τῶν φλογῶν πλέον ἡ ἐκκαιομένη ὕλη ὡς καὶ μῆκος καὶ πλάτος ἴσον ἔχουσα, ἐπὶ δὲ τῶν αἰγῶν ἧττον, ἔτι δὲ ἧττον ἐπὶ αὐτῶν τῶν δαλῶν, διότι εἰ καὶ ἐπὶ ἀμφοτέρων μῆκός ἐστι μόνον, ἀλλ’ οὖν ὅμως ἐπὶ τῶν αἰγῶν καὶ ἀποσπινθηρίζει. p. 341b5 Ἀρχὴ δέ ἐστι τούτων καὶ πολλῶν δὲ ἄλλων ἥδε. Τουτέστιν ἡ καπνώδης ἀναθυμίασισ. πολλῶν δὲ ἄλλων λέγει ἢ τῶν ἐν τῴ παρόντι διδασκομένων βιβλίῳ, ἃ γίνονται μεταβαλλομένης αὐτῆς, ἢ καὶ τῶν ἐν τῷ δευτέρῳ, ἃ γίνονται ἀμεταβλήτου αὐτῆς οὔσης. p. 341b7 Τὴν ἀναθυμίασιν ἀναγκαῖον γίνεσθαι μὴ ἁπλῆν, ὤς τινες οἴονται. Αἰνίττεται εἰς Πλάτωνα. οὗτος γὰρ οὐκ ἔλεγεν εἶναι τὴν καπνώδη ἀναθυμίασιν, ἐπειδή φησιν· ῾ἐκ τῆς γῆς οὐδὲν ἐκδίδοται᾿ . δόγμα γὰρ αὐτοῦ ἐστιν ἐν Τιμαίῳ λεγόμενον, ὅτι πάντα μὲν τὰ στοιχεῖα εἰς γῆν μεταβάλλουσι, γῆ δὲ εἰς οὐδὲν τῶν στοιχείων. εὐλόγως οὖν ἔλεγεν οὐδὲν ἐκδίδοσθαι ἐξ αὐτῆς μόνης. καὶ ὅτι φησὶ τοῦτο ἀληθές, δηλοῖ τὸ μὴ καίεσθαι τὴν τέφραν κυρίως γῆν οὖσαν. πλὴν τούτῳ τῷ λόγῳ πολλὰ ἕπονται ἄτοπα. πρῶτον μὲν γὰρ ἔδει τὴν γῆν ἐκ πολλοῦ χρόνου ἄπειρον εἶναι πάντα μὲν ὑποδεχομένην, μηδὲν δὲ ἀπολύουσαν, καὶ ἄλλα δὲ πολλά, ἅπερ οὐ πρόκειται νῦν ζητεῖν. ὃ οὖν φησι τοιοῦτόν ἐστιν, ὅτι οὐκ ἔστιν ἁπλῆ ἡ ἀναθυμίασις, ἀλλὰ διπλῆ· ἡ μὲν καπνώδης, ἡ δὲ ἀτμιδώδης. καὶ ἰδοὺ ὅπερ προανεφωνοῦμεν, ὅτι προσεχῆ στοιχεῖα ὕστερον ἐρεῖ, νῦν σαφῶς παραδίδωσι. p. 341b9 Τὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ. |Τοῦτο βούλεται εἰπεῖν, ὅτι ἡ μὲν ἀτμὶς γίνεται ἐκ τοῦ ὕδατος· τοῦτο 10r γάρ ἐστι περὶ τὴν γῆν καὶ ἐπὶ τὴν γῆν· ἐκ δὲ τῆς γῆς ἡ καπνώδης ἀναθυμίασις. p. 341b12 Καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσμηται ὁ πέριξ. Τουτέστι διὰ τὰς δύο ταύτας τὰς ἀναθυμιάσεις ἀλλοιουμένας, καὶ τὴν μὲν ἀιμίδα γινομένην ἀέρα, τὴν δὲ καπνώδη ὑπέκκαυμα, τὸ πᾶν τοῦτο οὕτω κεκόσμηται. ἔστι γὰρ πρῶτον τὸ ὑπέκκαυμα (κουφότερον γὰρ ἡ καπνώδης ἀναθυμίασις), εἶτα ὁ ἀήρ, τρίτον τὸ ὕδωρ, καὶ οὕτω τέταρτόν ἐστιν ἡ γῆ. 341b14 Ὅ λέγομεν πῦρ. Διὰ τί εἶπεν ὃ λέγομεν; ἐπειδὴ οὐ κυρίως τὸ ὑπέκκαυμα πῦρ καλεῖ· ται, ἀλλὰ ἀπὸ μεταφορᾶς τοῦ διακονικοῦ. πῦρ δὲ οὐ λέγεται τὸ μὴ καῖον, ὅθεν καὶ ὑπέκκαυμα ἐκλήθη παρὰ τὸ ἧττον καίειν· ἡ γὰρ ῾ὑπό᾿ πρόθεσις τὴν ὕφεσιν σημαίνει. p. 341b15 Ὁμώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης καπνώδους διακρισεως. Τὸ αὐτό, φησί, σημαίνει καὶ ἐπὶ τοῦ διακονικοῦ πυρὸς καὶ ἐπὶ τοῦ ὑπεκκαύματος. τὸ γὰρ πῦρ · κατὰ τῶν δύο λέγεται· καπνώδους γὰρ ειπε διακρίσεως, ἵνα δηλώσῃ τὸ ὑπέκκαυμα καὶ τὸ διακονικὸν πῦρ. διάκρισις γὰρ ἑκάτερον αὐτῶν ταύτης ἐστίν. p. 341b18 ‘Yπὸ δὲ ταύτην τὴν φύσιν ἀἠρ. τουτέστι μετὰ τὸ ὑπέκκαυμά ἐστι λοιπὸν ὁ ὑσὶν ἀὴρ. p. 341b20 Ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις. Πρόσθες σύ, ἐὰν δράξηται καὶ ἐπιτηδείας ὕλης· οὐ γὰρ χρεία μόνης τῆς κινήσεως, ἀλλὰ καὶ τοῦ ὑλικοῦ αἰτίου. p. 341b22 ἐὰν μάλιστα ἔχῃ εὐχερῶς ἡ τοιαύτη σύστασις. Καλῶς τοῦτο· οὐ γὰρ ἐν παντὶ μέρει τοῦ ὑπεκκαύματος γίνεται, ἀλλ’ ἐν τῷ ἐπιτηδείῳ, καθάπερ οὐδὲ ἐν παντὶ μέρει τοῦ σώματος γίνεται λέπρα, ἀλλ’ ἐν μόνῳ τῷ ἐπιτηδείῳ. p. 341b24 Διαφέρει δὲ ἤδη διὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ Θέσιν εἶπεν, ἵνα δηλώσῃ τὴν συνεχῆ ἔξαψιν ἢ τὴν διεσπαρμένην· πλῆθος δέ, ἵνα δηλώσῃ ὁμοίως καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος γινομένην τὴν ἔξαψιν ἢ κατὰ μόνον τὸ μῆκος. p. 341b29 Ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἅμα καιόμενον (τοῦτο δὲ γίνεται ὅιὰ τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἀρχὴν δέ), αἲξ καλεῖται. ὅταν, φησίν, οἶον ἀποσπινθηρίζῃ, αἲξ καλεῖται. οἱ δὲ ὰποσπινθηρισμοί, φησίν, οὗτοι οὔκ εἰσι διεσπαρμένοι, ἀλλ’ οἷον ἐκκρεμεῖς. τοῦτο δ’ ἐνεδείξατο διὰ τοῦ εἰπεῖν ἄμα καιόμενον. μεταξυλογίᾳ δὲ ἐμμέσῳ ἐχρήσατο τὴν αἰτίαν λέγων τοῦ ἀποσπινθηρίζειν, ὅτι τοῦτο, φησί, συμβαίνει, ἐπειδὴ ἐκπυροῦται ὁ παρακείμενος ἀὴρ πλὴν ἐπὶ τὴν ἀρχὴν τοῦ παρεκ- πυρωθέντος, ὡς μὴ εἶναι διεσπαρμένους τοὺς ἀποσπινθηρισμούς. p. 341b35 Oxs μὲν οὖν ὑπὸ τῆς κινήσεως καὶ τὰ ἑξῆς. ἐντεῦθεν καὶ τὴν ἄλλην αἰτίαν τῆς γενέσεως τοῦ διᾲττοντος βούλεται p. 342a2 Καὶ ἔοικεν ἠ φορὰ ῤἰψει μᾶλλον, οὐ καύσει. Ἐπὶ τοῦ διὰ ψῦξιν γινομένου διᾴττοντος ῥίψει μᾶλλον ἡ κίνησις γίνεται, ἀλλ’ οὐ κτὰ τὸ συνεχὲς ἔκκαυσιν γενέσθαι, καὶ λοιπὸν λαμβάνει παράδειγμα τοῦ μὲν διὰ θερμασίαν γινομένου τὸν λύχνον, τοῦ δὲ διὰ ψῦξιν· τὸν ἐκπυρηνισμόν. p. 342a3 Ἀπορήσειε ἄν τις. Ὡς ἀπορίαν προάγει τὸν λόγον. ἴσως γάρ τις ἔχει ἀπορῆσαι, ἆρα οὐ γίνεται ὁ ἀὴρ ὥσπερ ἅπτεται ὁ νεωστὶ ἐσβεσμένος λύχνος ὑπὸ τῆς ὑποκειμένης φλογὸς μηδαμοῦ τῆς ἐξάψεως γινομένης εἰ μὴ ἐν τῇ θρυαλλίδι, <ἢ> ὥσπερ οἱ πυρῆνες ἐκ τῶν δακτύλων ἐκκρίνονται. καί ὅτι ἑκάτερον ἀληθές· τὸ μὲν γὰρ τῆς λυχνιαίας φλογὸς ἁρμόζει ἐπὶ τοῦ πρώτου διᾴττοντος, τὸ δὲ ἄλλο παράδειγμα ἁρμόζει ἐπὶ τοῦ δευτέρου διάττοντος. p. 342a7 Ἤ ῥίψις τοὐ αὐτοῦ τινος ἐνταῦθα ἡ ἀνταπόδοσις ἄρχεται γίνεσθαι τοῦ παραδείηματος †ἐντεῦθεν τοῦ δευτέρου δαλοῦ. p. 342a10 Ὥστε καὶ εἰς γῆν καὶ εἰς θάλασσαν φαίνεσθαι πίπτοντας. τοὺς κατ’ ἐκπυρηνισμὸν δηλονότι διᾴττοντας· οἱ γὰρ ἄλλοι ὅπου ἀποοοῦσιν ὕλης ἐν τῷ ὑπεκκαύματι, ἐκεῖ καὶ ἀπομαραίνονται. p. 342a11 Καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ αἰθρίας οὔσης. Μεθ’ ἡμέραν εἶπεν, ἵνα τὴν ἀρχὴν τῆς νυκτὸς δηλώσῃ. τί δὲ λέγει αἰθρίας; αἰθρίας τοίνυν φησὶν οὐχ ἀπλῶς ἀνέμων, ἀλλ’ ὑετῶν· εἰ γὰρ εἴη ὑετός, πῶς ἔχει γενέσθαι διάττων; πλήν, ὡς νομίζω, αἰθρίας λέγει, ἵνα εἴη ἀνέφελος ὁ οὐρανός. εἰ γάρ εἴη, κἂν γίνωνται, οὐδὲ φαίνονται· ἔφη δὲ φαίνεσθαι αὐτοὺς ἐν αἰθρίᾳ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν. p. 342a12 Κάτω δὲ ῥίπτεται καὶ τὰ ἑξῆς. ἐπειδὴ ἡ πύκνωσις ἐπὶ τὰ κάτω ἀποδιώκει, καὶ τούτου χάριν κάτω φέρονται οἱ διᾴττοντες. οὕτως γάρ, φησί, καὶ οἱ κεραυνοὶ κάτω φέρονται, ἐπειδὴ ἐκπυρηνίζεται καὶ ἐπὶ αὐτῶν ἡ καπνώδης ἀναθυμίασις. ἐπεὶ οὗν κάτω ἐκκρίνεται διὰ τὴν θλίψιν, φύσει δὲ ἄνω φέρεται τὸ θερμόν, εἰκότως τὴν λοξὴν κίνησιν κινοῦνται οἱονεὶ ἐκ τῶν ἐναντίων κινήσεως μεσότητος γινομένης. |p. 342a16 Ὅσοι usv οὖν ἐν τῷ ἄνω τόπῳ συνίστανται, ἐκκαιομένης γίνονται τῆς ἀναθυμιάσεως. Εντεῦθεν λοιπὸν τἀς διακρίσεις παραδίδωσιν, ὅτι οἱ μὲν πρῶτοι διᾴττοντες ὑπὸ θερμασίας γίνονται, οἱ δὲ δεύτεροι ἐν τῷ περιγείῳ ἀέρι. λοιπὸν δὲ καὶ τρίτην διαφοράν, ἥτις ἐλαμβάνετο ἐκ τοῦ διαφόρου τρόπου τῆς κινήσεως. εἶπε δὲ καὶ τὴν ἄλλην διαφορὰν ἀνωτέρω, ἔνθα ἔλεγε περὶ μὲν ἓν καὶ τὸ αὐτὸ πῦρ ἐκκρίνεσθαι, ποῦ δὲ διάδοσιν γίνεσθαι. p. 342a21 Διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως. Ἐντεῦθεν ἡ διαφορὰ ἡ ἐκ ἰοῦ διαφόρου τρόπου τῆς κινήσεως. p. 342a24 Τὰ πλεῖστα δὲ εἰς τὸ πλάγιον. Δηλονότι τῶν γινομένων ὑπὸ ψύξεως περὶ τούτων ἐναντίαι εἰσὶ κινήσεις. p. 342 a 30 Πάντα δὲ ταῦτα κάτω σελήνης γινόμενα. ἐπειδὴ εἶπε καὶ ἐν τῷ ἀπογείῳ γίνεσθαι διᾴττοντας, ἶνα μή τις νομίσῃ γίνεσθαι αὐτοὺς ἄνω περὶ τὰ ἄστρα, τὴν διάκρισιν ἐπάγει τὴν ἐκ τῆς ταχύτητος. οὐκ ἄν γάρ, φησίν, οὕτω ταχέως ἐκινοῦντο. Πρᾶξις ζ. p. 342a34 Φαίνεται δέ ποιὲ νύκτωρ αἰθρίας οὔσης. Μετὰ τὰ ἀληθῆ καὶ ὀλιγοχρόνια, ἅπερ ἦν φλόγες, δαλοί, αἶγες καὶ διᾴττοντες, μέτεισι καὶ ἐπὶ ψευδῆ ὀλιγοχρόνια, ἅπερ εἰσὶν ἀπὸ χρώματος καὶ σχήματος· ἀπὸ μὲν χρώματος αἱματώδη, ἀπὸ δὲ σχήματος βόθυνοι καὶ χάσματα. εἰκότως δὲ χωρεῖ μετὰ τὰ ἀληθῆ καὶ ὀλιγοχρόνια ἐπὶ τὰ ψευδῆ καὶ ὀλιγοχρόνια, ἐπειδὴ οὐ κατὰ μόνον τὸ ὀλιγοχρόνιον ταῦτα κοινωνοῦσιν, ἀλλὰ καὶ ὅτι ποιητικὰ αἴτιά ἐστι τὰ προειρημένα τῶν μελλόντων λέγεσθαι. ἀλλὰ φέρε μὴ μόνον διὰ κενῆς τούτων τὰ ὀνόματα λεγέσθω, ἀλλὰ καὶ τὰς αἰτίας πολυπραγμονητέον. τὸ μὲν οὗν αἱματῶδες χρῶμα δύο ἔχει αἰτίας τῆς γενέσεως· τὰ δ’ ἄλλα, χάσματά φησι καὶ βόθυνοι, δύο ὄντα ἓν ἔχουσιν αἴτιον. φαίνονται γὰρ αἱματώδη χρώματα, ὅταν μέλαν ὂν νέφος ἢ εἰς τὰ πλάγια τοῦ λαμπροῦ τυγχάνῃ ἢ κατὰ κάθετον. ἀλλ’ εἰ μὲν εἰς τὰ πλάγια εἴη, κατὰ ἀνάκλασιν γίνεται αὐτῶν ἡ φαντασιώδης ὅρασις· οὐ γὰρ κατὰ ἀλήθειαν κιρνᾶται· πόρρω γάρ εἰσι τὸ νέφος καὶ τὸ λαμπρόν. οἷόν τι συμβαίνει περὶ τὴν ἁρμονίαν γίνεσθαι μὴ κιρνωμένων τῶν φθόγγων, ὅτε δοκεῖ τις γίνεσθαι κρᾶσις, τοιοῦτόν τι κἀνταῦθα γίνεται· εἰ μέντοι κατὰ κάθετον εἴη τοῦ λαμπροῦ τὸ νέφος, τότε κατά διάκλασιν γίνεται αὐτῶν ἡ ὅρασις. ἀλλὰ φέρε εἰ δοκεῖ ζητήσωμεν, τί διαφέρει ἀνά· κλάσις διακλάσεως. ἐπὶ μὲν οὖν τῆς ἀνακλάσεως ἐπὶ τὰ αὐτὰ τοῦ τὸ †ὁρατὸν καὶ τὸ ὁρώμενον ὑπάρχει, ἐπὶ δὲ τῆς διακλάσεως μεταξὺ τοῦ ὁρῶντος καὶ τοῦ ὁρωμένου ἐστὶ τὸ κάτοπτρον, ὡς ἔχει ἐπὶ τῶν δι’ ὕδατος ὁρωμένων. ἔστι δὲ καὶ ἄλλη διαφορά. τὰ γὰρ κατὰ διά κλάσιν ὁρώμενα πρόσω ἀφίστανται καὶ μείζονα φαίνονται, ὡς ἔχει ἐπὶ τῶν ἄστρων· ἀνίσχοντα γὰρ ταῦτα καὶ δύνοντα διὰ τὴν ἀτμίδα ἀναπεμπομένην ὁρῶνται πυρρὰ κατὰ διάκλασιν· μέση γὰρ ἡ ὰτμὶς ἤτοι τὸ κάτοπτρον. τὰ μέντοι κατὰ ἀνάκλασιν ὁρώιuενα πρόσω ἀφιστάμενα μειῶσιν τοῦ μεγέθους ὑπομένουσι καὶ οὕτως εἰς τὸ μὴ ὁρᾶσθαι καταντῶσιν, ὡς ἔχει ἐπὶ πετεινῶν ὁρωμένων. ἀλλ’ †ἐπὶ μὲν τῶν κατὰ διάκλασιν ὁρωμένων αὔξησις δοκεῖ τοῦ ὁρωμένου, πῶς μὴ ἐπιμένομεν ὁρῶντες, ἀλλ’ εἰς τὸ μὴ εἶναι ἐξαίφνης ἀφανίζεται; καὶ λέγομεν, ὅτι ἐπὶ τούτων οὐ διὰ δριμύτητα τοῦ μεγέθους ἡ μεταβολὴ ἀπὸ τοῦ ὁρᾶν εἰς τὸ μὴ ὁρᾶν γίνεται, ἀλλὰ διὰ ἀμυδρότητα τῆς ποιότητος ἐξαίφνης ἀφανισμὸς γίνεται. οὕτως γὰρ ὄστρακον ἐν βυθῷ ῥιπτόμενον, ἐφ’ ὅσον κάτω φέρειαι, ἐπὶ τοσοῦτον μέγα φαίνεται τὸ γὰρ ὑγρὸν χύσιν ποιεῖ), διά δὲ τὴν ἀμυδρότητα λοιπὸν τῆς ποιότητος εἰς τὸ μὴ ὁρᾶσθαι τελευτᾷ. καὶ αὗται μὲν αἱ αἰτίαι τοῦ φαίνεσθαι χρώματα. ἡ δὲ αἰτία τῶν βοθύνων καὶ τῶν χασμάτων αὕτη· ἐπειδὰν τὸ μέλαν νέφος καὶ τὸ λαμπρὸν ἐν τῷ αὐτῷ ὦσιν ἐπιπέδῳ, κἄν τύχῃ πέριξ μὲν εἶναι τὸ λαμπρόν, ἐν δὲ τῷ μέσῳ τὸ μέλαν, ἐπειδὴ τὸ μὲν λαμπρὸν μᾶλλον κινεῖ τὴν ὄψιν, ἐπ’ ἔλαττον δὲ τὸ μέλαν, συμβαίνει βαθύτερον φαί- νεσθαι τὸ μέσον. ἀλλ’ εἰ μὲν ἐπ’ ὀλίγον φαίνεται, χάσμα καλεῖται· εἰ δὲ ἐπὶ πολύ, βόθυνος· τούτῳ γὰρ μόνον ἀλλήλων διαφέρουσιν. ὅθεν καὶ ἀπὸ τῶν ἔξωθεν χασμάτων καὶ βοθύνων εἴρηται μετφορικῶς. ἰστέον δέ, ὅτι ὅνπερ τρόπον ἀληθές ἐστιν εἰπεῖν, ὅτι τὰ πλησίον κινούμενα τῶν πόρρω ὁμοίως καὶ ἰσοταχῶς κινουμένων φαίνονται ταχύτερον κινεῖσθαι, οὕτως οὐκ ἄτοπον εἰπεῖν, ὅτι τὰ μᾶλλον λευκὰ ἢ λαμπρὰ τῶν μελάνων προκινεῖ τὴν ὄψιν εἰς ἀντίληψιν. διὸ κἄν ἐν τῷ αὐτῷ τύχωσιν ὄνια ἐπιπέδῳ, ἐξέχοντα δοκοῦσιν εἶναι, τὸ δὲ μέλαν ἐν βάθει. διὸ καὶ οἱ ζωγράφοι ἐπειδάν τι · ἐξέχον ζητῶσι ποιῆσαι οἷον μαζούς, λευκοὺς αὐτοὺς ποιοῦσιν, ὅσα δ’ ἐν βάθει, μέλανα, οἷον ὀφθαλμούς, διὰ τὸ λευκὸν ὡς μᾶλλον κινοῦν πλησίον φαίνεσθαι, τὸ δὲ μέλαν ὡς ἧττον πορρωτέρω. μέχρι τούιων προαγαγὼν τὴν διδασκαλίαν τῶν ὀλιγοχρονίων ἢ ἀληθῶν ἢ ψευδῶν Ἀριστοτέλης τρέπεται νῦν ἐπὶ τὰ πολυχρόνια, καὶ πρότερον διαλέγεται περὶ κομητῶν οὐ μάτην, ἀλλὰ διότι οὗτος οἷον διᾴττων ἐστὶν ἱστάμενος. ἦν δὲ ἡμῖν προσεχῶς περὶ διᾴττοντος ὁ λόγος. μετὰ δὲ τὸν κομήτην ἐρεῖ καὶ περὶ γαλαξίου, ἐπειδὴ ὁ γαλαξίας οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ κομήτης κυκλικός τὴν δὲ περὶ τῶν κομητῶν διδασκαλίαν ἐν τρισὶ θεωρίαις παραδίδωσι· 1 καὶ ἐν μὲν τῇ πρώτῃ τὰς περὶ αὐτῶν γενομένας δόξας ὑφηγεῖται, ἐν δὲ τῇ δευτέρᾳ διελέγχει ταύτας, ἐν δὲ τῇ τρίτῃ τὴν ἀληθῆ λέγει περὶ αὐτῶν ὑπόληψιν, ταὐτὸν δ’ εἰπεῖν τὴν οἰκείαν δόξαν. ἀρξώμεθα οὖν ἀπὸ τῆς πρώτης. Ἀναξαγόρας μὲν ὁ Κλαζομένιος καὶ Δημόκριτος ὁ Ἀβδηρίτης τὸν κομήτην ἔφασαν εἶναι σύνοδον τῶν πέντε πλανωμένων, σύνοδον δ’ οὐκ ἐπ’ εὐθείας γινομένην αὕτη γὰρ οὐδὲ κυρίως σύνοδος), ἀλλὰ κατὰ κύκλον ἀλλήλοις συνιόντων δίκην τινῶν τεμαχῶν συντιθεμένων, ὡς γίνεσθαι κύκλον. Πυθαγόρας δὲ καὶ ‘Iπποκράτης, οὐχ ὁ Κῷος, ἀλλ’ ὁ Χῖος ὁ τὸν βίον πάλαι ἔμπορος καὶ τὸν παραλογισμὸν τοῦ τετραγωνισμοῦ τοῦ κύκλου ἐξευρηκώς, ἕκτον πλανήτην ἔλεγεν εἶναι τὸν κομήτην ἰσόδρομον τῷ τοῦ Ἑρμοῦ· διὸ ὥσπερ ὁ τοῦ ‘Ερμοῦ σπανίως φαίνεται, οὕτω καὶ οὗτος. ἀλλ’ ὁ μὲν Πυθαγόρας καὶ τὸν ἀστέρα καὶ τὴν κόμην ἐκ ἰῆς πέμπτης ἔλεγε γίνεσθαι οὐσίας. ὁ δέ γε ‘Ιπποκράτης τὸν μὲν ἀστέρα ἐκ τῆς πέμπτης, τὴν δὲ κόμην ἀπὸ τοῦ ὑπὸ σελήνην τόπου. φησὶ γάρ, ὅτι ἀτμοῦ ἀναφερομένου ἀπὸ τοὐ κομήτου ἐπὶ τὰ ἄνω, καὶ ἀνακλωμένης τῆς ὄψεως ἡμῶν πρὸς τὸν ἥλιον γίνεσθαι τὴν κόμην· ὅτι δὲ δυνατόν ἐστιν ἐν νυκτὶ γίνεσθαι ἀνάκλασιν πρὸς τὸν ἥλιον, παραμυθούμεθα τοῦτο ἐκ τοῦ πρὸ μιᾶς ὥρας τοῦ ἀνατείλαι ἢ μετὰ μίαν τοὐ καταδῦναι φωτίζεσθαι τὴν κατ’ ἐκεῖνο τὸ μέρος τῆς οἰκουμένης γῆν. ὅτε οὗν τύχῃ πρὸς ἄρκτους ὢν ὁ ἥλιος καὶ ὁ κομήτης, δυνατόν ἐστι γενέσθαι τὴν τοιαύτην ἀνάκλασιν καὶ φαίνεσθαι κομήτην· οὐδὲ γὰρ ἀλλαχοῦ συνίσταται εἰ μὴ πρὸς τῷ βορείῳ μέρει τῆς καθ’ ἡμᾶς οἰκουμένης. ἐν μὲν γὰρ τῷ μεταξὺ τῶν τροπικῶν διὰ τὸ εἶναι τὴν διακεκαυμένην ἐκεῖ ζώνην οὐ συνίσταται διὰ τὴν ἔνδειαν τῆς ἀτμίδος ἤτοι τοῦ ὑλικοῦ αἰτίου· ἀλλὰ μὴν οὐδὲ ἐν τῷ νοτίῳ μέρει δυνατόν ἐστι γενέσθαι, εἰ καὶ τὰ μάλιστά ἐστιν ἀτμὸς ἐκεῖ, διὰ τὴν ψῦξιν. ἀλλὰ ζητῆσαι ἄξιον, πῶς τὰ νότια ψυχρὰ εἰρήκαμεν εἶναι. ἢ διττὸν τὸ νότον· τὸ μὲν πρὸς ἡμᾶς, ὅπερ ἐκεῖθέν ἐστι τῆς καθ’ ἡμάς οἰκουμένης, τὸ δὲ πρὸς τὸ πᾶν τὸ πρὸς τῷ νοτίῳ πόλῳ. τὰ μὲν οὖν πρὸς ἡμᾶς θερμὰ ὄντα χηρεύει τῆς τοῦ κομήτου γενέσεως· τὰ δὲ πρὸς τὸ πᾶν νότια, εἰ καὶ ψυχρά, ἀλλὰ δι’ ἄλλην αἰτίαν χηρεύουσιν· οὐδὲ γὰρ τοῦ ἡλίου ὄντος ἐν βορείῳ δυνατὸν γενέσθαι ἀνάκλασιν, οὐδὲ μὴν ἐν τῷ νοτίῳ. δι’ ἣν αἰτίαν; ἐπειδὴ πολύ ἐστι τὸ ὑπὸ γῆν τοῦ νοτίου, ἔλαττον δὲ τὸ ὑπὲρ γῆν, ὡς δηλοῦσιν αἱ ἐν χειμῶνι νύκτες μακρότεραι οὖσαι. οὐ δύναται δὲ γενέσθαι ἀνάκλασις δι’ ὅλης τῆς νυκτός, διότι πολὺ ἀπέχει ὁ ἥλιος ὑπὸ γῆν ὢν τοῦ πλάνητος ὑπὲρ γῆν ὄντος. ἀλλ’ οὐδὲ μὴν δυνατόν ἐστιν ἡλίου ὄντος ἐν τοῖς βορείοις, τοῦ δὲ πλάνητος ἐν τοῖς νοτίοις γενέσθαι δι’ ὅλης τῆς νυκτὸς τὴν ἀντανάκλασιν. διὰ γὰρ τὸ μῆκος τοῦ διαστήματος, ἔπειτα καὶ διὰ τὸ μέγεθος τοῦ ὑπὸ γῆν νοτίου πολὺ ὂν τὸ κωλῦον γενέσθαι ἐπὶ τὸ βόρειον τὴν ἀνάκλασιν· ὥστε οὖν οὐδὲ ἐν τῇ διακεκαυμένῃ ζώνῃ. συνίστανται δ’ ἐν τῷ νοτίῳ οὐχ ὅτε ἐν τῷ βορείῳ εἴη ὁ ἥλιος ἢ ἐν τῷ νοτίῳ, ἀλλ’ ὅταν καὶ ὁ ἥλιος ἐν τῷ βορείῳ εἴη καὶ ὁ πλάνης. τότε γὰρ ἐπειδὴ μηδὲ πολὺ ἀπέχουσι ἀλλήλων ἐν γὰρ τῷ βορείῳ εἰσι) μηδὲ μὴν πολύ ἐστι τὸ ὑπὲρ γῆν τοῦ βορείου, δι’ ὅλης νυκτὸς δυνατὸν γενέσθαι τὴν ἀνάκλασιν. αὗται αἱ ἱστορίαι. τοὺς δὲ ἐλέγχους αὐτῶν ἑτέρα θεωρία παραδίδωσιν. p. 342a34 Φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης ἢ πολλὰ φάσματα ἐν τῷ οὐρανῷ. Ἐκ θυρῶν εὐθὺς ἐδήλωσεν, ὡς περὶ τῶν ψευδῶν λέγει. ἔφη γὰρ φαίνεται δέ· οὐ γὰρ ἀληθῆ εἰσιν. ἀπάτη γὰρ γίνεται ἢ κατὰ τὸ χρῶμα ὡς ἐπὶ τῶν αἱματωδῶν χρωμάτων, ἢ κατὰ τὸ σχῆμα ὡς ἐπὶ βοθύνων καὶ χασμάτων. καλῶς δὲ εἶπε φαίνεται ἐν τῷ οὐρανῷ· οὐ γὰρ γίνονται ἐν τῷ οὐρανῷ, ἀλλὰ νομίζονται ἐκεῖ γενέσθαι. ἢ οὖν τοῦτο ἢ οὐρανὸν ἐκάλεσε τὸ ὑπέκκαυμα ὡς καὶ ‘Ιπποκράτης ὁ ἰατρὸς “οὐρανὸς λαιλαπώδης”, καὶ ὁ ποιητής· Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. αἰθρίαν δὲ πάλιν τὴν ἀπὸ τῶν ἀνέμων ἀκουστέον. αἴτιον δὲ καὶ τούτων τὸ αὐτό, τουτέστιν ἡ ἀναθυμίασις. p. 342b1 ἐπεὶ γὰρ φανερός ἐστιν ὁ ἀὴρ συνιστάμενος ἄνω, ὥστε ἐκπυροῦσθαι. Ἄνω ἀέρα φησὶ τὸ ὑπέκκαυμα, ὅπερ παχυνόμενον ἐν τῷ δράττεσθαι ἐπιτηδείας ὕλης ἐκπυροῦται ὡς διακονικὸν φαίνεσθαι πῦρ, ὡς ἐπὶ φλογός, δαλῶν καὶ τῶν ἄλλων. λέγω δὲ περὶ δαλῶν, ἐπειδὴ ἔφη οἷον δαλοὺς φέρεσθαι καὶ διὰ τούτου ἐνεδείξατο, ὅτι καὶ ὑπὸ ψύξεως γίνονται δαλοί. διὸ δυνατὸν εἰπεῖν καὶ τὴν σύστασιν λόγῳ τῆς ψύξεως αὐτῶν ὑποθέσθαι γινομένην. τοῦτο δὲ νῦν λέγω, ἐπειδὴ ἀνωτέρω μόνον τῶν διᾳττόντων διττὴν ἔφη τὴν γένεσιν. ἐκ τούτου οὖν αὐτοῦ ἐστι δεῖξαι καὶ τῶν ὑπολοίπων διττὴν λέγοντα τὴν γένεσιν, καθάπερ καὶ ὁ Θεόφραστος ἔλεγεν· ‘ὅσα γὰρ ποιεῖ τὸ θερμόν, τοσαῦτα ποιεῖ καὶ τὸ ψυχρόν’. ἔλεγε γὰρ καὶ τὸ ἀνάπαλιν. p. 342b4 οὐδὲν ἄτοπον, εἰ χρωματίζεται αὐτὸς ὀ ἀήρ. τοῦτό φησιν· ἐπειδὴ εἴρηται, ὅτι ἐκκαιομένου τοῦ ἀέρος ἢ ἐκπυρηνιζομένης τῆς καπνώδους ἀναθυμιάσεως εἰρήκαμεν γίνεσθαι τὰ προειρημένα πάθη λαμπρὰ τυγχάνοντα, οὐκ ἄτοπον, φησί, καὶ σχηματίζεσθαι τὸν ἀέρα, ὅταν νέφος ἓν ὂν τῶν λαμπρῶν τούτων ἢ κατὰ κάθετον τύχῃ ὂν ὡς κατὰ διάκλασιν ὁρᾶν ἢ πλάγιον ὡς κατὰ ἀνάκλασιν. p. 342b5 Διά τε γὰρ πυκνοτέρου διαφαινόμενον καὶ τὰ ἑξῆς. Διὰ τούτου τοῦ ῥησειδίου παραδίδωσιν ἡμῖν τὴν αἰτίαν τοῦ αἱματώδους τὴν κατὰ διάκλασιν, διὰ δὲ |τοῦ ἐφεξῆς τὴν αἰτίαν τὴν κατὰ ἀνάκλασιν παραδίδωσιν. ἀλλ’ ἔστι ἐν τῇ λέξει τι ἄπορον. φησὶ γάρ, ὅτι εἰς γένεσιν τοῦ αἱματώδους χρὴ συνδραμεῖν λευκὸν χρῶμα καὶ μέλαν καὶ λαμπρόν· καὶ μὴν ἡμεῖς δύο μόνον εἰρήκαμεν, τὸ λαμπρὸν καὶ τὸ μέλαν. τί οὗν ῥητέον; ὅτι τὸ λευκὸν συμπεριλαμβάνεται τῷ λαμπρῷ· καὶ τὸ λαμπρὸν γὰρ οἷον λευκόν ἐστι. καλῶς δὲ εἶπεν τὸ ὅταν ἔλαττον εἴη φῶς’. πλείονος γὰρ ὄντος τυχὸν τοῦ φωτός, ὡς ἐν ἡμέρᾳ ἐστὶ τὸ ἡλιακόν, οὐ φαίνονται. καλῶς δὲ καὶ τὸ πυκνότερον εἶπε, καὶ οὐ ‘πυκνόν’. εἰ γὰρ εἴη πυκνὸν πάνυ τὸ νέφος, οὐ γίνεται διαφάνεια. ἀλλ’ ὅταν ᾖ ἐπ’ ἔλαττον, τὸ οὖν ἐπ’ ἔλαττον διὰ τοῦ πυκνότερον συγκριτικοῦ ὄντος ἐδήλωσε. p. 342b9 Μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις. Ἴδου σαφῶς ἐδήλωσεν, ὅτι περὶ διακλάσεως ὁ λόγος· ἔφη γὰρ ἐπι- πρόσθησιν. τοῦτο δὲ εἰρήκαμεν κτὰ διάκλασιν, ὅταν κατὰ κάθετόν ἐστι τὸ νέφος ἐπιπροσθοῦν ἡμῖν. τοιαῦτα γάρ ἐστι τὰ διὰ τῆς διακλάσεως ὂψ μὲν σαίνεσθαι διὰ τὴν χύσιν τὴν ἀπὸ τοῦ ὑγροῦ. διὸ καὶ ἡμεῖς ὅπου τι μεῖζον θέλομεν φανῆναι, διὰ ὑγροῦ ποιοῦμεν αὐτὸ φαίνεσθαι. ἰστέον δέ, ὅτι ἡ μίξις γίνεται ἐπὶ τῶν αἱματωδῶν χρωμάτων οὐ κτὰ κρᾶσιν (ἀφίσταται γὰρ πάνυ τὸ νέφος τοῦ λαμπροῦ), ἀλλὰ κτὰ παράθεσιν· πλὴν ἐν τῇ ὄψει δοκεῖ κατὰ κρᾶσιν γίνεσθαι ἡ ἕνωσις. p. 342b9 Οἶον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν καῦμα. Καλῶς τὸ ἐὰν ᾖ καῦμα, ἵνα πολλῆς οὔσης θερμασίας πολλὴ καὶ ἀτμὶς ἕλκηται. ὥσπερ δὲ ἀτμὶς ἐπιπροσθοῦσα ποιεῖ φαντασίαν τινὰ μίξεως, οὕτω καὶ καπνός. p. 342b11 Καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦτον, ὥστε μὴ τὸ σχῆμα, ἀλλὰ τὸ χρῶμα δέχεσθαι. ἰδοὺ δῆλον ἐντεῦθεν γέγονεν, ὅτι τὰ πρῴην λεχθέντα ὡς ἐπὶ διακλάσεως ἐλέγετο. νῦν γὰρ ἐναργῶς φησιν, ὅτι καὶ τῇ ἀνακλάσει ποιεῖ. φησὶ δέ, ὅτι ἐπὶ τῆς ἀνακλάσεως ἐὰν ᾖ τὸ ἔνοπτρον μικρόν, τὸ μὲν χρῶμα δέχεται τοῦ αἰσθητοῦ, τὸ δὲ σχῆμα οὐ δέχεται, διὰ τὸ μὴ ὅλον δύνασθαι χωρῆσαι. οἷόν τι λέγω· ἔστω τις ἑστὼς ἐν τῷ ἡλίῳ καὶ ῥαινέτω ὕδωρ· ἄλλος δὲ ἱστάσθω ἐν σκιᾷ. οὗτος ὁ ἐν τῇ σκιᾷ ἑστὼς ὁρᾷ μὲν ἐν τῖς ῥανίσι τὸ τοῦ ἡλίου φῶς, οὐχ ὁρᾷ δὲ τὸ μέγεθος, ἐπειδὴ μή εἰσιν ἱκαναὶ χωρῆσαι αὐτό. τὸ αὐτὸ δὲ καὶ ἐν νυκτὶ συμβαίνει ἐπὶ τῶν ἐρεττόντων. ἐν γὰρ ταῖς ἀναπεμπομέναις ῥανίσι τοῦ ἄστρου ὁρᾶται τὸ λαμπρόν, οὐχ ὁρᾶται δὲ τὸ μέγεθος. p. 342b14 Τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτός. τὴν αἰτίαν λοιπὸν τῶν χασμάτων διὰ τῶν βοθύνων βούλεται εἰπεῖν Ἀριστοτέλης, ὅτι ἡνίκα ἐν τῷ αὐτῷ ἐπιπέδῳ ᾖ τὸ κυανοῦν ἢ μέλαν καὶ τὸ λαμπρόν, ὡς εἶναι δῆλον, ὅτι πέριξ τὸ λαμπρόν, τότε, φησί, τὸ μὲν λαμπρὸν ὁρᾶται, τὸ δὲ μέλαν τὸ ἐν τῷ μέσῳ ἀναρρήγνυσι τὸ φῶς καὶ διασκεδάννυσι καὶ ποιεῖ χάσματα, ὅταν ἐπ’ ὀλίγον διασκεδασθῇ, ἢ βοθύνους, ὅταν ἐπὶ πλεῖστον. τὸ οὗν ἀναρρηγνυμένου ἀντὶ τοῦ ‘διασκεδαννυμένου’. οὕτω δὲ καὶ ὁ ποιητής “οὐρανόδεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ” ἀντὶ τοὐ ‘διεσχίσθη’. p. 342b16 Πολλάκις δ’ ἐκ τῶν τοιούτων καὶ δαλοὶ πίπτουσιν. Ἐκ τῶν βοθύνων, φησίν, καὶ ἐκ τῶν χασμάτων πίπτουσι δαλοί, οὐκ ἀεὶ δηλονότι, ἀλλ’ ὅταν ὑπερβολὴ γένηται συγκρίσεως. πάλιν δὲ διὰ τοῦ πίπτειν’ ἐνεδείξατο, ὅτι καὶ ἀπὸ ψύξεως γίνονται δαλοί. p. 342b17 Συνιὸν δὲ χάσμα δοκεῖ ποιεῖν. Καλῶς τὸ δοκεῖ· ὡς γὰρ εἴρηται, οὗκ εἰσι ταῦτα ἀληθῆ, ἀλλ’ ἀπατηλὰ μόνον. συνιὸν δὲ λέγει τὸ μέλαν· τοῦτο γὰρ ἐπιπολῆς φερόμενον χάσμα ποιεῖ. ἡμέρας μὲν οὖν ὁ ἥλιος κωλύει τὰ αἱματώδη χρώματα, καὶ τὰ λαμπρὰ ἁπλῶς ἐν ἡμέρᾳ οὐ φαίνονται, διότι ἡ ἔκλαμψις τοῦ ἡλίου κωλύει· ἐν δὲ τῇ νυκτὶ φαίνονται διὰ τὸ μηδὲ εἶναί τι τὸ κωλῦον. τὸ ἀνάπαλιν δὲ τὸ μέλαν πάλιν ἐν νυκτὶ οὐχ ὁρᾶται διὰ τὴν ὁμοιότητα. ὅθεν ὅσα μὲν πλησιάζει τῷ μέλανι, οὐδὲ αὐτὰ ἐν νυκτὶ ὁρᾶται, ἐν ἡμέρᾳ δὲ ὁρᾶται, οἷον τὸ πράσινον, τὸ βένετον χρῶμα καὶ ὅσα τοιαῦτα. ὅσα δὲ πάλιν τῷ λαμπρῷ πλησιάζει, οἷον αἱματῶδες καὶ φοινικοῦν, ταῦτα ἐν νυκτὶ μὲν ὁρῶνται, ἐν ἡμέρᾳ δὲ οὐκέτι. p. 342b25 Περὶ κομητῶν. ἐντεῦθεν περὶ τῶν πολυχρονίων ὁ λόγος· εἴρηται δέ, ὅτι εἰς τρία μερίζει τὴν περὶ τῶν κομητῶν διδασκαλίαν καὶ ὅτι πρῶτον ἐκτίθεται δόξας καὶ ἀνατρέπει, εἶθ’ οὕτω τὰ δοκοῦντα αὐτῶ ἐκτίθεται. p. 342b28 Σύμφασιν τῶν πλανητῶν. Ἀντὶ τοῦ ‘σύνοδον’. p. 342b28 Ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσιν ἀλλήλων θιγγάνειν. Καλῶς τὸ δόξωσιν· οὐδὲ γὰρ κατὰ ἀλήθειαν ἅπτονται ἀλλήλων. πῶς γὰρ δύνανται, εἴ γε μηδὲ ἐν τῷ αὐτῷ εἰσιν ἐπιπέδῳ, ἀλλ’ ἀφεστήκασιν ἀλλήλων αἱ σφαῖραι; καὶ τοῦτο δῆλον ἐκ τῶν ἐκλείψεων. οὐ γὰρ ἄν ποτε ἐπιπροσθούσης τῆς σελήνης κατὰ τὸ ἅπτεσθαι ἔκλειψις ἐγίνετο τοῦ ἡλίου. ἐλάττων γὰρ τῆς σελήνης σφαῖρα. οὐδὲ μὴν τῆς σελήνης ἐγένετο ἔκλειψις, εἰ ἦν ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὁ κῶνος τῆς γῆς ὁ ταύτην ἐπισκιάζων. ἰστέον δέ, ὅτι οἱ ἀστρονομικοὶ ἐκ τῶν ἐκλείψεων καὶ τὴν θέσιν τῶν σφαιρῶν μεἐκπίπτουσιν μαθήκασι. καὶ γὰρ ἀστέρες ἀστράσιν ἐπιπροσθοῦντες ὤφθησαν πολλάκις, καὶ ἡ σελήνη δὲ πολλάκις |ἐπίπροσθεν γενομένη ἢ Κριοῦ ἢ ἄλλου ζῳδίου ἐποίησε γενέσθαι ἔκλειψιν, οὐχ ὅτι ἐν τῇ ἀπλανεῖ γέγονεν, ἀλλ᾿ ὅτι κατὰ κάθετον εὑρέθη τυχὸν τῆσδε τῆς μοίρας τοῦ Κριοῦ. καὶ ἐπεσκίασεν ἡμῖν, καὶ οὐκέτι ἑωράκαμεν τοὺς ἀστέρας, οἷς ἐπιπροσθεῖ κατὰ κάθετον γενομένη. ὥστε οὖν δόκησις αὐτοῖς ἐστι τὸ θιγγάνειν· οὐ γὰρ κατὰ ἀλήθειαν θιγγάνουσι. p. 342b29 Tῶν δὲ ᾿Ιταλικῶν τινες καὶ τῶν καλουμένων Πυθαγορειων. ρείων. Ὁ μὲν Πυθαγόρας Σάμιος ἦν, πλὴν πρόσεστι τοῦ Ἰταλικοῦ διδασκαλία· διὸ εἶπε τῶν Ἰταλικῶν τινες. οὗτος οὖν τὸν κομήτην ἕκτον ᾤετο πλάνητα ἔχοντα ἐκ τοῦ πέμπτου σώματος καὶ τὴν κόμην. τὴν δ᾿ αἰτίαν τοῦ σπανίως φαίνεσθαι ταύτην ἔλεγεν· ὥσπερ, φησίν, ὁ τοῦ Ἑρμοῦ ἀστὴρ διὰ τὸ ἰσόδρομος εἶναι τῷ ἡλίῳ σπανίως φαίνεται (δυσχερῶς γὰρ ὑπολείπει), οὕτω καὶ οὗτος ὁ ἕκτος πλανήτης τοιαύτην ἔχει κίνησιν καὶ σπανίως ὑπολείπει. ὑπόλειψιν δ᾿ ἀκουστέον ἀστρονομικῶς τὴν κίνησιν τοῦ ἀστέρος αὐτοῦ· αὖται γὰρ αἰτίαι γίνονται ὑπολείψεως αὐτοῦ. καὶ εἰκότως· ἐὰν γὰρ νοήσωμεν τὸν ἥλιον ὄντα ἐν Κριῷ μοῖραν μίαν, καὶ ἀποκαθισάμενον τὸ πᾶν ἐν μιᾷ ἡμέρᾳ, κινούμενον δὲ καὶ τὸν ἥλιον κατὰ τὴν ἰδίαν κίνησιν μοῖραν, ὡς εἶναι δύο μοίρας τῇ δευτέρᾳ ἡμέρᾳ Κριοῦ, εὑρεθήσεται ὁ ἥλιος τῆς κινήσεως τῆς τελείας τοῦ παντὸς ἐλλείψας μοῖραν μίαν, ἥνπερ καὶ ἐκινήθη. ἡ οὖν κίνησις ἡ ἰδία αἰτία γέγονεν αὐτῷ τῆς ὑπολείψεως· ὁ γὰρ ἥλιος μοῖραν μίαν τὴν ἡμέραν κινεῖται τὴν ἰδίαν κίνησιν, ἡ δὲ σελήνη τݲγݲ μόρια. p. 342b33 Ὅπερ συμβαίνει περὶ τὸν Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ σμικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ. ῾Ο γὰρ τοῦ ῾Ερμοῦ ἀστήρ, ὡς εἴρηται, περὶ τὸν ἥλιον κινούμενος σπανίως φαίνεται. ὑπολείψεις οὗν νῦν ἀκουστέον τὰς ἀποστάσεις τῶν ἀστέρων τὰς ἀπὸ τοῦ ἡλίου, ἐν αἷς ἔξαυγος γίνεται φαινόμενος. φάσεις δὲ ἀκουστέον οὐχ ἃς λέγουσι ποιεῖν τὸν τοῦ ῾Ερμοῦ ἀστέρα (πολλὰς γὰρ τοιαύτας ποιεῖ, εἰ γὰρ λέγουσιν αἰτίας αὐτὸν ποιεῖν, ἃς ζητοῦσιν οἱ ἡμερογράφοι), ἀλλὰ φάσεις ἀκουστέον τὰς ἀποστάσεις, καθ᾿ ἃς φαίνεται. αὗται γὰρ σπάνιοί εἰσιν ἐπὶ αὐτοῦ ὁμωνύμου οὕσης τῆς φάσεως. μηδεμία οὖν ἡμῖν γένηται ἀπάτη· προδιεστειλάμεθα γάρ. p. 342b35 Παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ ‘Ιπποκράτην τὸν Χῖον. τουτέστι τοῖς περὶ Πυθαγόραν. καὶ οὗτοι γὰρ ἕκτον ἔλεγον πλάνητα τὸν κομήτην εἶναι. πλὴν ἐν τούτῳ ἡ διαφορά, ὅτι πυθαγόρας μὲν καὶ τὴν κόμην ἔλεγεν ἐκ τοῦ πέμπτου σώματος εἶναι, ὁ δὲ Ἱπποκράτης ἐκ τοῦ ὑπὸ σελήνην ἔλεγεν αὐτὴν γίνεσθαι, ὡς εἴρηται καὶ ἐν τῇ θεωρίᾳ. p. 343a4 Διὰ γὰρ τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων. Ὁ μὲν Ἀλέξανδρος τὸ ὑπολείπεσθαι ὡς πρὸς τὸ πᾶν ἔλαβεν, ἐπειδή φησιν· ‘ὀλίγον ὑπολείπεται τοῦ παντός, βραδυτάτη γάρ ἐστιν ἡ κίνησις’ . ἀλλ’ εἰ τοῦτο, ἔδει καὶ συνεχῶς αὐτὸν φαίνεσθαι· ὁ γὰρ ἥλιος οὐκ ἔχει βραδεῖαν τὴν ἰδίαν κίνησιν. ὅθεν μᾶλλον, ὡς ἐξηγήσατο ὁ μέγας φιλόσοφός φησι, δεῖ τὸ ὑπολείπεσθαι ὡς πρὸς τὸν ἥλιον λαβεῖν· ἐπειδὴ γὰρ σύνδρομος ὢν τῷ ἡλίῳ βραδυτάτῳ αὐτοῦ ἀπολείπεται· διὰ τοῦτο καὶ σπανίως φαίνεται. p. 343a6 Ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένος ὅλον τὸν ἑαυτοῦ κύκλον. εἴρηται ἡμῖν, τίς καλεῖται ὑπόλειψις, ὅτι ὑστερισμὸς τῶν πλανήτων ὁ διὰ τὴν κίνησιν αὐτοῖς προσγενόμενος, οἷον χάριν γὰρ σαφηνείας κέχρημαι παραδείγματι) ἔστω ἡ σελήνη μία μοῖρα τοῦ Κριοῦ. εἶτα μετὰ μίαν ἡμέραν γίνεται ιδ μοιρῶν τοῦ Κριοῦ · καὶ γὰρ ιݲγݲ ἑκάστης ἡμέρας κινεῖται. δῆλον οὖν, ὅτι τῆς ἀπλανοῦς δεκατέσσαρς μοίρας ὑστέρησεν. εἶτα ἐφεξῆς κινουμένη ὑπολείπεται οὐ ζῴδιον μόνον, ἀλλὰ καὶ ὅλον κύκλον, ὅτε γένηται ἐν Κριῷ. καὶ ἔχομεν, ὅτι οἱ ταχυκίνητοι τῶν πλανήτων βραδυκίνητοι ὡς πρὸς τὸ πᾶν. ἐπεὶ οὖν τοῦτο ἐσαφηνίσθη, καὶ τί βούλεται εἰπεῖν ἐν τῇ λέξει, σαφηνίσομεν. φησὶν οὖν, ὅτι ὥσπερ ὑπολείπεται ὅλον τὸν ἑαυτοῦ κύκλον. καὶ ὁ μὲν ἐξηγητὴς ἔφη πρὸς ταύτην τὴν λέξιν ἀφεωρακότα Ἀλέξανδρον καλῶς ἐξηγήσασθαι· τὸ γὰρ δὴ ‘ὑπολείπεσθαι κύκλον’ ὡς πρὸς τὸ πᾶν λέγεται. πλὴν ἔστιν ἀπολογήσασθαι ἡμᾶς ὑπὲρ Ἀμμωνίου τοῦ φιλοσόφου, ὅτι κἄν πρὸς τὸν ἥλιον λάβωμεν τοὺς πλανήτας ἔχειν τὴν ὑπόλειψιν. ἀλλ’ οὖν ὅμως συμπαρομαρτῶν τῷ ἡλίῳ λέγεται ὑπολείπεσθαι, ὅταν ταχύτερον αὐτοῦ μικρὸν κινηθῇ ἢ ὅταν βραδύτερον, ἥτις καὶ αἰτία γίνεται τοῦ διὰ χρόνου γίνεσθαι· ἡ γὰρ πρὸς τὸν ἥλιον ὑπόλειψις, οὐχὶ πρὸς τὸ πᾶν ἐστιν αἰτία τοῦ βραδέως αὐτὸν φαίνεσθαι. p. 343a13 Οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην ὑπὸ τοῦ ἡλίου. ἐπειδή, φησί, τὸ μεῖζον τμῆμα τοῦ χειμερινοῦ κύκλου ἤτοι τοῦ ὑπὸ γῆν ἐστι, κἄν τε ἐν τῷ βορείῳ ὑποθῇ εἶναι τὸν κομήτην, οὐ φαίνεται διὰ τὸ εἶναι πολὺ τὸ διάστημα καὶ κλᾶσθαι τὴν ἡμετέραν ὄψιν· κἀν τε ἐν τῷ νοτίῳ ὑποθῇ αὐτόν, οὐ δύναται δι’ ὅλης τῆς νυκτὸς φωτίζεσθαι διὰ τὸ μεῖζον εἶναι τὸ ὑπὸ γῆν τμῆμα τοὐ νοτίου κύκλου. εἰ οὖν μηδ’ ἐν τῷ νοτίῳ συνίσταται μηδ’ ἐν τῇ διακεκαυμένῃ ζώνῃ, ὑπόλοιπόν ἐστιν ἐν τῷ βορείῳ καὶ τοῦ ἡλίου ἐν τῷ βορείῳ ὄντος. Πρᾶξις ηݲ. p. 343 343a20 Πάσι δὲ τούτοις μὲν κοινῇ συμπίπτει λέγειν, δυνατὸν δὲ καὶ χωρίς. ἐπειδὴ οὐ δεῖ μόνον τὰς ψευδεῖς δόξας ἱστορεῖν, ἀλλὰ καὶ τοὺς ἐλεγκτικοὺς τούτων λόγους, φέρε καὶ τούτους παραδώσομεν. πάσαις τε νῦν ταῖς εἰρημέναις περὶ κομήτου δόξαις τὰ μὲν κοινῇ ἕπεται ἄτοπα, τὰ δὲ ἰδιάζοντα. ἀλλ’ ἐπειδὴ δεῖ τοὺς φιλοσόφους τοῦ καθόλου φροντίζειν καὶ πρῶτον αὐτοῦ ποιεῖ|σθαι φροντίδα, εἶθ’ οὕτω τῶν μερικῶν εἴ που δέοι, τούτου χάριν ὁ Ἀριστοτέλης πρῶτον τοὺς κοινοὺς ἡμῖν ἐλέγχους παραδίδωσιν. εἰσὶ δὲ οὗτοι τέσσαρες· ἐκ τοῦ τόπου, ἐκ τοῦ πλήθους, ἐκ τῶν ἀπλανῶν, ἐκ τῆς φθορᾶς. ἐκ μὲν τοῦ τόπου οὕτως· ἰστέον, ὅτι ὁ ζῳδιακὸς πλάτος ἔχει, πλάτος δὲ οὐχ ᾗ κύκλος, ἀλλ’ ᾗ ζώνη· τοῦτο δὲ τὸ πλάτος οὔτε πλέον δέκα μοιρῶν λαμβάνει, οὔτε ἔλαττον. περὶ τοῦτο τὸ πλάτος οἱ πλανώμενοι κινοῦνται πλέον τῶν δέκα μορίων μὴ κινούμενοι μηδ’ ἐπὶ τὰ βόρεια μηδ’ ἐπὶ τὰ νότια, ἀλλ’ ἢ καὶ ἔλαττον ἴσως. ἔδει οὖν τὸν κομήτην, εἰ τῶν πλάνω· μένων εἷς ἐστιν, ὡς Πυθαγόρας καὶ ‘Ιπποκράτης εἰρήκασιν, ἢ σύνοδος πάντων, ὡς Ἀναξαγόρας καὶ Δημόκριτος, μηδέποτε περαιτέρω τῶν δέκα μορίων φαῖνε· σθαι τοῦ ζῳδιακοῦ. ὤφθησαν δὲ πολλοὶ πολλὰς μοίρας ἀποστάντες τοῦ ζῳδιακοῦ. καὶ ἵνα τὰ λοιπὰ παρεὶς μνημονεύσω τοῦ καθ’ ἡμᾶς γενομένου κομήτου, ὅστις συνέστη τῷ σݲπݲαݲ ἔτει Διογενειανοῦ κατὰ Αἰγυπτίους Μεσώρῃ μηνὶ ἀπὸ τοῦ περὶ τὴν ἄρκτον Δράκοντος καὶ τοῦ ἀπὸ τῆς κεφαλῆς· καὶ ἐκινήθη ἕως τοῦ Αἰγοκέρωτος διαμείνας ἄχρι Θὼθ μηνὸς πληρουμένου διελθὼν καὶ τὸν γαλαξίαν. εἰ οὖν ἐναντιοῦται ἡ ἱστορία, κακῶς ποιοῦσιν οἱ σύνοδον πλανήτων ἢ πλάνητα ὑποτιθέμενοι τὸν κομήτην ἀλλ’ ἴσως ἔχει τις εἰπεῖν· ‘ἀλλ’ ἕκτον πλάνητα οἱ περὶ Πυθαυάραν καὶ Πλάτωνα αὐτὸν ἔλεγον, καὶ οὐκ ἄτοπον λέγειν αὐτοὺς μὴ ὁμοίαν κινεῖσθαι τοῖς ἄλλοις πέντε πλάνησι κίνησιν’. ἢ καὶ κατ’ αὐτοὺς ἄτοπον ὑποθέσθαι πλέον τῶν δέκα μοιρῶν τοῦ ζῳδιακοῦ φέρεσθαι τοῦτον, εἴ γε σύνδρομον αὐτὸν τῷ ἡλίῳ εἰρήκασιν. ἄλλως τε εἰ ἔξω πλέον ἐφέρετο τῶν δέκα τοῦ ζῳδιακοῦ μοιρῶν, οὐκ ἂν διὰ χρόνου ἐφαίνετο, ἀλλὰ καὶ συνεχῶς· τὰ γὰρ κατὰ πλάτος ἀφιστάμενα συνεχῶς φαίνονται. καὶ ὅτι ἀληθὲς τὸ ἀποστάντας πολὺ κατὰ πλάτος φαίνεσθαι, μάθοις ἂν ἐκ τῶν λοξῶν φάσεων ‘Ερμοῦ καὶ Ἀφροδίτης, καὶ μάλιστα τῆς Ἀφροδίτης. αὕτη γὰρ διὰ τὸ οἰκεῖον μέγεθος ἔσθ’ ὅτε πλεῖον ἀπέχουσα τοὺ ἡλίου κατὰ πλάτος ἐν μιᾷ ἡμέρα καὶ ἑῴα καὶ ἑσπερία γίνεται. ὅθεν φησὶν ὁ ἐξηγητὴς καὶ μόνον κατ’ ἐξαίρετον ἑῷον καὶ ἑσπέριον λέγεσθαι τὸν τῆς Ἀφροδίτης ἀστέρα διὰ τὸ δύνασθαι ἐν μιᾷ ἡμέρᾳ καὶ ἑῷον καὶ ἑσπέριον φαίνεσθαι. ὅτι γὰρ αὐτός ἐστι καὶ ἑῷος καὶ ἑσπέριος, δηλοῖ καὶ Καλλίμαχος λέγων ἐν Ἑχάλῃ· ‘ἡνίκα μὲν γὰρ φαίνεται τοῖς ἀνθρώποις ταῦτα, αὐτοὶ μὲν φιλέουσιν, αὐτοὶ δέ τε πεφρίκασιν· ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον’. ὁ οὗν τῆς Ἀφροδίτης ἀστὴρ καὶ ἑσπέριός ἐστι καὶ ἑῷος· ἑῷος μέν, ἐπειδὴ προανατέλλει τοῦ ἡλίου· ἑσπέριος δέ, ἐπειδὴ καὶ μετὰ δύσιν αὐτοῦ φαίνεται. καὶ τὸ θαυμαστόν, ὅτι ταῦτα γίνονται εἰς τὰ ἑπόμενα τοῦ ἡλίου αὐτῆς τυγχανούσης, οἷον · ἵνα νοήσητε τὸν μὲν ἥλιον Κριῷ μοίρας κݲ, τὴν δὲ σελήνην ἐπὶ τοῦ ἁ τοῦ ζῳδιακοῦ μοίρας ιݲεݲ, πλὴν †ὅταν τοῦτο γίνηται, ὅταν ἑπόμενα σημεῖα καὶ προηγούμενα ἐπὶ ἑνὸς ᾖ κύκλου καὶ τοῦ βορείου· ἐπὶ γὰρ διαφόρων κύκλων τοῦτο οὐ γίνεται. ἐπὶ δὲ ‘Ερμοῦ συμβαίνει καὶ τὴν τελείαν αὐτῶν ἀπόστασιν ἀπέχοντα τοῦ ἡλίου μὴ φαίνεσθαι διὰ τὸ μὴ ἀπέχειν κατὰ πλάτος τοῦ ἡλίου ἐπὶ τὰ βόρεια, ἀλλ’ ἐπὶ τὰ νότια. ἐπειδὴ οὖν εἴρηται ὁ κοινὸς ἔλεγχος ἀπὸ τοῦ τόπου, φέρε καὶ τὸν ἀπὸ τοῦ πλήθους σκοπήσωμεν. εἴτε σύνοδον τῶν πλανήτων εἴτε ἕκτον ὑποθώμεθα πλάνητα εἶναι τὸν κομήτην, οὐκ ἔδει συνεχῶς φαίνεσθαι, ὡς εἴρηται, κομήτας οὐδὲ ἐν τῷ αὐτῷ νῦν πλείους ἑνός. ἱστόρηνται δὲ καὶ συνεχῶς φαινόμενοι καὶ ἐν τῷ αὐτῷ νῦν πλείονες ἑνός. τρίτος ἔλεγχος ὁ ἐκ τῶν ἀπλανῶν. εἴτε γὰρ ἕκτος πλάνης εἴτε σύνοδός ἐστι τῶν πλανωμένων, μένων, οὐκ ἔδει ἀπλανῆ ποτε κομήτην φανῆναι. ὤφθη δὲ ἀπλανὴς κομήτης· τῆς· καὶ ἵνα πάλιν μὴ ἄλλων μνημονεύσωμεν, τοῦ ἐπὶ ἡμῶν γενομένου μνησθῶμεν, †ὃς εἴρηται ἐπὶ ἑνὸς ἀστέρος τῶν περὶ τὴν κεφαλὴν τοῦ Δράκοντος τοῦ ἐν τοῖς ἄρκτοις. τέταρτος ἔλεγχος ὁ ἐκ τῆς φθορᾶς· τί δήποτε γὰρ μηδέπω ἐφάνη ἢ διαλυόμενος εἰς τοὺς πέντε πλανήτας ἢ τὸν ἕκτον ἐκεῖνον πλάνητα, ἀλλὰ κτὰ μέρος μαραίνεται καὶ ἀφανίζεται εἰς οὐδένα ἀστέρα διαλυόμενος; ταῦτα μὲν οὖν κοινὰ ταῖς τρισὶ δόξαις ἑπόμενα ἄτοπα. ἴδια δ’ ἕπεται ἄτοπα τοῖς λέγουσιν ἐκ τῆς συνόδου τῶν πέντε ἀστέρων γίνεσθαι τὸν κομήτην ταῦτα· πρῶτον μέν, ὅτι ἔδει τὸν κομήτην τότε γίνεσθαι, ὅτε σύνοδος τῶν πλανήτων γίνεται· νῦν δ’ ὁρῶμεν, ὅτι ὅτε σύνοδος τῶν πλανήτων γέγονε, κομήτης οὐκ ἐφάνη, καὶ κομήτης ἐφάνη συνόδου μὴ γενομένης, ὡς ἐδήλωσάν τινες τῶν πλανήτων γινόμενοι. δεύτερον ἄτο- πον· εἰ ἐκ τῆς μίξεως καὶ τῆς συνόδου τῶν πέντε πλανήτων λέγεται γίνεσθαι τὸν κομήτην, τί δήποτε μὴ καὶ ἀπλανῆ πλανωμένοις μιγνύμενον λέγεται τᾶι ποιεῖν κομήτην; τίς γὰρ ἡ ἀποκλήρωσις· εἰ δὲ τοῦτο, ἄτοπον. καὶ γὰρ πολλοὶ πλανῆται ὑπέδραμον ἀπλανῆ, ὡς Ἀριστοτέλης ἱστόρησε τὸν τοῦ Δῖός ὑποδραμόντα ἀπλανῆ τινα ἀστέρα τῶν Διδύμων, καὶ ὅμως οὐ γέγονε κομήτης· πολλὴ δέ ἐστιν ἡ μαρτυρία τούτου παρ’ Αἰγυπτίοις. τρίτον ἄτοπον· εἰ τὰ τῇ φύσει ἀδιαίρετα συντιθέμενα οὐ ποιεῖ διαιρετόν ὅσα γὰρ δήποτε ἐὰν συνθῇ σημεῖα, οὐδὲν πλέον ποιεῖ ἢ σημεῖον), ἔδει καὶ τὰ τῇ αἰσθήσει ἀδιαίρετα συντιθέμενα μὴ ποιεῖν διαιρετὸν τῇ αἰσθήσει· νῦν δ’ ὁρῶμεν, ὅτι ὁ κομήτης μέγιστος πάνυ φαίνεται ὑπὲρ τὴν ἀναλογίαν τῆς συνθέσεως. πλὴν σεσόφισται ὁ λόγος· δύναται γὰρ πολλὰ τῇ αἰσθήσει ἀδιαίρετα ποι· ἧσαι διαιρετόν. τί λέγομεν; ὅτι πολλὰ συντιθέμενα, οὗτοι δὲ οὐ πολλὰ ἔλεγον συνέρχεσθαι, ἀλλ’ ὀλίγα· πέντε γὰρ μόνον. πρὸς δὲ τὰς ἀνακλάσεις φησίν, ὅτι εἰ λέγεις διὰ τὰς ἀνακλάσεις γίνεσθαι τὴν κόμην, ἔδει, ἐν ᾧ τόπῳ μὴ δύναται γενέσθαι ἀνάκλασις, μὴ γενέσθαι κόμην. νῦν δὲ ἱστόρηται ἐν παν|τὶ τόπῳ γινόμενος κομήτης. ὦπται γὰρ ἐν τῷ μεταξὺ τῶν τροπικῶν τοῦ ἰσημερινοῦ, ἅπερ εἰσὶν ἐγγὺς τῆς διακεκαυμένης, τὴν ἀρχὴν ἔχων κομήτης· ἀλλὰ μὴν καὶ ἐν τῷ νοτίῳ κύκλῳ καὶ ἐν τῷ βορείῳ ὄντος ὦπται συνιστάμενος κομήτης. καὶ τί δήποτε ἔλεγεν ὁ Ἱπποκράτης; μηδ’ ἐν τῷ ζῳδιακῷ διὰ τὴν ἔνδειαν τοῦ ὑλικοῦ μηδ’ ἐν τῷ νοτίῳ ἡλίου μὲν ἐν τῷ βορείῳ ὄντος ἢ ἐν τῷ νοτίῳ γίνεσθαι κομήτην. οὗτοι καὶ οἱ ἰδίαζοντες ἔλεγχοι τῶν δύο ὑποθέσεων. Πυθαγόραν γὰρ οὐδὲν ἠξίωσεν ἰδίᾳ ἐλέγξαι ὡς εὐελέγκτου ὄντος τοῦ εἰπεῖν κόμην ἐκ τῆς πέμπτης οὐσίας διαφθειρομένην. εἰ δὲ τοῦτο οὕτως, ἔστι κερδᾶναι τι, ὅτι Ἀριστοτέλης τὸν γαλαξίαν τοῦ ἀέρος πάθος λέγει συνηγορικῶς. ***οὗτος γὰρ ἂν τὸν ἀεὶ ὡσαύτως ἔχοντα πάθος ἔλεγεν, †ὃ ἐκ τοῦ μὴ ἀεὶ ὡσαύτως τὼς ἔχειν χαρακτηρίζον τὰ ὑπὸ σελήνην. ἀλλ’ ἡμεῖς μὲν διὰ τὸ σαφὲς πρῶτον τὰ κοινὰ εἰρήκαμεν ἄτοπα, εἶτα καὶ τὰ ἴδια ἑκάστης δόξης, ἑκάστῳ καὶ τὸ οἰκεῖον ἀποδιδόντες κατὰ τὸν ποιητὴν εἰπόντα· κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον· ὁ δ’ Ἀριστοτέλης συγκεχυμένως αὐτὰ παραδίδωσιν. p. 343a22 Πρῶτον μὲν οὗν τοῖς λέγουσιν, ὅτι τῶν πλανωμένων εἷς ἐστι καὶ τὰ ἑξῆς. ἐπειδὴ φιλοκαθόλου ὁ φιλόσοφος, τὰ καθόλου πρῶτον παραδίδωσιν ἄτοπα· καὶ πρῶτον τὸ ἀπὸ τοὐ τόπου. p. 343a23 ’Ev τῷ κύκλῳ ὑπολείπεται τῶν ζῳδίων. τουτέστι περὶ τὸν ζῳδιακὸν κινοῦνται· τὴν γὰρ κίνησιν αὐτῶν ἀστρονομικῶς ὑπόλειψιν ἐκάλεσεν. p. 343a25 Εἶτα καὶ πλείους ἑνός· ἅμα γὰρ γεγένηται. Ἴδου τὸ δεύτερον τὸ ἐκ τοῦ πλήθους κοινὸν ἄτοπον. p. 343a26 Πρὸς δὲ τούτοις εἰ διὰ τὴν ἀνάκλασιν καὶ τὰ ἑξῆς. Γαῦτα οὐκέτι κοινά. πρὶν γὰρ τὰ ὑπόλοιπα δύο εἰπεῖν κοινά, καὶ ἐπὶ τὸν ἴδιον ἔλεγχον τοῦ Ἱπποκράτους συγκεχυμένως τὴν διδασκαλίαν ποιούμενος· ὅτι δέ, φησίν, εἰ διὰ τὸν τοιόνδε τόπον κόμη αὐτῷ προσγίεται, οὐκ ἔδει οὐδ’ ἐν τῷ ζῳδιακῷ οὐδ’ ἐν τῷ νοτίῳ, εἴτε νότιός ἐστιν ὁ ἥλιος εἴτε βόρειος, συνίστασθαι κομήτην· πολλάκις δὲ ὦπται. p. 343a30 Νῦν δὲ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε. Τοῦτο πρὸς τοὺς λέγοντας ἕκτον πλάνητα, ὅτι χωρὶς κόμης οὐδέποτε οὗτος ὦπται· καὶ μὴν ὤφειλεν. ἀλλ’ ἴσως τις ἐρεῖ, ὅτι ὑπὸ γῆν ἐστιν ἢ ὑπὸ τὰς αὐγὰς κρύπτεται τοῦ ἡλίου καὶ διὰ τοῦτο οὐχ ὁρᾶται. τί οὗν λέγομεν; ὅτι οὐκ ἐξ ἀνάγκης. τίς γὰρ ἡ ἀποκλήρωσις τοὺς μὲν πέντε φαίνεσθαι καὶ πολλάκις ἅμα πάντας ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, τοῦτον δὲ μὴ φαίνεσθαι. λοιπὸν εἶπεν · ἔξωθεν εἰ ἦν πλάνης ὥσπερ ἐκεῖνοι · καταλαμβάνονται, καὶ γινώσκομεν, πότε γίνονται ἔξαυγοι, πότε δὲ κρύπτονται, οὕτως ἄν καὶ οὗτος. οὐδεὶς δὲ μέχρι τῆς νῦν ἠδυνήθη προειπεῖν έσόμενον, †f εἴ ποτε δὲ διαφθείρεται· οὐκ ἄρα πλάνης ἐστίν. p. 343a32 Καὶ φανερῶς δὲ ὄντων αὐτῶν καὶ μὴ πάντων φαινομενων. τοῦτό φησι πρὸς τὴν δόξαν τὴν λέγουσαν σύνοδον· κομήτης γὰρ ἐφάνη φαινομένων τῶν πλανήτων ἢ ἀπάντων ἢ τινῶν. σὺ δὲ εἰπέ, ὅτι καὶ συνόδου μὴ γενομένης γεγόνασι κομῆται καὶ γενομένης οὐκ ἐγένοντο. p. 343a35 Ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὅτι ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίνεται κομήτης μόνον. Τοῦτο πρὸς Ἱπποκράτην λέγεται, ὅτι οὐκ ἐν μόνῳ τῷ βορείῳ γίνονται κύκλῳ κομῆται, ἀλλὰ καὶ ἐν τῇ διακεκαυμένῃ ἐγένοντο· ἐν δὲ τῷ ἰση- μερινῷ ἐφάνησαν τὴν ἀρχὴν ἔχοντες, ὅστις οἷον κέντρον ἐστὶ τοῦ ζῳδιακοῦ. ἀλλ’ εἰ μὴ φαίνεται ἡ διακεκαυμένη, πῶς ἔχει ἐκεῖ γεγονέναι; ἢ λέγομεν, ὅτι ἐστοχάσατο γενομένου αὐτοῦ περὶ τὴν ἀρχὴν τοῦ ἰσημερινοῦ, ὅτι πάντως καὶ τῆς διακεκαυμένης μέρος κρατεῖ· ἢ τὸ ἀληθέστερον εἰπεῖν, γέγραπται τοῖς παλαιοῖς τὸ ποσὸν τῆς φαινομένης παραλλάξεως λοξῶς τῆς φαινομένης ἐποχῆς πρὸς τὴν ἀληθῆ ἐποχὴν καθ’ ἕκαστον κλίμα. καὶ ἐκ τούτου μᾶλλον εὗρεν, ὅτι ἐν τῇ διακεκαυμένῃ ζώνῃ ἐγένετο κομήτης. p. 343b1 Ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος πρὸς τὸν ἐν Ἀχαΐᾳ δεισμὸν καὶ την τοῦ κύματος ἔφοδον. εἰκότως γὰρ μέλλοντος γίνεσθαι σεισμοῦ καὶ κατακλυσμοῦ ἐφάνη μέγας κομήτης, δι’ ὃν πολλὴ ἦν ἡ καπνώδης ἀναθυμίασις. ἐνταῦθα σφοδρότατοι ἐγένοντο ἄνεμοι καὶ ὑπόγειοι καὶ ἀπόγειοι. διὰ μὲν τοὺς ὑπογείους γέγονεν ὁ σεισμός· διὰ δὲ τοὺς ἀπογείους ἀλλήλοις ἐξ ἐναντίου πνεύσαντας ἐκορυφώθη ἡ θάλασσα καὶ ἐπήρθη εἰς ὕψος μέγιστον. εἶτα ἀπολήξαντος τοῦ ἑτέρου τῶν ἀνέμων ἐφημμένος ἐπαύσατο ὁ ἄνεμος, ἐπὶ ἐκεῖνον έξημέθη τὸ ὕδωρ καὶ γέγονεν ἐπικλυσμός. οὐδὲ γὰρ κατακλυσμὸς ἀπὸ ὑετοῦ γίνεται. p. 343b3 Kαὶ πρὸς νότον ἤδη γεγόνασι. Τοῦτο πάλιν πρὸς τὸν Ἱπποκράτην. p. 343b4 Ἐπὶ δὲ ἄρχοντος Ἀθήνῃσιν Εὐκλέους τοῦ Μόλωνος. Καὶ τοῦτο πρὸς Ἱπποκράτην. δείκνυσι γὰρ ὡς ἐπὶ ἄρχοντος Εὐκλέους ἐγένετο κομήτης πρὸς ἄρκτον μηνὸς Γαμηλιῶνος, τουτέστιν ἡλίου ὄντος ἐν τοῖς νοτίοις μέρεσι· τῷ Γαμηλιῶνι γὰρ μηνὶ ἐν ‘Yδροχόῳ ἐστὶν ὁ ἥλιος. πῶς οὖν ἡλίου ὄντος ἐν τοῖς νοτίοις γέγονε κομήτης; ἀδύνατον γάρ, ὡς ἔλεγεν Ἱπποκράτης. γαμήλιος δὲ μὴν ἐλέγετο παρ’ Ἀθηναίοις διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν τοὺς γάμους ἐπιτελεῖσθαι· εὔλογον γὰρ ᾤοντο τότε σπείρειν. ὅτε καὶ ἡ γῆ ἀρδεύεται· ἐπιτήδειος γὰρ ὁ καιρὸς πρὸς καρπῶν γένεσιν. p. 343b8 Κοινὸν δὲ τού τοις καὶ τοῖς σύναψιν λέγουσι πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην. Πάλιν κοινὸν ἔλεγχον ποιεῖται τὸν ἀπὸ τῶν ἀπλανῶν. οὐκ ἔδει γάρ ποτε ἀπλανῆ φανῆναι κόμην ἔχοντα καθ’ ὑμᾶς ἢ σύνοδον τῶν πλανωμένων ἢ ἕκτον πλάνητα ὑποθεμένους τὸν πλανήτην. εἰσὶ δὲ πολλοὶ καὶ ἀπλανεῖς κόμην εἰληφότες· καὶ παρατίθεται ἱστορίαν· καὶ ὁ ἐπὶ ἡμῶν δὲ γενόμενος, ὡς εἴρηται, τοιοῦτος ἐφάνη, καὶ οἱ Αἰγύπτιοι δὲ πολλὴν ἔχουσι τὴν τούτων μαρτυρίαν. ὁ δέ γε Ἀριστοτέλης τοιοῦτόν φησιν ἑωρακέναι, ὅτι κόμην ἔσχεν ἀμυδράν, ἥτις τοῖς μὲν ἀτενίζουσι πρὸς αὐτὴν ἀμυδρὰ ἐφαίνετο διὰ τὸ κρατεῖσθαι ὑπὸ τῆς ὄψεως πᾶν γὰρ τὸ κρατούμενον ὑπ’ αὐτῆς μικρὸν φαίνεται), ἐν δὲ τῷ παραβλέπειν μεγίστη ἐφαίνετο διὰ τὸ κατακρατεῖν τὴν ὄψιν τοῦ λαμπροῦ αὐτῆς. p. 343b14 Πρὸς δὲ τούτοις πάντες οἱ καθ’ ἡμᾶς ὠμμένοι ἄνευ δύσεως. τὸν ἐκ τῆς φθορᾶς ἐνταῦθα κοινὸν ποιεῖται ἔλεγχον. οὐδεὶς γὰρ τῶν καθ’ ἡμᾶς ὀφθέντων οὐδ’ εἰς ἕνα ἐφάνη διαλυθείς. εἰ δὲ πέντε, ἔδει μένειν τοὺς ἀστέρας ὡς ἐκ τῆς πέμπτης ὄντας οὐσίας, κατὰ δὲ Πυθαγόραν καὶ τὴν κόμην. ἐντεῦθεν δέ, ὡς καὶ ἐν τῇ θεωρίᾳ εἴρηται, ἠδυνήθημεν κερδᾶναι καὶ περὶ τοῦ γαλαξίου, ὅτι οὗτος οὐ πάθος ἐστὶν ἀέρος· ἦ γὰρ ἄν ποτε καὶ ἐφθείρετο. p. 343b18 Περὶ οὗ πρότερον ἐμνήσθην καὶ τὰ ἑξῆς. Περὶ τοῦ γενομένου ἐν ταῖς ἰσημεριναῖς δυσμαῖς λέγει, ὅτι ἐφάνη χειμῶνος ὄντος καὶ παγετοῦ καὶ αἰθρίας· αἰθρίας δὲ οὐ τῆς ἀπὸ τῶν ἀνέμων νῦν λέγει, ἀλλὰ τῆς ἀπ’ ὄμβρων. οὗτος δὲ οὐκ ὤφθη τῇ πρώτῃ ἡμέρᾳ διὰ τὸ καταδεδυκέναι τὸν ἥλιον. †ὁ μὲν τοῖς προηγουμένοις συστάς. ἐτεκμήρατο δὲ συστάντα αὐτὸν ἐκ τοῦ μέγιστον αὐτὸν φανῆναι ἐν τῇ δευτέρᾳ ἡμέρᾳ. οὐδὲ γὰρ ἀθρόως τοσοῦτον ἐξέτεινεν, ὡς τὸ τρίτον μέρος τοῦ οὐρανοῦ φωτίσαι. ἐφάνη δὲ τῇ δευτέρᾳ πρὸς ὀλίγον πάνυ, ἐπειδὴ μηδὲ πολὺ ὑστέρησε τὸ ὑπέκκαυμα, ὡς ἐν τοῖς ἑπομένοις τοῦ ἡλίου γενέσθαι· διὸ ἐπειδὴ ὀλίγον ἐφάνη, καὶ εὐθέως κατέδυ. †ἅμα δὲ καὶ ἐκλήθη ὡς οἷόν τι πήδημα ποιήσας, ἐκλήθη δὲ καὶ ‘ὁδὸς’ διὰ τὸ εἰς μῆκος αὐτὸν ἅλλεσθαι καὶ δύσας δέ τι ἐφώτιζε τὸ τρίτον μέρος τὸ ὑπὲρ γῆν, ὡς ἅτε μέγας ὢν οὐκ ἄπορον· καὶ γὰρ ‘ὁ ἥλιος’ διὰ τὸ πλούσιον τοῦ φωτὸς ἐκλήθη καὶ πρὸ τοῦ ἀνατεῖλαι καὶ μετὰ τὸ δῦσαι φωτίζει μέρος τὸ ὑπὲρ γῆν. p. 343b25 Καίτοι Δημόκριτός γε προσπεφιλονείκηκεν. Ἐπειδὴ εἶπεν, ὅτι ἔδει ἢ εἰς ἀστέρας διαλύεσθαι τοὺς κομήτας, εἰ σύνοδος αὐτῶν ἐστιν, ἢ εἰς ἀστέρα, εἰ ἕκτος πλάνης ἐστίν, φησίν, ὅτι πρὸς τοῦτο φιλονείκως φερόμενος Δημόκριτος ἔφη διαλύεσθαι τοὺς κομήτας εἰς ἀστέρας, ὅπερ οὐκ ἔχει τὸ φαινόμενον· οὐ γὰρ ἐφάνη τοῦτο. ἔπειτα δὲ διὰ τί ποτὲ μὲν τοῦτο γίνεται, ποτὲ δὲ οὔ; πλὴν δυνατὸν εἰπεῖν ὑπὲρ Δημοκρίτου, ὅτι ἴσως κατ’ αὐτὸν γενόμενοι διελύθησαν ἀστέρες· ἐν τούτῳ δὲ μόνον διήμαρτεν, ὅτι κοινῶς περὶ πάντων ἀπεφήνατο καὶ οὐ περὶ τῶν κατ’ αὐτὸν ὀφθέντων καὶ μόνον. p. 343b28 Πρὸς δὲ τούτοις καὶ οἱ Αἰγύπτιοι φασὶ καὶ τῶν πλανήτων καὶ πρὸς αὐτούς. ἴδιος ἔλεγχος τῶν λεγόντων τὴν σύνοδον. διὰ τί γὰρ μὴ καὶ ἐκ τῆς συνόδου τῶν πλανωμένων πρὸς ἀπλανῆ γίνεται κομήτης; καίτοι πολλή γε τούτου ἐστὶν ἡ πεῖρα παρὰ Αἰγυπτίοις, ὅτι σύνοδος γίνεται καὶ οὐ φαίνεται κομήτης· καὶ ἡμεῖς δέ, φησίν, ἑωράκαμεν τὸν Δῖός ἀστέρα ὑπόδρα· μόντα ἕνα τῶν ἐν τοῖς Διδύμοις, καὶ ὅμως οὐκ ἐφάνη κομήτης. p. 343b32 Ἔστι δὲ καὶ ἐκτοῦ λόγου. Ἐπειδὴ τὸν ἐκ τῆς μαρτυρίας ἔλεγχον ἐποιήσατο, διὰ τοῦτό φησιν, ὅτι καὶ τὸν ἐκ τοῦ λόγου δυνατὸν αὐτοὺς ἐλέγξαι, τὸν τρίτον εἰρημένον ἐν τῇ θεωρίᾳ πρὸς τούτους ἔλεγχον. δῆλον δὲ γέγονε τὸ σογκεχυμένον τῇ λέξει, ἶμαι. p. 344a5 ἐπειδὴ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει καὶ τὰ ἑξῆς· ἐπειδὴ τὰς ψευδεῖς δόξας περὶ τοῦ κομήτου ἱστορήσαμεν, φέρε καὶ τὴν ἀληθῆ δόξαν περὶ αὐτοῦ εἴπωμεν, τουτέστι τὴν Ἀριστοτέλους. ἀλλ’ ἐπειδὴ γενόμενον τὸν κομήτην γνωρίζομεν, οὐκ ἴσμεν δὲ πῶς γίνεται, φέρε καὶ τὸν νόμον τῶν ἐχόντων ἀφανῆ τὴν γένεσιν κατὰ ταῦτα διδάξωμεν. νόμος τοίνυν ἐπὶ τῶν ἀγνοουμένην τὴν γένεσιν ἐχόντων ὑποθέσεις τινὰς παρα- λαμβάνειν, αἷς οὐδὲν ἕπεται |ἀδύνατον. οὕτω γὰρ καὶ τὸ συμβεβηκὸς ὡρίσατο Ἀριστοτέλης λέγων· “συμβεβηκός ἐστιν ὃ μὴ ὑπάρχει, τεθέντος δὲ αὐτοῦ οὐδὲν ἀδύνατον ἕπεται’’ . †οὕτως οὐ δεῖ κεχρῆσθαι καὶ διδάσκειν αὐτό. καὶ ἐροῦμεν κατὰ Πλάτωνα, ὅτι ἢ τοῦτό ἐστι τὸ ζητούμενον ἢ τοιοῦτον. καὶ τῆς του κομήτου οὖν γενέσεως γενεσεως προσλαβεῖν ὑποθέσεις τινάς, αἷς οὐδὲν ἕπεται ἀδύνατον. εἰσὶ δ’ αἱ ὑπο θέσεις αὗται· πρώτη, ὅτι τὸ ἄκρον τοῦ ἀπογείου κόσμου συμπεριφέρεται τῷ παντί, τουτέστι τοῦ ἀέρος. δευτέρα, ὅτι ἐκπυροῦται καὶ ἐκ- καίεται. τρίτη, ὅτι οὐδὲ σφοδροτάτη ὤφειλεν εἶναι ἡ ἔξαψις οὐδὲ ἀμυδροτάτη, ὡς ἀσθενὴς καὶ κατακρατεῖται καὶ κατασβέννυται, ἡ δὲ σφοδροτάτη ἀποσβέννυται λόγῳ τοῦ ἀπορεῖν ὕλης· ἐκκαίεται γὰρ ταχέως. τέταρτον δεῖ εἶναι καὶ παχυτέραν ὕλην, ἵνα ἐπὶ πλείονα χρόνον ἐπιμείνῃ καιομένη. πέμπτον, ὅτι δεῖ καὶ ἐκ τῆς γῆς ἀναφέρεσθαι λιγνὺν ἐπιτηδείαν αὐτῷ. πέντε ὑποθέσεσι ταύταις ἕπεται ἡ τοῦ κομήτου γένεσις. ὁ γὰρ κομήτης ἐν τῷ ὑπεκκαύματι γίνεται καὶ συμπεριάυεται τῷ παντί, ὡς δηλοῖ ὁ τοῖς αὐτοῖς ἄστροις παρανατέλλων καὶ δύνων. ἀλλὰ μὴν καὶ ἔξαψίς ἐστιν, ὡς δηλοῖ τὸ πυρῶδες αὐτό. καὶ οὐδὲ σφοδροτάτη οὐδὲ ἀμυ- δροτάτη ἡ ἔξαψις, ὡς δηλοῖ τὸ παρατείνειν αὐτὸ ἐπὶ χρόνον. ἀλλὰ μὴν καὶ παχυτέρα ἡ ὕλη, ὡς δηλοῖ πάλιν τὸ χρόνιον. ἀλλὰ μὴν καὶ ἐκ τῆς γῆς ἐπιτηδεία λιγνὺς ἀνάγεται, ὡς δηλοῖ τὸ μὴ ἀεὶ αὐτὸν γίνεσθαι, ἀλλ’ ὅταν πλεονάσῃ ἡ καπνώδης ἀναθυμίασις. αὕτη πρώτη γένεσις τοῦ κομήτου. δευτέρα γένεσις· τοῦ διᾴττοντος νεμομένου τὴν ἐπιτηδείαν ὕλην, ἐὰν ἐπιτύχῃ καταντήσασα ἡ ἔξαψις εἰς παχυτέραν ὕλην, ἵσταται καὶ ποιεῖ τὸν κομήτην. καὶ ταύτην ἔξαψιν καλεῖ ὁ Ἀριστοτέλης καὶ ἀρχὴν καὶ πέρας εἶναι ἀστέρος· πέρας μὲν γίνεται τοῦ διᾴττοντος, ἀρχὴ δὲ τοῦ κομήτου. εἰσὶ δὲ τῶν κομητῶν διάφορα σχήματα, ἃ παρέπονται τῇ διαφόρῳ ἐξάψει τῆς ὕλης. ἢ γὰρ κατὰ μῆκος μόνον ἐστὶν ἡ ἔξαψις, οὐ δήπου δὲ καὶ κατὰ πλάτος, καὶ γίνεται ὁ δοκίας καλούμενος· ἢ καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος καὶ καλεῖται κυρίως κομήτης· ἢ καὶ ἐν βάθει ἔχει οἷον ἀποσπινθηρισμούς τινας καὶ καλεῖται πωγωνίας. τρεῖς οὖν διαφοραὶ τῶν κομητῶν. φαίνονται δὲ τούτων οἱ μὲν ὥσπερ ἀστέρα ἢ ἄστρον τὴν ἀρχὴν ἔχοντες, οἱ δὲ αὐτοὶ καθ’ ἑαυτούς εἰσιν. ἡνίκα γὰρ κατὰ κάθετον τύχῃ ὁ κομήτης τινὸς ἄστρου ἢ ἀστέρος, ἡ ὄψις διὰ τοῦ λαμπροῦ τοῦ κομήτου διαδιδομένη ὡς ἐπὶ τὸν ἀστέρα λαμπρότερον ὄντα νομίζει κορυφὴν αὐτοῦ εἶναι τὸν ἀστέρα· ἡνίκα δὲ μὴ τύχῃ κατὰ κάθετον, τότε αὐτὸς καθ’ ἑαυτὸν φαίνεται. τὸν δὲ κομήτην τὸν περὶ ἀστέρα ἢ ἄστρον γινόμενον κυρίως κομήτην καλούμενον διὰ τὸ νομίζεσθαι κομήτην ἴσχειν ἀστέρα. τὴν ἔξαψιν τοῦ ὑπεκκαύματος τριχῶς Ἀριστοτέλης ὁρίζεται