Ancient Greek · ~643 min
ΟΛΥΜΙΠΟΔΩΡΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ
Olympiodorus, In Aristotelis meteora commentaria ΟΛΥΜΙΠΟΔΩΡΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ.1
Not analysed yet
p. 353 a 32 Περὶ δὲ θαλάττης καὶ τίς ἡ φύσις αὐτῆς. ‘Ο σκοπὸς τοῦ δευτέρου λόγου ἤτοι βιβλίου, περὶ τίνων διαλεχθῆναι βούλεται· περὶ θαλάττης, περὶ ἀνέμων, περὶ σεισμῶν, περὶ βροντῶν, περὶ ἀστραπῶν. περὶ μὲν θαλάττης, ἵνα συνεχῆ ποιήσῃ τὸν περὶ αὐτῆς λόγον τοῖς περὶ ποταμῶν λόγοις. περὶ δὲ ἀνέμων, ἐπειδὴ περὶ αὐτῶν ἀρξάμενος λέγειν ἐνέκοψε τὸν περὶ αὐτῶν λόγον τῷ λόγῳ τῷ περὶ ποταμῶν· νῦν δὲ πάλιν ἐπὶ αὐτὸν ἀνατρέχει περὶ δὲ σεισμῶν, ἐπειδὴ καὶ ὁ σεισμὸς ἄνεμός ἐστιν ὑπόγειος. περὶ δὲ βροντῆς, <ἐπειδὴ ***περὶ δὲ ἀστραπῆς,> x003E; ἐπειδὴ συνέπεται τῇ βροντῇ. καὶ ἆρα οὐκ ἄτοπον μικροῦ βιβλίου πέντε ποιῆσαί σκοπούς; ῥητέον οὖν, ὅτι σκοπὸν ἔχει ἐνταῦθα ὁ φιλόσοφος διαλεχθῆναι περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἀμεταβλήτου μενούσης. ἀλλ’ ἐνταῦθα διαδέχονται ἡμᾶς δύο ἀπορίαι, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· εἰ σκοπὸν ἔχει ὁ Ἀριστοτέλης διαλεχθῆναι περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἀμεταβλήτου μενούσης, τί δήποτε ἐνταῦθα διαλέγεται περὶ βροντῆς; αὕτη γὰρ οὐκ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνεται, ἀλλὰ τῶν νεφῶν εἰς ἄλληλα συναρασσομένων, ὡς εἴρηται, ***περὶ ἧς ἐν τῷ τρίτῳ βιβλίῳ διαλέγεται. †ἡ δὲ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἐν τῷ νέφει ἀποκλειομένης καὶ τοῦ νέφους ἔξωθεν πυκνουμένου διὰ τὴν ψῦξιν ἐκπυρηνιζομένης βιαίως καὶ νέφη τινὰ πληττούσης καὶ πάταγον φοβερὸν ποιούσης, περὶ ἧς ἐνταῦθα διαλέγεται ***εἴ γε ἡ ἀστραπὴ μεταβαλλομένης καπνώδους ἀναθαμιάσεως γί- νεται. ἤ ῤητέον, ὅτι κατὰ συμβεβηκὸς νῦν αὐτῆς ἐμνημόνευσεν, ἐπειδὴ παρέπεται ἀεὶ τῇ βροντῇ. ***αὗται μὲν αἱ ἀπορίαι καὶ αἱ τούτων ἐπιλύσεις. ἀλλ’ ἰστέον ὅτι πρῶτον ὁ φιλόσοφος περὶ θαλάττης διαλαμβάνει διὰ τὸ ποιῆσαι συνεχῆ τὸν περὶ αὐτῆς λόγον τῷ περὶ ποταμῶν. καὶ ζητεῖ, πότερον γενητή ἐστιν ἢ ἀγένητος ἡ θάλασσα. ‘γενητήν’ δὲ καὶ ‘ἀγένητον φημὶ οὐ κατὰ τὴν οὐσίαν αὐτῆς ἢ τὴν ὕπαρξιν· ὡμολόγηται γὰρ τοῦτο παρὰ Ἀριστοτέλει, ὅτι ἀγένητός ἐστι καὶ ἀίδιος ἡ θάλασσα ὡς ὁλότης οὖσα τοῦ ὕδατος, εἴ γε καὶ πᾶσα ὁλότης ἀίδιός ἐστιν. ἀλλὰ ζητεῖ, πότερον γενητή ἐστιν ἢ ἀγένητος κατὰ τὴν ἁλυκότητα, τουτέστι πότερον ἅμα τῷ εἶναι θάλασσα ἁλμυρὰ ἦν ἢ ὕστερον γέγονεν ἁλμυρὰ πρότερον πότιμος οὖσα. ἐνταῦθα γὰρ διάφοροι γεγόνασι δόξαι τῶν παλαιῶν περὶ τούτου. οἱ μὲν γὰρ θεόλογοι ἔφασκον ἀγένητον αὐτὴν εἶναι κατὰ τὴν ἁλυκότητα, ἐπειδὴ πηγὰς ἔχει τοιαύτας ἁλμυρὰς εἰς αὐτὴν εἰσβαλλούσας, ἐξ ὧν συνέστηκεν. οἱ δὲ φυσικοὶ φιλόσοφοι γενητὴν λέγοντες αὐτῆς τὴν ἁλυκότητα, τουτέστιν ὕστερον ἐπιγεγενημένην, διαφόρους δόξας εἰρήκασιν. οἱ μὲν γὰρ αὐτῶν ἔλεγον, ὅτι πρώην γλυκεῖα οὖσα ἁλμυρὰ γέγονεν ὕστερον τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν |ἄλλων ἀστέρων ἐξατμιζόντων αὐτῆς τὸ λεπτομερέστατον καὶ πότιμον· ἔνθεν γὰρ καὶ ‘ἅλιος’ λέγεται ὁ ἥλιος παρὰ τὸ ἐκ τῆς