λέγων, ὅτι κομήτης ἐστὶν οἷον ἶρις ἅλως περὶ ἀστέρα· ἅλως περὶ σελήνην, ἡ ἶρις περὶ ἥλιον· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἡ μὲν ἶρις περὶ ἥλιον γίνεται, ἡ δὲ ἅλως περὶ σελήνην, κατὰ δὲ τὸ σπάνιον καὶ τοὐναντίον. δεύτερος ὅρος· κομήτης ἐστὶν ἅλως καὶ ἶρις ἐν ὑπεκκαύματι, ἀλλ’ οὐκ ἐν τῷ περιγείῳ ἀέρι. ἶρίς τε γὰρ καὶ ἅλως περὶ τὰ ὑγρὰ νέφη συνίστανται· πάλιν ἅλως καὶ ἶρις ἀληθεῖς, οὐκ ἀπατηλαί. ἐπὶ γὰρ ἴριδος καὶ ἅλω τὸ χρῶμα ἀπατηλὸν διὰ τὴν ἀνά· κλάσιν τὴν περὶ ἥλιον ἢ σελήνην γινομένην οὕτω φαινόμενον ἐπεὶ μὴ ὂν κατὰ ἀλήθειαν· ἐπὶ δὲ τοῦ κομήτου τὸ λαμπρὸν τὸ φαινόμενον ἀληθινόν ἐστι. ταῦτα εἰπὼν ὁ Ἀριστοτέλης ἐπάγει τούτοις ἐφεξῆς ἕτερόν τι οὐκ οἶδα παθών. φησὶ γάρ, ὅτι οἱ ἐν τῷ κάτω τόπῳ γινόμενοι κομῆται οὐ γίνονται περὶ ἀστέρα ἢ ἄστρον, οἱ δὲ ἐν τῷ ἄνω γίνονται. καίτοι γε οὐκ ἀδύνατον καὶ τοὺς ἐν τῷ κάτω τόπῳ περὶ ἀστέρα γενέσθαι. τί γὰρ εἰ τύχοι κατὰ κάθετον αὐτοῦ τῆς ἐξάψεως ὢν ὁ ἀστήρ; ἀλλὰ μὴν καὶ ἐν τῷ ἄνω τόπῳ γίνεται μὴ περὶ ἀστέρα ὤν· τί γὰρ εἰ τύχοι μὴ ὢν κατὰ κάθετον αὐτοῦ τῆς ἐξάψεως ὁ ἀστήρ; ἀλλὰ μὴν καὶ ἐν τῷ ἄνω τόπῳ γινομένους ἔφη περὶ ἀστέρα γίνεσθαι διὰ τὸ ἐν οὐρανῷ νομίζεσθαι εἶναι διὰ τὸ μῆκος τοῦ διαστήματιος, τοὺς δὲ ἐν τῷ κάτω τόπῳ οὐκ εἶπε περὶ ἀστέρα γίνεσθαι διὰ τὸ πλησιάζειν ἡμῖν. ἐφ’ οἷς λοιπὸν πατασκευάζει, ὅτι τὸ πυρῶδες τὸ ἐν τῷ κομήτῃ οὐκ ἔστιν ἀπατηλόν, ἀλλ’ ἀληθινὸν ὑπάρχει. καὶ γὰρ ἐκ πυρώδους γίνεται ἀναθυμιάσεως. ἀμέλει οὖν ὁπηνίκα γένηται κομήτης, αὐχμὸς πολὺς γίνεται καὶ ἄνεμοι σφοδρότατοι διὰ τὸ δηλοῦσθαι πολλὴν τὴν γένεσιν τῆς καπνώδους ἀναθυμιάσεως. τοῦτο δὲ αὐτὸ καὶ Ἄρατος ἐπιστάμενος εφη· πολλοὶ γὰρ κομόωσιν ἐν αὐχμηρῷ ἐνιαυτῷ. πλεῖστοι γὰρ ἀστέρες ἴσχουσι κόμην διὰ τὴν πλεονεξίαν τῆς πυρώδους ἀναθυμιάσεως. ταῦτα διὰ τούτων ἡ λέξις παραδίδωσιν· συγκαταδους παύεται δὲ αὐτῇ καὶ ὁ περὶ τοῦ κομήτου λόγος. p. 344a5 Ἐπειδὴ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς νῶς ἀποδεδεῖχθαι καὶ τὰ ἑξῆς. ἐπειδὴ περὶ κομήτου μέλλομεν, φησίν, εἰπεῖν, ἀφανὴς δὲ αὐτοῦ ἐστιν ἡ γένεσις, καθόλου δὲ εἰπεῖν ἐπὶ πάντων, ἐφ’ ὧν ἐστιν ἡ γένεσις ἀφανής, ἡ δίδαξις αὐτῶν γίνεται, ὁπηνίκα ὑποθέσεις τινὰς λάβωμεν, αἷς οὐδὲν ἀδύνατον ἕπεται, φέρε καὶ ἐπὶ τοῦ κομήτου τῆς γενέσεως ὑποθέσεις τινὰς παραλάβωμεν, αἷς οὐδὲν ἀδύνατον ἕπεται· ἀφανὴς γὰρ αὐτῶν ἡ γένεσις. πλὴν πρόσθες ἐπὶ τῶν ἀφανῶν τῇ αἰσθήσει ‘κατὰ τὴν γένεσιν’, ἐπεὶ ὁ κομήτης οὐκ ἔστιν ἀφανὴς τῇ αἰσθήσει γενόμενος, ἀλλ’ ἀφανὴς γένομενος. p. 344a7 Ἔκ τε τῶν νῦν φαινομένων τις ὑπολάβοι ἄν ὧδε περὶ τοῦδε μάλιστα συμβαίνειν. Η ἀπόδειξις. ἄν γάρ, φησί, καὶ ἐπὶ τῶν νῦν φαινομένων, τουτέστι τοῦ κομήτου, ὁμοίως τις ὑπολάβοι, συμβαίνει καὶ περὶ τούτου ὁμοίως ἡμᾶς ὑπολαμβάνειν, ὅτι οὕτως ἐστιν ἡ γένεσις κομήτου καὶ οὐκ ἄλλως· οὐδὲν γὰρ ἀδύνατον ταῖς ὑποθέσεσιν αὐτοῦ ἕπεται. p. 344a11 Αὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπ’ αὐτὴν ἀέρος ἐπὶ πολὴ συμπεριάγεται περὶ τὴν γῆν. |Ἴδου ἡ πρώτη ὑπόθεσις, ὅτι τὸ ὑκέκκαυμα συγκινεῖται τῷ παντὶ κύκλῳ καὶ αὐτὸ φερόμενον. p. 344a13 Φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ἐὰν τύχη εὔκρατος οὖσα, ἐκπυροῦται πολλάκις. Ἡ δευτέρα ὑπόθεσις. εὔκρατον δὲ λέγει τὸ ἐπιτήδειον πρὸς τὸ ἐκγίνεται πυρωθῆναι· οὐ γὰρ ὅλον ἐστὶν ἐπιήδειον. ὥσπερ γὰρ γίνονται ψῶραι οὐκ ἐστιν. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰρήκαμεν γίνεσθαι καὶ τὸν διᾴττοντα ἀστέρα· ἀλλ’ ἐκεῖ μέν, ὡς εἴρηται, οὐκ ἐν τῷ αὐτῷ τόπῳ μένει ἡ ἐκπύρωσις, ἀλλὰ διαδίδοται σποράδην ἐκ τοῦ μέσου διὰ τὴν ἄγαν λεπτομέρειαν λανθάνοντος. p. 344a16 Ὅταν οὖν τὴν τοιαύτην πύκνωσιν πέσῃ. Πρὶν εἴπῃ τὴν τρίτην ὑπόθεσιν, τὴν τετάρτην λέγει, ὅτι χρὴ παχεῖαν εἶναι τὴν ὕλην, ἵνα ἐπὶ πλεῖον μείνῃ καιομένη. δέον δ’ εἰπεῖν ‘παχεῖαν’ ‘πυκνὴν’ εἶπεν, ὡς ἄν τῆς πυκνῆς ὕλης παχυτέρας ὑπαρχούσης. p. 344a17 Ἀρχὴ δὲ οὕτως πυρώδης μήτε οὕτω λίαν καὶ ἑξῆς. Ἡ τρίτη ὑπόθεσις, ὅτι χρὴ τὴν ἔξαψιν μήτε σφοδροτάτην πάνυ εἶναι μήτε ἀμυδράν· ἑκατέρα γὰρ ἐπ’ ὀλίγον ἀνταρκεῖ, ἡ μὲν σφοδρὰ διὰ τὸ δαπανᾶν ῥᾳδίως τὴν ὕλην καὶ μὴ εὐπορεῖν ἑτέρας, ἡ δ’ ἀμυδρὰ διὰ τὸ ἀπομαραίνεσθαι. p. 344a19 Ἅμα δὲ κάτωθεν συμπίπτει ἀναβαίνειν. Ἡ πέμπτη ὑπόθεσις, ὅτι χρὴ ἐπιτηδείαν ἀναθυμίασιν ἀναδίδοσθαι. p. 344a20 Ἀστὴρ τοῦτο γίνεται κομήτης. Τὸ συμπέρασμα. ἐὰν γάρ, φησίν, αὗται πᾶσαι αἱ ὑποθέσεις κομήτης γίνεται, ἀλλὰ πρὸς τὸ διάφορον σχῆμα τοῦ ἐκκαιομένου καὶ τὸ σχῆμα τοῦ κομήτου γίνεται. ἢ γὰρ καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος γίνεται ἔξαψις καὶ καλεῖται κυρίως κομήτης, ὃν φαίης φλόγα πολυχρόνιον· ἢ κατὰ μῆκος μόνον καὶ καλεῖται δοκίας τοιοῦτοι γὰρ καὶ οἱ δοκοί), καὶ εἴποις ἐνταῦθα δαλὸν πολυχρόνιον· ἢ καὶ κατὰ βάθος ἔχει τὴν ἔξαψιν καὶ οἱονεὶ ἀποσπινθηρίζει καὶ καλεῖται πωγωνίας, ὡς οὐδὲν ἄλλο ἐστὶν ἢ ἐξ ἐπιμονῆς. p. 344a23 Ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος δοκεῖ εἶναι, οὕτω καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μόνη δοκεῖ εἶναι. τοῦτό φησιν, ὅτι καθάπερ ἡ τῆς ἐξάψεως κίνησις ἐνομίζετο ἀστὴρ εἶναι (ὀ γὰρ διᾴττων ἀστὴρ ἐνομίζετο). οὕτω καὶ ἡ μένουσα ἔξαψις ὠς ἐπὶ τοῦ κομήτου ἀστὴρ εἶναι νομίζεται. ἔστιν οὖν κομήτης διᾴττων μένων καὶ πολυχρόνιος. p. 344a29 Εἰ σὲ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθόν, μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτ’ ἂν ἀρχὴ τῆς φθορᾶς τελευτὴ διαδρομῆς. τὴν δευτέραν γένεσιν λέγει τοῦ κομήτου. ἐὰν γάρ, φησί, διᾴττοντος γινομένου εὑρεθῇ πυκνοτέρα ἡ ὕλη, ἵσταται ἐκεῖσε ἡ ἔξαψις καὶ ποιεῖ κομήτην, ὅστις καὶ ἀρχή ἐστιν ἀστέρος καὶ πέρας τῆς διαδρομῆς τοῦ προλαβόντος ἀστέρος, φημὶ δὴ τοῦ διᾲττοντος. p. 344 a 33 Ὅταν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ καὶ τὰ ἑξῆς. Ἐντεῦθεν τὸ διεσφαλμένον θεώρημα παραδίδωσιν, ὅτι οἱ μὲν περὶ τὸν κάτω τόπον κομῆται οὐ γίνονται περὶ ἀστέρας, οἱ δὲ περὶ τὸν ἄνω γινόμενοι περὶ ἀστέρας γίνονται. ὅπερ ἄτοπον· πλὴν διῄτησεν ἐν τῇ θεωρίᾳ. εἰ δὲ Ἀριστοτέλης κάτω τόπον λέγει τὸν περίγειον πανταχοῦ, πρόδηλόν ἐστιν, ὅτι καὶ κατὰ ἐκπυρηνισμὸν γίνεται κομήτης πρότερον διᾴττοντος γενομένου. p. 344b2 Ἀλλ’ ὥσπερ ἡ ἅλως περὶ τὸν ἥλιον φαίνεται καὶ τὴν σελήνην. Ἴδου μία ὑπογραφὴ τοῦ κομήτου τοὐ περὶ ἀστέρα γινομένου. οὐ καλῶς δὲ εἶπεν ἅλως περὶ ἥλιον καὶ σελήνην· ἔδει γὰρ εἰπεῖν ἶριν εἶναι περὶ ἥλιον, ἅλω δὲ εἶναι περὶ σελήνην. εἴρηται γάρ, ὅτι ἅλως μὲν ὡς ἐπὶ τὸ πλεῖστον περὶ σελήνην γίνεται, ἶρις δὲ περὶ ἥλιον. p. 344b4 Καὶ περὶ μεθισταμένων, ὅταν οὕτως ᾖ πεπυκνωμένος ὁ ἀήρ. τότε γὰρ γίνεται ἶρις καὶ ἅλως, ὅταν ἀὴρ πυκνωθῇ. περὶ μεθισταμένων τουτέστι περὶ αὐτοὺς φερομένων· ἀνάκλασις γὰρ γίνεται τῶν ἀκτίνων ἡλίου καὶ σελήνης. διὸ καὶ τὸ χρῶμα νομίζομεν τοιόνδε γίνεσθαι μὴ ὂν κατὰ ἀλήθειαν. πλὴν ταῦτα μαθησόμεθα ὕστερον ἐν τῷ λόγῳ. p. 344b6 Πλὴν εἰ μὲν γίνεται δι’ ἀνάκλασιν τοιαύτην, ἐκεῖ δὲ ἐπ’ αὐτῶν τὸ χρῶμα φαινόμεινόν ἐστιν. Δευτέρα ὑπογραφή, ὅτι τὸ χρῶμα ἐπὶ μὲν ἴριδος καὶ ἅλω ἀπατηλόν ἐστιν, ἐπὶ δὲ τῶν κομητῶν ἀληθῶς. μηδέ, ἐπειδὴ φαινόμενον εἶπε, νομίσῃς φαινόμενον αὐτὸν λέγειν τὸ ἀπατηλόν· φαινόμενον γὰρ εἶπε τὸ ὁρώμενον. καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν ἐπ’ αὐτῶν τὸ χρῶμα φαινομενον. p. 344b8 ὅταν μὲν οὖν περὶ ἀστέρας γένηται ἡ τοιαύτη σόγκρισις. Διαφορὰν βούλεται εἰπεῖν τοῦ περὶ ἀστέρα κομήτου καὶ τοῦ καθ’ αὑτόν. εἰ γάρ, φησί, περὶ ἀστέρα εἴη, συμπεριάγεται τῷ παντὶ τὸ ἐν τῷ ἄνω τόπῳ γινόμενον· εἰ δ’ αὐτὸς καθ’ αὑτόν, οὐ συμπεριάγεται ὡς ἐν τῷ περιγείῳ. πλήν, ὡς εἴρηται, <οὐ> καλῶς τοῦτο λέγει· ἐνδέχεται γὰρ καὶ ἄνευ ἀστέρος εἶναι τὸν κομήτην καὶ συμπεριάγεσθαι τί γάρ, ὅτι ἐν τῷ ἀπογείῳ ἐστί;) καὶ μετὰ ἀστέρος εἶναι καὶ μὴ συμπεριάγεσθαι· τί γάρ, ὅτι ἐν τῷ περιγείῳ; p. 344b12 Toῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασιν τὸν κομήτην ὥσπερ τὴν ἅλ(υ. Τὸ μὴ εἷναι, φησίν, ἀνάκλασιν ἐπὶ τοῦ κομήτου δηλοῖ καὶ ὁ περὶ ἀστέρα γινόμενος κομήτης καὶ ἄνευ ἀστέρος· ὁ μὲν περὶ ἀστέρα, ἐπειδὴ δοκεῖ ἡ ἀνάκλασις οὐ πρὸς ἥλιον γίνεσθαι, καθάπερ Ἱπποκράτης ᾤετο, ἀλλὰ πρὸς ἀστέρα· ὅπου γε οὐδὲ περὶ ἀστέρα ἀληθής ἐστιν ἡ ἀνάκλασις, ὡς δηλοῖ ὁ ἄνευ ἀστέρος κομήτης ἔχων χρῶμα. p. 344b18 “Υστερον ἐροῦμεν. ’Ev τῷ τρίτῳ δηλονότι λόγῳ. p. 344b18 Περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι. ἐντεῦθεν κατεσκεύασεν, ὅτι πυρώδης αὐτῶν ἐστιν ἡ οὐσία, ὡς δηλοῖ τὸ σεισμοὺς καὶ αὐχμοὺς καὶ ἀνέμους τῶν κομητῶν προηγεῖσθαι, ἀλλὰ μὴν καὶ τὸ ἐπακολουθεῖν· ταῦτα γὰρ γίνονται διὰ τὴν καπνώδη ἀναθυμίασιν πλεονάζουσαν. p. 344b25 Σαφέστερον δὲ ἐροῦμεν καὶ περὶ τούτου τοῦ πάθους, ὅταν καὶ πέρι πνευμάτων καῖρος. Τουτέστιν ἐν τῷ περὶ ὑετοῦ· ἐν γὰρ τῷ δευτέρῳ περὶ ὑετοῦ καὶ ἐρεῖ. p. 324b26 Ὅταν μὲν οὖν πυκνὸν καὶ πλείους καὶ ἑξῆς. τοῦτό φησιν, ὅτι ἡνίκα καὶ πολλοὶ καὶ συνεχῶς γίνονται κομῆται, ἐνμὲν γίνονται αὐχμοί, πλὴν καὶ τότε γίνονται ἄνεμοι καὶ αὐχμοί. p. 344b31 Ἢ κατὰ μέγεθος ἢ κατὰ χρόνον. χρόνον παρατεινει. p. 344b31 ἐπεὶ καὶ ὅτε ὁ ἐπὶ Αἰγὸς ποταμοῖς ένέπεσε λέθος. τόπος δέ ἐστι περὶ τὴν Θρᾴκην. τότε δὲ τοσαύτη ἦν ἀναθυμίασις ἡ καπνώδης, ὥστε καὶ ἀπὸ τοῦ ὄρους μετεωρισθῆναι λίθον καὶ ἐν τῇ πεδιάδι καταρρηχθῆναι. καὶ οὐ θαυμαστὸν τοῦτο· οἱ γὰρ ἄνεμοι καὶ πρόρριζα δένδρα ἀποσπῶσιν. p. 344b34 Καὶ περὶ τὸν μέγαν ἀστέρα τὸν κομήτην. Περὶ οὗ καὶ πρῶτον εἶπεν, ἐφ’ οὗ κατακλυσμὸς καὶ σεισμὸς ἠκολούθησεν· καὶ ἐπὶ τούτῳ γὰρ πνεύματα πολλὰ ἠκολούθησαν. p. 345a5 Τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς κομήτας μηδὲ τὴν αἰτίαν λέγει, δι’ ἣν σπανίως γίνεται κομήτης. λέγει δὲ δύο αἰτίας, ὧν ἡ πρώτη ἐστὶ τοιαύτη· σπανίως καὶ ἐκτὸς τῶν τροπικῶν καὶ ἐντὸς γίνεται κομήτης· ὀλίγη γάρ ἐστιν ἡ ἐμφερομένη ἐν αὐτοῖς καπνώδης ἀναθυμίασις, καὶ ταύτην διακρίνει ὁ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα καὶ οὐκ ἐᾷ συστῆναι κομήτην. καὶ ἀυτὴ πρώτη. δεύτερα αἴτια· αιτια· φησιν, ἡ καπνώδης ἀναθυμία σις εἰς τὸν γαλαξίαν ἐκδαπανᾶται, τούτου χάριν σπανίως γίνεται κομήτης ἀπορίᾳ τῆς ὑλικῆς αἰτίας. ἄτοπος δὲ ὁ λόγος· ὁ γὰρ ὁ Ἀριστοτέλης. Πρᾶφις ιݲ. p. 345a11 Πῶς δὲ καὶ τίνα αἰτίαν καὶ τί ἐστι τὸ γάλα. Μετὰ τὸν τοῦ κομήτου λόγον μέτεισιν ὁ Ἀριστοτέλης καὶ ἐπὶ τὸν γαλαξίαν διὰ τρεῖς αἰτίας· ἢ ὅτι τῷ μᾶλλον καὶ ἧττον ταύτῃ ἀλλήλων δια- φέρουσιν ὃ γὰρ κομήτης περὶ κύκλον ἑνὸς ἀστέρος, τοῦτο γαλαξίας περὶ κύκλους πλειόνων ἀστέρων), ἢ ὅτι κατήντησεν ὁ περὶ κομήτου λόγος εἰς τὸν γαλαξίαν πρὸς γὰρ τῷ πέρατι ἔφη σπανίως φαίνεσθαι τὸν κομήτην διὰ τὸ πᾶσαν τὴν καπνώδη ἀναθυμίασιν εἰς τὸν γαλαξίαν ἐκδαπανᾶσθαι), τρίτον, ὅτι ὥσπερ ἀπὸ τῶν ὀλιγοχρονίων Ἀριστοτέλης φλογῶν φημι καὶ αἰγῶν καὶ δαλῶν καὶ διᾳττόντων) μετῆλθεν ἐπὶ τὰ πολυχρόνια, οἷον ἐπὶ κομήτην, οὕτω καὶ ἀπὸ τῶν πολυχρονίων μέτεισιν ἐπὶ τὰ πολυχρονιώτατα. περὶ δὲ γαλαξίου διαλεγόμενος πρότερον τὰς ψευδεῖς δόξας διελέγχει καὶ οὕτως ὕστερον τὴν ἑαυτοῦ παραδίδωσι. καὶ ἀμείνους ἐνταῦθα οἱ διωκόμενοι τοῦ κατηγόρου· πάντες γὰρ βούλονται ἐν τῷ οὐρανῷ εἶναι γαλαξίαν, μόνος δὲ Ἀριστοτέλης κακῶς διαπραττόμενος ἐν τῷ ἀέρι αὐτόν φησιν εἶναι. ἔστι δὲ ἀπολογήσασθαι ὑπὲρ ’Αριστοτέλους, ὅτι οὐδὲ αὐτὸς περὶ τούτου ἀποφαίνεται· λέγει γὰρ ‘εὔλογον ‘εὒλογον δέ ἐστιν ἴσως δ’ ἐνδοιαστικόν ἐστιν ὡς τὸ πιθανόν, ἀλλ’ οὐ τὸ ἀληθὲς ἔχον. λοιπὸν δὲ καὶ ἐκ τοῦ ἐν ἀρχῇ εἰρημένου “ὧν τὰ μὲν ἀποροῦμεν περὶ γαλαξίου], τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον’’· τὸ γὰρ ‘ἀποροῦμεν’ ἐπὶ τοῦ γαλαξίου εἴρηται. εἰ δὲ καὶ ὡς ἀπὸ τοῦ οἰκείου προσώπου τὸν λόγον προφέρεται, οὐχ ταύτης ἐστὶ τῆς δόξης, ἀλλὰ διὰ τοῦ οἰκείου προσώπου ἐμβριθεστέραν καὶ γενναιοτέραν τὴν τῶν ἑτεροδόξων ὑπόληψιν καταστῆσαι βουλόμενος. τῶν δὲ περὶ γαλαξίου ψευδῶν δοξῶν τεσσάρων οὐσῶν δύο Πυθαγόρειοί εἰσι, τῶν δὲ ἡ μὲν Ἀναξαγόρειός ἐστιν, ἡ δὲ λοιπὴ Ἱπποκράτειος. ἔστι δὲ ἡ πρώτη τοιαύτη· Φαέθων, φησίν, ὁ ἀπὸ Ἡλίου καὶ Κλυμένης ᾔτησε τὸν ἴδιον πατέρα παραδοῦναι αὐτῷ τὸ ἅρμα, ἐφ’ ᾧ ἡνιοχεῖται. ἐπείσθη, ἔδωκεν, ἔλαβεν, ἀτεχνῶς ἤλασεν, ἐλάσας κατέφλεξε, καὶ ὁ τόπος ἐκεῖνος ὁ καταφλεχθείς ἐστιν ὁ γαλαξίας. ἀλλ’ ἐπειδὴ μυθῶδες τὸ λεγόμενον, ἄτοπον δὲ μυθώδη ταῦτα νομίζειν Πυθαγορείου τῆς δόξης καθεστηκυίας, φέρε ταύτην άλληγορήσωμεν οὕτως· ὁ Φαέθων κομήτης ἢν. παῖς δὲ Ἡλίου ἐπωνομάσθη ἀπὸ ἡλίου, ὥσπερ καὶ πᾶν ἀγαθὸν ἀπὸ τοῦ θείου. ‘οὗτος ᾔτησε τὸν Ἥλιον ἡνιοχῆσαι’ ἀντὶ τοῦ ‘ἐφίετο τῆς κινήσεως τοῦ ἡλίου κύκλῳ γινομένης’· διὸ καὶ αὐτὸς κύκλῳ ἐκινήθη τοῦ ὑπεκκαύματος ὑπὲρ φύσιν τῷ παντὶ συγκινηθέντος. ‘κινηθεὶς δὲ κατέφλεξεν’ ἀντὶ τοῦ ‘αὐχμῶν αἴτιος ἐγένετο’· γὰρ καὶ ὁ κομήτης. ‘τοῦτον’, φησίν, ‘ὁ Ζεὺς ὀργισθεὶς ἐκεραύνωσεν’. ἣν αἰτίαν; ὡς τοῦ αἰθέρος ἄρχων κατὰ τὸ εἰρημένον· Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. ‘ἐκεραύνωσε δὲ αὐτόν’ ἀντὶ τοῦ ‘ὑπὸ τῆς ἀτμίδος κατέσβεσεν’ διὸ καὶ ἐν τῷ Ἠριδανῷ λέγουσι τοῦτον πεπτωκέναι, τουτέστιν ὑπὸ τῆς ὑγρότητος καταβαπτισθῆναι. ὀδύρεσθαι δὲ αὐτόν φασι τὰς Ἡλιάδας ἀντὶ τοῦ τὴν ἀτμίδα ἐξ αὐτοῦ καταρρεῖν ὑδατώδη οὖσαν οἷα καὶ τὰ δάκρυα. εἰς αἰγείρους δὲ λέγουσι ταύτας μεταβεβλῆσθαι, διότι ἀπὸ τῶν αἰγείρων ὀπὸς καταρρεῖ ὅμοιος τῷ ἠλέκτρῳ. τὸ δὲ ἤλεκτρον χρυσοφανές ἐστιν, ὁ δὲ χρυσὸς τῷ ἡλίῳ ἀνάκειται· τὴν οὖν ἀτμίδα ὡς τῷ ἡλίῳ συμπράξασαν αὐτῷ ἀνατιθέασιν. αὕτη πρώτη Πυθαγόρειος δόξα. ταύτης ὡς μυθώδους παρασιωπᾷ ὁ Ἀριστοτέλης τὸν ἔλεγχον· τὸ γὰρ καταδήλως ἐλεγχόμενον περιττὸν εἰς ἐξέτασιν προφέρεσθαι, διὸ καὶ μόνας τρεῖς ἐν τῷ πέρατι λέγει δόξας ὡς ἄν μηδὲ λογισάμενος ταύτην. δευτέρα δόξα καὶ αὕτη Πυθαγόρειος οὖσα. ἔχει δὲ οὕτως· ὁ ἥλιός ποτε μὴ τὴν τοῦ ζῳδιακοῦ καὶ κατὰ φύσιν βαδίσας, ἀλλ’ ἑτέραν ἀτραπὸν διανύσας ἐξεπύρωσεν αὐτὴν καὶ ὥσπερ λεω- φόρον ὁδὸν ὑπὸ ἁμάξης κατατριβεῖσαν εἰργάσατο, καὶ ἐκεῖνος ὁ τόπος ἐστὶν ὁ γαλαξίας ὀνομαζόμενος. ἀλλά, φησίν, ἄτοπος ὑπόθεσις· ἔδει γὰρ τὸν ζῳδιακὸν μᾶλλον γαλαξίαν εἶναι, ἐπειδὴ δι’ αὐτοῦ τὴν πορείαν ἀεὶ ὁ ἥλιος ποιεῖται. ἔστι δὲ προσευπορῆσαι τῇ λέξει καὶ ἡμᾶς τοιοῦτον ἐπιχείρημα· ἄτοπόν ἐστι τὸ εἰπεῖν τὸν ἥλιον ἀμεῖψαι τὸν τόπον· τὰ γὰρ ἔχοντα συν- εχῆ τὴν κίνησιν συνέχει κατὰ ῥυθμὸν τὸ ὑποκείμενον καὶ οὐδέποτε τοῦτο ἀμείβει· εἰ γὰρ ἀμείψει, οὐκέτι τὸ συνεχὲς τῆς κινήσεως διασώζεται. τρίτη δόξα Ἀναξαγόρου καὶ Δημοκρίτου. οὗτοί φασι τὸν γαλαξίαν εἶναι τὸ ἴδιον φῶς τῶν ἀστέρων τῶν μὴ φωτιζομένων ὑπὸ τοῦ ἡλίου. ἔχουσι γάρ, φησί, τὰ ἄστρα τὸ ἴδιον φῶς καὶ ἐπίκτητον τὸ ἀπὸ τοῦ ἡλίου. καὶ δηλοῖ ἡ σελήνη. ταύτης γὰρ ἕτερον μὲν τὸ ἴδιον φῶς, ἕτερον δὲ τὸ ἀπὸ ἡλίου· τὸ γὰρ ἴδιον αὐτῆς φῶς ἀνθρακῶδές ἐστιν, ὡς δηλοῖ ἡμῖν ἡ ἔλλειψις αὐτῆς. ἀλλ’ οὐ πάντα, φησί, τὸ ἐπίκτητον δέχονται· τὰ οὖν μὴ δεχόμενα ἐκεῖνα τὸν κύκλον τοῦ γαλαξίου ἀπεργάζονται. ἐλέγχει δὲ καὶ ταύτην τὴν δόξαν Ἀριστοτέλης τρισὶν ἐπιχειρήμασιν, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπω. · ὁ γαλαξίας ἀεὶ ὡσαύτως φαίνεται μήτε τὸν τόπον μήτε ἄλλο τι ἐναλλάττων. ἀλλὰ μὴν ὁ ἥλιος οὐκ ἀεὶ τῶν αὐτῶν ἄστρων τὸ αὐτὸ διάστημα ἀπέχει, †εἰ καὶ δῶμεν, ὅτι τινὰ οὐ φωτίζει. ἀλλ’ οὖν τὰ αὐτὰ οὐ φωτίζει ἀεί, ἀλλὰ διάφορα διὰ τὸ διάφορον αὐτοῦ μέτρον τῆς ἀποστάσεως. εἰ δὲ τοῦτο ἀληθές, ἔδει μὴ ἐν τῷ αὐτῷ τόπῳ ἀεὶ ὁρᾶσθαι τὸν γαλαξίαν. ἀλλὰ μὴν ἐν τῷ αὐτῷ ὁρᾶται· ἄτοπος ἄρα ἡ ὑπόθεσις. δεύτερον ἐπιχείρημα· ὁ ἥλιος πάντα φωτίζει τὰ ἄστρα, οὐκοῦν καὶ τὸν κύκλον τοῦ γαλαξίου· ἄτοπον γάρ τινα τηλικοῦτον κύκλον ὄντα τοῦτον τὸν γαλαξίαν ὑπὸ τοῦ κύλλου] τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐπισκοτίζεσθαι, ὥστε μὴ συγχωρεῖν τὸ ἀπὸ τοῦ ἡλίου φῶς ἐπὶ τὸν γαλαξίαν κινεῖσθαι. τρίτον ἐπιχείρημα· εἰ ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς οὐ φθάνει μέχρι τῆς ἡλιακῆς σφαίρας μόλις γὰρ έφάπτεται τῆς ‘Ερμαϊκῆς σφαίρας ὁ κῶνος τῆς σκιᾶς καὶ οὐδέποτε αὐτὸν σκοτίζει, ὁρῶμεν δὲ τὸν ἥλιον καὶ τὸν γαλαξίαν μηδέποτε σκοτιζόμενον), δῆλον, ὅτι ἀνωτέρω ἐστὶ τῆς σεληνιακῆς σφαίρας, εἴ γε αὐτὴ σκοτίζεται, οὐδὲ τὸν γαλαξίαν ἐπισκοτίσει πολλῷ τοῦ ἡλίου ὑπερέχοντα. ὅτι δὲ μείζων καὶ ἐκ πλείονος διαστήματος †ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς τοῦ κύλλου τοῦ ἡλίου, δῆλον. δέδεικται γὰρ ἐν ἀστρονομίᾳ, ὅτι εἴκοσι μέρη ἀπέχει ὁ ἥλιος ἀπὸ τοῦ κέντρου, ὅ ἐστι τῆς γῆς. τούτων δὲ τῶν εἴκοσιν ἡ διάμετρος τοῦ κώνου τῆς γῆς <πέντε> ἔχει, ὡς ἀπὸ τῆς γῆς μέχρι τοῦ κώνου πέντε εἶναι. ἡ δὲ σελήνη ἀπὸ τῆς γῆς ἓν ἀπέχει, ὡς εἶναι ἐπάνω τῆς σελήνης τὸν κῶνον τῆς γῆς τέσσαρσι μέρεσιν· ὅλος γὰρ ὁ κῶνος πέντε ἐστὶ μερῶν ἤτοι μορίων, ὡς θέλεις, εἰπέ), ὧν ἡ σελήνη ἓν ἀπέχει. ὁ δὲ ἥλιος ἀπὸ τοῦ κέντρου εἴκοσιν ἀπέχει, ἀπὸ δὲ τῆς σκιᾶς τοῦ κώνου δέκα πέντε μέρη ἀπέχει, ἐννεακαίδεκα δὲ ἀπὸ τῆς σελήνης. εἰ δὲ τοῦτο καὶ τόσον ἀπέχει, οὐδέποτε ἡ σκιὰ μέχρι τούτου φθάνει· εἰ δὲ μὴ μέχρι αὐτοῦ, οὐδὲ μέχρι τοῦ γαλαξίου πολλῷ ὑπεράνω ὄντος· ἐν τῇ ἀπλανεῖ γάρ ἐστιν. τοῦτο καὶ τὸ τρίτον ἐπιχείρημα. τετάρτη δόξα Ἱπποκράτους τοῦ Χίου. οὗτός φησι τὸν γαλαξίαν γίνεσθαι ἀνακλάσεως γενομένης πρὸς τὸν ἥλιον, ἀλλ’ ἀνακλάσεως οὐκ ἀπὸ ἀτμίδος, καθάπερ ἔφαμεν ἐπὶ τοῦ κομήτου, ἀλλ’ ἀπὸ ἀστέρων. φέρεται οὖν, φησίν, ἡ ὄψις πρὸς τοὺς ἀστέρας, καὶ ἐκεῖθεν ἀνακλᾶται πρὸς τὸν ἥλιον καὶ οὕτω φέρεται πρὸς ἡμᾶς. οὕτως ὁ Ἱπποκράτης. ἐλέγχει δὲ αὐτὸν δυσὶν ἐπιχειρήμασιν. ἔστι δὲ τὸ πρῶτον τοιοῦτον· τί δήποτε ἀεὶ ὁ γαλαξίας ὡσαύτως φαίνεται ἔχων; ἐπὶ γὰρ τῆς ἀνακλάσεως εἰ μὲν καὶ τὸ ὁρῶν καὶ τὸ ὁρώμενον καὶ τὸ ἔνοπτρον ἠρεμοίη, ἀεὶ καὶ ὡσαύτως φαίνεται ἔχον τὸ ὁρώμενον· εἰ δέ τι τούτων κινηθείη, οὐχ ὡσαύτως. ἀλλὰ μὴν ἐνταῦθα τὸ μὲν ὁρῶν μόνως ἠρεμοῦν, οἱ ἀστέρες δὲ καὶ ὁ ἥλιος κινοῦντι, οἱ μὲν μίαν κίνησιν τῆς ἀπλανοῦς, οἱ δὲ δύο, τήν τε τῆς ἀπλανοῦς καὶ τὴν ἰδίαν, οὐκ ἔδει ἀεὶ τὴν αὐτὴν εἶναι ἔμφασιν. γὰρ καὶ τοῦ ὁρῶντος ἀεὶ τὸ αὐτὸ διάστημα ἀπέχει τό τε ἔνοπτρον καὶ τὸ ὁρώμενον, διότι ἐν τῷ κέντρῳ τὸ ὁρῶν, ἀλλ’ οὖν ὅμως ἀλλήλων οὐχ ὁμοίως ἀπέχουσιν. ὅτι δὲ τοῦτο ἀληθὲς καὶ οὐκ ἀεὶ τὰ ἄστρα τοῦ ἡλίου τὸ αὐτὸ διάστημα ἀπέχουσι, δηλοῦσι δελφῖνες ποτὲ μὲν περὶ τὴν ἕω ἀνατέλλοντες, ποτὲ δὲ περὶ τὸ μέσον τῆς νυκτός, ποτὲ δὲ μετὰ τὴν ἑσπέραν εὐθέως. δεύτερον ἐπιχείρημα· ἐὰν ὕδωρ ἐν ἀγγείῳ βάλωμεν καὶ διὰ τούτου τὸν γαλαξίαν θεασώμεθα, συμβαίνει περὶ τὴν ὄψιν δύο ἀνακλάσεις ὑπομένειν, ὅπερ ἄτοπον· καὶ γὰρ φέρεται περὶ τὸν ἀστέρα, εἶτα ἀνακλᾶται πρὸς τὸν ἥλιον, καὶ γίνεται μία ἀνάκλασις. ἀλλ’ ἵνα διὰ τοῦ ὕδατος ὁραθῇ, ἀνάγκη καὶ ἑτέραν κλάσιν ὑπομεῖναι οὐχ οἵαν πρότερον· οὐ γὰρ κατὰ ἀνάκλασιν, ἀλλὰ κτὰ διάκλασιν· ἄτοπος οὖν ὁ λόγος. ὁ μὲν οὖν Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς τοῦτο αὐτὸ παραδέχεται τὸ ἄτοπον εἶναι δύο κλάσεις τὴν ὄψιν ὑπομεῖναι, ὁ δὲ φιλόσοφος Ἀμμώνιός φησι μὴ εἶναι ἄτοπον τὸ δύο γίνεσθαι ἀνακλάσεις· οἱ γὰρ ἐνοπτρικοὶ καὶ δύο καὶ τρεῖς καὶ πλείονάς φασι γίνεσθαι. ἐὰν γάρ, φησί, τὶς θείη δύο ἔνοπτρα, ἓν ἔμπροσθεν ἓν ὀπίσω, τὰ ὀπίσθια αὐτοῦ ὁρᾷ. οὐκ ἂν δὲ τοῦτο ἐγίνετο, εἰ μὴ ἐν ἑκα- τέροις τῶν ἐσόπτρων ἡ ὄψις κλάσιν ὑπέμενεν. εἰ οὖν μὴ ἄτοπον, τί δήποτε αὐτὸ Ἀριστοτέλης ὡς ἄτοπον προφέρει; καὶ ἐπιλύεται λέγων, ὅτι δύο κλάσεις γίνεσθαι ἐκ τούτου διαστήματος ἄτοπον, ὡς φέρεσθαι πρὸς τὸν ἀστέρα καὶ ἀπὸ τοῦ ἀστέρος πρὸς τὸν ἥλιον ὑπὸ γῆν ὄντα. ἐν νυκτὶ γὰρ ὁ γαλαξίας ὁρᾶται. αὗται αἱ τῶν παλαιῶν δόξαι, καὶ μεμάθηκας τοὺς τούτων ἐλέγχους. ἐν τούτοις ἡ θεωρία. p. 345a11 Πῶς δὲ καὶ διὰ τίνα αἰτίαν γίνεται καὶ τί ἐστι τὸ γάλα, λέγωμεν ἤδη. Δύο προβλήματα προτίθεται ζητῆσαι· ἓν μὲν τὸ πῶς καὶ διὰ ποίαν αἰτίαν γίνεται ὁ γαλαξίας, ἕτερον δέ, τί ὅλως ὁ γαλαξίας ἐστίν. εἴρηται δὲ ἐν τῇ θεωρίᾳ ἡ αἰτία τῆς τάξεως, δι’ ἣν ὁ γαλαξίου λόγος τὸν τοῦ κομητου διεδέξατο. p. 345a13 Τῶν μἐν οὖν καλουμένων Πυθαγορείων φασί τινες εἶναι ταυτην. ἐντεῦθεν τὰς δύο ἱστορεῖ δόξας τὰς Πυθαγορείους, τὴν μίαν τὴν μυἐνταῦθα μένην τὴν τοῦ ἡλίου ὁδόν. ὅθεν ἐπειδὴ ἑκατέρα τὴν ὁδὸν αἰτιᾶται, εἰ καὶ διάφορον, διὰ τοῦτο τὰς δύο εἰς μίαν ἐλάβομεν. ἢ ὡς εἴρηται, τὴν πρώτην παραλέλοιπε διὰ τὸ μυθῶες· διὸ ἐν τῷ ἀριθμῆσαι τὴν τετάρτην δόξαν οὔ φησι τέσσαρας, ἀλλὰ τρεῖς, διότι τὴν μίαν παρεσιώπησε διὰ τὰς εἰρημένας δύο αἰτίας. p. 345a14 Τῶν ἐκπεσόντων τινὸς ἀστέρων. τινὸς ἀστέρων φησὶν ἢ αὐτὸν τὸν Φαέθοντα ἢ ὅτι ἀστέρες τινὲς τότε καταπεπτώκασι καταφλεχθέντες καί τις αὐτῶν πίπτων τὸν γαλαξίαν είργασατο. p. 345a17 Ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος. Ποῖον τοῦτο; οἷον ἁμαξιτόν τινα ὡς ὑπὸ ἁμάξης λεωφόρον γενομένην διὰ τὴν τοῦ ἡλίου πρόοδον. p. 345a18 Ἄτοπον δὲ τὸ μὴ συννοεῖν, ὅτι εἴπερ τοῦτο ἦν· ἐντεῦθεν ὁ ἔλεγχος τῆς δευτέρας δόξης· τὸν γὰρ τῆς πρώτης ὡς μυθώδους οὔσης παρεσιώπησεν. p. 345a21 Ἄπαντα γὰρ ἐν αὐτῷ φέρεται τὰ πλανώμενα· Οὐ μόνον, φησίν, ἔδει τὸν ζῳδιακὸν εἶναι μᾶλλον γαλαξίαν διὰ τὴν τοῦ ἡλίου κίνησιν, ἀλλὰ πολλῷ μᾶλλον καὶ διὰ τοὺς πλανήτας ἐν τῷ ζῳδιακῶ αὐτοῦς κινουμένους καὶ σὺν τῷ ἡλίῳ τοῦτον καταφλέγοντας. p. 345a22 Δῆλος δὲ ἡμῖν πᾶς ὁ κύκλος, εἰ γὰρ αὐτοῦ φανερὸν ἡμικύκλιον ἰῆς νυκτός. Οὐ καλῶς φησιν, ὅτι ἅπας ὁ κύκλος τοῦ ζῳδιακοῦ δῆλός ἐστι διὰ τὸ φαίνεσθαι νυκτὶ ἡμικύκλιον τούτου· οὐ γὰρ μόνον τὸ ἡμικύκλιον ὁρᾶται, ἄλλ’ ὅλος ὁ κύκλος διὰ τῆς νυκτός. καὶ γὰρ μετὰ τὴν δύσιν τοῦ ἡλίου ἓξ ὁρῶνται ζῴδια καὶ λοιπὸν ἐν ἰῇ νυκτὶ τὰ ὑπόλοιπα ἓξ κατὰ μέρος ὰνατέλλοντα φαίνονται. τί οὖν ῥητέον; ὅτι κατὰ τὸ αὐτὸ ἐν τῇ νυκτὶ οὐ δυ- νατόν ἐστι πλείω θεωρῆσαι τῶν ἓξ ζῲδια· διχοτομεῖται γὰρ ὁ κύκλος ἀεί. ἰστέον δέ, ὅτι οὐχ ὁρῶνται τὰ δώδεκα ζῴδια, ἀλλὰ μόνα τὰ ἕνδεκα. ὁ γὰρ ἥλιος πρὸ δεκαπέντε μοιρῶν ἐπισκοτίζει τὸ πρὸ αὐτοῦ ζῴδιον καὶ τὸ μετ’ αὐτὸν δεκαπέντε. ἀλλ’ εἰ τοῦτο, οὐ δι’ ὅλης τῆς νυκτὸς ἓξ ὁρῶντι ζῴδια· εὐθέως γὰρ μετὰ δυσμὰς ἡλίου ἓξ μόνον ὁρῶνται διὰ τὸ διὰ δεκαπέντε μοιρῶν τὸ πλησίον αὐτοῦ ἐπισκοτίζεσθαι. p. 345a24 Πλὴν εἴ τι συνάπτει μόριον αὐτοῦ πρὸς τὸν τοῦ λακτος κύκλον. Τὸ γὰρ πλησίον τοῦ γαλαξίου μέρος τοῦ ζῳδιακοῦ ἐκεῖνο λευκὸν φαίνεται. p. 345a25 οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον. ἐντεῦθεν ἡ τρίτη δόξα ἡ λέγουσα ἴδιον φῶς τινων εἶναι ἀστέρων τὸν γαλαξίαν τῶν μὴ ὑπὸ ἡλίου φωτιζομένων. ἐλέγχει δὲ τὴν τοιαύτην δόξαν διὰ τρίων ἐπιχειρημάτων. p. 345a32 Τὸ μὲν γὰρ γάλα ἀεὶ ἐν τοῖς αὐτοῖς ἄστροις· φαίνεται γὰρ μέσον ὢν ὁ κύκλος. |Τὸ πρῶτον ἐπιχείρημά φησιν, ὅτι ὁ γαλαξίας ἀεὶ ὡσαύτως φαίνεται ἔχων. οὐκ ἔδει δὲ διὰ τὸ τὸν ἥλιον μὴ ἀεὶ τὸ αὐτὸ διάστημα ἀπὸ τῶν ἀστέρων ἀπέχειν, ἀλλὰ ἐναλλάττεσθαι. πρὶν δὲ τελείως τὸ πρῶτον ἐπιχείρημα ἀποδῷ, μεσολαβεῖ τὸ δεύτερον λέγων φαίνεται γὰρ μέγιστος ὢν ὁ κύκλος. τοῦτο γὰρ τὸ ῥησείδιον αἰνίττεται τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι ὑπὲρ τὴν ἀναλογίαν τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐστιν ὁ γαλαξίας καὶ οὐκ ἔδει ἐπισκοτεῖσθαι αὐτὸν ἐκ τῆς γῆς. εἶτα μετὰ τὸ μεσολαβῆσαι τὸ δεύτερον εἶθ’ οὕτω τὸ ὑπόλοιπον ἀποδίσωσι τοῦ πρώτου λέγων ὑπὸ δὲ τοῦ ἡλίου ἕτερα ἀεὶ τὰ οὐχ ὁρώμενα. διὸ τὸ φαίνεται γάρ οὐ δεῖ ὡς αἰτιολογικὸν λαβεῖν· οὐ γὰρ αἰτιολογικὸν τὸ δεύτερον ἐπιχείρημα τοῦ πρώτου. δεῖ οὖν τὸν ‘δέ’ εἰπεῖν σύνδεσμον. εἰ δὲ καὶ ὡς αἰτιολογικὸν λαμβάνεις τὸν ‘γάρ’ σύνδεσμον, οὐ χρὴ τοῦ ἐπιχειρήματος, ἀλλὰ τοῦ σύμπαντ· ος ζητήματος, ἵνα εἴη τὸ λεγόμενον τοιοῦτον· ὅτι οὐκ ἔστιν ἴδιον φῶς τινων ἀστέρων ὁ γαλαξίας· †ὁ ἥλιος φαίνεται γὰρ μέγιστος ὢν αὐτοῦ ὁ κύκλος καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ κώνου τῆς. p. 345a36 Πρὸς δὲ τούτοις καθάπερ δείκνυται νῦν ἐν τοῖς περὶ ἀστρολογίαν θεωρήμασι καὶ τὰ ἑξῆς. Τὸ ἐπιχείρημα παραδιδοὺς λέγει· ταῦτα δέδεικται, ὅτι τὸ μέγεθος τοῦ ἡλίου μεῖζόν ἐστι τῆς γῆς καὶ τὸ διάστημα ἄφατον. τὸ δὲ τῶν ἀστέρων μέγεθός τε καὶ διάστημα πολλῷ πλέον ἐστὶ τῆς γῆς ἤτοι τοῦ ἡλίου, ὥσπερ πάλιν αὐτὸ τὸ τοῦ ἡλίου τοῦ τῆς σελήνης· ἔστι γὰρ ἡ μὲν σελήνη περιγειοτέρα, ὁ δὲ ἥλιος ἐπάνω πολύ, ἔτι δὲ ἐπάνω πάντα τὰ ἄστρα. εἰ οὖν τοῦτο οὕτως ἔχει καί, ὡς δέδεικται ἐν τῇ θεωρίᾳ, οὐδὲ τὸν ἥλιον φθάνει ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς, πολλῷ πλέον οὐδὲ τὰ ἄστρα. οὐκοῦν οὐ τισὶ μὲν ἐπισκοτεῖ, τισὶ δὲ οὔ· ἀεὶ γὰρ ὁ ἥλιος πάντα φωτίζει. ἔδει γὰρ τοῦτο διὰ τὸ περίγειον εἶναι ταύτην. εἰ γὰρ εἴκοσιν ὑποθώμεθα, ὡς εἴρηται, ἀπέχειν τὸν ἥλιον ἀπὸ τῆς γῆς, μίαν μόνην ἀπέχει ἡ σελήνη, ὡς εἶναι τὸν ἥλιον ὑπεράνω αὐτῆς ιθ. ἀλλὰ φέρε, εἰ δοκεῖ, ἵνα μὴ ἐξαγώνιόν τι διαπραξώμεθα ἀστρονομικῷ λόγῳ ἐλέγχοντες τούτους, ἐκ τῶν εἰρημένων συμφώνων τῇ παρούσῃ πραγματείᾳ καὶ τὸν ἔλεγχον ἐπαγάγωμεν. ὁ ἥλιος καὶ μείζων ἐστὶ τοῦ κώνου πολὺ καὶ πολὺ ἐξ αὐτοῦ διάστημα ἀπέχει· εἰκότως οὖν ὀλίγη φαίνεται ἡ σκιὰ πρὸς αὐτόν. τὸ γὰρ μέγιστον φῶς ὀλίγην σκιὰν ἀπεργάζεται, καὶ δηλοῖ κάμινος μὲν ὀλίγην σκιὰν ποιοῦσα, λύχνος δὲ πλείονα διὰ τὸ διάφορον μέγεθος τοῦ πυρός. ὁμοίως τὸ αὐτὸ πῦρ πλησίον μὲν ὂν πλείονα ποιεῖ σκιάν, πόρρω δὲ ὀλίγην. διὰ τοῦτο οὖν ὁ ἥλιος ὑπὸ τῆς σκιᾶς τοῦ κώνου τῆς γῆς οὐ σκοτίζεται. p. 34b7 Οὐδ’ ἄν ἡ σκιὰ πρὸς ἄστροις εἴη τῆς γῆς, ἡ μένη νύξ. ἐντεῦθεν ἀναφαίνεται κατὰ Ἀριστοτέλη, τί ἐστι νύξ, ὅτι ὁ κῶνος σκιᾶς τῆς γῆς. ἔφη γὰρ ἡ καλουμένη νύξ. p. 345b9 Ἔτι δέ ἐστί τις ὑπόληψις. Δέον εἰπεῖν ‘τρίτη’ διὰ τὰς εἰρημένας δύο αἰτίας. τὴν οὖν δόξαν νῦν τοῦ Ἱπποκράτους λέγει, ἥτις τὴν ἀνάκλασιν ὑποτίθεται. p. 345b11 Ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην. Εἰπὲ σὺ τὴν διαφοράν, ὅτι εἰ καὶ πρὸς τὸν ἥλιον ἐπὶ κομήτου καὶ γαλαξίου φησὶ γίνεσθαι τὴν ἀνάκλασιν Ἱπποκράτης, ἀλλὰ τὴν κλάσιν ἐν διαφόρῳ φησίν· ἐπὶ γὰρ τοῦ κομήτου ἐν τῇ ἀτμίδι ἔδει, ἐπὶ δὲ τοῦ γαλαξίου ἐν αὐτοῖς τοῖς ἄστροις. p. 345b12 12 Ἀδύνατον δὲ καὶ τοῦτο. τὸν ἔλεγχον ἐντεῦθεν παραδίδωσι διὰ δύο ἐπιχειρημάτων. p. 345b12 Εἰ μὲν γὰρ τὸ ὁρῶν ἠρεμεῖ καὶ τὰ ἑξῆς. Τὸ πρῶτον ἐπιχείρημα, ὅτι εἰ πάντα ἠρεμεῖ καὶ τὸ ὁρῶν καὶ τὸ ὁρώμενον <καὶ> τὸ ἔνοπτρον, καλῶς ἄν ἀεὶ ὡσαύτως ἔχων ὁ ἐφαίνετο. ἀλλὰ μὴν οὐκ ἠρεμοῦσι πάντα εἰ μὴ μόνον τὸ ὁρῶν· οὐκ ἔδει ὡσαύτως ἔχειν. ἔχει δέ· οὐκ ἄρα ἔστιν ἀνάκλασις. p. 345b16 ’Ev τῷ αὐτῷ μένει άποστήματι πρὸς τὸ ὁρῶν. Δι’ ἣν αἰτίαν; ἐπειδὴ ἐν οἱῳδήποτε μέρει τῆς γῆς εἰ σταίη τις, τὸ αὐτὸ ἀπέχει τοῦ ἡλίου, εἴ γε κέντρου καὶ σημείου λόγον ἔχει ἡ γῆ πρὸς τὸ πᾶν. p. 345b22 Ὅτε μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλῃ. Δι’ ἐπαγωγῆς πιστοῦται τὸ εἰρημένον ὅτι γὰρ ἥλιος καὶ τὰ ἄστρα οὐ τὸ αὐτὸ ἀλλήλων διάστημα ἀπέχουσι, δηλοῖ ὁ δελφὶς ποτὲ μὲν μέσων νυκτῶν ἀνατέλλων, ποτὲ δὲ ἕωθεν· τὸ αὐτὸ δὲ εἶπε καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀστέρων. οὐ μάτην δὲ δελφῖνος ἐμνήσθη, ἀλλ’ ἐπειδὴ οὗτος πλησίον ἐστὶ τοῦ γαλαξίου. εἰ οὖν πλησίον, οὐ τὸ αὐτὸ ἀπέχει ἀεὶ τοῦ ἡλίου διά· στῆμα. πρόδηλον δὲ παντί, ὅτι οὐδὲ γαλαξίας ἀεὶ τὸ αὐτὸ διάστημα ἀπέχει τοῦ ἡλίου. p. 345b24 Καίτοι οὐκ ἔδει, εἰ ἦν ἔμφασις ἡ ἀνάκλασις, ἀλλὰ μὴ ἐν αὐτοῖς τι ἦν τοῦτο τὸ πάθος τοῖς τόποις. οὐκ ἔδει, φησίν, εἰ ἦν ἀνάκλασις καὶ μὴ τὸ τοῦ χρώματος πάθος ἐν αὐτοῖς τοῖς τόποις ὑπῆρχε, κινεῖσθαι τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον. ἀλλὰ μὴν κινοῦνται, οὐκ ἄρα ἔστιν ἀνάκλασις. p. 345b25 Ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοιούτοις ένόπτροις τὸ μὲν γάλα ἐμφαίνεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς ἥλιον πῶς δυνατόν; Τὸ δεύτερον ἐπιχείρημα· ἢ δι’ ὕδατος πολλάκις ἢ δι’ ἐνόπτρου ὁρῶμεν τὸν γαλαξίαν, διπλῆν κλάσιν ἀνάγκη ὑπομεῖναι τὴν ὄψιν, ὅπερ ἀδύνατον. πλήν, ὡς εἴρηται, οὐ τὸ διπλῆν κλάσιν ὑπομεῖναι ἀδύνατον, ἀλλὰ τὸ ἐν τοσούτῳ διαστήματι διπλῆν γενέσθαι ἀνάκλασιν. τοῦτο δὲ καὶ Ἀριστοτέλης ᾐνίξατο εἰρηκὼς πρὸς τὸν ἥλιον. p. 345b28 Ὄτι μὲν οὔτε ὁδὸς πλανήτων. Σύναψις τῶν φθασάντων· σχεδὸν γὰρ ταῦτά ἐστι μόνον τὰ μέχρι τοῦ νῦν παραδεδομένα παρὰ τῶν ἄλλων. Πρᾶξις ιݲαݲ. p. 345b31 ‘Hμεῖς δὲ λέγωμεν ἀναλαβόντες τὴν ὑποκειμένην ἄρχην. Ὀτι πάθος τοῦ ἀέρος ἐστὶν ὁ γαλαξίας, ἥκομεν νῦν συνηγορήσοντες· ὅτι δὲ πάλιν οὐκ ἔστι πάθος, ἥκομεν ἀποδείξοντες διὰ ἰσαρίθμων ἐπιχειρημάτων. καὶ ἡ συνηγορία καὶ ἡ ἀπόδειξις πρόεισιν· ἑκατέρα γὰρ αὐτῶν τέτρασιν ἐπιχειρήμασι κέχρηται· ἡ μὲν πρώτη συνηγορία ἀπὸ τῆς ἀναλογίας, ἡ δευτέρα ἀπὸ τοῦ μεγέθους, ἡ τρίτη ἀπὸ τῆς θέσεως, ἡ τε- τάρτη ἀπὸ τῶν ἀπλανῶν ἀστέρων. καὶ ἡ ἀπόδειξις δὲ τέτρασι κέχρηται· πρῶτον μὲν ἐκ τοῦ ἀναλλοιώτου, δεύτερον ἐκ τοῦ καθόλου, τρίτον ἐκ τῆς σελήνης, τέταρτον ἐκ τῶν ὑπολοίπων πλανωμένων ἀστέρων. ἐν τούτοις δέ ἐστι πᾶσα ἡ δύναμις τῆς θεωρίας. ἀλλ’ εἰ δοκεῖ ἑκάστῳ αὐτῶν ἐπεξέλθωμεν καὶ ἕκαστον αὐτῶν διακωδωνίσωμεν. πρῶτον μὲν οὖν ἐστιν ἐπι- χείρημα τὸ ἀπὸ τῆς ἀναλογίας ὂν τοιοῦτον· ὅπερ ἐστὶ κομήτης περὶ ἕνα ἀστέρα, τοῦτό ἐστι γαλαξίας περὶ ὅλον κύκλον. διαφέρει δὲ τὸ πρῶτον παράδειγμα τοῦ δευτέρου, ὅτι τὸ πρῶτον κατὰ τὴν ὕλην κοινωνεῖ ἡ γὰρ αὐτὴ ὕλη γαλαξίου καὶ κομήτου), τὸ δὲ δεύτερον κατὰ μόνην τὴν ἀνάκλασιν κοινωνεῖ· τὴν γὰρ ὕλην ἔχει διάφορον. ἡ γὰρ ἅλως ἐκ τῆς ἀτμίδος γίνεται· τοῦτο γὰρ ᾤετο. δεύτερον ἐπιχείρημα τὸ ἐκ τοῦ μεγέθους. ὁ γὰρ γαλαξίας περὶ μέγιστον κύκλον γίνεται· διὸ καὶ μέγιστος · πολλὴ γὰρ ἡ γινομένη ἔξαψις, ἐπειδὴ πολλὴ ἡ κίνησις. ὅσῳ γὰρ μείζων ὁ κύκλος, πλείων καὶ σφοδροτέρα ἡ κίνησις γίνεται. καὶ οἱ μέγιστοι οὖν κύκλοι καὶ οἱ μικροὶ ἐν τῷ αὐτῷ χρόνῳ ποιοῦνται ἀποκατάστασιν, ὥς φησι καὶ ὁ Ἄρατος περὶ τοῦ Κριοῦ λέγων οὕτως· ὅς ῥά τε καὶ μέγιστα διωκόμενος περὶ κύκλου, οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου. ἐπεὶ οὖν περὶ μέγιστον κύκλον γίνεται, πολλὴ ἐξ ἀνάγκης καὶ ἡ ἔξαψις συμβαίνει· διὸ καὶ μέγιστος ὁ γαλαξίας. ὅτι δὲ μέγιστος, δῆλον τῷ πάσῃ τῇ διαμέτρῳ αὐτὸν τοῦ ζῳδιακοῦ ἐπεκτείνεσθαι· ὅτι γὰρ ἐπεκτείνεται, σαφὲς ἐκ τοῦ συμβάλλειν αὐτοῦ τὸν κύκλον κατά τε τοξότην καὶ τοὺς Διδύμους, ἅπερ ἐκ διαμέτρου εἰσί. τρίτον ἐστὶν ἐπιχείρημα τὸ ἐκ τῆς θέσεως· ᾗ ὁ γαλαξίας οὐκ ἐν αὐτῷ ἐστι τῷ ζῳδιακῷ. ἀλλὰ πέριξ, ὡς ἐπιλαμβάνειν καὶ τῶν τροπικῶν, πρόδηλον, ὅτι πάθος ἐστὶ τοὐ ἀέρος· ὥσπερ γὰρ ὁ κομήτης οὐ γίνεται περὶ τὴν διακεκνμένην ζώνην διὰ τὸ ἐκδαπαωᾶσθαι τὴν ὕλην, οὕτως οὐδὲ ὁ γαλαξίας περὶ τὴν ὁδὸν τοῦ ἡλίου γίνεται· ἐκδαπανᾶται γὰρ ἡ ὕλη. τέταρτον ἐπιχείρημα, ὅτι γαλαξίας ἐστὶν ὅπου πλῆθός ἐστι πολλῶν καὶ λαμπρῶν καὶ συνεχῶν ἀστέρων, ἀμέλει τοσοῦτον, ὅτι ἡ τούτων συνέχεια καὶ πυκνότης ἐστὶν αἰτία τοῦ γαλαξίου, ὅτι ὅπου συνεχέστεροι εἰσὶ πάνυ οὗτοι οἱ ἀστέρες, ἐκεῖ γίνεται τὸ δίπλωμα τοῦ γαλαξίου τὸ καλούμενον. οὕτω μὲν οὖν διὰ τεσσάρων ἐπιχειρημάτων δεί- κνυσιν ὁ Ἀριστοτέλης τὸν γαλαξίαν πάθος εἶναι τοῦ ἀέρος. ὁ δὲ μέγας Ἀμμώνιος διὰ ἰσαρίθμων ἐπιχειρημάτων ἀποδείκνυσιν, ὅτι οὐκ ἔστι πάθος ἀέρος, καὶ ἔστι πρῶτον τὸ ἐκ τοῦ ἀναλλοιώτου. εἰ γὰρ πάθος ἦν ὁ γαλαξίας, ἔδει αὐτὸν ἀλλοίωσιν ἀναδέχεσθαι καὶ ἐν μὲν τῷ θέρει τυχὸν διὰ τὸ εἶναι πλείονα τὴν καπνώδη ἀναθυμίασιν λαμπρότερον γίνεσθαι, ἐν δὲ τῷ χειμῶνι ἀμαυροῦσθαι. δεύτερον ἐπιχείρημα τὸ ἐκ τοῦ καθόλου. καθόλου γὰρ οὐδὲν τῶν γινομένων ἐκ πάθους ἀέρος ἓν ὂν κατ’ ἀριθμὸν πάσῃ τῇ γῇ ὁρᾶται· νῦν δ’ ὁ γαλαξίας πᾶσι τοῖς ἐν τῇ γῇ ὁμοίως ὁρᾶται. τρίτον ἐπιχείρημα ἐκ τῆς σελήνης. αὕτη γὰρ ὑποκάτω ἐστὶ τοῦ γαλαξίου, διότι αὐτὴ μὲν παραλλάττει. δείκνυται δὲ τοῦτο ἐν τῇ συντάξει Πτολεμαίῳ, ὅτι τὰ μὲν παραλλάσσοντα κατωτέρω εἰσί, τὰ δὲ ἧττον ἀνωτέρω. τέταρτον ἐπιχείρημα ἐκ τῶν ὑπολοίπων πλανωμένων, ὅτι καὶ τούτων ἐπάνω ἐστὶν ὁ ζῳδιακὸς ἐν αὐτῇ ὢν τῇ ἀπλανεῖ. εἰ γὰρ ἦν κατωτέρω τῆς ἀπλαν· οῦς, ἡνίκα ὑπερεῖχε τὸν τοξότην καὶ Διδύμους, καθ’ οὓς καὶ συμβάλλει ὀ κύκλος αὐτοῦ, νοθεύειν ἤμελλεν αὐτοῦ τὴν χροίαν, καὶ ὅμως λευκότερά ἐστι ταῦτα ὁρᾶν. ἔστι δὲ καὶ ἔξωθεν προσευπορῆσαι καὶ ἄλλο ἐπιχείρημα, ὅτι εἰ ἦν πάθος τοῦ ἀέρος, ἔδει, καθὰ συμβάλλει τῷ τοξότῃ καὶ Διδύμοις, ἐκεῖνα μηδὲ ὅλως φαίνεσθαι· ἦ γὰρ οὐ δύναται πλησίον τῆς ὁδοῦ τοῦ ἡλίου συνίστασθαι, ὡς καὶ αὐτὸς ἔφη Ἀριστοτέλης. p. 345 bo 1 ‘Αναλαβόν τες τὴν ὑποκειμένην ἀρχήν. Ποίαν ταύτην; ὅτι ἐστὶ τὸ ὑπέκκαυμα· τοῦτο γὰρ κατ’ ἀρχὰς εὐθέως παραδέδεικται. |p. 345b32 ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός. Καλῶς εἶπε λεγομένου, ἐπειδὴ οὐ κυρίως ἐστὶν ἀήρ. δύναμιν δὲ εἶπεν ἔχειν πυρὸς διὰ τὸ πεφυκέναι ἑτοίμως ἐξάπτεσθαι· οὐ γὰρ τοιοῦτον τὸ ὑπέκκαυμα, οἷόν ἐστι τὸ οιακονικον πῦρ. p. 345b35 τοιοῦτον δεῖ νοῆσαι γινόμενον οἷον περὶ ἐκεῖνα. Τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας. p. 345b36 Ὅταν μήτ’ αὐτὴ καθ’ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις. ἰδοὺ ἐντεῦθεν σημείωσαι, ὅτι τὸν γαλαξίαν φησὶ κομήτῃ ἀναλογεῖν οὐ τῷ τυχόντι, ἀλλὰ τῷ περὶ ἀστέρα ὄντι τῶν ἐνδεδεμένων, τουτέστι τῶν μὴ κινουμένων. πλὴν μέντοι χρὴ ἡμᾶς εἰδέναι, ὅτι ὁ Πτολεμαῖος αποδείκνουσιν, ὅτι καὶ ταῦτα τὰ ἄστρα διὰ ἑκατὸν ἐτῶν κινοῦνται μίαν μοῖραν, ὡς μηδὲν εἶναι ἀκίνητον. p. 346a3 Διὰ τὸ παρακολουθεῖν αὐτῶν τῇ φορᾷ καὶ τὰ ἑξῆς. Τὸ ἄλλο παράδειγμα τὸ ἀπὸ τῆς ἅλω, πλήν, ὡς εἴρηται, ἐν τούτῳ ἡ διαφορά, ὅτι ἡ μὲν ἅλως γίνεται ἐκ τῆς ἀτμίδος, ὁ δὲ γαλαξίας ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. p. 346a8 Εὔλογον γάρ, εἴπερ ἡ ἐνὸς ἄστρου Ὅρα, πῶς καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐνδοιάζει· οὐ γὰρ εἶπεν ‘ἀναυἐπιχείρημα 15 καῖον’, ἀλλὰ μᾶλλον εὔλογον. οὐ γὰρ δοκεῖ αὐτῷ ἀληθῆ εἶναι τὰ περὶ τοῦ γαλαξίου νῦν λεγόμενα. Ανάυκη τοίνυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλλουσαν τοῦτο ποιήσειν φοράν. Τὸ ἀνάγκη οὐ πρὸς τὸ εἶναι πάθος τοῦ ἀέρος τὸν γαλαξίαν, ἀλλὰ πρὸς τὸ εἶναι μέγαν τὸν κύκλον. Χρὴ γὰρ τοῦτο, πολλὴ κίνησις ᾖ διὰ τὸ μέγεθος γινομένη καὶ πλείονα τὴν ἔξαψιν ποιήσῃ. ἐντεῦθεν δὲ δῆλον, ὅτι τὸ δεύτερον ἐπιχείρημα. p. 346a10 Καὶ πρὸς τούτοις ἔτι καθ’ ὃν τόπον πυκνότατα καὶ πλεῖστα. ἐντεῦθεν τὸ ἄλλο ἐπιχείρημα τὸ ἐκ τῆς θέσεως. πλὴν πρὶν τελέως αὐτὸ παραδώσει, μεσολαβεῖ τὸ τέταρτον, καὶ τέλος πάλιν ἀναλαμβάνει τὸ τρίτον. p. 346a13 Διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίνονται τῶν τροπικῶν. Καλῶς τὸ οἱ πολλοί· ἱστόρηται γάρ, εἰ καὶ σπανίως, ἐν τῇ διακεκαυμένῃ ζώνῃ κομήτης γινόμενος. p. 346a19 Πρὸς τούτοις ἄστρων ὁ πλήρης ἐστίν. Ἴδου ἐπαναλαμβάνει τὸ τρίτον ἐπιχείρημα. p. 346a20 Καὶ ἔτι τῶν σποράδων τούτων Σποράδες οὗτοι καλοῦνται οἱ ἀστέρες, διότι οὐκ ἀποτελοῦσιν εἴδωλον ὡς οἱ ἄλλοι. διὸ οὐδὲ καταγράφονται ἐν τῇ Ἀρατείᾳ σφαίρᾳ. περὶ ὧν σποράδων φησὶ καὶ Ἄρατος· πολλὴ γὰρ σποράδων χύσις ἕλκεται ‘Υδροχόοιο. p. 346a23 Σημεῖον δέ· καὶ γὰρ αὐτοῦ τοῦ κύκλου πλέον τὸ φῶς ἐστιν ἐν θατέρω ήμισωαιρίω τῷ τὸ δίπλωμα ἔχοντι. τοσοῦτόν φησιν· διὰ τὸ πλῆθος καὶ τὴν πύκνωσιν τῶν ἀστέρων ὁ γαλαξίας γίνεται, ὅτι ὅπου εἰσὶ πάνυ πυκνότατοι ἀστέρες, ἐκεῖ ἔστι θεωρῆσαι τὸ δίπλωμα τοῦ γαλαξίου, οἱονεὶ δύο ζώνας ἔστι θεάσασθαι μεσολαβούσας κοινόν τινα τόπον τὸ μεταξὺ ἀφανὲς τῶν σφαιρῶν. p. 346a30 Ταύτην εἰκὸς ὑπολαβεῖν οἰκειοτάτην αἰτίαν. Ἴδου ὅρα πάλιν, πῶς ἐνδοιάζει μηδαμοῦ ἀποδεικτικῶς τὸν λόγον προάγων. p. 346a31 Θεωρείσθω δ’ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ τῆς ὑπογραφῆς. ‘Ο γαλαξίας, φησίν, ὡς ἐπὶ καταγραφῆς καὶ τὰ περὶ αὐτὸν ὄντα ἄστρα θεωρείσθω. ἡ δὲ καταγραφὴ πρόδηλος τοῖς τὸν γαλαξίαν ἐπισταμένοις. ἔστι γὰρ ἐναργῶς τό τε πλῆθος τῶν ἄστρων θεάσασθαι, ἔστι γε μὴν καὶ τὸ δίπλωuα, ὅπου πλείονά εἰσιν. p. 340b1 Ὥστε εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας. Τὸ συμπέρασμα λοιπὸν ἐπάγει, ὅτι δεῖ τίθεσθαι τὸν γαλαξίαν τοῦ ἀέρος πάθος. p. 340b7 Διὸ καθάπερ εἴπομεν πρότερον καὶ τὰ ἑξῆς. Τὸ ἀνωτέρω εἰρημένον λέγει, ὅτι ὅλη ἡ καπνώδης ἀναθυμίασις ἐκδαπανᾶται εἰς τὸν γαλαξίαν. τούτου δὲ οὐκ ἐμνήσθη ἡ θεωρία ἅτε δὴ παλαιοῦ ὄντος. p. 346b10 Περὶ μενοῦν τῶν γινομένω. Τὸ συμπέρασμα ἐπάγει πάντων τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. p. 346b13 Σχεδὸν γάρ ἐστι τοσαῦτα πάθη γινόμενα κατὰ τὸν τόπον τοῦτον. Διὰ τί τὸ σχεδόν; εὐλόγως, ἐπειδὴ τὰ εἰρημένα ἤδη σχεδὸν πάντα περὶ τὸν ἄνω γίνονται τόπον · οὐδὲ γὰρ ἀκριβῶς πάντα· δῆλον γὰρ περὶ γαλαξίου. οὐδὲ γάρ, ὥς τινες ὑπέλαβον, τὸ σχεδὸν εἶπε διὰ τὰ μέλλοντα, ἐπειδὴ λείπει θλᾶ, οἷον ἀστραπὴ καὶ τὰ λοιπά, εἴ γε πολλὰ πάνυ εἰσὶ τὰ λείποντα, κεραυνοί, ἀστραπαί, ἄνεμοι, σεισμοί, τυφῶνες καὶ ἄλλα πλείονα· οὐκ ἄν οὖν τοσούτων λειπομένων ἔλεγε σχε|δόν. πλὴν δεῖ ἐπιστῆσαι, ὅτι πολλὰ μὲν τὰ λείποντα ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἀλλ’ οὖν τῶν γινομένων περὶ τὸν ἄνω τόπον οὐ λείπει τι εἰ μὴ ἀστραπή. τοῦτο δὲ ἔφη Ἀριστοτέλης τὰ φαινόμενα κατὰ τὸν τόπον τοῦτον ἐπάγων. Πρᾶξις ιβ. p. 346b16 Περὶ δὲ τοῦ θέσει μὲν δευτέρου τόπου. Κάτεισιν ὁ Ἀριστοτέλης ἀπὸ τοῦ ἄνω τόπου ἐπὶ τὸν κάτω. καὶ τὰ ἐν τούτῳ γινόμενα πάθη φυσιολογεῖ. πέντε δέ εἰσι ταῦτα, ὑετός, χάλαζα, χιών, πάχνη καὶ δρόσος. ἀλλὰ τούτων τὰ μὲν τρία ἐν τῷ ἀπογείῳ γίνονται μέρει τοῦ κάτω ἀέρος· ὑετὸς γὰρ καὶ χάλαζα καὶ χιὼν ἄνω γίνονται, πάχνη δὲ καὶ δρόσος κάτω. καὶ τούτων τὰ μὲν πρῶτα τρία ἐπέτειά ἐστι, τὰ δὲ ὑπόλοιπα δύο καθ’ ἑκάστην ἡμέραν γίνονται. καὶ σωρεύεται μὲν ὑετοῦ καὶ χαλάζης ὕλη ἐν τῷ θέρει, τὸ δὲ εἶδος αὐτῶν ἐπιγίνεται ἐν τῷ χειμῶνι· δρόσου δὲ καὶ πάχνης σωρεύεται μὲν ὕλη ἐν τῇ ἡμέρᾳ, ἐπιγίνεται δὲ τὸ εἶδος ἐν τῇ νυκτί. ὥστε διὰ τούτων ἀναφωνεῖ σοι τὸ ποιητικὸν αἴτιον· τούτων γὰρ ἥλιός ἐστι τὸ ποιητικὸν αἴτιον. τῶν ἐπετείων γάρ, τουτέστι τῶν καθ’ ἕκαστον ἔτος γινομένων, ἡ ἰδία αὐτοῦ κίνησίς ἐστιν αἰτία τῷ ποτὲ μὲν αὐτὸν ἄνω γενέσθαι, ποιὲ δὲ κάτω. ἄνω δὲ ὅταν λέγω γίνεσθαι τὸν ἥλιον, πρὸς τὸ κατὰ κορυφὴν δηλονότι, οὐ πρὸς τὸ ἀπὸ τοῦ κέντρου· ἀεὶ γὰρ ἀπὸ τοῦ κέντρου ἴσον ἀπέχων πῶς δύναται ἄνω ἢ κάτω λέγεσθαι; τούτων μὲν οὗν κατὰ τὴν ἰδίαν κίνησιν αἴτιός ἐστι, τῶν δ’ ἄλλων τῶν καθ’ ἑκάστην ἡμέραν γινομένων αἴτιός ἐστιν οὐ διὰ τὴν οἰκείαν κίνησιν, ἀλλὰ διὰ τὸ συμπεριξέρδεθαι τῷ παντί· τούτῳ γὰρ συμπεριφερόμενος ποιεῖ τὴν νύκτα καὶ τὴν ἡμέραν. καὶ ἔστιν ἡ ἡμέρα οἱονεὶ μικρὸς ἐνιαυτός, ὥσπερ καὶ ὁ ἄνθρωπος μικρὸς κόσμος. ὁ σοφὸς γὰρ Πλάτως τοῦτο ἔφη. ποιητικὸν μὲν οὖν αἴτιόν ἐστι δευτέρως ὁ ἥλιος, πρῴ· τὼς δὲ ποιητικὸν αἴτιόν ἐστι πάντων τῶν εἰρημένων ἡ ψύξις, ὑλικὸν δὲ αἴτιόν ἐστιν αὐτῶν ἡ ἀτμίς. πέντε δέ εἰσι ταῦτα τὰ γινόμενα καὶ οὔτε πλείονα οὔτε ἐλάσσονα δι’ αἰτίαν τοιαύτην· ἐκ τῆς τῶν ἀκτίνων τοῦ ἡλίου θερμασίας καὶ τῶν λοιπῶν ἀστέρων τὸ ὕδωρ τὸ περὶ τὴν γῆν ἐξ· ἀτμίζεται καὶ ἀναφέρεται ἐπὶ τὸ ἄνω, οὐ μόνον, ἀλλὰ μετὰ καπνώδους ἀναθυμιάσεως. αὕτη οὖν ἄνω ὀχοῦσα φέρει αὐτὴν μέχρι τοῦ ἀπογείου ἀέρος, ἐκεῖ λοιπὸν ἀπολύει αὐτήν. ἀπολύει δὲ ὥσπερ φορτίον τι καὶ ἄχθος ἀποθεμένη διὰ τὸ μηκέτι δύνασθαι ἄνω ὀχεῖν· καὶ λοιπὸν αὕτη φέρεται πρὸς τὸ συγγενὲς ὑπέκκαυμα, μένει δὲ ἡ ἀτμίς, ἢ ὑπὸ τῆς ἄγαν ψύξεως κατασβέννυται ἡ καπνώδης ἀναθυμίασις καὶ φθείρεται, ἐᾷ δὲ τὴν ἀτμιδώδη· καὶ γὰρ τὸ φθειρόμενον λέγεται ἐᾶν τὸ μένον. αὕτη οὖν μένουσα ἄνω ἢ ἀλλοιοῦται καὶ μεταβάλλεται εἰς ὕδωρ, καὶ τοῦτο καταξέρεται κάτω καὶ ποιεῖ ψεκάδα ἢ ὑετόν· ψεκάδα μέν, κατὰ μέρος ἡνίκα ἐνεχθῇ δηλονότι καὶ τῆς ἀλλοιώσεως γινομένης, ὑετὸν δέ, ἡνίκα λαβρότερον κατίῃ ἀθρόως καὶ τῆς ἀλλοιώσεως γινομένης. ἢ οὖν μεταβάλλεται καὶ ποιεῖ ὑετὸν τὸν καὶ ψεκάδα, ἢ πήγνυται καὶ ποιεῖ χιόνα, ἢ μεταβάλλεται πρότερον καὶ οὕτω πήγνυται καὶ γίνεται ἡ χάλαζα. ταῦτα μὲν οὖν, ἐὰν ᾖ πλείων θερμασία καὶ ἰσχύσῃ ἄνω ἑλκύσαι τὴν ἀτμίδα· εἰ δὲ ἐλάττων εἴη, ἕλκει μέν, ἀλλ’ οὐκ ἄνω. μένει οὖν ἡ ἀτμὶς ἐν τῷ περιγείῳ μέρει τοῦ ἀέρος. ἐκεῖσε δὲ μένουσα ἢ ἀλλοιοῦται καὶ μεταβάλλεται καὶ γίνεται τὸ ἀνάλογον τῷ ὑετῷ, φημὶ δὲ ἡ δρόσος, ἢ πήγνυται καὶ γίνεται ὁ παγετός, ὅστις ἀναλογεῖ τῇ χιόνι. τὸ δὲ ἀναλογοῦν τῇ χαλάζῃ οὐ γίνεται ἐν τῷ περιγείῳ. οὐδὲ γὰρ γίνεται ἀλλοιουμένη πρότερον ἡ ἀτμίς, εἶτα οὕτω πήγυἐντᾶι καὶ ποιεῖ ἕτερόν τι διὰ τὸ μὴ εἶναι πολὺ τὸ ἐν τῷ μεταξὺ διαστήματι. γὰρ τῷ ἀπογείῳ ἀέρι, ἐπειδὴ ἐκεῖνος πολὺ ἀπέχει τῆς γῆς, δυνατὸν ἀλλοιωθῆναι τὴν ἀτμίδα καὶ καταγομένην τυχὸν παγῆναι, ἐν δὲ τῷ περιγείῳ ἀέρι ἐπειδὴ ὀλίγον ἐστὶ τὸ διάστημα πλησίον γὰρ ὄντος τῆς γῆς, οὐ φθάνει ἀλλοιωθῆναι πρότερον καὶ εἶθ’ οὕτω παγῆναι. οὐκ έστιν οὖν τὸ ἀναλογοῦν τῇ χαλάζῃ, εἰ μή πού τις φαίη ἀναλογεῖν αὐτῇ τὸν κρύσταλλον, ὃς γίνεται ἀπὸ ὕδατος πηγνυμένου. πλὴν ἔχει τινὰ διαφοράν, ὅτι κρύσταλ- λος μὲν ὕδατος μόνον δηλοῖ πῆξιν, χάλαζα δὲ ἀλλοίωσιν ἀτμίδος εἰς ὕδωρ καὶ οὕτως ὕδατος τὴν πῆξιν. αὕτη ἡ ποιητικὴ αἰτία τούτων ἥ τε προσεχὴς ἥ τε πόρρω, αὕτη καὶ ἡ ὑλική. ἰστέον δέ, ὅτι ὁ μὲν Ἀριστοτέλης αἴτιον λέγει τῆς εἰς ὕδωρ μεταβολῆς τὴν ψῦξιν μόνον· Θεόφραστος δὲ οὐ μόνον τὴν ψῦξιν αἰτίαν φησὶ τῆς τοῦ ὕδατος γενέσεως, ἀλλὰ καὶ τὴν πίλησιν. ἰδοὺ γὰρ ἐν Αἰθιοπίᾳ μὴ οὔσης ψύξεως ὅμως ὑετὸς κατάγεται διὰ τὴν πίλησιν· φησὶ γὰρ ὄρη εἶναι ἐκεῖσε ὑψηλότατα, εἰς ἃ τὰ νέφη προσπταίουσι, καὶ εἶθ’ οὕτως ὑετὸς καταρρήγνυται διὰ τὴν γινομένην πίλησιν. ἀλλὰ μὴν καὶ ἐπὶ τῶν λεβήτων ὑγρότης, φησίν, ἀντικαταρρεῖ, ἔτι δὲ καὶ ἐπὶ τῶν θόλων τῶν λουτρῶν μὴ παρούσης ψύξεως, διὰ τὴν πίλησιν δῆλον· ὅτι τούτου γινομένου. ἔστι δὲ εἰπεῖν καὶ ἄλλο αἴτιον, τὴν ἀντιπερίστασιν. ἰδοὺ γὰρ ἐν Θηβαΐδι †μετεώρων ὄντων ὑψηλῶν, ἀλλὰ καὶ θερμοτάτης τῆς χώρας ὑπαρχούσης ὑετὸς κατάγεται διὰ τὸ ἀντιπεριίστασθαι τὸ ψυχρὸν ἐν τῇ νεφέλῃ ἔσω ὑπὸ τῆς ἔξωθεν θερμασίας ἀποκλειόμενον. ἀλλ’ ἔστιν, ὡς ἐμοὶ δοκεῖ, συνηγορῆσαι τῷ Ἀριστοτέλει, ὅτι ψύξις μόνη αἰτία· καὶ γὰρ ἐπὶ τοῦ λουτροῦ καὶ ἐπὶ τοῦ λέβητος ἄτοπον αἰτιᾶσθαι ἦν πίλησιν. αὐτὸ γὰρ τοῦτο †ἡ πίλησίς τι ποιεῖ, ὑπὸ τίνος γίνεται. μᾶλλον οὖν δεῖ λέγειν, ὅτι πολὺς ἀτμὸς ἐπισωρεύεται ἄνω περὶ τὸ πῶμα καὶ περὶ τὸν θόλον, ὡς καταπνίγειν τὴν θερμασίαν, καὶ λοιπὸν τῇ τῆς κινήσεως ἀπωλεία ψύ|ξις ἐπιγίνεται, καὶ διὰ τοῦτο συμβαίνει κατάγεσθαι τὸ ὑγρόν. ὅτι δὲ καὶ οἱ λέγοντες ἀντιπερίστασιν πάλιν ψῦξιν ὁμολογοῦσι κατὰ πρῶτον λόγον ποιοῦσαν, πρόδηλον· ταύτην γὰρ ἔφασαν ὑπὸ τῆς θερμότητος ἀποκλειομένην ποιεῖν. ἡ ψύξις οὖν μόνη αἰτία ἐστί. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι ἐν Θηβαΐδι ὑετὸς καταγόμενος καὶ λάβρος κάτεισι καὶ ἔστι τὸ ὕδωρ πικρόν. πικρὸν μὲν οὖν ἐστι διὰ τὸ μετέχειν πλείστης τῆς καπνώδους ἀναθυμιάσεως· λάβρος δὲ κάτεισιν, ἐπειδὴ ἐν ταύτῃ τῇ καπνώδει ἀναθυμιάσει ἐπιμέμικται καὶ γεῶδες, ὅπερ ὡς βαρύτατον σφοδρότατον κάτεισιν. οὕτω καὶ ἐν θέρει λάβρος ἐστὶν ὑετὸς καταγόμενος, ὡς ἐμαρτύρησεν ὁ θεῖος Ἱπποκράτης εἰρηκὼς ‘οἶον ἐν καύματι λάβρῳ’, διὰ τὸ εἶναι πλείστην γεώδη οὐσίαν σὺν τῇ καπνώδει, ἥτις τότε μάλιστα πλεονάζει. ὅτι δὲ τῇ καπνώδει μάλιστα συμμέμικταί τις οὐσία γεώδης, δῆλον ἐκ τῆς θαλάσσης· τὸ γὰρ αὐτῆς ὕδωρ βαρύτερόν ἐστι τοῦ ἐν λίμναις. διὸ ὡς βαρύτερον καὶ ἀντιβαῖνον καὶ μείζονα πλοῖα †ἀνωθεῖ ἤπερ τὸ ὕδωρ τὸ ἐν λίμνῃ. καὶ τοῦτο σαφὲς ἐξ αὐτῆς τῆς πείρας· τὰ γὰρ αὐτὰ πλοῖα πλείω φόρτον βαστάζουσι στάζουσι ἐπὶ θαλάττης ἤπερ ἐπὶ λίμνης. ἀμέλει διὰ ταύτην τὴν αἰτίαν πολλοὶ ἰνδικοπλεῦσται ναυαγοῦσι μὴ εἰδότες τοῦτο. καὶ ἐν μὲν θαλάσσῃ γεμίζουσιν αὐτὰ φόρτου, καὶ ἡ μὲν θάλασσα διὰ τὸ γεῶδες αὐτῆς †ἀνωθεῖ καὶ βαστάζει· ἔρχονται δὲ ἐν ποταμοῖς ἢ λίμναις καὶ ναυαγοῦσι διὰ τὸ μὴ ἔχειν οὕτως τὸ γεῶδες ἐκ τῆς καπνώδους ἀναθυμιάσεως καὶ μὴ δύνασθαι †ἀνωθεῖν. ἴσως δὲ δυνατὸν καὶ τὴν καπνώδη ἀναθυμίασιν ὡς †ἀνωκοῦσαν διὰ τὸ σπεύδειν ἐπὶ τὸ συγγενὲς χωρεῖν, †ἐν τῇ θαλάσσῃ μείζονα τὰ πλοῖα τὰ αὐτὰ πλείω φόρτον βαστάζοντα. οὐ μόνον δὲ ἐκ τῶν πλοίων ἔστι πιστώσασθαι βαρύτερον τὸ θαλάσσιον ὕδωρ καὶ μᾶλλον †ἀνωχοῦν, ἀλλὰ καὶ εἴ τις σταθμίσει, τὸ ἀληθὲς εἴσεται καὶ εἴ τις ᾠὸν ἐν ὕδατι γλυκεῖ καὶ θαλαττίῳ βάλῃ· †ἀνωχεῖται γὰρ ἐπὶ τοῦ θαλαττίου, κάτω δὲ βρίθει καὶ οὐκέτι πλεῖ ἐπὶ τοῦ γλυκέος. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 346b16 Περὶ δὲ τοὐ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου πρώτου τὴν γῆν. Δέον εἰπεῖν, ὅτι ὑπόλοιπόν ἐστιν εἰπεῖν περὶ τῶν γινομένων ἐν τῷ κάτω ἀέρι, καὶ τούτου δὲ ἐν τῳ ἀπογειοτέρῳ μέρει· ὁ δὲ οὐχ οὕτως. ἀλλὰ τί φησι; δέον εἰπεῖν περὶ τοῦ τῇ θέσει δευτέρου’. δεύτερον καλεῖ τῇ θέσει τὸν περίγειον ἀέρα πρὸς τὸ ὑπέκκαυμα ἀφεωρακώς. οὐχ ὡς πρὸς ἐκεῖνον γὰρ ὁ περίγειος *τῇ θέσει ἐστίν, ἀλλ’ ὡς πρὸς τὸν ἀπόγειον· μετὰ γὰρ τοῦτον δεύτερος τῇ θέσει ὁ περίγειος. p. 346b17 οὗτος γὰρ κοινὸς ὔδατός τε τόπος καὶ ἀέρος ἐστίν. ‘Ορᾷς, ὅτι δεύτερον τῇ θέσει εἷπε τὸν περίγειον ὡς πρὸς τὸν γειον· ἰδοὺ γὰρ αὐτὸς μεταξὺ αὐτὸν λέγει γῆς καὶ ἀπογείου ἀέρος ἀφεστῶτα πάνυ. εἴπωμεν οὖν, φησί, περὶ τούτου, ἀλλ’ οὐχ ἀπλῶς περὶ τούτου, ἀλλὰ περὶ τῶν γινομένων ἐν αὐτῷ παθῶν. ἀλλ’ ἐπειδὴ περιγείου καὶ ἀπογείου ἐμνήσθημεν, χρὴ εἰδέναι, ὅτι καὶ ἐν τῷ περιγείῳ ἐστὶ ὁ μὲν ἀπόγειος ὁ πλησίον τοῦ ἀπογείου, ὁ δὲ περίγειος ὁ πλησίον τῆς γῆς. καὶ ἐν τῷ ἀπογείῳ ὁ μὲν ἀπόγειος ὁ πλησίον τοῦ ὑπεκκαύματος, ὁ δὲ τερίγειος ὁ πλησίον τοῦ περιγείου ἀέρος. τούτων οὕτως ἐχόντων τὸ μὲν περίγειον μέρος τοὐ περιγείου ἀέρος θερμόν ἐστι διὰ τὴν τῶν ἀκτίνων παρά· τρῖψιν, τὸ δὲ ἀπόγειον αὐτοῦ μέρος ἐστὶ ψυχρότερον διὰ τὸ εἰς ἀχανίαν λήγειν τὰς ἀκτῖνας· τοῦ δὲ ἀπογείου ἀέρος τὸ ἀνάπαλιν τὸ μὲν περίγειον ψυχρόν· συντρέχει γὰρ καὶ πλησίον ἐστὶ τοῦ ἀπογειοτέρου †τὸ εἶναι πλησίον τῶν ἀστέρων καὶ τοῦ ὑπεκκαύματος καὶ ἐκθερμαίνεσθαι. p. 346b18 Καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτῶν. Κατὰ κοινοῦ τοῦτο τὸ λεγόμενον· οὐ γὰρ μόνον δεῖ εἰπεῖν περὶ ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ πάχνης καὶ δρόσου, ἀλλὰ καὶ τί συμβαίνει ἐν τῇ γενέσει αὐτῶν. p. 346b19 Ληπτέον δὲ καὶ τούτων τὰς ἀρχὰς καὶ αἰτίας πάντων ὁμοίως. Ἀρκάς καὶ αἰτίας ἐκ δύο τὸ αὐτό, ἢ ἀρχὴν μὲν εἶπε τὴν ποιησταθμίζει τικήν, ἐπειδὴ καὶ ποιητικόν ἐστιν αἴτιον, ὅταν ᾖ ἀρχὴ τῆς κινήσεως· αἰτίαν δὲ εἶπε τὴν ὑλικὴν τῷ γενικῷ ὀνόματι. τί δ’ ἐστὶ πάντων ὁμοίως· ὅτι δεῖ τὴν ποιητικήν, φησίν, αἰτίαν καὶ τὴν ὑλικὴν τῶν πέντε τούτων ὁμοίως λαβεῖν· πάντων γὰρ τούτων προσεχὲς μὲν ποιητικὸν αἴτιον ψύξις, πόρρω δὲ καὶ δευτέρως ὁ ἥλιος· ὑλικὸν δὲ αἴτιον ἡ ἀτμίς. ἀλλὰ πῶς ἥλιος καθ’ αὑτὸν λέγομεν γὰρ διοικεῖν τὰ τῇδε) δευτέρως καὶ οὐ πρώτως αἴτιος εἴρηται τούτων; καὶ λύομεν, ὅτι ὥσπερ ὁ κυβερνήτης παρὼν μὲν ἐν τῷ σκάφει καθ’ αὑτὸν καὶ πρώτως αὐτὸ σῴζει, ἀπὼν δὲ ἐξ αὐτοῦ καθ’ αὑτὸν μέν, δευτέρως δὲ λέγεται αὐτὸ φθείρειν, οὕτω καὶ ὁ ἥλιος καθ’ αὑτὸν λέγεται ταῦτα ποιεῖν καὶ δευτέρως, ὥσπερ οὖν καὶ φθείρειν καθ’ αὑτὸν πάλιν καὶ δευτέρως. p. 346b20 Ἡ μὲν οὗν ὡς κινοῦσα καὶ κυρία καὶ ἀρχὴ ὁ κύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορά. Κυρίαν καὶ πρώτην ἀρχὴν λέγει τὴν ποιητικήν, τουτέστι τὸν κύων τὸν ζῳδιακόν. τοῦτο οὖν, φησί, φανερῶς ἐστιν ἡ τοῦ ἡλίου φορά, διότι οὗτος ἐν τῷ μέσῳ τοῦ ζῳδιακοῦ δίεισιν. οἱ γὰρ ἄλλοι πάντες οὔκ εἰσιν ἀεὶ ἐν τῷ μέσῳ τοῦ ζῳδιακοῦ· ἔξω γὰρ περὶ τοῦτον φαίνονται ἢ νοτιώτεροι ἢ βορειότεροι γινόμενοι. ἀλλ’ ἐπειδὴ καὶ αὐτοί ποτε φαίνονται ἐν τῷ μέσῳ ἐν τοῖς ἐκλειπτικοῖς καλουμένοις συνδέσμοις, |διὰ τοῦτο ἔδει μᾶλλον ἀντὶ τοῦ ‘φανερῶς’ καὶ άφανῶς’ εἰπεῖν τὸ ‘ἀεί’ καὶ ‘ποτέ’· ἀεὶ γὰρ ὁ ἥλιος περὶ τὸ μέσον, οἱ δὲ λοιποὶ οὐκ ἀεί, ἀλλὰ ποτέ. p. 346b22 Διακρίνουσα ἢ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πόρρω. Αἰτία, φησίν, ἡ τοῦ ἡλίου φορά, τούτων δὲ διάκρισιν ἢ σύγκρισιν έργαζομένη· διάκρισιν μέν, ὅταν ἄνω γένηται τότε γὰρ θερμασία γίνεται), σύγκρισιν δέ, ὅταν κάτω· ψύξις γὰρ τότε ἕπεται. τὸ δὲ ‘ἄνω’ καὶ ‘κάτω’ ὅπως ἀκουστέον, εἴρηται ἐν τῇ θεωρίᾳ. p. 346b23 Μενούσης δὲ τῆς γῆς καὶ τὰ ἑξῆς. Βούλεται εἰπεῖν, ὅτι τῆς γῆς μενούσης ἕλκεται ἐκ τοῦ ἐν αὐτῇ ὕδατός τι καὶ ἐξατμίζεται καὶ φέρεται μετὰ καπνώδους ἀναθυμιάσεως ἄνω, καὶ οὐ μένουσα ἄνω διὰ τὸ καταλιμπάνεσθαι ἐκ τῆς καπνώδους ποιεῖ τὰ εἰρημένα. p. 346b26 τῆς δὲ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτό. τουτέστι τῆς καπνώδους ἀναθυμιάσεως. p. 346b27 Καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ κατασβεννυμένης. Ἴδου δύο αἰτίαι, δι’ ἃς καταλιμπάνει ἡ καπνώδης ἀναθυμίασις τὴν ἀτμίδα· ἢ γὰρ ὡς φορτίον αὐτὴν ἀποτρίβεται καὶ χωρεῖ πρὸς τὸ συγγενὲς ἢ φθείρεται ὑπὸ τῆς ἄγαν ψύξεως. p 346b29 Συνίσταται πάλιν ἡ ἀτμίς. Καλῶς τὸ πάλιν· καὶ γὰρ καὶ πρότερον ὕδωρ ἦν. τὸ γὰρ ὕδωρ ἐξ· ἀτμισθὲν τὴν ἀτμίδα εἰργάσατο, γίνεται δὲ ὕδωρ ψυχόμενον· ψύχεται δέ, καὶ ὅτι κατέλιπεν αὐτὴν τὸ θερμὸν καὶ ὅτι <ἐν> ψυχρῷ τόπῳ ἐγένετο· γὰρ τοῦ ἀπογείου. γενόμενον δὲ φέρεται πάλιν εἰς γῆν, δι’ ἣν αἰτίαν φέρεται ἐκ τῆς ψύξεως ὠθούμενον χωρεῖν πρὸς τὸ συγγενὲς ὕδωρ. p. 3461)32 Ἔστι δὲ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡδ’ ἐξ ἀέρος εἰς ὕδωρ νέφος. Γοῦτό φησιν· ἀπὸ τοῦ ὕδατος εἰς ἀέρα ἐὰν γένηται μεταβολή, διὰ μέσης ἀτμίδος γίνεται· εἰ δέ γε ἀπὸ ἀέρος εἰς ὕδωρ, διὰ μέσου νέφους. παχυμερὲς δέ ἐστι καὶ οὐκ ἀκριβὲς τοῦτο. ἐπί τε γὰρ τῆς ἀπὸ τοῦ εἰς ἀέρα μεταβολῆς γίνεται καὶ ἀτμὶς καὶ νέφος, ὁμοίως καὶ ἀπὸ ἀέρος εἰς ὕδωρ· τὰ γὰρ μέσα τὸ αὐτό, οὔτε πλείονα ὄντα οὔτε ἐλάττονα, ὥσπερ ἔχει καὶ ἐπὶ τῆς ἀπὸ λευκοῦ ἐπὶ μέλαν καὶ ἀπὸ μέλανος εἰς λευκὸν μεταβολῆς. τί οὖν φαμεν; ὅτι τῶν συγγενῶν μάλιστα ἐμνήσθη· συγγενὴς δὲ ὕδατι μὲν ἡ ἀτμίς, ἀέρι δὲ τὸ νέφος. p. 346b33 ‘Ομίχλη δὲ νεφέλης περίττωμα. ’Επειδὴ εἶπε, τί μέν ἐστιν ἀτμίς, τί δὲ νέφος, ἵνα μή τις αὐτῷ εἴπῃ ’καὶ τί ἐστιν ὁμίχλη;’ ,φησίν, ὅτι περίττωμα τῆς νεφέλης. ὃ γὰρ εὑρέθη ἄγονον ἐν τῇ νεφέλῃ καὶ μὴ δυνάμενον εἰς ὕδωρ μεταβληθῆναι, τοῦτο πίπτει κάτω καὶ ποιεῖ τὴν ὁμίχλην, ὅθεν καὶ ὁμίχλη εὐδίαν σημαίνει. ἔστιν οὗν ὁμίχλη κατὰ Ἀριστοτέλην νεφέλη ἄγονος. ἔδει δὲ εἰπεῖν, ὅτι τὸ ψυχρότερον καὶ ξηρότερον, ὅσον ἐστὶν ἐν τῇ νεφέλῃ, τοῦτό ἐστιν ὁμίχλη· διὸ ὡς μὲν ξηρότερον οὐ μεταβάλλεται εἰς ὕδωρ, ὡς δὲ ψυχρότερον κάτω πίπτει· τὸ γὰρ ψυχρὸν ἀεὶ κατάφορον. ἔχεις οὖν, καὶ διὰ τί κάτω γίνεται ὁμίχλη. p. 346b35 Γίνεται δὲ κύκλος οὗτος μιμούμενος τὸν ἥλιον. Τί βούλεται ἐνταῦθα εἰπεῖν; αἰνίττεται εἰς τοὺς ποιητὰς λέγοντας Ὠχεανὸν εἶναί ποτε μέν τινα κύκλῳ ὄντα τῆς γῆς καὶ περιέχοντα αὑτήν. οὐ δεῖ γὰρ τοῦτο λέγειν, φησίν, Ὠκεανόν· τὸ γὰρ ὕδωρ οὐ περιέχει τὴν γῆν, ἀλλὰ τοὐναντίον ὑπὸ αὐτῆς περιέχανε· ὡς ἀγγείῳ γὰρ αὐτῇ κέχρηται. ἔπειτα δὲ οὐδὲ κύκλῳ ἐστιν ουτος· ἱστόρηται γὰρ, ὅτι οὐ πάσαν τὴν περιέχει. ἤθελον οὖν οὗτοι λέγειν Ὠκεανόν ***αὕτη γὰρ καὶ τὴν γῆν περιέχει καὶ κύκλος ἐστί, κύκλος δέ ἐστι μιμούμενος τὸν τοῦ ἡλίου κύκλον. ὥσπερ γὰρ ἐκεῖνος ἄνω καὶ κάτω φέρεται, οὕτω καὶ οὗτος ὁ ἀπὸ τῆς ἀτμίδος κύκλος συκινούμενος τῷ ἡλίῳ. ἄνω γὰρ τοῦ ἡλίου φερομένου, τουτέστι κατὰ κορυφὴν ἡμῶν φερομένου, καὶ αὐτὸς ἄνω φέρεται· ἐξατμίζεται γὰρ πλεῖον καὶ ἀνέλκεται ἐπὶ τὰ ἄνω· κάτω δὲ τοῦ ἡλίου φερομένου καὶ αὐτὸς κάτω φέρεται καὶ εἰς ὕδωρ μεταβάλλεται. οὕτω μᾶλλον καὶ εὖ γε, ὅτι τοῦ μὲν θερμοῦ ἐπικρατοπῦντος γίνεται ἀὴρ κρεῖττον ὂν στοιχεῖον, τοῦ δὲ ψυχροῦ τὸ ὕδωρ χεῖρον ὄν, εἴ γε τὸ μὲν θερμὸν τῶν κρειττόνων ποιητικόν, τὸ δὲ ψυχρὸν τῶν χειρόνων. καὶ εὖ · γε, ὅτι τοῦ ἡλίου γενομένου ἄνω τὸ κρεῖττον στοιχεῖον γίνεται, φημὶ δὴ ὁ ἀήρ. κάτω δὲ τὸ χεῖρον, φημὶ δὴ τὸ ὕδωρ. καὶ τοῦτο γὰρ αἴτιόν ἐστι τοῦ διοικεῖσθαι τὰ τῇδε ὑπὸ τῆς τοιᾶσδε τοῦ ἡλίου κινήσεως. τοῦτον οὗν τὸν κλον δεῖ μᾶλλον ὁλότητα λέγειν τοῦ ὕδατος ἤπερ ὥς τινες τὴν θάλατταν, διότι, ὥς φησιν Ἀριστοτέλης ἐφεξῆς ἐν τῷ δευτέρῳ λόγῳ, ὅτι εἰσὶ δύο θάλασσαι πάντη διακεκριμέναι καὶ μὴ συμβάλλουσαι ,ἡ ‘Υρκανία ἡ Κασπία. πλήν τινες τῶν ἱστορικῶν ἱστοροῦσιν, ὅτι καὶ αὗται δυμβάλλουσιν. p. 346b36 Ἅμα γὰρ ἐκεῖνος εἰσ τὰ πλάγια μεταβάλλει, οὖυος ἄνω καὶ κάτω. ἐειδή, ὡς εἴρηται, οὐκ ἔστιν ἐπὶ κύκλου εἰπεῖν τὸ ἄνωκαὶ κάτω πρὸς τὸ κτὰ κορυφὴν ἀφορῶντα. p. 347a5 Καὶ τοῦτο ἐνδελεχῶς ἐθέλει γίνεσθαι κτὰ τὴν τάξιν. Τί οὖν; ἀδιαλείπτως ὤφειλεν ὕδωρ κατάγεσθαι καὶ μηδέποτε καταλείπειν. τί οὖν ῥητέον; ὅτι αὐτὸς ἐπελύσατο εἰρηκὼς κατὰ τὴν τάξιν. τοιαῦτα γὰρ τὰ ἐπιτήδεια ἀδιαλείπτως κατὰ τὴν τῶν ὡρῶν τάξιν γινόμενα. p. 347a10 Kαί τισι διαφοραῖς αὐτῶν. τισὶ δὲ διαφοραῖς εἶπεν, ὡς ἔχει ἐπὶ ψεκάδος καὶ ὑετοῦ· τὸ γαρ κατὰ μέρος καταγόμενον ὕδωρ ψεκὰς λέγε|ται, τὸ δὲ ἀθρόως ὑετός, ἡ μὲν διὰ τὸ ἐοικέναι ψήγμασι λεπτοτάτοις, ὁ δὲ ἀπὸ τοὐ ὕδατος τοῦ καταγομένου. p. 347a13 ‘Εχ δὲ τοῦ καθ’ ἡμέραν ἀτμισθέντος. ἐντεῦθεν περὶ τῆς δρόσου βούλεται εἰπεῖν καὶ τῆς πάχνης, ὅτι ἡ θερμασία ἐλάττων οὖσα ἕλκει καὶ ἀτμίδα καὶ ἀπολύει αὐτὴν ὡς ἀσθενὴς εὐθέως, καὶ κάτω μένουσα συμπήγνυται καὶ ποιεῖ τὴν πάχνην, ἡ ἀλλοιοῦται καὶ πήγνυται καὶ ποιεῖ τὴν δρόσον. καὶ ταῦτά ἐστι τὰ δύο μόνον· οὐ γάρ ἐστιν, ὡς εἴρηται, τὸ ἀνάλογον ἐνταῦθα τῇ χαλάζῃ. πλὴν ἐπειδὴ διεσπαρμένως βούλεται δεῖξαι ψυχροτέραν οὖσαν τὴν πάχνην δρόσου, εἰ δοκεῖ συναγάγωμεν ταῦτα. ἡ πάχνη ψυχροτέρα ἐστίν. εἴ γε θερμαινομένη δρόσος γίνεται. δεύτερον ἐπιχείρημα· ἡ πάχνη ἐκ τῆς ἀτμίδος πηγνυμενης γίνεται· πρόδηλον, ὅτι ψυχροτέρα ἐστίν. ἵνα γὰρ ψῦξιν ὑπομείνῃ τὸ θερμόν, πολλή ἐστιν ἡ γινομένη ψύξις ἤπερ ἵνα τὸ ψυχρὸν παγῇ· οὕτως γὰρ καὶ ὕδωρ ῥᾷστα πήγνυται ἤπερ οἶνος. τρίτον ἐπιχείρημα· εἰ ἡ μὲν πάχνη ἐν τοῖς ψυχροτάτοις γίνεται χωρίοις, ὥσπερ οὖν δὴ καὶ ἐν τῇ ψυχροτάτῃ ὥρᾳ, οἷον τῷ χειμῶνι, ἡ δὲ δρόσος ἐν τοῖς εὐκράτοις μᾶλλον τό- ποις καὶ ἐν ἔαρι μᾶλλον καὶ φθινοπώρῳ, πρόδηλον ὅτι ἡ πάχνη ψυχροτέρα τῆς δρόσου. οὕτω καὶ ἡ χιὼν ψυχροτέρα τοῦ ὑετοῦ. ἆρα δὲ τί ψυχρότερον, χιὼν ἢ χάλαζα; καὶ ῥητέον, ὅτι χιών, εἴ γε ἡ μὲν χιὼν τοῦ θερμοῦ, φημὶ δὴ τῆς ἀτμίδος, δηλοῖ πῆξιν, ἡ δὲ χάλαζα τοῦ ὕδατος· διὰ τὸ ἀντιβαίνειν χάλαζα χιόνος δοκεῖ εἶναι ψυχροτέρα καὶ κρύσταλλος πάχνης, καθάπερ ὁ πεπυρακτωμένος σίδηρος τῆς φλογὸς δοκεῖ εἶναι θερμότερος· διὰ γὰρ φλογὸς παράγομεν τὴν χεῖρα, οὐ τολμῶμεν δέ ποτε ἅψασθαι τοῦ πεπυρακτωμένου σιδήρου. p. 347a17 Πρὶν εἰς ὕδωρ συγκριθῆναι πάλιν. Ἴδου τέως ἓν ἐπιχείρημα, ὅτι ἡ πάχνη ψυχροτέρα· λυομένη γὰρ εἰς ὕδωρ μεταβάλλεται. p. 347a17 Γίνεται δὲ χειμῶνος καὶ μᾶλλον ἐν τοῖς χειμερίοις τόποις. Ἴδου τὸ ἄλλο ἐπιχείρημα, τὸ γίνεσθαι ἐν τοῖς ψυχροτέροις χωρίοις καὶ ψυχρᾷ ὥρα τὴν πάχνην. p. 347a18 Δρόσος δὲ ὅταν συγκριθῇ καὶ ἡ ἀτμὶς εἰς ὕδωρ καὶ τὰ ἐξῆς. τότε, φησί, δρόσος γίνεται, ὅταν ἀλλοιωθῇ ἡ ἀτμίς. ἀλλοιοῦται δὲ οὔτε ὅταν ἐστὶ πολλὴ θερμασία ἐκδιαφορεῖ γὰρ καὶ ἄνω ἕλκεται) οὔτε ὅταν ἐστὶ πολλὴ πάνυ ψύξις· πάχνη γὰρ γίνεται. διὸ ἐν ταῖς μέσαις ὥραις γίνεται. p. 347 a 24 Δῆλον γάρ, ὠς ἡ ἀτμὶς θερμότερον ὕδατος. ἐντεῦθεν τὸ ἄλλο ἐπιχείρημα· αὕτη δὲ πηγνυμένη ποιεῖ τὴν πάχνην, δηλονότι πολλή ἐστιν ἡ ψύξις· ἡ δὲ δρόσος μόνον εἰς ὕδωρ δηλοῖ γινομένην ἀλλοίωσιν. Πρᾶξις ιγ. p. 347 a 26 Γίνεται δὲ ἄμφω αἰθρίας τε οὔσης καὶ νηνεμίας. Ἡ μετὰ χεῖρας λέξις τὰ κοινὰ καὶ ἴδια παραδίδωσιν ἡμῖν δρόσου καὶ πάχνης. καὶ πρῶτον κοινὸν τοῦτο, ὅτι ὥσπερ δρόσος ὲν τῷ κατωτάτῳ γίνεται τόπῳ, οὕτω καὶ ἡ πάχνη. Δεύτερον κοινόν, ὅτι ἑκάτερον αὐτῶν ἐφημερινὴν ἔχει τὴν γένεσιν. τρίτον, ὅτι γίνονται ταῦτα μᾶλλον αἰθρίας τε καὶ νηνεμίας οὕσης· οὔτε γὰρ λάβρου ἀνέμου ὄντος ἕν τι τούτων γίνεται διασκορπίζεται γὰρ ἡ ἀτμὶς ὑπὸ τῆς τοῦ ἀνέμου βιαίας κινήσεως) οὔτε μὴν ὑετοῦ καταγομένου· καταβαπτίζεται γὰρ καὶ οἷον ἐπὶ γῆν ἀποδιώκεται ἡ ἀτμίς. ταῦτα τὰ κοινά. ποῖα δὲ τὰ ἴδια; ὅτι ἡ μὲν δρόσος γίνεται ἐν τοῖς ἀλεεινοτέροις μάλιστα καιροῖς καὶ τόποις, ἡ δὲ πάχνη ἐν τοῖς ψυχροτέποις, καὶ ὅτι ἡ μὲν δρόσος γίνεται νοτίων πνευμάτων ἐπικρατούντων, ἡ δὲ πάχνη τῶν βορείων. πλὴν τοῦτο ἐπὶ πάσης χώρας ἀληθὲς πλὴν τοῦ Πόντου. ἐκεῖ γὰρ ἀντιπεπονθότος ἔχει, καὶ τοῦ μὲν βορρᾶ πνέοντος δρόσος κατάγεται, τοῦ δὲ νότου πάχνη γίνεται. αἴτιον δὲ τούτων ἡ ἀντιπερίστασις. ἐπειδὴ γὰρ ὁ Πόντος ψυχρός ἐστιν, ἐὰν πνεύσῃ βορρᾶς ψυχρὸς ὤν, ἐπιτείνει τὴν ψῦξιν, καὶ λοιπὸν χωρεῖ παρὰ τὸ βάθος τῆς ἀτμίδος ἡ θερμασία καὶ μὴ εὑρίσκουσα διέξοδον πολυπλασιάζεται· καὶ πολλῆς οὔσης χύσις γίνεται καὶ πίπτει δρόσος. εί δὲ νότος πνεύσει, τοὐναντίον κατάγεται πάχνη διὰ τὸ πολυπλασιάζεσθαι τὸ ψυχρὸν ἀποκλειόμενον. ταῦτα μὲν οὖν περὶ δρόσου καὶ πάχνης. ἔχει δὲ ἐντεῦθεν καὶ τὰ περὶ ὑετοῦ καὶ χιόνος. ἃ γὰρ εἴρηται περὶ τούτων, ταῦτα δεῖ καὶ ἐπὶ τούτων ἐννοεῖν· ἀναλογεῖ γὰρ ἡ μὲν πάχνη τῇ χιόνι, ἡ δὲ δρόσος τῷ ὑετῷ. ἐκεῖνο δὲ δεῖ μόνον ἀπορῆσαι, τί δήποτε μὴ ἔστι τὸ ἀναλογοῦν τῇ χαλάζῃ ἐν τῷ περὶ γῆν τόπῳ, ἀλλ’ ἐν μὲν τῷ ἄνω τρία γίνονται, ἐν δὲ τῷ κάτω δύο. αὕτη μὲν ἡ ἀπορία. θέλων δὲ τὴν λύσιν αὐτῆς παραδοῦναι, ὅπερ πεποίηκεν ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ζητῶν περὶ τοῦ τόπου εἴτε διάστημά ἐστι εἴτε ἐπιφάνεια οὐ πρότερον τοῦτο ἔλυσε πρὶν τὰ ἴδια τούτῳ παραδοῦναι), τοῦτο καὶ νὺν ποιεῖ, καὶ πρὶν λῦσαι τὴν ἀπορίαν, τὰ ἴδια καὶ ἐξαίρετα τῆς χαλάζης παραδίδωσιν. εἰσὶ δὲ πρῶτον μέν, ὅτι ἡ χάλαζα πῆξίς ἐστιν ὕδατος, ἐπειδὴ καὶ ὁ κρύσταλλος πῆξίς ἐστιν ὕδατος πολλὴν πρὸς τὴν χάλαζαν ἔχων τὴν οἰκειότητα. καὶ οὕτω λευκὴ χάλαζα καὶ διαφανὴς καὶ βαρεῖα ὡς ὁ κρύσταλλος. τοῦτο πρῶτον. δεύτερον ίδιον· ἡ χάλαζα μᾶλλον λαβρότερον φέρεται ἔαρος καὶ φθινοπώρου ἤπερ · χειμῶνος. καὶ ἄπορον, πῶς ἡ χάλαζα πῆξιν δηλοῦσα οὐκ ἐν τῇ ψυχροτέρᾳ μᾶλλον ὥρᾳ γίνεται. τούτου δὲ τὴν λύσιν ἐν τοῖς οἰκείοις τόποις ἐ|ξῆς ἀποδίδωσι. τοῦτο δὲ μόνον χρὴ εἰδέναι, ὅτι ἄλλο ὀπώρα καὶ ἄλλο θέρος· τὸ γὰρ θέρος εἰς δύο διαιρεῖται, εἰς θέρος, ὅταν ὁ ἥλιός ἐστιν ἐν Καρκίνῳ καὶ Παρθένῳ, καὶ εἰς ὀπώραν, ἡνίκα ἐστὶν ὁ ἥλιος ἐν Λέοντι, ὅταν ὁ Σείριος φαίνηται, λοιπὸν ὃν καὶ ὁ ποιητὴς διὰ τὴν ὀπώραν καὶ ὀπωρινὸν ἐκάλεσεν. ὅτι δὲ ἔστιν ὀπώρα, δηλοῖ τὸ τὴν ἑξῆς ὥραν φθινόπωρον καλεῖσθαι ὡς ἂν μετὰ τὴν φθίσιν τῆς ὀπώρας ἐπιγινομένην. τοῦτο δεύτερον ἴδιον. τρίτον ἴδιον, ὅτι ἡ χάλαζα πῆξίς ἐστιν ὕδατος οὐχ ἱσταμένου, ἀλλὰ κινουμένου. ἀπορίαν γὰρ ἔχει κὰνταῦθα ὁ λόγος, πότερον ἄνω μένοντος τοῦ ὕδατος γίνεται ἡ πῆξις. πρόδηλον· οὐκ ἐνδέχεται δὲ τὸ ὕδωρ τοῦτο μένειν ἄνω καὶ οῦτω πήγνυσθαι. †ἅμα γὰρ ἡ ἀτμὶς εἰς ὕδωρ μεταβληθῇ, οὐ μένει ἄνω. ἀλλὰ κάτω φέρεται διὰ τὸ σύμφυτον τοῦ ὕδατος βάρος οὐκ ἐνδέχεται οὗν ἱσταμένου τοῦ ὕδατος γίνεσθαι τὴν πῆξιν. εἰ δέ τις εἴπῃ, ὅτι οὐκ ἄτοπον γενέσθαι τὴν χάλαζαν πολλῆς χιόνος συναγομένης καὶ ἑνουμένης, ὥσπερ γίνεται καὶ ἐπὶ τῶν ψεκάδων πολλαὶ γὰρ συμβαίνουσαι ψεκάδες μικραὶ ἀποτελοῦσι μίαν μεγάλην), ἐροῦμεν, ὅτι οὐκ ἐνδέχεται· ψεκὰς γὰρ ψεκάδι σύνεισιν εἰς μείζονος ψεκάδος γένεσιν, χιὼν δὲ χιόνι οὐ συνέρχεται, διότι τὰ μὲν ὑγρὰ συνέρχεται, τὰ δὲ πεπηγότα συνελθεῖν καὶ ἑνωθῆναι οὐ δύνανται. ἀδύνατον οὖν ἄνω γενέσθαι τὴν πῆξιν. τί οὖν λείπεται; ὅτι ἐν τῷ κατιέναι ἡ πῆξις γίνεται, διότι πολύ ἐστι τὸ διάστημα. ἐντεῦθεν ἔχεις, διὰ τί μὴ γίνεται καὶ ἐν τῷ κάτω τόπῳ τὸ ἀναλογοῦν χαλάζῃ, ἐπειδὴ μὴ ἔστι πολὺ τὸ διάστημα. πλὴν ταῦτα ἀκριβέστερον ἐν τῇ μελλούσῃ θεωρία μαθησόμεθα. ταῦτα δὴ ἔχει ἡ θεωρία. p. 347a26 Γίνεται δὲ ἄμφω αἰθρίας τε ὔσης καὶ νηνεμίας. Ἄμφω, δρόσος φησὶ καὶ πάχνη· περὶ τούτων γὰρ ὁ λόγος. καὶ ἰδοὺ τὸ ἓν κοινόν. τὰ δ’ ἄλλα δύο αὐτὸς λέγει, σαφῆ δέ εἰσιν ἐκ ἰῶν ἀνωτέρω ἡμῖν εἰρημένων. p. 347a28 Σημεῖον δέ, ὅτι γίνεται ταῦτα διὰ τὸ πόρρω μετεωρίζεσθαι τὴν ἀτμίδα. Πρόδηλον, φησίν, ὅτι πάχνη καὶ δρόσος περὶ τὸν κάτω γίνονται τόπον ἐκ τοῦ ἐν τοῖς ὑψηλοῖς ὄρεσι μηδὲν τούτων γίνεσθαι· ἡ γὰρ ἀτμὶς οὐ φέρεται μέχρις ὕψους, ἢ ὅτι πολλή ἐστιν ὑγρότης καὶ ὑπὲρ τὴν ἀναλογίαν τῆς θερμασίας καὶ ἀπόλλυται ὑπ’ αὐτῆς, ἢ ὅτι ὁ ἀὴρ ὁ ἐν τοῖς ὑψηλοῖς κεκίνηται μᾶλλον διὰ τὸ πλησιάζειν ἐν τῷ ἀέρι κύκλῳ φερομένῳ. κινουμένου οὖν τοῦ ἐν τοῖς ὑψηλοῖς τόποις ἀέρος οὐ συγχωρεῖται ἡ ἀτμὶς ἐνεχθῆναι ἡ ποιοῦσα δρόσον κα. πάχνην, διότι ὀλίγη ἐστίν. ἡ γὰρ ὑετὸν ποιοῦσα καὶ χιόνα καὶ χάλαζαν δύναται ἐν ὕψει ἐνεχθῆναι, διότι καὶ πολλή ἐστιν ἡ ἀτμὶς καὶ ὑπὸ ἰσχυράς θερμασίας μετεωρίζεται. p. 347a35 Γίνεται δὲ ἡ δρόσος μᾶλλον ἁπανταχοῦ νότιος ἢ βόρειος. ἐντεῦθεν τὰ ἴδια δρόσου καὶ πάχνης λοιπὸν παραδίδωσι. p. 347a36 Πλὴν ἐν τῷ Πόντῳ. Τὸ καὶ ἐν τῇ θεωρίᾳ εἰρημένον, ὅτι ἐν τῷ Πόντῳ ἐναντίως ἔχει καὶ τοὐ μὲν βορρᾶ πνέοντος δρόσος γίνεται, τοῦ δὲ νότου πάχνη. p. 347b1 Αἴτιον δὲ ὁμοίως καὶ τὰ ἑξῆς. τὴν αἰτίαν ἀποδιδούς, δι’ ἣν ἐν τῷ Πόντῳ ὑπεναντίως ἔχει, φησὶ ταῦτα, ὅτι διὰ τὴν αὐτὴν αἰτίαν ταῦτα γίνονται, δι’ ἣν καὶ ἐπὶ ἡμῶν. ἀλλ’ ἵνα νοήσῃς τὸ λεγόμενον, ἐντεῦθεν ἄρχομαι. ὁ βορρᾶς παρ’ ἡμῖν ὡς ψυχρὸς ὢν καὶ συνάγων χειμῶνα ποιεῖ, ὁ δὲ νότος ὡς θερμὸς ὢν καὶ διαλύων εὐδίαν. γίνεται οὖν ἡ μὲν δρόσος εὐδίας οὔσης, ἡ δὲ πάχνη χειμῶνος. ἐν δὲ τῷ Πόντῳ ἀντιπεπονθότως· ὁ μὲν νότος χειμῶνα ποιεῖ, ὁ δὲ βορρᾶς εὐδίαν διὰ τὴν ἀντιπερίστασιν. εἰ δὲ τοῦτο, καὶ ἐν Πόντῳ εὐδίας μὲν οὔσης δρόσος γίνεται, χειμῶνος δὲ πάχνη. ἀλλ’ ἐν τούτῳ δια- φέρει, ὅτι ἄλλος μὲν ἄνεμος ποιεῖ παρ’ ἡμῖν χειμῶν, ἄλλος δὲ ἐν τῷ Πόντῳ· ὁμοίως δὲ καὶ εὐδίαν. p. 347b3 Ὥστε ἐκ χειμῶνος τῆς ἀναθυμιάσεως σβέννυσι τὴν θερμότητα. ἐπειδὴ ψυκρός ἐστιν ὁ βορρᾶς καὶ διὰ τοῦτο χειμῶνα ποιεῖ, ἀνάγκῃ γίνεται πάχνη· σβέννυται γὰρ ἐκ τῆς ψυχρᾶς ἀναθυμιάσεως ἡ θερμασία ἡ ὢ ἐν τῇ ἀτμίδι. πλὴν ταῦτα λέγει ὡς ἐπὶ τῆς ἡμετέρας οἰκήσεως. p. 347b5 Ὁ δὲ βορρᾶς διὰ τῆς ψυχρότητος ἀντιπεριίστατο θερμόν. ἰδοὺ καλῶς εἴρηται, ὅτι ἐν τῷ Πόντῳ τοὐναντίον· ὁ μὲν νότος ἐστὶν ὁ ποιῶν χειμῶνα, ὁ δὲ βορρᾶς εὐδίαν διὰ τὴν ἀντιπερίστασιν. ὅτι γὰρ γίνεται ἀντιπερίστασις τοῦ θερμοῦ, δηλοῦσι καὶ κῶλα ἀποτεμνόμενα διὰ τὴν ἀποκλειομένην θερμασίαν· τμητικὴ γάρ. οὕτω καὶ ὁ Πλάτων ἐτυμολογεῖ τὸ θερμὸν οἷον τομόν τι ὄν· ἀντιστοιχεῖ γάρ, φησί, τὸ τ τῷ θ, τὸ δὲ ρ πρόσκειται, διότι εὐκίνητον τὸ ρ. δηλοῖ δὲ τὸ τῶν τριῶν στοιχείων καταληκτικὸν εἶναι αὐτὸ πλὴν γῆς διὰ τὸ δυσκίνητον. p. 347b7 Πολλάκις δὲ τοῦτο καὶ ἐν τοῖς ἔξω τόποις ἰδεῖν ἔστι γινόμενον. Ποῖον τοῦτο; τὸ τῆς ἀντιπεριστάσεως. ὁρῶμεν γὰρ ἐκ τῶν φρεάεὐδίας τῶν πολὺν ἀτμὸν ἀναδιδόμενον ἐν χειμῶνι· πλὴν εἰ καὶ πολὺς γίνεται, χωρεῖ. διὸ οὐ γίνεται πολλή. · οὐ γὰρ συγχωρεῖται. οὐδὲ τῷ θέρει, εἰ καὶ ὀλίγος ἐκδίδοται ἀτμὸς διὰ τὸ εἷναι ἐν τῷ βάθει τὴν ψύξιν, ἀλλ’ οὖν ὅμως οὕτως οὐ κατασβέννυται· θερμὸν γὰρ τὸ περιέχον. διὸ καὶ κατὰ μέρος σωρεύεται καὶ γίνεται πολὺς ἀτμός, ὃς ἐν θέρει ἀθροιζόμενος ἐν χειμῶνι ἀλλοιοῦται καὶ ποιεῖ τὰ εἰρημένα ἀνωτέρω. p. 347b11 λύτο δὲ τὸ ὕδωρ οὐ πήγνυται, καθάπερ ἐν τῷ περὶ 20 v τὰ νέφη τόπῳ· Ὕδωρ λέγει τὴν ἀτμίδα. ἐντεῦθεν δὲ χωρεῖ ἐπὶ τὸ τελευταῖον. καὶ ἀπορεῖ, διὰ τί μὴ ἔστι τὸ ἀναλογοῦν τῇ χαλάζῃ. p. 347b12 ἐκεῖθεν γὰρ τρία τινὰ φοιτᾷ σώματα. ἐκεῖθεν τουτέστιν ἀπὸ τοῦ τῶν νεφῶν τόπου. φέρεται γὰρ ὑετός, χάλαζα καὶ χιών· καὶ τούτοις μὲν δύο ἀναλογοῦντα εὑρήσεις πάχνην καὶ δρόσον, πάχνην μὲν χιόνι, δρόσον δὲ ὑετῷ, τῇ δὲ χαλάζῃ οὐδὲν ἀναλογεῖ. σαφῶς περὶ τούτου αὐτοῦ Ἀριστοτέλης παραδίδωσιν. p. 347b25 οὐ γὰρ ἂν ἐπήγνυτο ἔτι πολλῆς οὔσης θερμότητος, εἰ μὴ ἐπεκράτει τὸ ψυχρόν. Δόγμα Ἀριστοτελικόν, ὅτι τὸ ψυχρὸν τὸ μᾶλλον θερμὸν τοῦ ἧττον θερμοῦ ψύχοντος ψυχρότερόν ἐστιν. p. 347b32 To δὲ αἴτιον εἰποῦσι περὶ χαλάζης ἔτι ἔσται δῆλον. Πρὶν λύσει τὴν ἀπορίαν, τὰ ἴδια παραδίδωσι τῆς χαλάζης· τούτων γὰρ παραδοθέντων δῆλον ἔσται καὶ διὰ τί μὴ ἔστι τι ἀναλογοῦν τῇ χαλάζῃ. p. 347b35 ὰ μὴ πλανῶντα καὶ τὰ δοκοῦντα εἶναι ἀνάλογα. Μὴ πλανῶντα εἶπε τὸ πρῶτον, ὅτι πῆξίς ἐστιν ὕδατος, ἀνάλογα δὲ τὰ λοιπὰ δύο, ὅτι ἡ χάλαζα ἧττον χειμῶνος γίνεται καὶ ἐν τῷ κατάγεσθαι πήγνυται. σαφῶς δὲ τὰ εἰρημένα ἐν τῇ θεωρίᾳ παραδίδωσιν. Πρᾶξις ιδ. P 348a14 Τοῖς μὲν οὖν δοκοῦσι τοῦ πάθους αἴτιον εἰναι. Τοῦτο εἰπὼν ὁ Ἀριστοτέλης δύο τινὰ παράδοξα ἕπεσθαι τῷ λόγῳ τῆς χαλάζης, ἓν μὲν τὸ ἐν ταῖς ἀλεειναῖς ὥραις καὶ χώραις αὐτὴν μᾶλλον γίνεσθαι ἤπερ ἐν ψυχροτέραις, δεύτερον δὲ τὸ ἄτοπον εἶναι ἀθρόον τοσοῦτον τὸν ὕδωρ μένειν ἀκίνητον, ἄχρις ἄν παγῇ, μὴ ἐνεργοῦν κατὰ τὴν οἰκείαν ῥοπήν ἄτοπον δὲ καὶ τὸ ἐν συναγωγῇ χιόνος γίνεσθαι τὴν χάλαζαν· οὐ γὰρ ἐνδέχεται τὰ παγέντα ἑνωθῆναι), βούλεται νῦν τούτων τὰς ἐπιλύσεις παραδοῦναι. πρὶν δὲ τὴν οἰκείαν ἐπίλυσιν εἰπεῖν, τὴν Ἀναξαγόρειον λέγει· καὶ ταύτης γὰρ λύσεις ἐπιδιδοὺς οὕτως ἐπάξει τὴν οἰκείαν ἐπίλυσιν. ὁ τοίνυν Ἀναξαγόρας ἔλεγεν ἐν ταῖς ἀλεειναῖς ὥραις καὶ χώραις τὴν χάλαζαν γίνεσθαι, ἐπειδὴ χρεία ἐστὶ πολλῆς τῆς θερμασίας τῆς ἀναρπαζούσης καὶ εἰς ὑψηλότερον τόπον φερούσης τὴν ἀτμίδα, ἵνα ἐν τῷ ἀπογείῳ γενομένη αὐτὴ ψυχρῷ ὄντι οὕτω χάλαζα γένηται. αὕτη ἡ ἐπίλυσις. ἕπονται δὲ αὐτῇ, φησί, τρία ἄτοπα. πρῶτον μὲν γὰρ ἡ χάλαζα οὐ γίνεται ἐν τοῖς ἀπογείοις τόποις, ἀλλὰ μᾶλλον ἐν τοῖς περιγείοις, ὡς δηλοῦσιν αἱ ἀκρώρειαι τῶν ὀρῶν χιονιζόμεναι μέν, μὴ χαλαζούμεναι δέ. δεύτερον, ὅτι ἐφάνησαν νεφέλαι κάτω μετὰ κτύπου πάνυ σφοδροτάτου, ὥστε πάντας θαυμάζειν, μή τι ξένον γένηται, καὶ μετ’ οὐ πολὺ κατηνέχθη χάλαζα, ᾧ δῆλον, ὅτι κάτω γίνεται. τρίτον καταφέρονται χάλαζαι οὐ σφαιρικαί, ἀλλ’ ἐπιμήκεις, οὐ μικραί, ἀλλὰ καὶ μεγάλαι, οὐ πυκναί, ἀλλὰ καὶ ἀραιαί. τούτων δὲ τὰ μὲν πρῶτα δηλοῖ ἐν τῷ ἄνω μὴ γίνεσθαι τὴν χάλαζαν, τὰ δὲ δεύτερα ἐν τῷ κάτω. ἀπὸ γὰρ πολλοῦ διαστήματος φερομένη περιφερής ἐστιν· περιθραύονται γὰρ αὐτῶν αἱ ἐξοχαί. ἀλλὰ μὴν καὶ μικραί θρύπτονται γάρ) καὶ πυκναί, ἐπειδὴ καὶ πλείονες γίνονται. εἰ οὖν μεγάλαι ἐν θέρει καὶ ἐπιμήκεις καὶ ἀραιαὶ κατάγονται, πρόδηλόν ἐστιν, ὅτι κακῶς ἔλεγεν Ἀναξαγόρας. οὕτως ἀνατρέψας τὴν Ἀναξαγόρειον ἐπίλυσιν ἐπάγει τὴν ἑαυτοῦ λέγων, ὅτι ἐπειδὴ γίνεταί τις ἀντιπερίστασις ἐν τῷ θέρει θερμασίας οὔσης πολλῆς, ἀντιπεριίσταται τὸ ψυχρὸν ἐν τῷ βάθει καὶ ἀποκλειόμενον πλουσιώτερον γίνεται. ἐντεῦθεν σύντομον τὴν ἀλλοίωσιν ἐπάγει τῆς ἀτμίδος καὶ τὴν πῆξιν τοῦ ὕδατος· ‘διὸ καὶ λαβρότερος ὁ τότε ὑετὸς κατάγεται καὶ ἡ χάλαζα λαβροτέρα, ἐπειδὴ καὶ ταχεῖα ἡ ἀλλοίωσις· τὰ γὰρ κτὰ ἀντιπερίστασιν περίστασιν δρῶντα συντομώτερον καὶ δραστικώτερον ποιοῦνται τὴν ένέργειαν’. οὕτω λύσας τὴν πρώτην ἀπορίαν τρέπεται καὶ ἐπὶ τὴν λύσιν τῆς δευτέρας λέγων, ὅτι ὕδωρ ἐστὶ κινούμενον τὸ πηγνύμενον. ᾗ μὲν οὗν ὕδωρ ἐστίν, ἐκφεύγομεν τὸ δεύτερον ἄτοπον τὸ λέγον · ‘πῶς τὰ παγέντα ἐνοῦνται;’ ,ἡ δὲ κινούμενον, ἐκφεύγομεν καὶ τὸ πρῶτον τὸ λέγον· διὰ τί μένει μὴ κάτω φερόμενον τὸ ὕδωρ;’ ἐπειδὴ γὰρ ἐν χρόνῳ γίνεται ἥ τε πῆξις καὶ ἡ καταγωγὴ τοῦ ὕδατος, ἢ ἴσος ἐστὶν ὁ χρόνος τῆς τήξεως τῷ χρόνῳ τῆς καταγωγῆς ἢ ἄνισος. εἰ μὲν οὖν ἴσος εἴη, συμβαίνει κάτω περὶ αὐτὴν τὴν γῆν γίνεσθαι τὴν πῆξιν. εἰ δὲ πλείων εἴη ὁ τῆς καταγωγῆς χρόνος τοῦ τῆς πήξεως, συμβαίνει ἔτι ἐν τῷ μετεώρῳ ὄντος τοῦ ὕδατος γίνεσθαι τὴν τῆξιν· οὕτω γὰρ εἴρηται καὶ ἐπὶ βαυκαλίου, ὅτι ἐὰν ἐπειγμένως τις κινήσῃ αὐτό, οὐκ ἐκχεῖται τὸ ὕδωρ, εἰ δὲ ἠμελημένως, ἐκχεῖται διὰ τὸ πλείονα εἶναι τὸν χρόνον τῆς κινήσεως τῆς χειρὸς τῆς οἰκείας αὐτοῦ τοῦ ὕδατος κινήσεως. οὕτω τινὲς καὶ τὴν γῆν λέγουσιν ἀκίνητον διὰ τὴν τοῦ παντὸς κίνησιν. ὁ μέντοι Ἀριστοτέλης φυσικώτερον λέγων φησὶ ‘διὰ τὴν οἰκείαν φύσιν’. τὴν γὰρ γῆν βούλεται ἀκίνητον εἶναι, ἵνα ἐν τῷ αὐτῶ μένῃ, ὥσπερ καὶ τὴν ἀπλανῆ κινεῖσθαι, ἵνα ὅλη ἐν τῷ παντὶ γένηται τόπῳ. αὕτη καὶ ἡ λύσις. ἔστι δὲ ἔξωθεν ἀπορῆσαι, τί δήποτε, εἰ ἡ ψύξις ἐστὶν αἰτία τῆς ἐπὶ τὰ κάτω φορᾶς καὶ τῆς πήξεως, τί δήποτε τῆς αὐτῆς ψύξεως ὕπο κειμένης τῶν δύο αἰτίας ποτὲ μὲν τὸν χρόνον τῆς καταγωγῆς λέγομεν πλείονα, ποτὲ δὲ τὸν χρόνον τῆς πήξεως; καὶ λέγομεν, ὅτι οὐχ ἡ αὐτή ἐστι ψύξις κατ’ ἀριθμόν · ἡ μὲν γὰρ κατάγουσά ἐστιν ἐν αὐτῇ τῇ οὐσίᾳ τοῦ ὕδατος, ἡ δὲ τὴν πῆξιν ἐργαζομένη, εἰ μὲν κατὰ πρῶτον γένοιτο λόγον, ἡ ἐκτὸς ψύξις, εἰ δὲ τῇ ἀντιπεριστάσει, ἡ ἔνδον ἀντιπεριισταμένη. ἀλλὰ πάλιν ἑτέρα ἀπορία· καὶ τί δήποτε ἡ ψύξις ἡ ἔσωθεν ἀντιπεριισταμένη, ἡ ἔξωθεν κεχυμένη πολλάκις περιγίνονται τῆς ψύξεως τοῦ ὕδατος, εἰ μὲν τὸ ὕδωρ ἐστὶ τὸ καὶ τῷ ἀέρι τὴν ψῦξιν χαρισάμενον ; ῥητέον οὖν, ὅτι ποτὲ τὰ αἴτια τὰ †δραστικώτερα γίνονται τῶν αἰτίων διὰ οικείαν ἐπιτηδειότητα, ὡς ἔχει ἐπὶ τοῦ πεπυρακτωμένου σιδήρου· οὗτος γὰρ τῆς φλογὸς μᾶλλον καίει. οὕτω καὶ ὁ ἀὴρ πολλάκις τοῦ ὕδατος ψυχρότερος εὑρίσκεται, ὡς καὶ πηγνύειν αὐτό· καὶ ταῦτα τοῦτον ἔχει τὸν τρόπον. τί δήποτε, <εἰ> ἡ ἀντιπερίστασις ἡ ἀπὸ τοῦ θερμοῦ αἰτία τῆς χαλάζης, μὴ γίνεται ἐν τῷ θέρει μᾶλλον χάλαζα ἤπερ ἐν φθινοπώρῳ καὶ ἐν ἔαρι, ἐπειδὴ καὶ πλείων ἡ θερμασία; καὶ λύει λέγων, ὅτι διὰ τὸ μὴ εἶναι τὴν ὑλικὴν αἰτίαν· οὐ γὰρ πάρεστιν ὑγρότης. δευτέρα ἀπορία· καὶ τί δήποτε φθινοπώρου μᾶλλον ἤπερ ἔαρος γίνεται, εἴ γε καὶ τὸ φθινόπωρον ὑγρὸν καὶ τὸ ἔαρ; ὅτι τὸ μὲν ἔαρ εντι ὑγρόν, τὸ δὲ φθινόπωρον ἤδη ὑγρὸν γίνεται καὶ αὔξει ὑγρότης, ἐν δὲ τῷ ἔαρι παύεται ἡ ὑγρότης. καὶ λύει λέγων. διὰ τὸ προθερμανθῆναι τὸν ἐν τῷ φθινοπώρῳ ἀέρα διὰ τὸ προηγησάμενον θέρος· τὰ γὰρ προθερμανθέντα ταχύτερον ψύχονται. οὕτω γάρ, ἐὰν θελήσωμεν ψυχρότερόν τι ποιῆσαι, προθερμαίνομεν αὐτὸ καὶ εἶθ’ οὕτως περιπλάττομεν ἔξωθεν χιόνα, ἵνα ὡς διὰ νοτεροῦ μᾶλλον διεισδύνῃ ἡ ψύξις. οὕτω καὶ οἱ περὶ τὸν Ἴστρον θηρεύοντες διὰ τὸ πεπῆχθαι τὰ ἐπιπολῆς τοὺ Ἴστρου τὸ ἄκρον τοῦ καλάμου θερμαίνουσιν· ἅμα μέν, ἵνα διεισδύνῃ διαλῦον τὴν πῆξιν, ἅμα δὲ μετὰ τὸ λῦσαι ἵνα συντόμως γένηται ἡ πῆξις καὶ δίκην μολίβδου τὸ ἄκρον τοῦ καλάμου κρατήσῃ καὶ μὴ μετὰ πολὺν χρόνον γένηται ἡ πῆξις καὶ ἀναγκασθῶσιν ἐπὶ πλέονα ἔχειν ὥραν ἔξω τὴν χεῖρα. τρίτη ἀπορία· εἰ διὰ τὴν ἔνδειαν τῆς ὑγρότητος θέρους ὑετὸς οὐ γίνεται, τί δήποτε ἐν Ἀραβίᾳ καὶ ἐν Αἰθιοπίᾳ γίνεται θέρους ὑετός; καὶ λύομεν, ὅτι ἔστιν ὑγρότης, ἀλλ’ οὐκ ἐκεῖ γινομένη, ἀλλ’ ἐκεῖ σωρευομένη. ἐπειδὴ γὰρ ἐν τῷ θέρει πνέουσιν ἐτησίαι βόρειοι ὄντες, ἐξωθοῦσιν ἐκεῖ τὰ νέφη καὶ πρῶτον προσπταίοντα Σεληναίοις ἢ Ἀργυρέοις ὄρεσι τῇ πιλήσει εἰς ὕδωρ μεταβάλλονται καὶ κατάγεται ὑετός. διὸ καὶ ὁ Νεῖλος θέρει γε· νέτης ἐστί. καὶ ταύτην τὴν αἰτίαν φασὶ τῆς ἀναβάσεως αὐτοῦ. λέγουσι δὲ καὶ ἄλλας τρεῖς· μίαν μέν, ἐπειδὴ ἐν τοῖς Σεληναίοις ὄρεσι χιὼν ἀπό· κεῖται, ἥτις ἀναλυομένη ἐν τῷ θέρει πλήμμυραν ποιεῖ τῶν ὑδάτων. δευτέρα ἐπίλυσις· φασὶ τὸν Νεῖλον τὴν ἀρχὴν ἔχειν ἐν τῇ ἀντοικουμένῃ· ἐπειδὴ οὖν, ὅτε ἐκεῖ ἐστι χειμών, ἐν ἡμῖν θέρος ἐστί, συμβαίνει πλεονεξίας ἐκεῖ ὑδάτων οὔσης καταρρεῖν ἐνταῦθα καὶ διὰ τοῦτο πλεονάζειν τὸν Νεῖλον. τρίτη αἰτία, ἥτις αἰτιᾶται τὴν ἀντιπερίστασιν· θερμασίας γὰρ οὔσης τὸ ψυχρὸν ἀντιπεριιστάμενον πυκνοῖ καὶ ὕδωρ γεννᾷ. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. συγκαταπαύεται γὰρ αὐτῇ ὁ περὶ χαλάζης καὶ ὑετοῦ καὶ χιόνος καὶ πάχνης καὶ δρόσου λόγος. p. 348a14 Τοῖς μὲν οὖν δοκεῖ τοῦ πάθους αἴτιον τουτέστι τοῖς περὶ Ἀναξαγόραν. p. 348a20 Συμβαίνει δὲ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα ταῦτα· ἐντεῦθεν ἡ τῆς Ἀναξαγόρου ἐπιλύσεως ἀνατροπή. p. 348a22 Καίτοι ἔδει ὥσπερ τὴν χιόνα. Δι’ ἣν δὲ ἄρα αἰτίαν οὐ γίνεται καὶ ἡ χάλαζα ἐν τοῖς ὑψηλοῖς ὥσπερ ἡ χιὼν τόποις; καὶ λέγομεν, ὅτι ποῦ μὲν ἀτμίς ἐστι πηγνυμένη τὴν ἄνω διοικοῦσα φοράν, ποῦ δὲ ὕδωρ ἐπὶ τῆς χαλάζης καὶ ὕδωρ ἐπὶ τὰ κάτω κινούμενον. ὅσον οὖν ἐπὶ τῷ λόγῳ Ἀναξαγόρου ἔδει καὶ τὴν χάλαζαν ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὅπερ οὐκ ἔχει τὸ ἀληθές. p. 348a23 Ἔτι δὲ πολλάκις ὦπται νέφη φερόμενα· Τὸ δεύτερον ἄτοπον. p. 348a26 Ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν. Τὸ ἄτοπον, ὅτι γίνονται χάλαζαι μεγάλαι καὶ ἐπιμήκεις καὶ ἀραιαί, p. α36 Ὅτι μὲν οὖν οὐ τῷ ἀπωθεῖσθαι. Τὸ συμπέρασμα τῶν ἑπομένων ἀτόπων τῇ Ἀναξαγόρου δόξῃ. p. 348b2 Ἀλλ’ ἐπειδὴ ὁρῶμεν, ὅτι γίνεται ἀντιπερίστασις. Ἐντεῦθεν ἡ λύσις τοῦ Ἀριστοτέλους. p. 348b15 Καὶ μάλιστα ὅταν μάλιστα· ὅταν δ’ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρόν. Ἐφ’ ὅσον γίνεται ἡ ἀντιπερίστασις ἐπιτεταμένη, ἐπὶ τοσοῦτον καὶ τῆς πήξεως ἐπικρατεστέρα. p. 348b17 Συμβαίνει δὲ τοῦτο, ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ κάτω. Ἐντεῦθεν τὴν λύσιν ἐπάγει τῆς δευτέρας ἀπορίας. p. 348b26 Ἦττον δὲ τοῦ θέρους γίνονται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλον μέντοι ἢ χειμῶνος] ‘H ἀπορία, διὰ τί μὴ μᾶλλον θέρους γίνονται χάλαζαι, ἐπειδὴ καὶ 21 ν πλείων ἡ ἀντιπερίστασις. καὶ λύει λέγων, ὅτι οὐ πάρεστιν ἡ ὑλικὴ αἰτία· ξηρότης γάρ ἐστιν. p. 348b29 Γίνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν. τουτέστι διὰ τὴν ἀντιπερίστασιν. p. 348b30 Συμβάλλεται δ’ ἔτι καὶ πρὸς τὴν τραχύτητα τῆς ξεως καὶ τὸ θερμανθῆναι τὸ ὅδωρ. Ἠ τῆς δευτέρας ἀπορίας τῆς λεγούσης· διὰ τί φθινοπώρου μᾶλλον ἢ ἔαρος, ἐπειδὴ πρὸς τὴν σύντομον τῆξιν συμβάλλεται τὸ προθερ μανθῆναι τὸ ὕδωρ; p. 349a1 Χρῶνται τῷ καλάμῳ ὥσπερ τῷ μολίβδῳ. οὐχ ὥσπερ αὐτοὶ κέχρηνται τῷ μολίβδῳ ἀποδεσμοῦντες ἐν τῇ ὁρμιᾷ οὕτω κέχρηνται νῦν τῷ καλάμῳ, ἀλλ’ ὥσπερ οἱ τὰ ἀγάλματα ἱστῶντές κέχρηνται αὐτῷ χάριν τοῦ στηρίξαι καὶ ποιῆσαι ἠρεμῆσαι ἐπὶ τὸν βωμὸν τὸ ἄγαλμα, ὡς λοιπὸν κρατουμένου τοῦ καλάμου ὑπὸ τοῦ κρυστάλλου μηδὲ αἴσθηται τῆς χειρὸς πρὸς κράτησιν. τὴν γοῦν χρείαν τῆς χειρὸς τοῦ ἁλιέως ποιεῖ ὁ κρύσταλλος. p. 349a3 Θερμὸν δὲ γίνεται ταχὺ τὸ συνιστάμενον ὕδωρ ἐν ταῖς ὥραις ταῖς χώραις ταῖς ἀλεειναῖς. Τοῦτο ὡς πρὸς τὸ ἄνω ἀποδέδωκεν. ἐπειδὴ γὰρ ἔφη, ὅτι προθερμαίνουσι τὸ ὕδωρ καὶ οὕτω ψύχουσι, φησίν, ὅτι ἐν ταῖς θερμαῖς ὥραις τὸ ὕδωρ συντομώτερον θερμαίνεται, ἐπειδὴ καὶ ἁλμυρότερον εὑρίσκεται· p. 349a4 Γίνεται δὲ καὶ περὶ τὴν Ἀραρίαν. ‘Η γὰρ ἀπορία, διὰ τί ἐν Αἰθιοπίᾳ ὑετὸς κατάγεται, εἴ γε μὴ ἔστιν ἐκεῖσε ὑγρότης. καὶ λύει λέγων, ὅτι ἔστιν, ἀλλ’ οὐκ ἐκεῖ γεγενημένη, ἀλλ’ ἐκεῖ σεσωρευμένη διὰ τὸ ἀποδιώκεσθαι τὰ νέφη ὑπὸ τῶν ἐτησίων βορειων ὄντων. p. 349a9 Καὶ νιφετοῦ. Ἀρχαίῳ ὀνόματι τὴν χιόνα νιφετὸν ἐκάλεσεν. οὕτω γοῦν καὶ ὁ ποιητὴς τῆς τὴν χιόνα καλεῖ. Πρᾶξις ιݲεݲ. p. 349a12 Περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων· Ἄνεισιν ὁ φιλόσοφος μετὰ τὰ γινόμενα ἐκ τῆς ἀτμίδος ἔν τε τῷ ἄνω τόπω καὶ ἐν τῷ κάτω καὶ ἐπὶ τὴν καπνώδη ἀναθυμίασιν καὶ παραδίδωσι πάλιν τὰ ἐξ αὐτῆς γινόμενα οὐκ ἐκπυρουμένης (ἤδη γὰρ ταῦτα παραδέδωκεν, ἡνίκα διᾳττόντων, δαλῶν καὶ τῶν ὁμοίων ἐμέμνητο), ἀλλὰ μενούσης οὕτως. περὶ γὰρ ἀνέμων διαλέγεται· οὐδὲν δὲ ἕτερόν ἐστιν ἄνεμος ἢ καπνώδης ἀναθυμίασις κινουμένη ἐν τῷ περὶ τὴν γῆν τόπῳ. τὸ δὲ ‘περὶ τὴν γῆν’ σημαίνει, ὡς λοξὴν τὴν κίνησιν ποιοῦνται οἱ ἄνεμοι. τῆς δὲ λοξῆς κινήσεως τῶν ἀνέμων ἄλλην μὲν αἰτίαν ὁ Θεόφραστος ἐν τοῖς οἰκείοις Μετεώροις ἀποδίδωσιν, ἄλλην δὲ νῦν ὁ Ἀριστοτέλης. ὁ γὰρ Θεόφραστός φησιν ἐν τῇ καπνώδει ταύτῃ ἀναθυμιάσει μεμῖχθαί τινα πυρώδη οὐσίαν καὶ γηίνην, αἵτινες αἵτινες τὴν ἐναντίαν κίνησιν κινούμεναι καὶ μαχόμεναι λοξὴν ποιοῦνται τὴν κίνησιν. μὴ γάρ τις λεγέτω, ὅτι διὰ τί γὰρ μὴ ὑφίεται ἢ <ἡ> ἐπὶ τὰ ἄνω κίνησις τοῦ γεώδους ἐπικρατοῦντος ἢ ἡ ἐπὶ τὰ κάτω τοῦ πυρώδους πλεονάζοντος ἐπ’ εὐθείας τῆς κινήσεως γινομένης; ῥητέον γάρ, ὅτι τοῦτο καλῶς λέγεται ἐπὶ σωμάτων κρεμαμένων· ἐπὶ γὰρ ἐκείνων ἀνάγκη ὕφεσιν γενέσθαι ἑκατέρας ἀμετρίας κολαζομένης, ἐπὶ δὲ σωμάτων κατὰ παράθεσιν ἑνωθέντων οὐχ ἕπεται τοῦτο· ἑκάτερον γὰρ τὴν αὐτῆν ἔχον ἰσχὺν μένει ἀπομαχόμενον. διὸ μηδενὸς ὑπείκοντος ἐκ περιστάσεως τὸ ὅλον εἰς τὰ πλάγια φέρεται. οὕτω μὲν ὁ Θεόφραστος. ὁ δέ γε Ἀριστοτέλης φησίν, ὅτι ἄνεισιν ἡ καπνώδης ἀναθυμίασις καὶ φέρεται πλησίον τοῦ ἀπογείου ἀέρος, καὶ κύκλου γενομένου καὶ προσπταίοντος κύκλῳ κινουμένω σώματι χεῖται καὶ πεπλανημένην εἰς τὰ πλάγια κίνησιν ποιεῖται. ὥσπερ γὰρ εἴ τις λύχνον ἀποσβέσας τῆς θρυαλλίδος ἔτι σῳζομένης ὑποβάλῃ τοῦ. τὸν κάτω κρικωτῆς σφαίρας, θεάσεται τὸν προσπταίοντα καπνὸν οὐ κύκλῳ συμπεριφερόμενον τῇ σφαίρᾳ, ἀλλ’ εἰς τὰ πλάγια πεπλανημένως κινούμενον. οὕτως ἐστὶ καὶ ἐπὶ τῆς καπνύδους ἀναθυμιάσεως καὶ τοῦ κύκλω κινουμένου ἀέρος. οὕτω καὶ ὁ Ἀριστοτέλης. ἕπεται δὲ τῷ μὲν Θεοφράστῳ κάτωθεν λέγειν τὴν ἀρχὴν τοὺς ἀνέμους ἔχειν δῆλον γάρ, ὅτι εὐθὺς μάχουται) τῷ δὲ Ἀριστοτέλει τὸ ἄνωθεν ἐκ τοῦ ἀέρος ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως τοὺς ἀνέμους. καὶ ἄμεινον Ἀριστοτέλης λέγει ἢ Θεόφραστος· τῷ γὰρ Ἀριστοτέλει μαρτυρεῖ τὰ πράγματα. κινουμένων γὰρ τῶν νεφῶν προλέγομεν τὸν μέλλοντα πνεύσεσθαι ἄνεμον ὡς ἐκεῖθεν ἀρχόμενον πνεῖν. ἀλλὰ μὴν ἔδει κατὰ τὸν Θεόφραστον ἐν τοῖς κοίλοις μᾶλλον τόποις σφοδροτέρους εἶναι τοὺς ἀνέμους, εἰ γὰρ ἀπὸ γῆς ἄρχονται, ἕκαστον δὲ πρὸς τὴν οἰκείαν ἀρχὴν σφοδρότερόν ἐστιν. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι ἐν τοῖς ὄρεσιν διὰ τὸ πλησιάζειν αὐτὰ τῷ ἄνω ἀέρι σφοδρότεροί εἰσιν οἱ ἄνεμοι. Ἀριστοτέλης τέλης δὲ λέγει ταῦτα μὲν περὶ τῆς λοξῆς αὐτῶν κινήσεως. ἀρχόμενος δὲ ὁ Ἀριστοτέλης τῆς περὶ ἀνέμου κατὰ τὸν εἰθισμένον τρόπον διδασκαλίας πρότερον τὰ τοῖς ἄλλοις δοκοῦντα |ἀνατρέπει καὶ οὕτω τὴν ἰδίαν ἐπάγει περὶ αὐτῶν δόξαν. τρεῖς οὖν ὑπολήψεις παλαιῶν ἀνατρέπει περὶ ἀνέμων γενομένας. μίαν μέν, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος, καθάπερ Ἱπποκράτης ὁ ἰατρὸς ὑπελάμβανε· λέγει γὰρ ἐν τῷ Περὶ φυσῶν τὸν ἄνεμον ἠέρος εἶναι ῥεῦμα καὶ χεῦμα· τούτου γὰρ κινουμένου τοὺς ἀνέμους ἔλεγε γίνεσθαι, ἱσταμένου δὲ τὸ ὕδωρ. δευτέραν δὲ ἐλέγχει ὑπόληψιν τὴν λέγουσαν ἕνα εἶναι ἄνεμον καὶ οὐ πλείονας, ἐπειδὴ καὶ οἱ ὀνομαζόμενοι πλείους ἄνεμοι εἷς ἄνεμός ἐστι διὰ τὸ ἐκ μιᾶς ὕλης γίνεσθαι. τρίτην δὲ ἐλέγχει τὴν ὑποτιθεμένην ἐνεργείᾳ εἶν τὴν ὕλην τῶν ἀνέμων σωρευομένην ἐν τῇ γῇ, ὥσπερ οὖν καὶ τῶν ὑδάτων. ὅθεν ἐπειδὴ ὑδάτων ἐμνημόνευσεν, ἐκκρούεται τοῦ προκειμένου καὶ περὶ ποταμῶν διαλέγεται καὶ καταπαύει τὸν πρῶτον λόγον εἰς τὸν περὶ ποταμῶν λόγον· εἶτα διὰ τὴν συγγένειαν τῶν ποταμῶν καὶ τῆς θαλάττης ἀρχόμενος τοῦ δευτέρου λόγου τοὺς περὶ θαλάττης ποιεῖται λόγους, καὶ εἶθ’ οὕτως τελευταῖον ἄνεισιν ἐπὶ τὸ ἐξ ἀρχῆς καὶ περὶ ἀνέμων διαλέγεται. αὕτη μὲν οὗν ἐστιν ἡ περιπέτεια τοῦ λόγου. ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου καὶ σκοπήσωμεν, εἰ ὁ ἄνεμος ἀήρ ἐστι κινούμενος, καὶ πρότερον, εἰ δοκεῖ, τῷ ἀντικειμένῳ σὺν· ηγορήσωμεν. τοσοῦτόν φησιν· ὁ ἄνεμος ἀὴρ κινούμενός ἐστιν, ὅτι καὶ ἡμεῖς αὐτοὶ κινοῦντες τὸν ἀέρα ἄνεμον ποιοῦμεν· ῥιπίδα γὰρ δι’ αὐτοῦ παρ- άγοντες τὰ ἀνέμων ἐργαζόμεθα ψύχοντες τὸ σῶμα. ἀλλὰ ῥητέον, ὅτι οὐ γνήσιον ποιοῦμεν ἄνεμον οὐ γὰρ ἐκ τῆς καπνώδους γίνεται ἀναθυμιάσεως), ἀλλὰ μᾶλλον νόθον. ἀλλὰ ζητητέον, τί δήποτε, εἰ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως οἱ ἄνεμοι, τῆς θέρμης ψύχουσι· καὶ ῥητέον, ὅτι τῷ ἐξωθεῖν ἀφ’ ἡμῶν τὸν προεκθερμανθέντα ἐξ ἡμῶν ἀέρα καὶ εἰσφέρειν ψυχρότερον ἀέρα, τούτῳ ψύχουσι. τούτῳ τῷ λόγῳ καὶ ἡ ῥιπὶς τὰ ἀνέμων ποιεῖ ἐκδιώκουσα τὸν θερμανθέντα ἀέρα. ὅθεν ἐν θόλῳ θερμοῦ ἀέρος οὐδὲν συμβάλλεται ἡ ῥιπὶς διὰ τὸ θερμὸν εἶναι τὸν ἀντεισαγόμενον ἀέρα. ἀλλ’ ἡ ἀπορία, καὶ διὰ τί θέρους μὴ σφοδρότεροι οἱ ἄνεμοι, εἰ καὶ πλείων ἡ ἄνα· θυμίασις ἡ καπνώδης. καὶ ῥητέον, ὅτι ὥσπερ ἀπὸ ὑγροῦ ξύλου πολὺς καπνὸς ἐκδίδοται ἤπερ ἀπὸ ξηροτέρου, οὕτω καὶ ἀπὸ ὑγρᾶς γῆς ἤπερ ἀπὸ ξηρᾶς· διὸ μᾶλλόν ἐστι χειμῶνος σφοδρότερα. ὅτι δὲ οὐκ ἔστι ἄνεμος ἀὴρ κινούμενος, δείξεις ἐντεῦθεν· ποῖον λέγεις ἄνεμον, τὸν συμπεριφερόμενον τῷ παντὶ ἢ τὸν περίγειον; ἀλλ’ εἰ μὲν τὸν συμπεριφερόμενον, ἔδει πάντας τοὺς ἀνέμους ἀπηλιώτας εἶναι οὕτω γὰρ κινεῖται ὁ ἀπόγειος ἀὴρ τῷ παντὶ συμπεριφερόμενος), εἰ δὲ τὸν περίγειον λέγεις ἀέρα κινεῖσθαι, ἔδει τοὺς ἀνέμους ἐπὶ τὰ ἄνω κινεῖσθαι· ταύτην γὰρ κινεῖται τὴν κίνησιν ὁ περίγειος ἀήρ. ἀλλὰ μὴν καὶ λοξῶς κινοῦνται καὶ οὐ πάντες ἀπηλιῶται· πρόδηλον, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος. ἀλλ’ οὐδὲ μὴν εἷς ἐστιν ὁ ἄνεμος, διότι πᾶς ἄνεμος ἐκ τῆς αὐτῆς ὕλης ἐστί· τὰ γὰρ πραγματα οὐ τῇ ὅλῃ, ἀλλὰ τῷ εἴδει κρίνονται. εἰ γὰρ τῇ ὕλῃ, οὐδὲν διενήνοχεν ἵππος καὶ κύων καὶ ἄνθρωπος καὶ τὰ λοιπὰ ζῷα· μία γάρ ἐστι τούτοις ὑποβεβλημένη ὕλη. ἀλλ’ ἔστιν ἐπὶ αὐτῶν ἡ κρίσις ἐκ τοῦ διαφόρου εἴδους. εἰ οὖν καὶ μία ἐστὶν ἡ ὕλη τῶν ἀνέμων, ἀλλ’ οὖν ὅμως τὰ εἴδη διάφορα. εἴδη δὲ τῶν ἀνέμων οἱ τόποι οἱ διάφοροι, ἐξ ὧν πνέουσι καὶ εἰς οὓς φέρονται. οὕτω καὶ οἱ ποταμοί, εἰ τῇ ὕλῃ τὰ πράγματα ἐκρίνοντο, ἄν ἀλλήλων διέφερον· πάντων γὰρ ὕλη τὸ ὕδωρ, †ἀλλ’ ἐπειδή τινι εἴδει κρίνονται. ἔστι δ’ αὐτῶν διάφορα εἴδη ποταμῶν αἱ πηγαί, ἐξ ὧν φέρονται, καὶ τὰ μέρη τὰ διάφορα τῆς θαλάττης, εἰς ἃ ἐκρέουσι· πάντες γὰρ οἱ ποταμοὶ εἰς τὴν θάλατταν εἰσβάλλουσι. διὸ καὶ αὐτὴ θηλυκῶς λέγεται θήλεος γὰρ τὸ δέχεσθαι), αὐτοὶ δὲ ἀρρενικῶς· ἄρρενος γὰρ τὸ διδόναι. τοῦτο καὶ τὸ δεύτερον. τρίτον, ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ ὕλη σωρευθεῖσα τῶν ἀνέμων κατὰ τὸν ποιητὴν εἰρηκότα· ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ’ ἐκ πάντες ὄρουσαν, ὥσπερ οὖν οὐδ’ ἡ τῶν ὑδάτων· καὶ ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ τῶν ὑδάτων ὥσπερ ἐν ἀγγείῳ πηγή, δείξῃς ἄν διὰ τριῶν ἐπιχειρημάτων. εἴ τις φαντασθείη, πόσον ἐστὶ τὸ ἐκρέον ὕδωρ ἐν τῇ θαλάσσῃ καθ’ ἑκάστην ἡμέραν καὶ δι’ ὅλου τοῦ ἔτους ἐκ τῶν ποταμῶν, οὕτως εὑρήσει πολλῷ πλέον τὸ ὕδωρ ὑπάρχειν τοῦ ὄγκου τῆς γῆς. δεύτερον· εἰ ἐν τῷ ἄνω τόπῳ ἀτμὶς φερομένη καὶ ψύξει προσπταίουσα πήγνυται καὶ εἰς ὕδωρ μεταβάλλεται, τί ἄτοπον καὶ ἐν τῇ γῇ ἀτμίδος οὔσης ταύτην ὑποθέσθαι εἰς ὕδωρ μεταβάλλομένην; ἔστι γὰρ καὶ ἐν τῇ γῇ ψύξις. ὥστε οὐκ ἐνεργείᾳ ἐστὶ τὸ ὕδωρ, ἀλλὰ γίνεται καθ’ ἑκάστην τῆς ἀτμίδος μεταβαλλούσης. τρίτον ἐπιχείρημα· εἰ οἱ ὑδροφάνται οὐ τοὺς τυχόντας τόπους ὀρύσσουσιν, ἀλλ’ ἐν ὅσοις εἰσὶν ἱδρῶτες τῆς γῆς, ὡς ἄν ἐκεῖ πλείονος ὑποκειμένης ἀτμίδος καὶ ταύτης εἰς ὕδωρ μεταβλλομένης, πρόδηλον ὅτι οὐκ ἔστιν ἐνεργείᾳ. δοκιμάζουσι δὲ τὴν ἔνυδρον γῆν οἱ ὑδροφάνται οὕτως· ἀγγείου κενοῦ τὸ στόμα χωννύουσιν εἰς τὴν γῆν καὶ ἐῶσιν εἰς τὴν γῆν, καὶ μετὰ ταῦτα ἐπαίρουσιν αὐτὸ ἀπὸ τῆς γῆς. καὶ ἐὰν περὶ τὸν πυθμένα ἔσωθεν εὕρωσιν ἀτμίδα τινά, λέγουσι τὸ ὕδωρ ἐκεῖ ὑπάρχειν· ὅσῳ δὲ πλείστην ἀτμίδα εὕρωσι, τοσοῦτον ἐπιπολῆς τὸ ὕδωρ δηλοῦται ὅτι ἐστίν. καὶ διὰ τοῦτο ἕλκει τὸ ἀγγεῖον τὴν ἰκμάδα τῆς γῆς, ἐπειδὴ θερμαινόμενον ὑπὸ τοῦ ἡλίου δίκην σικύας ἕλκει, ἐὰν ἔστιν ἐκεῖσε ὑγρότης. ὅτι δὲ οὐκ ἔστιν ἐνεργεία τὸ ὕδωρ, καὶ ἐξ ἡμῶν αὐτῶν δῆλόν ἐστι· τῆς γὰρ θαλάττης πλησίον ἐν τῷ αἰγιαλῷ βόθρον ἐμποιοῦντες συναγόμενον εὑρίσκοιμεν γλυκὺ ὕδωρ· ὥστε οὐκ ἐνεργείᾳ 22 ν ἐστὶν ἡ ὕλη τῶν ποταμῶν. οὐ τοῦτο λέγω, ὅτι οὐδὲ ὅλως ἐστὶν ἐνεργείᾳ ἔστι γάρ), ἀλλ’ ὅτι οὐδὲ μόνως ἐνεργείᾳ οὔτε μόνως δυνάμει. ὅτι δέ ἐστιν ἐνεργείᾳ, δῆλον ἔκ τε τῆς ἐμφάσεως τῶν ποταμῶν καὶ ἐκ τῆς ἀναπόσεως καὶ ἐκ τῶν ἀναφυομένων ἐν θαλάττῃ γλυκέων ὑδάτων. γίνονται δὲ αἱ μὲν ἀναπόσεις τῶν ποταμῶν διὰ τὸ μὴ εἶναι πολλάκις ἔξοδον ἐν θαλάττῃ· διὸ μὴ ἠρεμούντων τῶν ὑδάτων, ἀλλ’ ἐν αὐτοῖς ὁδοποιούντων πολλάκις ἐπὶ τὸ βάθος χωροῦσι ἐξαίφνης ἀφανίζονται· νονται, ὅταν ἐν βάθει πλεονάζον τὸ ὕδωρ μετὰ πολλοῦ πνεύματος βιαίως ἐπὶ τὰ ἄνω ἀνενεχθῇ. ἐν δὲ τῷ μέσῳ τῆς θαλάσσης γλυκὺ ὕδωρ εὑρίσκεται, ὥστε καὶ ἐξ αὐτοῦ ἀρύεσθαι διὰ τὸ πολὺ πνεῦμα μεμῖχθαι τῷ ὕδατι τῷ κάτω καὶ τὴν ἔκφανσιν ὑπομένοντι· τοῦτο οὖν ὑπὸ τοῦ πνεύματος μετεωριζόμενον ἄνεισιν ἄνω καὶ ἐπιπολῆς εὑρίσκεται. ταῦτα διὰ τούτων παραδίδωσιν Ἀριστοτέλης. p. 349a12 Περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων. Ἄνεισι ἐπὶ τὸν λόγον τῆς καπνώδους ἀναθυμιάσεως καὶ παραδίδωσι τὰ ἐκ ταύτης γινόμενα οὐκ ἐκπυρομένης, ἀλλὰ μενούσης. οὕτω δέ ἐστι περὶ ἀνέμων καὶ πάντων πνευμάτων. τί οὗν καὶ τὰ πνεύματα οὔκ εἰσιν ἄνεμοι; ῥητέον, ὅτι περὶ μὲν ἀνέμων λέγει τῶν κατονομασθέντων, τῶν δὲ λοιπῶν πνευμάτων ἀκατονομάστων· ἔστι γὰρ πολλά, οἷα τὰ μεταξὺ καικίου τυχὸν καὶ βορρᾶ καὶ τῶν λοιπῶν. p. 349a12 ἔτι δὲ ποταμῶν καὶ θαλάττης. Προτίθεται εἰπεῖν περὶ ἀνέμων πρῶτον, εἶτα περὶ θαλάττης καὶ εἷθ’ οὕτως περὶ ποταμῶν. πλὴν οὐ περὶ ἀνέμων πρῶτον ποιεῖται τὸν λόγον, ἀλλ’ ἀπορήσας, εἰ ἐνεργείᾳ ἐστὶν ἡ ὕλη αὐτῶν καὶ εἰρηκώς, ὅτι οὐκ ἔστιν, ὥσπερ οὖν οὐδὲ τῶν ποταμῶν, ἀποπλανᾶται καὶ περὶ τῶν ποταμῶν τὸν λόγον ποιεῖται κατακολουθῶν κἀν τούτῳ τῷ Πλάτωνι. οὕτω γὰρ κἀκεῖνος προτίθεται μὲν ἐν ταῖς Πολιτείαις περὶ δικαιοσύνης εἰπεῖν, ἀποπλανᾶται δὲ ὅμως καὶ τοὺς περὶ πολιτείας λόγους καταβάλλεται, ἄμεινον ἡγούμενος καταλιμπάνειν ἡμᾶς τὰ μικρὰ γράμματα, φημὶ δὲ τὴν δικαιοσύνην, καὶ κε. χρῆσθαι τοῖς μείζοσι γράμμασι, φημὶ δὴ ταῖς πολιτείαις. τούτῳ γὰρ καὶ μόνῳ διαφέρετον ἀλλήλων. p. 349a16 εἰσὶ Εἰσὶ οἵ φασι τὸν καλούμενον καὶ τὰ ἐξῆς. τινὲς τουτέστιν οἱ περὶ τὸν Ἱπποκράτην. οὗτος γὰρ τὸν ἄνεμον ἠέρος ἔλεγεν εἶναι χεῦμα καὶ ῥεῦμα· κινούμενον μὲν αὐτὸ ποιεῖν τοὺς ἀνέμους, ἠρεμοῦν δὲ τὸ ὕδωρ. ὅπερ ἀπίθανον· οὐδὲ γὰρ ἐκ μιᾶς ὕδωρ ὕλης καὶ ἄνεμοι γίνονται· τῶν μὲν γὰρ ἡ καπνώδης ἀναθυμίασις ὕλη, τῶν δὲ ἡ ἀτμιδώδης. p. 349 a 20 Διὸ καὶ τῶν βουλομένων λέγειν τινὲς ἕνα φασὶν εἶναι ἄνεμον πάντας τοὺς ἀνέμους. Τὸ δεύτερον πρόβλημα, ὅτι τινὲς διὰ τὸ εἶναι μίαν τὴν ὕλην τῶν ἀνέμων ἔνα φασὶν ἄνεμον κακῶς λέγοντες· οὐ γὰρ τῇ αὐτῇ ὕλῃ, ἀλλὰ τῷ εἴδει τὰ πράγματα κρίνονται. p. 349a22 Ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντα. τουτέστι τὸ πνεῦμα, εἰ οὖν ἐστιν ὁ ἀὴρ ἓν καὶ τὸ πνεῦμα. p. 349a23 Δοκεῖ δὲ διαφέρειν οὐδὲν διαφέροντα παρὰ ἰοὺς τόπους. ‘H ἔνστασις, ὅτι οἴονται ἕν εἶναι τὸν ἄνεμον μηδεμίαν ὅλως διαφορὰν τῶν ἀνέμων διὰ τὸ δίφορον τοῦ τόπου λέγοντες, καὶ ταῦτα εἴδους ὄντος διφόρου τῶν ἀνέμων, ὥσπερ καὶ τῶν ποταμῶν οἱ διάφοροι τόποι εἶδος ὑπάρχουσιν· οὐ γὰρ δεῖ τῷ κοινῷ τῆς ὕλης μηδὲν διαφέρειν τοὺς τόπους ἀεὶ ὑπολαμβάνειν. p. 349a26 Διὸ βέλτιον οἱ πολλοὶ λέγουσιν ἄνευ ζητήσεως τῶν Τουτέστιν οἱ ταῖς κοιναῖς ἐννοίαις ἑπόμενοι βέλτιον λέγουσιν· οἱ ζητοῦντές τι πρὸς τῷ μηδὲν χρηστὸν λέγειν ἀνατρέπουσι καὶ τὰ παρὰ ταῖς κοιναῖς ἐννοίαις ὀρθῶς διακείμενα. p. 349a28 Εἰ μὲν γὰρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ ἰὰ πνεύματα τὸν αὐτὸν τρόπον, τάχα λέγοιεν ἄν τι οἱ λέγοντες οὕτως. ἐντεῦθεν ἐπὶ τὸ τρίτον μέτεισι ζήτημα ζητῶν εἰ μία ἐστὶν ἡ ὕλη ἐνεργεία τῶν ἀνέμων καὶ τῶν ὑδάτων. καί φησιν, ὅτι εἰ τῶν ποταμῶν μία ἡ ὕλη ἐστίν, ἴσως ἂν καὶ τῶν ἀνέμων ἐστὶν ἡ ὕλη. καὶ ἐπειδὴ ποταμῶν ἐμνήσθη, τρέπεται ἐπὶ τὸν αὐτῶν λόγον καὶ μακρὰν πλάνην πλανᾶται. p. 349a32 Τί τ’ ἐστὶν ἄνεμος καὶ γεγένηται πῶς, καὶ τί τὸ κινοῦν, καὶ ἡ ἀρχὴ πόθεν αὐτῶν, καὶ πότερον ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῥέοντα τὸν ἄνεμον καὶ τὰ ἑξῆς. Τί μέν ἐστιν ἄνεμος, ὅτι κίνησις τῆς καπνώδους ἀναθυμιάσεως καὶ οὐ τοῦ ἀέρος· καὶ πῶς γίνεται, ὅτι τῆς ἀναθυμιάσεως ταύτης ταύτης- δομένης καὶ μὴ ἐκπυρουμένης· καὶ τί τὸ κινοῦν αὐτοὺς λοξὴν κίνησιν, ὅτι οὐ τὸ γεῶδες καὶ τὸ πυρῶδες τὴν ἐναντίαν κινούμενα κίνησιν, ὡς Ἐμτεδοκῆς ᾤετο, ἀλλ’ ὁ κύκλῳ κινούμενος ἀήρ· καὶ πόθεν αὐτῶν ἡ ἀρχή, ὅτι οὐκ ἀπὸ τῆς γῆς, ἀλλ’ ἄνωθεν ἀπὸ τοῦ ἀέρος. ἔτι δὲ πρὸς τούτοις, εἰ ἐνεργείᾳ ἐστὶν ἡ ὅλη αὐτῶν, κατὰ· τὸν ποιητὴν ὡς ἐν ἀσκῷ, ἢ οὐ τοῦτο, ἀλλ’ ἐκ διαφόρων τόπων πνέουσι μὴ ἐν ἑνὶ τόπῳ τῆς ὕλης σω|ρευομένης μηδὲ ἐνεργείᾳ οὔσης, ἀλλὰ δυνάμει καὶ λοιπὸν εἰς τὸ ἐνεργείᾳ ἀγομένης. p. 349b2 Ὁμοίως δὲ καὶ περὶ τῆς τῶν ποταμῶν γενέσεως δοκεῖ τισιν ἔχειν. Καὶ γὰρ καὶ τὴν τούτων ὕλην ἐνεργείᾳ νομίζουσιν εἶναι ἐν τῇ γῇ σωρευθεῖσαν, ὅπερ οὐκ ἀληθές φησι· καὶ λοιπὸν εἰς τὸν περὶ ποταμῶν εἰσβάλλει λόγον. p. 349b7 Διὸ καὶ μείζους ἀεὶ τοῦ χειμῶνος ῥεῖν ἢ τοῦ θέρους. Δι’ ἣν αἰτίαν; ἐπειδὴ ἕκαστον πρὸς τῇ οἰκεία ἀρχῇ δραστικώτερόν ἐστιν. ἐπειδὴ οὖν τὸ συναχθὲν ἄρχεται ἐκδίδοσθαι ἐν χειμῶνι, διὰ τοῦτο πολλοῦ ὄντος τοῦ ἐκδιδομένου καὶ οἱ ποταμοὶ μείζονες. εἰσὶ δὲ οἱ μὲν ἀέναοι, οἱ δὲ χείμαρροι πρὸς τὴν πηγήν, ἐξ ἧς ἐκφύονται. εἰ γὰρ πλέον εἴη τὸ ἐξαγόμενον τοῦ ἐπιφερομένου, χείμαρροι, εἰ δὲ ἴσον ἢ πλέον, ἀέναοι. διηγεῖται δὲ καὶ περὶ τοῦ Νείλου, διὰ τί αὔξεται θέρους. p. 349b15 Καίτοι φανερόν, εἴ τις βούλεται ποιῆσαι οἷον ὑποδοχὴν πρὸ ὀμμάτων. Ἐντεῦθεν λοιπὸν ἐνίσταται πρὸς τὴν δόξαν τὴν λέγουσαν ἐνεργείᾳ τὸ ὕδωρ εἶναι σωρευθὲν ἐν τῇ γῇ καὶ ἐκ τούτου ῥεῖν τοὺς ποταμούς. καί φησι τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας τοῦ ἐκρέοντος πρὸς τὴν γῆν οὕτως· εἴ τις νοήσει τῇ φαντασίᾳ, πόσον ἐστὶν τὸ ἐκρέον ὕδωρ, εὑ· ῥήσει αὐτὸ ὑπὲρ τὴν ἀναλογίαν ὂν τῆς γῆς. πρὸ ὀμμάτων γὰρ ἐκάλεσε τὴν φαντασίαν, διότι πολλὴν συγγένειαν ἔχει ἡ ὄψις πρὸς τὴν φαντασίαν, ὅθεν καὶ ἐκ τῶν ὑποκειμένων τῇ ὄψει ἐκλήθη. πολλὴν δὲ συγγένειαν ἔχει διὰ τὸ τὴν φαντασίαν περὶ ἀπόντα ἐνεργεῖν, ἡ μέντοι ὄψις περὶ τὰ πόρρω ὄντα. πλησίον δέ ἐστι τὸ πόρρω τοὐ ἀπόντος καὶ ὁ ἐπὶ πολὺν χρόνον ἀποδημῶν τοῦ θανόντος. p. 349b21 οὐ μὴν ἀλλὰ ἄτοπον, εἴ τις μὴ νομίζει διὰ τὴν αὐτὴν αἰτίαν ὕδωρ ἐξ ἀέρος γίνεσθαι. ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα ἀποδίδοται. p. 349 b 27 Ἔτι δὲ τοῦ μὴ γινομένου, ἀλλ' ὑπάρχοντος καθ' ἡμέραν. ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. προάγει δὲ αὐτὸ οὕτως· οὐ δεῖ νομίζειν, ὅτι ὑποκάτω τῆς γῆς λίμναι εἰσὶν ὕδατος, ἐξ ὧν ἀπορρεῖ τὸ ὕδωρ, ἀλλ’ ὥσπερ ἐν τῷ ἄνω τόπῳ γίνονται ψεκάδες καὶ αὗται συνερχόμεναι ποιοῦσι ῥανίδα οὕτω δὲ καὶ ἐπὶ τῆς γῆς καὶ οἱονεὶ ἵδρωσίν τινα γενέσθαι. ἐξ οὗ καὶ οἱ ὑδροφάνται τεκμαίρονται, ποῦ δεῖ ὀρύττειν τῆς γῆς καὶ ἐξευρίσκειν πηγάς. p. 349 b 33 Καὶ εἶναι οἷον πιδώσης εἰς ἓν τῆς γῆς. τινὰ τῶν βιβλίων οὕτως ἔχει, ἕτερα ‘ἰδιώσης’. ἀλλ’ εἰ μὲν ‘ἱδιώσης’, ἀντὶ τοῦ ‘ἱδρώσης’, ὥς φησι καὶ Ὅμηρος· ἴδιον, ὡς ἐνόησα, δεδάκρυντο δέ μοι ὄσσε. ὥσπερ γὰρ ἐπὶ τοῦ ἡμετέρου σώματος διεξιὼν ὁ ἀτμὸς ἱδρὼς γίνεται, οὕτως ἔχει κἀπὶ τῆς γῆς. εἰ δὲ ἔχει ‘πιδώσης’, ἀντὶ τοῦ ‘ὀργώσης πίδακας ἐκβάλλειν’. τί δέ ἐστι ‘πίδακας’, ***καὶ ὁ ποιητὴς λέγει ‘πολυπίδακας’. Πρᾶξις ιςݲ p. 350 a 2 Διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν ἑκτῶν ὀρῶν φαίνονται ῥέοντα· Δείξας διὰ τριῶν ἐπιχειρημάτων τῇ προτεραίᾳ ὁ Ἀριστοτέλης μὴ οὖσαν τὴν ὕλην τῶν ποταμῶν ἐνεργείᾳ ὑπὸ γῆν σωρευθεῖσαν καὶ οὕτως ὥσπερ ἀπὸ πηγῆς ῥεῖν, ἔτι πρὸς τούτοις τὸ αὐτὸ τοῦτο δείκνυσι διά τετάρτου ἐπιχειρήματος. ὅτι γὰρ οὐκ ἐνεργείᾳ, φησί, δῆλον ἐκ τοῦ τοὺς ποταμοὺς ἐκ τῶν ὀρῶν ἔχειν τὴν ἀρχήν· ἐξ αὐτῶν γὰρ ἀπολειβομένη καὶ ἀποστάζουσα ἡ ὑγρότης ποιεῖ τοὺς ποταμούς. ὅτι δὲ ἀπὸ τῶν ὀρῶν εἰκότως ῥέουσιν οἱ ποταμοί, δῆλον· τὰ γὰρ ὄρη ἐπιτήδεια καὶ πρὸς τὸ δέξασθαι πολλὴν ὑγρότητα διὰ τὸ σηραγγῶδες αὐτῶν, ἀλλὰ μὴν καὶ πρὸς τὸ φυλάξαι· ὡς πετρώδη γὰρ ὄντα οὐκ ἀπογαιοῦσι τὸ ὕδωρ, ἀλλὰ φυλάττουσιν. ἔτι γε μὴν ἐπιτήδειά εἰσι καὶ πρὸς τὸ γεννῆσαι· ψυχρὰ γὰρ ὄντα τὴν ἀναγομένην ἀτμίδα εἰς ὕδωρ μεταβάλλουσιν. ὥστε οὖν δῆλον ἐκ τούτων, ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ ὕλη τῶν ποταμῶν ἀποκειμένη. ἀλλ’ ἴσως τις ἀπορεῖ λέγων, ὅτι τὰ ὄρη ἀνεπιτήδειά εἰσι πρὸς τὸ δέξασθαι· περιφερῆ γὰρ καὶ στρογγύλα, τὰ δὲ τοιαῦτα ὑετῶν ἀνεπιτήδειά εἰσι. λέγομεν οὖν, ὅτι διὰ τὸ σηραγγῶδες οὐκ ἐμποδίζεται δέξασθαι. ὥσπερ τὸ σπόγγος ἐν οἱῳδήποτε σχήματι εἰ τεθείη, οὐκ ἐμποδίζεται πρὸς τὸ δέξασθαι κατὰ τὰς σήραγγας δεχόμενος, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ὄρους. ἐφ’ οἷς ὁ Ἀριστοτέλης ἐπειδὴ εἶπεν, ὅτι οἱ μέγιστοι ποταμοὶ ἐκ τοῦ ὄρους ῥέουσι, πιστοῦται αὐτὸ ἐκ τῆς ἱστορίας. τῷ γὰρ λόγῳ ἐκπεριέρχεται τὴν οἰκουμένην καὶ πάντας τοὺς ἐν αὐτῇ ποταμοὺς ἀπαριθμεῖται, διαιρῶν αὐτὴν οὐχ ὥσπερ οἱ παλαιοὶ εἰς δύο, εἰς Εὐρώπην καὶ Ἀσίαν, ἀλλ’ εἰς τρία, εἰς Εὐρώπην, Ἀσίαν καὶ Λιβύην. τῆς γὰρ Ἀσίας διαιρεῖ τὴν Λιβύην κατὰ τὸν Νεῖλον, ὡς διακρίνεσθαι τὴν Ἀσίαν ἀπὸ Εὐρώπης μὲν κατὰ τὸν Τάναϊν, ἀπὸ δὲ Λιβύης κατὰ τὸν Νεῖλον. καὶ ἄρχεται ἀπὸ τῆς Ἀσίας λέγων, ὅτι ἀπὸ τοῦ Παρνασοῦ ὄρους πολλοὶ μὲν καὶ ἄλλοι ποταμοὶ ῥέουσι· μέγιστος δὲ ὁ Χοάσπης καὶ ὁ Βάκτρος καὶ ὁ Ἀράξης. οὗτοι δὲ ποταμοί εἰσι Περσικοί, καλῶς δὲ εἶπεν αὐτοὺς τῆς Ἀσίας· πάλαι γὰρ πρὸ τοῦ Ἀλεξάνδρου καὶ ἡ Ἀσία ὑπὸ τὴν Περσίδα ἐτέλει. ἀποροῦσι δέ τινες, τί δήποτε τὸν Παρνασὸν τῆς Ἀσίας λέγει. οὗτος γὰρ πλησίον ἐστὶ Δελφῶν, οἱ δὲ Δελφοὶ τῆς Ἑλλάδος, ἡ δὲ ‘Eλλὰς τῆς Εὐρώπης, παρ’ ἱστορίαν δοκεῖ εἶναι τὸ λεγόμενον. λέγομεν οὖν, ὅτι οὐκ εἶπε τὸν Παρνασὸν Ἀριστοτέλης εἶναι τῆς Ἀσίας, ἀλλ’ †ἐκ τοῦ τοὺς ἐν τῇ Ἀσίᾳ διαιρεῖν ποταμούς. πλὴν τοῦτο ἀτοπώτερον πῶς γὰρ ἐνδέχεται τοῦτο γενέσθαι μεταξὺ τῶν δύο ἠπείρων οὔσης θαλάσσης; ἔστιν οὖν, ὡς ἐμοὶ δοκεῖ, ἴσως ἕτερον ὄρος Παρνασὸς καλούμενον. οὐ γὰρ τοῦτο λέγει τὸ πλησίον Δελφῶν. φησὶ γάρ· οὗτός ἐστιν ἐν τῷ πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ· ὑπερβάντες γὰρ τοῦτο ὁρῶμεν, φησί, τὴν Ἐρυθρὰν θάλασσαν. ἔστι δὲ καὶ ἄλλο ἄπορον περὶ τούτου τοῦ ὄρους. φησὶ γάρ Ἀριστοτέλης, ὅτι ὁ Παρνασὸς πάντων τῶν πρὸς τὴν ἕω τὴν χειμερινὴν μέγιστόν ἐστιν. πῶς οὖν φησι τοῦτο πρὸς τὴν ἕω εἶναι τὴν χειμερινήν, εἴ γε αὐτὴ ἡ ἀντοικουμένη ἐστίν; ἡμεῖς γὰρ τὰ περὶ τὴν ἕω τὴν θερινὴν οἰκοῦμεν, οἱ δὲ ἐν τῇ ἀντοικουμένῃ τὰ περὶ τὴν χειμερινήν. ῥητέον οὖν, ὅτι ‘χειμερινὴν ἕω’ λέγει οὐ πρὸς τὸ πᾶν, ἀλλ’ ὡς πρὸς τὴν οἴκησιν· ἐπὶ γὰρ ἑκάστης οἰκήσεώς ἐστι καὶ θερινὸς καὶ χειμερινός. τῆς οὖν καθ’ ἡμᾶς οἰκήσεως πάντων τῶν ὀρῶν τῶν πρὸς τὴν χειμερινὴν ἀνατολὴν μεῖζόν ἐστιν. ἐπεὶ οὗτος μὲν ἐν τῇ Ἀσία, ἐν δὲ τῇ Εὐρώπῃ ἐστὶν ὁ Καύκασος μέγιστος καὶ μεγέθει καὶ πλάτει. τεκμήριον δὲ τοῦ μὲν ὕψους αὐτοῦ τὸ πρὸ τεσσάρων ὡρῶν τοῦ ἀνατεῖλαι τὸν ἥλιον φωτίζεσθαι καὶ μετὰ τέτταρας ὥρας πάλιν τοῦ δῦναι. ὥστε ἀκρώρειαν αὐτοῦ εἶναι τὴν νύκτα ἤτοι τὸ σκότος ἐν αὐτῇ τεσσάρων ὡρῶν καιρικῶν. οὐ τοῦτο δὲ ἁπλῶς λέγω, ὅτι ἡ νὺξ τέσσαρας ἔχει ὥρας ἐπεὶ εὑρεθήσεται ἡ ἡμέρα εἴκοσιν ὡρῶν καὶ ἔστιν ὑπὲρ γῆν δέκα ζῴδια, ὅπερ ἄτοπον), ἀλλ’ ὅτι εἴκοσι μένει ὥρας φωτιζόμενον. εἰ δὲ καὶ φωτίζεται, ἀλλ’ οὐδαμῶς ἡμέρα λέγεται. ἔοικε γὰρ ὁ ἀὴρ εἶναι, πρὶν ἀνατεῖλαι τὸν ἥλιον, οἷόν ἔσιν περὶ τὸ λυκόφως. τοὺ μὲν ὕψους τεκμήριον τοῦτο· τοῦ δὲ πλάτους τεκμήριόν ἐστι τὸ εἶναι αὐτὸ ἀπείρων ἐθνῶν οἰκήσεις. πάντων οὖν τοῦτο τῶν πρὸς ἰὴν ἕω τὴν θερινὴν μεῖζόν ἐστιν, ὡς ἐκ τούτου ἀναφαίνεσθαί σοι, ὅτι Εὐρώπη Ἀσίας διαφέρει κατὰ τὸ χειμερινὸν καὶ θερινόν· μᾶλλον γὰρ Εὐρώπη περὶ τὰς θερινάς ἐστιν ἀνατολάς, ἡ δὲ Ἀσία μᾶλλον πρὸς τὰς χειμερινάς, εἴ γε τῆς μὲν Εὐρώπης ἐστὶν ὁ Καύκασος, τῆς δὲ Ἀσίας ὁ Παρνασός. ἐκ τούτου, φησί, τοῦ Καυκάσου πολλοὶ μὲν καὶ ἄλλοι ῥέουσι ποταμοί. ῥεῖ δὲ καὶ ὁ Φάσις, οὗ μέμνηται Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικὰ γράψας. ποταμὸς δέ ἐστιν οὗτος περὶ τὴν Σκυθίαν. ἀπὸ δὲ τῆς Πυρήνης —ὄρος δὲ καὶ τοῦτο τῆς Εὐρώπης· ἔφη γὰρ αὐτὸ μέγιστον εἶναι τῶν ὀρῶν τῶν ὄντων πρὸς τὰς ἰσημερινὰς δυσμάς, ἐκεῖ δὲ Εὐρώπη ἐστίν· οὐ γὰρ μόνον ἀρκτῳοτέρα Εὐρώπη ἐστὶ τῆς Ἀσίας, ἀλλὰ καὶ δυτικωτέρα —ῥέουσιν οὖν ἐκ τῆς Πυρήνης ἄλλοι τε πολλοί, ῥεῖ δὲ ἐξ αὐτῆς ὁ Ταρτησὸς καὶ ὁ Ἴστρος. ἀλλ’ ὁ Ἴστρος δι’ ὅλης τῆς Εὐρώπης περὶ τὸ Βυζάντιον φέρεται, τούτου δὲ ἡ ἐπιφάνεια πήγνυται, ὥστε διοδεύεσθαι, καὶ κίνδυνον οὐ τὸν τυχόντα ἐπάγει τοῖς ὁδοιπροῦσι διαλυόμενος. εἰσβάλλει δὲ οὗτος εἰς τὸν Εὔξεινον πόντον, οὗ μέμνηται Ἀπολλώνιος. Εὔξεινος δὲ ἐκλήθη κατὰ εὐφημισμὸν διὰ τὸ κακῶς κῶς αὐτὸν τοῖς ξένοις κεχρῆσθαι. πάντων οὖν τῶν περὶ τὴν ἄρκτον ποταμῶν μῶν σχεδὸν αἱ πηγαί εἰσιν ἐν τοῖς Ἀρκυονίοις ὄρεσιν, ὄρη δέ εἰσι ταῦτα τῆς Κελτικῆς. οὗτοι μὲν οὖν ἐν τῇ Εὐρώπῃ ῥέουσιν καὶ ἐν τῇ Ἀσία. καὶ ἐν τῇ Λιβύῃ δὲ μέγιστοι ποταμοὶ ἀπὸ ὀρῶν ἔχουσι τὴν ἀρχήν. ἀπὸ γὰρ Αἰθιοπικῶν ὀρῶν Αἵγων καὶ ὁ Νύσσης, ἔτι γε μὴν καὶ ὁ Χρεμέτης. ὁ δὲ Νεῖλος ῥεῖ ἀπὸ τῶν Ἀργυρέων ὀρῶν. Ἀργυρέα δὲ ὄρη καλοῦνται διὰ τὸ ἔχειν μέταλλον ἀργυροῦν· ὥσπερ οὖν Χρυσορρόας λέγεται ποταμὸς διὰ τὸ ψήγματα χρυσοῦ καταφέρειν. οὕτως ἴσως καὶ ὁ Νεῖλος διὰ τὸ καταφέρειν ἀργύρου ψήγματα λέγεται ἀπὸ τῶν Ἀργυρέων ὀρῶν ῥεῖν. Πτολεμαῖος δέ φησιν αὐτὸν ῥεῖν ‘ἀπὸ τῶν Σεληναίων ὀρῶν καὶ οὐ διαφωνεῖ Ἀριστοτέλει· ἴσως γὰρ τὰ Ἀργυρέα ὄρη Σεληναῖα καλοῦνται διὰ τὸ τῇ σελήνῃ ἀνακεῖσθαι τὸν ἄργυρον ἡ διὰ τὸ χρῶμα τῆς σελήνης λευκόν, οὐ τὸ ἴδιον τοῦτο γὰρ ἀνθρακῶδες), ἀλλ’ ὅπερ δέχεται ἐκ τοῦ ἡλίου. οὕτω μὲν οὖν ῥέουσιν ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ καὶ ἐν τῇ Αιβύῃ. τὰ μετὰ ταῦτα δὲ ἐπανατρέχει ἐπὶ τὴν Εὐρώπην· ἐκδιηγεῖται γάρ, πόθεν ῥέουσιν οἱ περὶ τὴν Ἑλλάδα ποταμοί, ἡ δὲ Ἑλλὰς τῆς Εὐρώπης. τοῦτο δὲ ποιεῖ δεικνύων, ὅτι ἡμεῖς τῆς σαφηνείας χάριν διαιροῦμεν τὴν γῆν εἰς Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην, ἐπεὶ αὕτη σφαιρικὴ οὖσα οὐδαμῶς διαιρεῖται. οὗτοί εἰσιν οἱ ποταμοί. καὶ μεμαθήκατε, ὅτι οἱ μέγιστοι ἀπὸ τῶν μεγίστων ἐξέρχονται. καὶ εὖ γε λόγοι, ὅτι ἐπὶ θρόνου καθήμενοι ἐν βραχυτάτῳ πᾶσαν τὴν οἰκουμένην ἐκπεριήλθομεν. ἐφ’ οἷς ὁ Ἀριστοτέλης, ἐπειδὴ διὰ τεσσάρων ἐπιχειρημάτων ἔδειξε μὴ εἶναι ἐνεργείᾳ τὴν ὕλην τῶν ποταμῶν ὁρῶμεν δέ, ὅτι καὶ ἕστιν ἐνεργείᾳ), ἐπάγει λέγων, ὅτι οἶδα, ὡς ἔστιν ἐνεργείᾳ σωρευθὲν ὕδωρ. ἀλλ’ οὐ τοῦτο μόνον ὕλη τῶν ποταμῶν, ἀλλὰ καὶ τὸ καθ’ ἑκάστην γινόμενον, οὐδὲ τοῦ ὑετοῦ ὕλη μόνον ἡ ἐν τῷ θέρει γεννηθεῖσα, ἀλλὰ καὶ ἡ καθ’ ἑκάστην ἐν αὐτῷ τῷ χειμῶνι γινομένη. ὅτι δὲ ἔστιν ἐνεργείᾳ τὸ ὕδωρ, δείκνυσι ἐκ τῶν ἀναπόσεων τῶν ποταμῶν καὶ ἐκ τῶν ἐκφάνσεων καὶ ἐκ τούτων ἐν μέσῳ τῆς θαλάττης ὕδωρ γλυκὺ εὑρίσκεσθαι. τούτου δὲ ἤδη τὰς αἰτίας εἰρήκαμεν, πλὴν ἔστιν εἰπεῖν καὶ ἑτέραν αἰτίαν τοῦ εἶναι γλυκὺ ὕδωρ ἐν τῇ θαλάττῃ, τὸ ῥεῖν ποταμοὺς περὶ αὐτήν. οὕτως ὁ ἐπὶ Γάζαν πλοῦς ἔχει ὕδωρ γλυκὺ διὰ τὰ στόμια τοῦ Νείλου. πλὴν εἰ καὶ ἔστιν ὕδωρ, ἀλλ’ οὖν οὐκ ἐν μέσῳ τῆς θαλάσσης. ἀλλ’ οὐ πανταχοῦ ὑπὸ θαλάσσης κυκλοῦνται· τῇ γὰρ ῥύμῃ καὶ τῇ ὁρμῇ ἐκβάλλων ὁ ποταμὸς εἰς τὴν θάλασσαν οἱονεὶ ῥύακά τινα ποιεῖ, ὃς ἄχρι τοῦ ποταμοῦ περιέχει γλυκὺ ὕδωρ. ἐκ πλαγίων οὖν καὶ κατὰ τὸ πέρας ἐκ θαλάτης| περιέχεται, οὐ δήπου δὲ καὶ κατὰ τὴν ἀρχήν. ὅτι δὲ γίνονται ἐκφάνσεις καὶ ἀναπόσεις, καὶ ὅτι ἔστιν ἐν μέσῳ τῆς θαλάσσης ὕδωρ, δεῖ· κνυσιν ἐκ τῆς ἱστορίας. ταῦτα ἔχει ἡ θεωρία. p. 350a2 Διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν. ἐντεῦθεν καὶ τὸ πρῶτον ἐπιχείρημα. p. 350a4 Ὁμοίως δὲ καὶ αἱ κρῆναι. Κρηνῶν καὶ ποταμῶν τὸ ἀπὸ γῆς ἔχειν τὴν ἀρχὴν διάφορον διὰ τὸ ποσόν· ὁ μὲν γὰρ ποταμὸς ἀπὸ μεγάλης πηγῆς, ἡ δὲ κρήνη ἀπὸ μικρᾶς. καὶ τὰ φρέατα δὲ ἀπὸ τῆς γῆς ἔχουσι τὴν ἀρχήν, ἀλλὰ διαφέρουσιν, ὅτι ποῦ μὲν ἐπὶ τοῦ φρέατος ἀπὸ τοῦ βάθους τῆς γῆς ἐκδίδοται τὰ ὕδατα, ποῦ δὲ ἐπὶ πηγῶν καὶ κρηνῶν ἀπὸ τοῦ ἐπιπολῆς. διὸ ποταμοὶ μὲν καὶ κρῆναι ῥευστὰ ἔχουσι τὰ ὕδατα, τὰ δὲ φρέατα στάσιμα· οὐ γὰρ ἐκρέουσι· πλὴν εἰ καὶ στάσιμά εἰσι τὰ φρεατιαῖα ὕδατα, ἀλλ’ οὖν ὅμως οὐχ ὅμοια τοῖς λιμναίοις· ἐκεῖνα γὰρ ὑπόστασιν ἔχουσι, ταῦτα δὲ οὐκ ἔχουσιν ὑπόστασιν, διὸ ἀεὶ ἐκδίδοται ὕδωρ ἐκ τῶν κάτω τῆς γῆς. p. 350a 6 ’Ev δὲ τοῖς πεδίοις ἄνευ ποταμῶν ὀλίγοι γίνονται. Διότι ἡ γῆ αὕτη οὐ δέχεται πολὺ ὕδωρ οὕτε ἔχει σήραγγας. ἀλλὰ μὴν καὶ ἀπο<γαιοῖ> ὡς μὴ πετρώδης, ὡς δὲ μὴ πάνυ ψυχρὰ οὐ γεννᾷ. πλὴν εἰ καὶ εὑρίσκοντι πηγαί, ἀλλ᾿ οὖν μικρόταταί εἰσιν αὗται, οἷαί εἰσιν αἱ ἐπὶ τῶν φρεάτων. p. 350a 10 Τί γὰρ διαφέρει κοῖλον καὶ ὕπτιον εἶναι; Ἀντιπίπτοντος λύσις. εἰ καὶ περιφερὴς <ἢ> ὑπτία ἐστίν, †ἀλλ᾿ οὖν τὸ διάφορον σχῆμα διαφέρει πρὸς τὸ δέξασθαι σηραγγώδους ὄντος τοῦ ὄρους. p. 350 a 12 Καὶ τὴν ἀνιοῦσαν ἀτμίδα ψύχουσι. ***οὐ μόνον συνάγουσι τὸ ἐκ τοῦ χειμῶνος ὕδωρ τὰ ὄρη, ἀλλὰ καὶ γεννῶσι διὰ τὴν ψύξιν, ὥστε οὐκ ἐνεργείᾳ πᾶσα ἡ ὕλη τῶν ποταμων. ρ. 350 a 15 Δῆλον δέ ἐστι τοῦτο θεωμένοις ἡμῖν τὰς τῆς γῆς περιοοους. ᾿Εντεῦθεν ἡ ἱστορία. πλὴν οἱ τοῖς περὶ Θεόπομπον καὶ τοῖς ἄλλοις ἱστοριογράφοις ἀπησχολημένοι πράγματα παρέχουσιν Ἀριστοτέλει, διότι πολλὰ λέγει παρ᾿ ἱστορίαν· πλὴν Ἀριστοτέλης οὐδενὸς τούτων φροντίζει καταφρονῶν τοῦ παραδείγματος. περιόδους δὲ λέγει τῆς γῆς τὰ διάφορα αὐτῆς μέρη. περίοδοι δὲ λέγονται διὰ τοὺς περινοστήσαντας καὶ συγγραψαμένους· συνεγράψαντο γὰρ τὴν τῆς γῆς θέσιν ὡς καὶ τῶν ποταμῶν καὶ τῶν λοιπῶν πάντων τὰς διαφορὰς τῶν μὲν αὐτόπται γενόμενοι, τῶν δὲ αὐτήκοοι. p. 350 a 18 Ἐκ τοῦ καλουμένου Παρνασοῦ. ᾿Ηπόρηται, διὰ τί τοῦτο τὸ ὄρος τῆς ᾿Ασίας λέγει καὶ διὰ τί πρὸς τὰς χειμερινὰς ἀνατολάς, καὶ λέλυται ἑκάτερον. p. 350 a 22 ῾Η ἔξωθεν θάλαττα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐνταῦθα. Ἔξω θάλατταν τὴν Ἐρυθρὰν διὰ τὸ μὴ ἔχειν πέρας. πλὴν νῦν μέν φησιν, ὅτι ἔν τινί ἐστι τόπῳ ἰσθμὸς συνάπτων τὰς δύο ἠπείρους. πλὴν εἰ καὶ ἔστιν, ἀλλ’ οὖν καὶ αὐτὸς ὁ ἰσθμὸς ἔχει ἐπιβεβλημένην θάλασσαν. εἰ καὶ διοδεύεται οὖν, ἀλλ’ οὖν διὰ θαλάττης διὰ τὸ ἀβαθὲς κά ἐπιπόλαιον. p. 350 a 24 Τούτου δ’ ὁ Τάναϊς ἀποσχίζεται. Τάναΐν φησι τὸν διορίζοντα Εὐρώπην ἀπὸ Ἀσίας. περὶ οὗ φησι Διονόσιος· Εὐρώπην δ’ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει. p. 350 a 26 ’Ex δὲ τοῦ Καυκάσου. Ὁ Καύκασος ὄρος ἐστὶ τῆς Εὐρώπης μέγιστον κατά τε τὸ πλάτος καὶ τὸ βάθος ὑπάρχον. p. 350 a 30 Σημεῖον δέ, ὅτι ὁρᾶται ἀπὸ τῶν καλουμένων βαθέων καὶ εἰς τὴν λίμνην εἰσπλεόντων. τόπος ἐστὶ περὶ τὸν πόντον βαθύτατος, ἐν ᾧ μέλλει ἐρεῖν, ὅτι καὶ γλυκὺ ὕδωρ εὑρίσκεται. ‘βάθος’ δὲ καλεῖται, ὅτι οὐδεὶς ἠδυνήθη καταλαβεῖν τὸ βάθος αὐτοῦ. πλὴν ἐμοὶ δοκεῖ μὴ καταληφθῆναι τὸ βάθος οὐ διὰ τὸ ἄπειρον αὐτὸ εἶναι, ἀλλ’ ἐπειδὴ ἀναδίδοται ἐκεῖ γλυκὺ ὕδωρ, ὡς εἴρηται. τοῦτο δὲ μετὰ πολλοῦ πνεύματος ἀναφέρεται καὶ οὐ συγχωρεῖ τὰ βάρη κατενεχθῆναι· †ἀνωχοῦνται γὰρ ὑπὸ τῆς τοῦ πνεύματος βιαίας φορᾶς· περισκορπίζονται οὖν ἐν τῷ πλάτει τὰ ἐξαπτόμενα σχοινία τοῦ βάρους, καὶ διὰ τοῦτο καὶ πολλῶν καὶ μεγίστων σχοινίων ἐμβαλλομένων οὐ καταλαμβάνεται τὸ βάθος. ἢ οὖν τοῦτο, ἢ εἰπὲ καὶ ἄλλο. καταληφθῆναι νομίζουσιν οἱ περὶ ταῦτα ἀπησχολημένοι τὴν ἐκ τοῦ ἐν ταῖς βολίσι ταῖς παρ’ αὐτοῖς βαλλομέναις ψάμμον ἀνάγεσθαι, ἐξ ἧς καὶ τοὺς διαφόρους τόπους ἐν πελάγεσιν ὄντες καταλαμβάνουσι. ταύτην οὐν οὐκ ἐνδέχεται τὴν ψάμμον ἀνενεχθῆναι διὰ τὸ μὴ εἶναι ὑποστάθμην τοῦ ὕδατος, ἀλλ’ ὥσπερ ἐπὶ φρέατος ἀναβρύειν τὸ ὕδωρ, ἢ εἰ καὶ ἀναφέρεται, περισκορπίζεται διὰ τὴν κίνησιν τοῦ ὕδατος πολυειδῆ ὑπάρχουσαν. p. 350b8 Περὶ οὖν τοῦ μεγέθουσ λίαν εἰσὶν οἱ λεγόμενοι μυθώδεις. Ἄπιστον γὰρ μέγεθος περὶ αὐτό φασι καὶ ὅμοιον τοῖς ὑπὲρ Θούλην ἀπίστοις. ὑπὲρ Θούλην δ’ εἰσὶν ἄπιστα τὰ πάνυ διεψευσμένα· λέγοντι δὲ οὕτω, διότι καὶ τὰ περὶ τῆς νήσου ταύτης λεγόμενα μυθώδη εἰσί. p. 350 b 13 Καὶ τοῦ Νείλου τὸ ῥεῦμα πρῶτον ἐκ τοῦ Ἀργυρέου καλουμένου ὄρους. Ὁ μὲν οὖν Ἀριστοτέλης, ὥσπερ καὶ ὁ Πτολεμαῖος, φησὶ πηγὰς ἕχειν τὸν Νεῖλον· ‘Ηροδότῳ δὲ μᾶλλον πιστευτέον ἐντεῦθεν λέγοντι ἐκ τῆς ἀντοικουμένης ἔχειν τὴν ἀρχὴν αὐτόν· διὸ καὶ θέρους πλημμυρεῖ, ὅτε ἐκεῖσε χειμών. ὅτι γὰρ οὐκ ἀπὸ πηγῆς ῥεῖ, πρόδηλον· τὴν γὰρ Μερόην φασὶ νῆσον εἶναι κυκλουμένην ὑπὸ τοῦ Νείλου, τὰ δὲ μετὰ τὴν Μερόην ἀοίκητά αὐτὸ λοιπὸν ἡ ἀντοικουμένη. p. 350 b 15 Ὁ μὲν Ἀχελῷος ἐκ Πίνδου. Πίνδος ὄρος ἐστὶ Πελοποννήσου. ὄρος τοῦτο Θρᾳκικόν, ὥσπερ οὖν καὶ Ἡρόδοτος αὐτὸς μέμνηται. p. 350 b 20 Ἐπεὶ καὶ ὅσοι αὐτῶν ἐξ ἑλῶν, τὰ ἕλη ὑπὸ ὄρη κεῖσθαι συμβαίνει. Ἀντιπίπτοντος λύσις. ὥς τινος γὰρ ἐρωτῶντος· ‘καὶ μὴν ἐν τοῖς ἕλεσιν ὁρῶμεν ποταμούς’ ἐπάγει τὴν λύσιν, ὅτι πάντως ἐπάνω τοῦ ἕλους τούτου ὄρη εἰσίν, ἐξ ὧν ἀποστάζει ἡ ὑγρότης. πάντες οὖν οἱ ποταμοὶ ἀπὸ ὄρους ῥέουσιν. p. 350 b 22 Ὅτι μὲν οὖν οὐ δεῖ νομίζειν οὕτω γίνεσθαι τὰς ἀρχὰς τῶν ποταμῶν. Τὸ συμπέρασμα. p. 350 b 30 Οὐ μὴν ἀλλὰ καὶ τοιούτους τόπους ἔχοντας πλῆθος ὕδατος. ἐντεῦθεν ἐπὶ τὸ τελευταῖον μέτεισι λέγων, ὅτι οἶδα κἀγώ, ὡς ἔστιν ἐνεργείᾳ τῶν ποταμῶν ἡ ὕλη, ἀλλ’ οὐ μόνη. ἀλλὰ καὶ τὸ καθ’ ἑκάστην ἐκ τῆς γῆς γεννώμενον ὕδωρ *οἷον λίμνας οὐδὲν ἄτοπον, πλὴν οὐ τηλικαύῥεῦμα τὴν, ὥστε ἐξ αὐτῶν ἐκρεῖν ὅλον τὸ ὕδωρ. ὥσπερ γὰρ τὰς φανερὰς πηγὰς εἴ τις ὑπονοήσει μόνας εἶναι τὰς χορηγούσας τοῖς ποταμοῖς, διασφάλλεται οὐ γὰρ αὔταρκες τὸ ὕδωρ), οὕτως οὐδὲ ἐὰν λίμνας ὑπόθηται, οὐδὲν ἧττον διαμαρτάνει· οὐ γὰρ τοσοῦτον δύναται ἡ γῆ πᾶσα χωρῆσαι, ὅσον καὶ ἐκρεῖ. p. 351 a 3 Περὶ τὴν Ἀρκαδίαν. Ἐπειδὴ ἡ Πελοπόννησος εἰς πέντε διῄρηται, Ἀρκαδίαν, Μεσσήνην, Ἤλιδα, Ἀργὸς καὶ Λακεδαίμονα, διὰ τοῦτο εἶπε περὶ τὴν Ἀρκαδίαν τῆς Πελοποννήσου. συμβαίνει οὗν ἐν αὐτῇ ἀναποθῆναι ποταμὸν καὶ ἐν ἄλλῳ τόπῳ ἐκφανῆναι· ἀνεπόθη δέ, ἐπειδὴ ὄρους παρακειμένου μὴ ἔχων διέξοδον, ἀλλὰ καὶ βιαζόμενος ἐκ τοῦ ἐπιφερομένου ὕδατος δίοδον αὑτῶ ἐπὶ τὰ κάτω ἐποιήσατο. p. 351 a 8 Ἅλλην γὰρ περὶ τὸν καύκασον λίμνην καλοῦσιν οἵαν καὶ θάλατταν. Περὶ τῆς Μαιώτιδος λίμνης λέγει, ὅτι αὐτὴ ἀνεπόθη καὶ ἡ ἔκφανσις αὐτῆς γέγονε περὶ τὸν Πόντον, ὡς ἐκεῖθεν γλυκὺ ὕδωρ ἀναβρύεσθαι, εἰς οὓς τόπους ἡ ἔκφανσις γέγονεν ἐν τῇ θαλάττῃ. ζητῆσαι δὲ ἄξιον, τί δήποτε θάλασσαν αὐτὴν ἐκάλεσε. καί φαμεν· ἢ διὰ τὸ μέγεθος (οὕτωγὰρ καὶ τὴν θάλασσαν ‘λίμνην' ἐκάλεσεν ὁ ποιητὴς διὰ τὸ πλάτος, εἰρηκώς· ’Hέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην) ἢ διότι στάσιμόν ἐστι τὸ λιμναῖον ὕδωρ. τοιαύτη δὲ καὶ ἡ θάλασσα· εἰ γὰρ ὁλότης ἐστίν, αἰ δὲ ὁλότητες ἀίδιοι κατὰ Ἀριστοτέλην, μόνιμός ἐστι καὶ στάσιμος ἡ θάλασσα. ἢ διὰ τοῦτο ἢ εἰπεῖν, ὅτι πάλαι θάλαττα ἦν ἐκεῖ· ἀλλ’ εἰσβάλλοντες οἱ ποταμοὶ καὶ πολλὴν ὕλην ἐπιφερόμενοι ἀπεγαίωσαν μέρος τῆς θαλάσσης καὶ ἠιόνα ἐποίησαν. ὅθεν καὶ ἠϊὼν λέγεται παρὰ τὸ πλεονάζειν ἐν αὐτῇ τὴν γῆν. γενομένης οὖν τῆς ἠϊόνος τὸ ἐγκαταλειφθὲν ἁλμυρὸν ὕδωρ ἐξεγλυκάνθη καὶ ἐποίησε τὴν λίμνην· ἴσως οὗν πάλαι ἦν θάλαττα καὶ διὰ τοῦτο ‘θάλατταν’ αὐτὴν καλοῦσιν. ἔστι μὲν οὖν οὗτος ὁ τρόπος εἷς γενέσεως λίμνης· ἔστι δὲ καὶ ἕτερος, ἡνίκα εἰσβάλλων ποταμὸς εἰς γῆν, ἢν μὴ εὑρίσκῃ διέξοδον, εἰς πλάτος ἐξαπλωθῇ καὶ ἐξορύττων τὴν γῆν ποιήσῃ βάθος. πλὴν ὁ μὲν πρῶτος, ἐφ’ ὃν παράκειται θάλασσα, ἁρμόζει· ὁ δὲ δεύτερος ἐπὶ τοῖς ὀρεινοῖς τόποις, οὐ τοῖς ἐν λίμναις. p. 351 a 12 Ταῦτα γάρ ἐστιν ἄπειρόν τι τῆς θαλάττης βάθος. εἴρηται, ὅτι οὐ κατὰ ἀλήθειαν ἄπειρόν ἐστιν, ἀλλ’ ἀπάτη γίνεται, ποία δὲ ἡ ἀπάτη γίνεται. p. 351 a 13 Αὕτη δὲ πόρρω τῆς γῆς σχεδὸν περὶ τριακόσια στάδια ὕδωρ ἀναδίδωσι. Τρισσαχῇ, περὶ στάδια τριακόσια. ὁ μὲν φιλόσοφος εἶπεν· ἀπὸ τῆς Μαιώτιδος λίμνης ἀριθμούντων εἰσὶ τὰ στάδια, ἐμοὶ δὲ δοκεῖ ἀπὸ τῆς παρακειμένης γῆς τῷ Πόντῳ ἀριθμῆσαι· ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης εἰς τὸν Πόντον πάνυ πολύ ἐστι διάστημα. p. 351 a 16 Καὶ περὶ τὴν Λιγυστικὴν οὐκ ἐλάττων τοῦ Ῥοδανοῦ καταπίνεται ποταμος. οὐχ ὅτι Ῥοδανός, ἀλλ’ ὅτι ἄλλος ἴσος αὐτῷ καταπίνεται. οὗτος δὲ ὁ Ῥοδανὸς οὕτως ἐστὶ μέγιστος, ὥστε καὶ ναῦς ἐν αὐτῷ πλεῖν, ὅπερ ἔστι καὶ ἐπὶ τοῦ Νείλου. Πρᾶξις ιζ. p. 351 a 19 Οὐκ ἀεὶ δ’ οἱ αὐτοὶ τόποι τῆς γῆς καὶ τὰ ἑξῆς. Τὸ προκείμενόν ἐστι δεῖξαι, ὅτι μεταβάλλει τὰ μέρη τῆς γῆς κατὰ τὸ ξηρότερον καὶ ὑγρότερον, |ἀπὸ ὑγροῦ ξηρότερα γινόμενα καὶ ἀπὸ ξηροῦ ὑγραινόμενα. τριττῆς δὲ οὔσης τῆς ὑγρότητος, ἢ ποτίμου ἡ ἁλμυρᾶς ἢ ἑλώδους, δείκνυσι πᾶσαν ὑγρότητα εἰς ξηρότητα μεταβάλλουσαν. ὅτι γὰρ ἀπὸ ποτίμου ὑγρότητος μεταβάλλει ἡ γῆ <εἰς> ξητότητα καὶ ἀπὸ ξηρότητος εἰς ὑγρότητα πότιμον, δηλοῦσιν αἱ ἀναπόσεις καὶ αἱ ἐκφάνσεις τοῦ ποταμοῦ. οἱ γὰρ τόποι, ἐν οἷς ἀνεπόθη, πάλαι ὑγροὶ ὄντες νῦν ξηροὶ ἐγένοντο· ἐν οἷς δ’ ἀνεφάνη τόποις, πάλαι ξηρότητος οὔσης νῦν ὑγρότης ἐπλεόνασεν. οὕτω μὲν κατὰ τὴν πότιμον ὑγρότητα. ἀλλὰ μὴν καὶ κατὰ τὴν ἁλμυράν· καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τοῦ καὶ τὴν ἤπειρον θαλαττοῦσθαι καὶ τὴν θάλατταν ἠπειροῦσθαι· ἡ γὰρ μεταβολὴ νῦν κατὰ ξηρότητα καὶ ὐγρότητα γέγονεν, ἀλλὰ ὑγρότητα ἁλμυράν. συμβαίνει δὲ τοῦτο τὴν θάλατταν ἠπειροῦσθαι καὶ τὴν ἤπειρον θαλαττοῦσθαι διὰ τὸν μέγαν καλούμενον χειμῶνα καὶ τὸ μέγα θέρος. μέγας δέ ἐστιν ὁ χειμών, ἡνίκα πάντες οἱ πλάνητες ἐν χειμερινῷ ζῳδίῳ γένωνται, ἢ ‘γδροχόῳ ἢ Ἰχθύσι· μέγα δέ ἐστι θέρος, ὅταν πάντες ἐν θερινῷ ζῳδίῳ γένωνται, ἢ Λέοντι ἡ Καρκίνῳ. ὥσπερ γὰρ ὁ ἥλιος μόνος ἐν Λέοντι μὲν γινόμενος ποιεῖ θέρος, ἐν Αἰγοκέρωτι δὲ χειμῶνα, καὶ οὕτω γίνεται ὁ ἐνιαυτὸς οὕτω κληθεὶς διὰ τὸ εἰς ἓν καὶ τὸ αὐτὸ φέρειν τὸν ἥλιον· ἀπὸ γὰρ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίσταται. †τί οὖν ἐστι διὰ πολλοῦ χρόνου πάντων τῶν πλανήτων γινομένη τάξις, ἥτις ποιεῖ τὸν μέγαν ἐνιαυτόν; εἰ γὰρ πάντες οἱ πλάνητες κατὰ κορυφὴν γινόμενοι θερμαίνουσιν ὥσπερ καὶ ὁ ἥλιος, ἀφιστάμενοι δὲ τούτου ψύχουσιν, οὐκ ἀπεικὸς πάντας κατὰ κορυφὴν γινομένους ποιεῖν μέγα θέρος, ἀφισταμένους δὲ χειμῶνα. ἐν οὖν τῷ μεγάλῳ χειμῶνι ἡ ἤπειρος θαλαττοῦται, ἐν δὲ τῷ μεγάλῳ θέρει τοὐναντίον διὰ τὸ ποῦ μὲν ἔκκαυσιν καὶ πολλὴν ξηρότητα, ποῦ δὲ ὑγρότητα. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν τοῦ τὴν θάλατταν ἠπειροῦσθαι καὶ τὴν γῆν θαλαττοῦσθαι. τούτου αἴτιοί εἰσιν οἱ ποταμοί· εἰσβάλλοντες γὰρ εἰς τὴν θάλατταν τῷ ἐπιφέρειν ἰλὺν ἠιόνας ποιοῦσι, καὶ οὕτως ἀπογαιοῦται ὁ τόπος ἐκεῖνος, μὴ εἰσβάλλοντες δὲ ποιοῦσι <τὴν> γῆν θαλαττοῦσθαι· καὶ γὰρ τὸ ὕδωρ τῆς θαλάττης φέρεσθαι ἐπὶ ***τῆς γῆς ποιεῖ. πλὴν οἱ ποταμοὶ καὶ εἰσβάλλοντες καὶ μὴ εἰσβάλλοντες ἑκάτερον ποιοῦσιν, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον. ἐὰν γὰρ τυχὸν εἰσβάλῃ ποταμὸς περὶ τὸ νότιον μέρος, ἠπειροῖ τὴν θάλατταν· ἀλλ’ ἐνταῦθα ἠπειρουμένη ἀνάγκῃ ὠθουμένη εἰς τὴν ἀντιπέραν ἤπειρον χωρεῖ, καὶ ἐκείνη θαλαττοῦται. οὕτω μέν, εἰ εἰσβάλλει. εἰ δὲ μὴ εἰσβάλλει, παλινοστεῖ τὸ ὕδωρ πάλιν ἐπὶ τὸν οἰκεῖον τόπον· καὶ ἠπειροῦται μὲν τὸ πάλαι θαλαττωθέν. θαλαττοῦται δὲ τὸ πάλαι ἠπειρωθέν. ὅτι δὲ καὶ θάλαττα ἠπειροῦται καὶ ἤπειρος θαλαττοῦται, πιστοῦται ὁ ’Αριστοτέλης ἐκ τῆς Αἰγύπτου. πάλαι γὰρ αὕτη θάλασσα ἦν, καὶ τοῦ Νείλου ἐπιφέροντος ἀεὶ νέαν ἰλύν (διὰ τοῦτο γὰρ καὶ Νεῖλος ἐκλήθη), τῆς ἰλύος ἐπισωρευομένης εἰς τὰ πλάγια μέρη τοῦ ποταμοῦ καὶ τῆς θαλάττης, τῆς κατὰ μέρος προσθήκης γινομένης ἡ θάλαττα ἠπειροῦτο. καὶ πάλιν τοῦ στομίου χωροῦντος ὡς ἐπὶ τὴν θάλατταν συνέβαινε τὰ παρ’ ἑκάτερα, ἐν οἷς συνήγετο ἡ ἰλύς, ἠπειροῦσθαι, ὡς πρὸς τὰ τυχόντα ἀφεστῶτα τῆς θαλάττης νῦν μέρη τῆς Αἰγύπτου ἠπειρωθῆναι. ὅθεν ὁ ‘Ηρόδοτος τὴν Αἴγυπτον δῶρον Νείλου ἐκάλεσεν, ὁ δὲ Ἀριστοτέλης ἔργον αὐτὴν τοῦ Νείλου καλεῖ. καὶ ἄμεινον ὁ Ἀριστοτέλης ἤπερ Ἠρόδοτος ἐκάλεσε, διότι γεωργικῷ ὀνόματι ἐκάλεσεν· οἱονεὶ γὰρ εἰργάσατο τὴν Αἴγυπτον ὁ Νεῖλος. πρέπει γὰρ τῇ γεωργίᾳ τὸ ἔργον, ὡς δηλοῖ τὸ Ἡσιόδου σύγγραμμα τὸ ἐπιγραφὲν ἔργα καὶ ἡμέραι, διὰ τὸ γεωργικὰ εἶναι τὰ διδασκόμενα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ ποιητὴς λέγων· ***πλὴν οὐδὲ Ἡρόδοτος ἀπροσφόρῳ ὀνόματι ἐχρήσατο, διότι ὥσπερ δωρεὰν οἱ Αἱγύπτιοι τὸ ἀπογαιούμενον ἔχουσιν. ἀμέλει γοῦν καὶ μάχονται περὶ αὐτοῦ, ὡς καὶ φόνους ποιεῖν. διὸ δὴ καὶ ἐπινενόηται παρ’ αὐτοῖς μέτρον, ὅπερ ἄκαινον καλοῦσι παρὰ τὸ στέρησιν ποιεῖν τοῦ φόνου. ‘καίνω’ γάρ ἐστι τὸ ‘φονεύω’. ὅτι δὲ ἡ Αἴγυπτος θάλαττα ἦν καὶ ἠπειρώθη, δείκνυσιν Ἀριστοτέλης διὰ τριῶν ἐπιχειρημάτων, ὧν τὸ ἓν ἐν ἑτέρᾳ θεωρίᾳ φυλάξομεν. ἔστι δὲ τῶν δύο τὸ ἓν τοιοῦτον· εἰ τὰ στόμια τοῦ Νείλου πάντα πλὴν τοῦ Κανωπικοῦ χειροποίητά εἰσι διὰ τὸ ἐκρεῖν τὸν ποταμὸν ἐπινοηθέντα, δῆλον, ὅτι ὁ ποταμὸς ἦν ἀπογαιώσας τὴν θάλασσαν. ὅτι δὲ τὸ Κανωπικὸν στόμιον οὐκ ἔστι χειροποίητον, δῆλον, ἐπειδὴ πλέων ὁ Μενέλαος κατήντησεν ἐκεῖσε · ὅθεν καὶ Κανωπικὸν ἐκλήθη διὰ Κάνωπον, τὸν κυβερνήτην αὐτοῦ. τοῦτο τὸ πρῶτον ἐπιχείρημα. δεύτερον ἐπιχείρημα, εἰ ὁ ποιητὴς τῶν Θηβαίων μέμνηται, οὐ δήπου δὲ τῆς Μέμφιδος. μᾶλλον γὰρ ἢ οὔπω ἦν ἡ Μέμφις ἀπογαιωθεῖσα ἢ οὐ καὶ πολὺς ὁ ἀπογαιωθεὶς τόπος. ἔδει γάρ, εἴπερ ἦν ἡ Μέμφις, μνημονεῦσαι αὐτῆς τὸν ποιητήν· αὕτη γὰρ ἦν καὶ ἡ βασιλεύουσα. καὶ ὅτι αὕτη ἐβασίλευσε, δῆλον ἐκ τοῦ τοὺς Ἀλεξανδρεῖς τὴν τοῦ Κυνὸς ἐπιτελεῖν ἐπιτολὴν οὐχ ὅταν αὐτοῖς ὁ Κύων, ἀλλ’ ὅτε τοῖς Μεμφίταις ἐπιτέλλει. οὕτω μὲν οὖν δέδεικται, ὅτι καὶ ἀπὸ ποτίμου γῆς ξηρὰ γίνεται γῆ καὶ ἀπὸ ξηρᾶς πότιμος, ἔτι μήν, ὅτι καὶ τὸ ἁλμυρὸν ὑγρὸν εἰς ξηρότητα μεταβάλλει <καὶ ξηρότης εἰς ὑγρότητα> ὅτι δὲ καὶ ὑγρότης λιμνώδης εἰς ξηρότητα μεταβάλλει καὶ ξηρότης εἰς ὑγρότητα, δῆλον. τὸ γὰρ Ἀργὸς πάλαι ἐπὶ τῶν Τρωικῶν ἑλῶδες ἦν· διὸ καὶ οὐδὲ ᾠκεῖτο, ἀλλ’ ἱππόβοτον ἦν. αἱ δὲ Μυκῆναι εὔκρατοι ἦσαν· διὸ καὶ πολύχρυσος καὶ βασιλεύουσα ἦν. νῦν δὲ τοὐναντίον· τὸ μὲν Ἄργος εὔκρατον, ἡ δὲ Μυκήνη ξηροτάτη, ὥστε μηδὲ οἰκεῖσθαι σχεδὸν αὐτήν, ἀλλ’ εἶναι βοοστάσιον. ἀλλὰ ζητῆσαι ἄξιον, τί δήποτε ὁ ποιητὴς |‘πολυδίψιον’ ἐκάλεσε τὸ Ἄργος ν ἑλῶδες ὃν τότε. ἢ ῥητέον, ὅτι πολυδίψιον οὐ κατὰ τὴν ἄχρηστον ὑγρότητα, ἀλλὰ κατὰ τὴν χρηστήν. αὗται μὲν οὖν αἱ μεταβολαὶ γίνονται, πλὴν λανθάνουσιν διὰ τρεῖς αἰτίας· ἢ γὰρ διὰ τὸ ἐν πολλῷ χρόνῳ γίνεσθαι κατὰ τὴν ἡμετέραν ζωὴν τὰς τοιαύτας μεταβολὰς οὐ δυνάμεθα αὐτὰς γνῶναι ἢ διὰ τὰς ἀθρόας τῶν ἐθνῶν ἀπωλείας, αἵτινες γίνονται τριχῶς, ἡ διὰ πόλεμον ἢ διὰ λιμὸν ἢ διὰ ἀφορίαν καρπῶν. τρίτη αἰτία· καὶ διὰ τὸ τὰς κατὰ μέρος γινομένας οἰκίσεις τε καὶ μεταναστάσεις ἡ ἄγνοια τούτων ἕπεται· συμβαίνει γὰρ τὸν αὐτὸν ἄνθρωπον τὸν πάντα χρόνον αὐτοῦ τῆς ζωῆς μὴ ἐν ἑνὶ τόπῳ †ποιοῦντα ἀγνοεῖν τὰ ἐν πᾶσι τοῖς τόποις, ἐν οἷς ᾤκησεν. αὕτη ἐστὶν ἡ ἐξήγησις πάσης τῆς λέξεως. πλὴν ’Αριστοτέλης οὐ τῇ αὐτῇ τάξει κέχρηται, ᾗ καὶ ἡ θεωρία ἐχρήσατο, καὶ μὴ γένηται ἡμῖν ἐνταῦθα ἀπάτη τις. p. 351 a 19 Οὐκ ἀεὶ δὲ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτε ὑγροί εἰσιν οὔτε ξηροί. Εἴρηται, ὅτι μεταβάλλει ἡ γῆ κατὰ τὸ ξηρὸν καὶ ὑγρόν, καὶ ὄπ τὸ ὑγρὸν ἢ πότιμον ἢ ἁλμυρὸν ἢ ἑλῶδες. διὰ τί δὲ ἄρ εἰς τοῦτο ἦλθεν; οὐ μάτην, ἀλλ’ ἐπειδὴ περὶ ἀναπόσεως καὶ ἐκφάνσεως προσεχῶς εἶπε, διὰ τοῦτο ζητεῖ τὴν γινομένην μεταβολήν . καὶ γὰρ ἐπὶ ἐκφάνσεως καὶ ἀναπόσεως μεταβολή τις γίνεται. p. 351 a 20 Ἀλλὰ μεταβάλλουσι κατὰ τὰς τῶν ποταμῶν γενέσεις καὶ ἀπολείψεις. Ἴδου τὸ πρῶτον εἶδος τῆς μεταβολῆς τῆς ἀπὸ ποτίμου ὑγρότητος εἴς ξηρότητα γινομένης, ὡς ἐπὶ ἐκφάνσεως καὶ ἀναπόσεως ποταμῶν. γένεσιν γὰρ καλεῖ τὴν ἔκφανσιν, ἀπόλειψιν δὲ τὴν ἀνάποσιν. p. 351 a 21 Διὸ καὶ τὰ περὶ τὴν ἤπειρον μεταβάλλει καὶ τὴν θάλατταν. Τὸ δεύτερον εἶδος τῆς μεταβολῆς τὸ κατὰ τὴν ἁλμυρὰν ὑγρότητα μεταβάλλειν εἰς ξηρότητα, ὡς ἔχει ἐπὶ θαλάττης ἠπειρουμένης καὶ ἠπείρου θαλαττουμένης. διὰ δὲ τοῦ εἰπεῖν διό ἐδήλωσε καὶ τὴν αἰτίαν, διὰ τὴν τῶν ποταμῶν γένεσίν τε καὶ ἀπόλειψιν. διὰ τοῦτο μὲν θάλαττα, ὡς εἴρηται, ἠπειροῦται, ἤπειρος δὲ θαλαττοῦται. p. 351 a 25 Καὶ μέντοι τινὰ τάξιν χρὴ νομίζειν ταῦτα γίνεσθαι. Διὰ τούτου ἐνδείκνυται ἡμῖν τὴν τοῦ μεγάλου ἐνιαυτοῦ τάξιν. ὅταν οὖν γένηται μέγας χειμών, τότε ἤπειρος θαλαττοῦται, καὶ ὅταν δὲ μέγα θέρος, τότε ἡ θάλαττα ἠπειροῦται· ὅταν γὰρ χειμὼν γένηται, πλεονεξία ἐστὶν ὑδάτων, ὅταν δὲ θέρος, σπάνις. p. 351 a 26 Ἀρχὴ δὲ τούτων καὶ αἴτιον καὶ τὰ ἑξῆς. τὴν αἰτίαν βούλεται εἰπεῖν, δι’ ἣν ἐν τῇ τάξει τοῦ μεγάλου ἐνιαυτοῦ συμβαίνει θέρους μὲν γινομένου τὴν θάλατταν ἠπειροῦσθαι, χειμῶνος δὲ τοὐναντίον· ἐπειδή, φησί, τὰ μέρη τῆς γῆς ἀκμάζει τε καὶ φθίνει, καθάπερ καὶ τὰ ἔμψυχα. καὶ ἀκμάζει μὲν δεχομένη ὑγρότητα, φθίνει δὲ ξηραινομένη· ὑγραίνεται δέ, ὅταν ἡ] ψύξις ᾖ, τουτέστιν ὅταν γένηται χειμών, ξηραίνεται δέ, ὅταν ᾖ θερμασία, τουτέστιν ὅταν γένηται θέρος. ἐντεῦθεν, εἰ μὲν καταξηρανθῇ, μὴ ἔχουσαι αἱ πηραὶ ὕδωρ οὐ πέμουσι τοῖς ποτα μοῖς τοῦτο, καὶ μὴ δεχομένων, ἀλλὰ ξηραινομένων συμβαίνει τοὺς μὲν τόπους, οὓς πάλαι ἠπείρουν διὰ τὸ ἐπιφέρειν ἰλύν, θαλαττοῦσθαι εἰς τὸν οἰκεῖον τόπον τῆς θαλάττης φερομένης· οὓς δὲ πάλαι διὰ τὴν ὤθησιν τοὐ ὕδατος ἐθαλάττουν, νῦν ἀνάγκη ἠπειρωθῆναι μὴ ὄντος τοῦ ἐκεῖ ἐξωθοῦντος τὴν θάλασσαν. ταῦτα μέν, εἰ ξηρανθῇ ἡ γῆ· εἰ δὲ ἀκμάζει, πλημμυροῦσαι αἱ πηγαὶ αὔξονται οἱ ποταμοί. θάλασσα δέ, ἐν ᾗ εἰσβάλλουσιν, ἠπειροῦται, ἤπειρος δέ, ἐν ᾗ ἐξωθεῖται ῆ θάλασσα, θαλαττοῦται. p. 351a28 Πλὴν ἐκείνοις μὲν οὐ κατὰ μέρος. Τὸ γὰρ τοῦ ἀνθρώπου, φέρε εἰπέ, σῶμα ὅλον ὡς ὅλον ἀκμάζει τε καὶ φθίνει, ἡ δὲ γῆ οὐχ ὅλη, ἀλλὰ κατὰ διάφορα μέρη. τοῦτο δὲ γέγονεν, ἵνα μεταξὺ τῶν πάντῃ ἀιδίων καὶ τῶν πάντῃ φθαρτῶν εἴη μέσον τι μήτε καθ᾿ ὅλον φθαρτόν, μήτε καθ᾿ ὅλον ἄφθαρτον. p. 351a31 Διὰ φύξιν καὶ θερμότητα. οὐ διὰ ταῦτα δὲ μόνον ἀπλῶς ἕπεται ἀκμὴ καὶ φθίσις, ἀλλὰ καὶ κατὰ ξηρότητα καὶ ὑγρότητα, ὅθεν καὶ οἱ νεκροὶ ῾ἁλίβαντες᾿ ὡς κατάξηροι. p. 351 a 31 Ταῦτα μὲν οὖν αὔξεται καὶ φθίνει ὡς διὰ ἥλιον. Ὁ μὲν Ἀριστοτέλης· τὰ μέρη τῆς γῆς, οἷον τυχὸν τὰ ὄρη, διὰ τὸν ἥλιον, φησί, καταξηραινόμενα καὶ ἐκκαιόμενα συμπίπτει· πλὴν οὐκ ἔστιν ἱκανὸς ὁ ἥλιος μόνος τοῦτο ποιῆσαι, ἀλλ᾿ ἡ σύνοδος πάντων τῶν πλανήτων ἢ τυφῶνες καὶ πρηστῆρες καὶ κεραυνοί· ταῦτα γὰρ ἱκανά εἰσιν ἐκφλέξαι ὄρη καὶ διαφθεῖραι. p. 351 b 8 ᾿Αλλὰ διὰ τὸ γίνεσθαι πᾶσαν τὴν φυσικὴν γένεσιν καὶ τὰ ἑξῆς. Τὰς αἰτίας λέγει τῆς ἀγνοίας τῆς μεταβολῆς μήπω τὸ ἄλλο μὲν εἶδος εἰρηκὼς τὸ κατὰ τὴν ἑλώδη ὑγρότητα γινόμενον. εἰσὶ δὲ τρία· ἢ γὰρ διὰ τὸ εἶναι ὀλίγον ἡμῶν τὸν χρόνον ἢ πρὸς τὴν μεταβολὴν κατὰ μέρος γινομένην, ἢ διὰ τὰς ἀθρόας ἀπωλείας, ἢ διὰ τὰς μετοικίσεις καὶ μεταναστάσεις. p. 351b 22 τὸν αὐτὸν δὲ τρόπον χρὴ νομίζειν καὶ τοὺς κατοικισμοὺς λανθάνειν. Ὥσπερ γὰρ αἱ μεταναστάσεις κατὰ μέρος γίνονται, οὕτω καὶ oi κατοικισμοὶ κατὰ μέρος γεγόνασι. τοῦτο δέ, φησί, γίνεται διὰ τὸ ἐκ λιμνωδῶν τόπων ξηράν τε καὶ εὔκρατον γίνεσθαι τὴν χώραν, ὥσπερ οὖν καὶ αι μεταναστάσεις |διὰ τὸ ἐναντίον. τοιοῦτον δέ, φησί, συμβέβηκε καὶ περὶ τὴν Αἴγυπτον. πάλι γὰρ θάλαττα οὖσα διὰ τὸ ἐπιφέρειν τὸν Νεῖλον· ἰλὺν γεγόνασιν ἠιόνες, ὡς λοιπὸν ἕλη γενέσθαι καὶ λίμνας ὡς εἴρηται καὶ ἐπὶ τῆς μιᾶς Μαιώτιδος λίμνης· ἐντεῦθεν πάλιν ἐπιφερομένης ἰλύος λίμναι ἠπειρώθησαν. ὅτι δὲ Αἴγυπτος πάλι θάλαττα ἦν καὶ ὕστερον ἠπειρώθη, δείκνυσιν ἔκ τε τοῦ χειροποίητα εἶναι τὰ στόμια καὶ ἐκ τοῦ τὸν ποιήτην, παλαιὸν ὄντα μὴ μνησθῆναι Μέμφιδος, ἅτε δὴ μήπω ἀπογαιωθείσης ταύτης τῆς πόλεως. δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ τῶν κογχυλίων καὶ χελυνῶν ἐκεῖ εἶναι ὄστρακα,, ὅπερ ἐστὶν ἐγκαταλείμματα τῶν ὀστρακοδέρμων τῶν ἀπομεινάντων ἠπειρωθείσης τῆς θαλάττης. καὶ ὁ μὲν φιλόσοφος οὕτως ἐξηγήσατο, ὅτι πάλαι ἡ Αἴγυπτος θάλασσα ἦν καὶ ἠπειρώθη, ἐμοὶ δὲ μᾶλλον δοκεῖ ἑλώδεις εἶναι τοὺς τόπους καὶ διὰ τοῦτο ἀοικήτους καὶ τῆς ἰλύος ἐπιφερομένης ἀπογαιωθῆναι καὶ ξηρανθῆναι αὐτά, οἷόν τι καὶ περὶ τὸ Ἀργὸς συνέβη, ὡς μέλλει εἰπεῖν · κἀκεῖνο γὰρ ἑλῶδες ὂν νῦν οἰκεῖται. καὶ ταύτῃ τῇ ἐξηγήσει ἁρμόσει τὰ ἐπιχειρήματα· διὰ γὰρ τοῦτο χειροποίητα τὰ στόμια, ἐπειδὴ εἰ καὶ ἰλὺν ἐπέφερεν ὁ Νεῖλος, ἀλλ’ οὖν ἐκ τῆς πολλῆς ὑγρότητος κατακλυζόμενοι ἐπενόησαν τά στόμια, ἵνα ἐκρέῃ τὸ ὕδωρ. ἀλλὰ μὴν καὶ ὁ ποιητὴς Θηβῶν μέμνηται ὡς πλουσίων, Μέμφιδος δ’ οὐ μέμνηται, ἴσως διὰ τὸ καταλιμναζομένην αὐτὴν τότε μὴ οἰκεῖσθαι. εἴ δὲ καὶ εὑρίσκονται ὄστρακα κογχυλίων, ἀλλ’ οὖν οὐκ ἀναγκαῖος ὁ τοιοῦτος λόγος τοῦ πάλαι αὐτὴν εἶναι θάλασσαν· καὶ ἐν ὄρεσι γὰρ ὑψηλοτάτοις ἀπέζουσι πολὺ τῆς θαλάσσης εὑρίσκονται, ἴσως διὰ τὸ σφοδροτέρους ἀνέμους μετεωρίζοντας αὐτὰ ἀπὸ τῶν θαλαττίων τόπων ἐκρίπτειν ἐκεῖ. ὅτι δὲ μᾶλλον ἡ δευτέρα ἐξήγησις ἀληθής, πρόδηλον ἐξ αὐτοῦ Ἀριστοτέλους. ἐπάξει γὰρ λέγων οὕτως· ἱείς τὰ γινόμενα ξηρὰ ἐξ ἑλωδῶν δὲ καὶ ὑγρῶν.’ καὶ μὴν ταύτην τὴν ῥῆσίν φησιν· ‘τοιοῦτόν τι συμβέβηκε καὶ περὶ τὴν Αἴγυπτον.’ δηλονότι ὁ λόγος ἐστὶ περὶ τῆς μεταβολῆς τῆς ἀπὸ ἑλώδους ὑγρότητος εἰς ξηρότητα γινομένης. p. 351 b 30 Διὰ δὲ τὸ κατὰ μικρὸν ξηραινομένων τῶν ἑλῶν. Σημείωσαι, ὅτι οὐκ εἶπε ξηραινομένης τῆς θαλάσσης, ἀλλὰ τοῦ ἑλώδους. p. 351 b 32 Φαίνεται δὲ οὖν καὶ στό ματα πάντα, πλὴν ἑνὸς τοῦ Κανωβικοῦ. Τὸ πρῶτον ἐπιχείρημα, δι’ οὗ δείκνυσιν, ὅτι οὐκ ἦν οἰκουμένη πάλαι ἡ Αἴγυπτος. ἀλλ’ ὁ μὲν φιλόσοφος, ὡς εἰρήκαμεν, θάλατταν αὐτὴν ἔλεγεν εἶναι, ἡμεῖς δὲ μᾶλλον ἑλώδη τόπον. p. 351 b 34 Καὶ τὸ ἀρχαῖον ἡ Αἴγυπτος Θῆβαι καλούμεναι. ὸ δεύτερον ἐπιχείρημα. p. 352 a 2 Τοῦτο δὲ ὡς ἐοικὸς συμβαίνει· οἱ γὰρ κάτω τόποι τῶν ἄνω ὕστερον ᾠκίσθησαν. Πάλαι μὲν Θῆβαι ἦσαν, οὔπω δὲ Μέμφις, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἄνω τόπους τῶν κάτω ταχύτερον οἰκεῖσθαι· οὗτοι γὰρ πρῶτον ἀπογαιοῦνται. ἀλλ’ εἰ μὲν θαλάττης ὑποκειμένης, ἔχεις τὴν αἰτίαν εἰρημένην ἐν τῇ θεωρίᾳ· εἰ δέ, ὡς ἡμεῖς οἰόμεθα, ἑλώδεις ἦσαν οἱ τόποι, ὅπερ καὶ Ἀριστοτέλης φησί, διὰ τοῦτο οἱ κατώτεροι τόποι ὕστερον ᾠκίσθησαν ἐκεῖ, ἐπειδὴ ὡς ἐν κοίλοις καὶ χθαμαλοῖς τόποις αἱ ὑγρότητες συρρέουσαι λιμνάζειν ἐποίουν, ἀλλ’ οὐκ ἀπογαιοῦσθαι. p. 352 a 5 Μεταβάλλει δὲ τοῦτο καὶ πάλιν εὐθηνεῖ. Ποῖον τοῦτο; τὸ ἑλῶδες καὶ τὸ λιμνῶδες εἰς αὐτὸ κατήντησεν, εἰρηκὼς καὶ ‘διὰ τὸ λιμνάζεσθαι ἐν ταῖς ἐσχατιαῖς μᾶλλον’. τοῦτο οὖν τὸ λιμναζόμενον χωρίον μεταβάλλον πολλάκις εἰς εὔκρατον εὐθηνεῖ, οἷόν τι συμβέβηκε καὶ περὶ τὸ Ἅργος. p. 352 a 14 Ὥσπερ οὖν ἐπὶ τούτου τοῦ τόπου συμβέβηκεν ὄντων μικρῶν, τοῦτο δεῖ νομίζειν καὶ περὶ μεγάλους τόπους καὶ χώρας ὅλας. ‘Ορᾷς, ὅτι περὶ τῆς Αἰγύπτου ἔλεγεν οὐχ ὡς θάλασσαν ἀπογαιωθεῖσαν, ἀλλ’ ὡς ἑλώδους τόπου. ἰδοὺ γάρ φησιν, ὅτι ὅσον ἐπὶ Μυκηνῶν καὶ Ἀργοὺς συνέβη, τοιοῦτον δεῖ καὶ ἐπὶ ὅλης νομίζειν χώρας †συνέβη. πρόδηλον οὗν, ὅτι χάριν τοῦ πιστώσασθαι τὰ περὶ τῆς Αἰγύπτου εἰρημένα Ἅργους καὶ Μοκήνης ἐμνημόνευσεν. Πρᾶξις ιݲηݲ. p. 352 a 17 Oi μὲν οὖν βλέποντες ἐπὶ μικρὸν αἴτιον οἴονται εἰπὼν ὁ Ἀριστοτέλης, ὅτι μεταβάλλουσιν τὰ μέρη τῆς γῆς κατὰ ξηρότητα καὶ ὑγρότητα καὶ μᾶλλον κατὰ ξηρότητα ἤπερ κατὰ ὑγρότητα διὰ τὸ γενέσθαι τὸν Ἀριστοτέλην μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν, νῦν ἐκκόπτει τὴν ὑπόνοιαν τῶν πολλῶν. ἴσως γὰρ ἄν τις ὑπέλαβε κατὰ μέρος τῆς γῆς ἐπὶ τὸ ξηρότερον μεταβαλλούσης τέλος καταληφθῆναι καὶ φθαρῆναι πᾶσαν τὴν γῆν καὶ ὅλον τὸν κόσμον διὰ τοῦτο φθαρτὸν εἶναι. οὐ χρὴ οὖν, φησί, διὰ τὴν κατὰ μέρος ταύτην γινομένην μεταβολὴν νομίζειν τὸν ὅλον κόσμον φθαρτὸν εἶναι. πρῶτον μὲν γάρ, εἰ καί τινα μέρη κατὰ τὰ ξηρὰ γίνονται, ἀλλ’ οὖν ἕτερα ὑγραίνονται. καὶ μαρτυρεῖ τοῦτο Ἀμμώνιος ὁ μέγας φιλόσοφος· ἔλεγε γὰρ οὗτος ἐπὶ πέντε στάδια τὴν γῆν θαλαττωθῆναι περὶ τὸ ‘Ηράκλειον καὶ τὸν Κάνωπον, ὡς δηλοῦσιν ἔτι ἐν μέσῳ τῆς θαλάττης οἰκήματα ὄντα καὶ νήσους μιμούμενα. ἔπειτα δὲ οὐ χρὴ ἐκ τῶν μερικῶν καὶ περὶ τῶν καθόλου ἀποφαίνεσθαι οὐδὲ ἐκ τῶν γινομένων περὶ τὴν γῆν καὶ περὶ τὸν οὐρανὸν συλλογίζεσθαι, πρὸς ὃν παραλαμβανομένη ἀμεγέθης ἐστίν· σημείου γὰρ λόγον πρὸς αὐτὸν ἐπέχει. καὶ τί λέγω πρὸς τὸν οὐρανόν, ὅπου γε αὐτὸς ὁ ἥλιος ποδιαῖος νομιζόμενος διὰ τὸ διάστημα τῆς γῆς ἑκατονταεβδομηκονταπλασίων ἐδείχθη εἶναι. οὐ χρὴ οὖν ἐκ τῆς γῆς ἀποφαίνεσθαι ὡς φθαρησόμενον τὸν κόσμον, ὅπου γε ἐν τῇ Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης εἶπε πρὸς τοὺς ἐφεκτικοὺς ἀποτεινόμενος, ὅτι οὐ χρὴ ἀκαταληψίαν νοεῖν διὰ τὰ ἐν γενέσει καὶ φθορᾷ ῥευστά, τοὐναντίον δὲ ἐπιστήμην διὰ τὰ οὐράνια ἀεὶ ὡσαύτως ἔχοντα, ὡς καὶ ἀπὸ πολλοῦ χρόνου προειπεῖν τὴν μέλλουσαν γίνεσθαι ἔκλειψιν. τοῦτο καὶ νῦν δεῖ λέγειν, ὅτι οὐ διὰ τὴν γῆν κατὰ μέρος ἐπὶ τὸ ξηρότερον μεταβάλλουσαν καὶ ὅλος ὁ κόσμος φθαρήσεται κατὰ τὸν ’Ηράκλειτον εἰρηκότα τέλος τὸν κόσμον καταφλεχθῆναι, οὐδὲ πάλιν δεῖ ὑπονοεῖν τὸ ἐν τοῖς Αἰσωπείοις μύθοις λεγόμενον. ὁ γὰρ Αἴσωπος εἰσάγει τινὰ στρατιώτην πρός τινα πορθμέα διαλεγόμενον καὶ λέγοντα, ὅτι πάλαι οὗτος ὁ τόπος θάλαττα ἦν· εἶτα ἡ Χάρυβδις ἀναρροιβδήσασα ἐποίησε τὰς ἀκρωρείας τῶν ὀρῶν· εἶτα δὶς ἀναρροιβδήσασα ἐποίησε καὶ τὰς νήσους, ὡς εἴ γε τρίτον ἀνερροίβδησε, ξηραίνει πάντα τὰ ὧδε. καὶ περιττὸν ἡμῖν ἐστι τὸ ἐπιτήδευμα, οὐ χρὴ ταῦτα ἐναἰτίαν νοεῖν· στρατιώτῃ γὰρ θυμουμένῳ οὐκ ἀπεικὸς ταῦτα ῤηθῆναι, φιλοσόφιῳ δὲ μὴ θυμουμένῳ κατὰ τοῦ παντὸς οὐ θεμιτὸν φθορὰν αὐτοῦ μελετᾶν. οὐ χρὴ οὖν διὰ τὴν κατὰ μέρος ἐπὶ τὸ ξηρότερον μεταβολὴν τοῦ παντὸς φθορὰν κατηγορεῖν ἀλλ’ αἴτιον δεῖ τούτου λέγειν τὸν μέγα χειμῶνα εἶναι. μετὰ γὰρ τοῦτον κατακλυζομένης τῆς γῆς λοιπὸν μεταβολή τις ἐπὶ τὸ ξηρότερον γίνεται, ἕως ὅτε γένηται τὸ μέγα θέρος, ὅπερ εἰ καὶ γένηται, οὐ ποιήσει πάσης τῆς γῆς φθοράν. οὐδὲ γὰρ οὐδὲ αὐτὸς ὁ κατακλυσμὸς ὁ ἐπὶ Δευκαλίωνος κοσμικὸς ἐγένετο· μᾶλλον γὰρ ἐν τῇ Ἑλλάδι συνέβη. τὸν οὖν μέγαν χειμῶν αἰτιατέον τῆς μεταβολῆς ταύτης, ὥσπερ οὖν καὶ †τουτέστι τοὺς μὲν ἀενάους τῶν ποταμῶν, τοὺς δὲ οὔ. οὐ γὰρ ἀποδεκτέον τοὺς αἰτιωμένους τὰ ὑπὸ γῆν χάσματα εἶναι τῶν ἀενάων ποταμῶν, ἀλλὰ τὸν μέγαν χειμῶνα. ὁπηνίκα γὰρ οὗτος ἐγένετο, τὰ ὄρη ὡς σηραγγώδη καὶ λιθώδη καὶ ψυχρὰ δεξάμενα φυλάττουσι τὴν ὑγρότητα καὶ ἀπιχορηγοῦσι τοῖς ποταμοῖς, ἄχρις ἂν ἐπικαταλάβῃ τὸ ἐκ τοῦ ὑετοῦ ὕδωρ. πλὴν οὐ μόνον ὅπερ ἐδέξαντο χορηγήσουσιν, ἀλλ’ ὡς καὶ ψυχρότερα καὶ γεννήσουσιν. αὕτη ἐστὶν ἡ αἰτία τοῦ εἶναί τινας τῶν ποταμῶν ἀενάους. πλὴν τὸ ἀέναον ὡς πρὸς τὸν χρόνον λέγεται, ἐπεὶ καὶ αὐτοὶ οἱ νομιζόμενοι ἀέναοι φθαρήσονται, εἴ γε ἐπ’ εὐθείας κινοῦνται· πᾶν γὰρ τὸ ἐπ’ εὐθείας κινούμενον φθαρτόν. ὅτι δὲ ἡ γῆ μεταβάλλει ἀπὸ ὑγρότητος εἰς ξηρότητα, πιστοῦται Ἀριστοτέλης ἐκ τῆς Αἰγύπτου, ἐκ τῆς Ἀμμωνιακῆς Λιβύης ἔκ τε Μαιώτιδος λίμνης καὶ ἐκ τοῦ Βοσπόρου. ἐκ μὲν τῆς Αἰγύπτου, ὅτι αὕτη πάλαι θάλαττα ἦν· ὁ Νεῖλος εἰσβάλλων εἰς αὐτὴν ἠιόνας ἐποίησε, καὶ ἐλιμνάσθησαν οἱ τόποι καὶ τέλος ἀπεγαιώθησαν. σημεῖον δὲ τούτου μέγιστον ἡ κοιλότης τῆς γῆς· κοίλη γάρ ἐστιν ἡ Αἴγυπτος. καὶ ὅτι κοίλη ἐστί, δῆλον ἐκ τοῦ Σέσωστριν τὸν Περσῶν βασιλέα πρῶτον, ὕστερον δὲ καὶ Δαρεῖον θελῆσαι ἐπισυνάψαι τὴν Ἐρυθρὰν θάλασσαν τῷ Αἰγυπτιακῷ πελάγει. πάνυ γὰρ αὐτοῖς τοῦτο συνεβάλλετο τῶν ἐπιτηδείων εἰσαγομένων τε καὶ ἐκπεμπομένων ῥᾳδίως ταῖς πόλεσι. πλὴν προέθεντο μέν, οὐκ ἐποίησαν δὲ διὰ τὸ μὴ κατακλυσθῆναι τὴν Αἴγυπτον κοίλην οὖσαν τῆς Ἐρυθρᾶς θαλάσσης ὑψηλοτέρας οὔσης. πλὴν ὁ τρίτος Πτολεμαῖος, ἐφ’ οὗ καὶ Ἀρχιμήδης ἐγένετο, †τῆς τοῦ ἡλίου ὑποθήκης διώρυχα ἐποίησε, δι’ ἧς δυνατόν ἐστι συνάπτεσθαι τῷ Αἰγυπτιακῷ πελάγει τὴν Ἐρυθρὰν καὶ μὴ κατακλυσθῆναι τὴν Αἴγυπτον. ἀλλ’ εἰ καὶ ἐποίησε, πάλιν ἐπέχωσε φοβηθεὶς τὴν ἀπὸ τῶν Περσῶν ἐπιβουλήν. οὕτω μὲν ἀπὸ τῆς Αἰγύπτου ἔδειξεν, ὅτι εἰς ξηρότητα ἡ ὑγρότης μεταβάλλει. ἀλλὰ μὴν καὶ τοῦτο δείκνυσιν ἀπὸ τῆς Ἀμμωνιακῆς Λιβύης· καὶ αὕτη γὰρ θάλαττα ἦν ποτε, πλὴν ἀπεγαιώθη διὰ τοὺς εἰσβάλλοντας ἐκεῖ ποταμούς, ἔνθεν καὶ κοίλη ἐστίν. ἀλλὰ μὴν τοῦτο δῆλον καὶ ἀπὸ τῆς Μαιώτδο, λίμνης. αὕτη γὰρ πάλαι θάλαττα ἦν, εἶτα ἠιόνος γενομένης διὰ τοὺς εἰσβάλλοντας ποταμοὺς γέγονε λίμνη τὸ πρῶτον μεγάλη, ὕστερον δὲ μικρὰ γέγονε διὰ τὸ ἐπάγεσθαι ἰλὺν ἐκ τῶν ποταμῶν, τέλος δὲ καὶ ἀπογαιωθῆναι μέλλει. ὅτι δὲ μικρὰ καὶ ἀβαθὴς γέγονε, δῆλον μὲν ἐκ τοῦ πάλαι μεγάλα πλοῖα φέρεσθαι ἐπὶ ταύτης, ὕστερον δὲ μικρά. ἀλλὰ μὴν καὶ ἐκ τοῦ Βοσπόρου τοῦτο δῆλον· πάλαι γὰρ πλάτος εἶχεν ἡ θάλασσά, καὶ τῶν ποταμῶν κατὰ μέρος ἀπογαιούντων γέγονε στενὸς ὁ τόπος, ὅθεν νῦν καὶ Στενὰ καλοῦνται· τέλος δὲ καὶ τελείως μέλλει ἀπογαιωθῆναι. ἐκ τούτων πάντων δῆλον, ὅτι ἀπὸ ὑγρότητος εἰς ξηρότητα μεταβάλλει ἡ γῆ. καὶ ἐν τούτοις καταπαύσομεν τήν τε παροῦσαν θεωρίαν τό τεπαρὸν αݲ γράμμα. p. 352 a 21 Ἔστι δὲ τούτων τὸ μὲν ἀληθές, τὸ δὲ οὐκ ἀληθές. Ἀληθὲς μέν, ὅτι πλείονες τόποι ξηραίνονται, οὐκ ἀληθὲς δέ, ὅτι ὅλος μεταβάλλει κόσμος ἐπὶ φθορὰν ἐπιγενόμενος ὡς γενομένου τοῦ οὐρανοῦ. ‘οὐρανὸν’ ἐκάλεσε τὸν κόσμον. οὕτω καὶ ἐν τῇ Περὶ οὐρανοῦ περὶ κόσμου διαλεγόμενος Περὶ οὐρανοῦ ἐπέγραψεν. οὕτω καὶ Πλάτων |φησίν· ‘'o δὴ πᾶς οὐρανὸς οὗτος ἢ κόσμος τῷ συμμέτρῳ ὀνόματι χαίρει καλούμενος.’ p. 352 a 23 Οὐ μὴν ἀλλὰ καὶ τοὐναντίον. Οὐ γὰρ μόνοι ξηροὶ τόποι γίνονται ἀπὸ ὑγροῦ, ἀλλὰ καὶ τοὐναντίον ξηροὶ τόποι ὑγροὶ γίνονττι. οὐ χρὴ γοῦν ἐννοεῖν, ὅτι ποτὲ καταφλεχθήσεται τὸ πᾶν. p. 356 a 26 Γελοῖον γὰρ διὰ μακρὰς καὶ ἀραιὰς μεταβολὰς κινεῖν τοπᾶν. Τὸ δεύτερον ἐπιχείρημα, ὅτι οὐ χρὴ ἐκ τῶν γινομένων περὶ τὴν γῆν ἀποφαίνεσθαι καὶ περὶ τοῦ παντός. p. 352a28 Ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον, ὅτι γίνεται διὰ χρόνου εἱμαρμένου καὶ τὰ ἑξῆς. εἰπών, ὅτι οὐ δεῖ αἰτιάσασθαι τὴν γινομένην περὶ τὴν γῆν μεταβολὴν δηλωτικὴν εἶναι τῆς φθορᾶς τοῦ παντός, νῦν τὴν αἰτίαν φησί, διὰ τί ἐπὶ τὸ ξηρότερον γίνεται μᾶλλον ἡ μεταβολή. καί φησιν, ὅτι προσεχῶς γέγονεν ὁ μέγας χειμών, ὃς κατέκλυσε τὴν γῆν· καὶ κατὰ μέρος λοιπὸν ξη- ραίνεαι ἠ γῆ, ἕως οὕ γένηται τὸ μέγα θέρος, ἀφ᾿ καταξηρανθῆναι μέλλει κατέκλυσεν, οὕτως οὐδὲ τὸ μέγα θέρος πᾶσαν τὴν γῆν· ἐκφλέξει. p. 352 b 1 Οὖτος γὰρ πολλαχῇ τὸ ῥεῦμα μεταβέβληκε. Καὶ γὰρ ἀναποθεῖσα <κατὰ> τρεῖς τόπους ἀνέφυ οὐκ ἐκ διαστήματος τὴν ἀνάποσιν καὶ τὴν ἔκφανσιν ποιησαμένους. διὸ καὶ ἐφύλαξε τὸ ὄνομα· ἕκαστον γὰρ μέρος Ἀχελώιον καλοῦσι. p. 352 b 2 Τότε μὲν Γραικοί, νῦν δὲ Ἕλληνες. Τοῦτο τὸ ὄνομα οἱ μὲν Ῥωμαῖοι παροξύνουσι ‘Γραίκοι’ λέγοντες, ἡ δὲ κοινὴ διάλεκτος ὀξύνει. καθόλου δὲ οἱ Ῥωμαῖοι πᾶν ὄνομα παροξύνουσι διὰ τὸν κόμπον, ὅθεν ‘ὑπερηνορέοντες’ ἐκλήθησαν ὑπὸ τῶν ποιητῶν. p. 352 b 4 Καὶ ὥσπερ νῦν τοῦ τοὺς μὲν ἀενάους εἶναι τῶν ποταμῶν, τοὺς δὲ μή, οἱ μέν φασιν ἐναντίον εἶναι τὸ μέγεθος τῶν ὑπὸ γῆν χασμάτων καὶ τὰ ἑξῆς. Μετὰ τὸ εἰπεῖν τὴν αἰτίαν, διὰ τί ἀπὸ ὑγρότητος εἰς ξηρότητα μᾶλλον γίνεται ἡ μεταβολή, βούλεται εἰπεῖν καὶ τὴν αἰτίαν τοῦ τοὺς μὲν τῶν ποταμῶν εἶναι ἀενάους, τοὺς δὲ μή. καί φησιν, ὅτι οὐχ ὥς τινες δεῖ ὑπονοῆσαι τὰ ὑπὸ γῆν χάσματα αἴτια εἶναι, ἀλλὰ τὸν μέγαν χειμῶνα· τότε γὰρ ἐσωρεύθη ἡ ὑγρότης ἐν τοῖς ὄρεσιν οἷα δὴ οὖσι σηρραγγώδεσι καὶ πετρώδεσι καὶ ψυχροῖς. οὐ μόνον δὲ πολλὴ ἐσωρεύθη, ἀλλὰ καὶ γεννᾶται διὰ τὴν ψῦξιν, ἔνθεν ἐπὶ πολὺν χρόνον αὐταρκεῖ ἀέναος ὢν ὁ ποταμός. πλὴν τῇ αἰσθήσει δοκοῦσιν ἀέναοι, ἐπεὶ τῷ χρόνῳ ἀπολείψουσι καὶ οὗτοι. p. 352b 10 Ἥ σομφαὶ καὶ λιθώδεις ἣ ἀργιλώδεις, τούτους δὲ προἀπολείπειν. Σομφὰς λέγει τὰς ἀραιάς, λιθώδεις δὲ ***τὰς ὀστρακώδεις καὶ καταξήρους. τούτων δὲ οὐδεμία γῆ ἐπιτηδεία· ἡ μὲν γὰρ σομφὴ ἀπογαιοῖ τὸ ὕδωρ, ἡ δὲ λιθώδης οὐ δέχεται, ἡ δὲ ὀστρακώδης ἐκπίνει. καὶ μή τις εἴπῃ· τί οὖν τὰ ὄρη οὐκ εἰρήκαμεν, ὅτι ἀραιά εἰσιν; τί οὗν λέγομεν; ὅτι ἀραιὰ διὰ τὸ σηραγγῶδες, οὐχ ἁπλῶς ἀραιὰ κατ’ οὐσίαν, οἷόν ἐστιν ἡ σομφώδησ τῆ. p. 352 b 12 Oἶον ἀενάους ποιεῖν τὰς ὑγρότητας τῶν ποταμῶν. Καλῶς τὸ οἷον. ὡς γὰρ μέλλει εἰπεῖν παρακατιών, καὶ αὐτὸς ὁ Νεῖλος οὐκ ἔστιν ἀέναος· φθαρήσεται γὰρ τῷ χρόνῳ. p. 352 b 16 Ἐπεὶ δὲ ἀνάγκη γενέσθαι τοῦ ὅλου τινὰ μεταβολήν, μὴ μέντοι γένεσιν καὶ φθορ|άν. Τὸ συμπέρασμα. ἐπειδὴ γίνεται τῆς γῆς μεταβολή, οὐ τοῦ παντὸς φθειρομένου ἀίδιον γάρ), ἀνάγκη οὐκ ἄλλως πως γίνεσθαι τὴν μεταβολήν, εἰ μὴ καθάπερ ἡμεῖς εἰρήκαμεν. καὶ ‘διαξήρους’ ἀντὶ τοῦ ‘καταξήρους’, προθέσει ἀντὶ προθέσεως ἐχρήσατο. p. 352 b 19 Δῆλοί δὲ τὸ γινόμενον. Εντεῦθεν δεύτερον ἐπιχείρημα τοῦ πιστώσασθαι ἐκ τῆς Αἰγύπτου καὶ ἐκ τῆς Ἀμμωνιακῆς Λιβύης καὶ ἐκ τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Βοσπόρου, ὅτι ἀπὸ ὑγρότητος εἰς ξηρότητα γίνεται ἡ μεταβολή. p. 352 b 20 ὓς γάρ φαμεν ἀρχαιοτάτους εἶναι τῶν ἀνθρώπων Αἰγυπτίους. Ἀρχαιότατοί εἰσιν Αἰγύπτιοι, ἐπειδὴ οὔπω ὑπὸ κατακλυσμοῦ ἀπόλλυνται· ξηροτέρα γὰρ ἡ χώρα. ἀλλ’ οὐδὲ μὴν ὑπὸ πολλῆς ξηρότητος· ἔχουσι γὰρ τὸν Νεῖλον καθυγραίνοντα τὴν χώραν. ὅτι δὲ ἀρχαιότατοί εἰσι, δῆλον ἐκ τοῦ ἐν τοῖς πίναξιν αὐτῶν πολλὰς ἀναγεγράφθαι μυριάδας ἐτῶν. p. 252 b 22 Κατά τε τὴν χώραν αὐτὴν ὁρῶντι δῆλόν ἐστι. Δι’ ἣν αἰτίαν; ἐπειδὴ κοίλη ἐστί, τοιοῦτοι δὲ πάντες οἱ ἀπογαιούμενοι τόποι ὑπάρχουσι. p. 352 b 31 Διὸ καὶ τὰ περὶ τὴν Λτβύην τὴν Ἀμμωνιακήν. Ἐντεῦθεν ἐξ ἑτέρου πίστις. p. 353 a 1 Ἀλλὰ μὴν καὶ τὰ περὶ τὴν Μαιῶτιν. Τρίτη πίστις ἐκ τῆς Μαιώτιδος λίμνης. αὕτη γὰρ παλαι μὲν ἤν θάλαττα· ἠιόνος δὲ γενομένης λίμνη γέγονε μεγαλη, ὠς καὶ ἀπροσδιορίστως λέγεσθαι ‘λίμνην'. τῶν δὲ ποταμῶν ἐπιφερόντων ἰλὺν μικροτέρα γινομένη, ὡς μὴ δύνασθαι τὰ αὐτὰ ἐν αὐτῇ πλοῖα φέρεσθαι. καλῶς δὲ Ἀριστοτέλης ἀνωτέρω μὲν ‘λίμνην’ αὐτὴν ἐκάλεσε, νῦν δὲ ὡς σμικρυνθεῖσαν 'Μαιῶτιν λίμνην’. p. 353 a 7 Ἔτι δὲ Βόσπορος. τετάρτη πίστις ἐκ τοῦ Βοσπόρου. Βόσπορον δὲ καλεῖ τὰ Ἑτενὰ’ νῦν ‘τοῦ Βυζαντίου’ καλούμενα. p. 353 a 13 Ανάγκη χρόνου προϊόντος ὥσπερ ποταμὸν γενέσθαι. Ἐπειδὴ στενὸς γέγονεν ὁ Βόσπορος, τοῦτο δὲ ἴδιον ποταμοῦ καὶ οὐ θαλάττης (ταύτης γὰρ τὸ πλατὺ οἰκεῖον), τούτου χάριν εἶπεν οἷον ποταμὸς μὲν διὰ τὴν στενότητα, οἷον δὲ διὰ τὸ μὴ εἶναι γλυκὺ ὕδωρ. p. 353 a 14 Φανερὸν τοίνυν, ἐπεὶ οὔτε ὁ χρόνος ὑπολείψει καὶ τὸ ὅλον ἀΐδιον, ὅτι οὐ Τάναϊς οὕτε ὁ Νεῖλος ἀεὶ ῥεὶ. Όπερ ἐλέγομεν, καὶ αὐτοὶ οἱ νομιζόμενοι ἀέναοι ποταμοὶ καὶ αὐτοὶ χρόνῳ ἐκλεῖψαι μέλλουσιν· φθαρήσονται γάρ, εἴ γε πᾶν ἐπ’ εὐθείας κινούμενον φθαρτόν. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν· εἰ ἐν τοῖς ὄρεσίν εἰσιν αἱ πηγαί, ταῦτα δὲ φθείρονται ὑπὸ σεισμῶν καὶ πρηστήρων, ἀνάγκη καὶ τὰς πηγὰς ἀπολέσθαι, τούτων δὲ ἀπολλυμένων καὶ τοὺς ποταμοὺς καταξηρανθῆναι. p. 353 a 17 Τὸ γὰρ ἔργον ἔχει αὐτῶν πέρας. ’H αἰτία, διὰ τί φθαρήσονται· ἐπειδή, φησί, τὸ ἔργον αὐτῶν πέρας ἕχει (ἐπ’ εὐθείας γὰρ κινοῦνται), ὁ δὲ χρόνος οὐκ ἔχει πέρας· ἀίδιον γὰρ τὸ πὰν. p. 353 a 19 Ἀλλὰ μὴν εἴπερ καὶ οἱ ποταμοὶ γένονται καὶ φθείροντᾶι καὶ τὰ ἑξῆς. ἐντεῦθεν λεληθότως βούλεται εἰσβαλεῖν καὶ εἰς τὸν περὶ θαλάττης λόγον ἀψοφητὶ τὰς βάσεις ποιούμενος· οὗτος γὰρ διδασκαλίας ἄριστος τρόπος, πος, ἵνα τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων ποιήσηται. p. 353 a 27 ‘Ομοίως δὲ καὶ διὰ τί οἱ μὲν ἀέναοι οἱ δὲ οὒ τῶν ποταμῶν. ‘Ως πρὸς αἴσθησιν, δῆλον, ἐπεὶ δέδεικται, ὅτι οὐδεὶς ποταμὸς ἀέναος, εἴ γε πάντες φθαρήσονται.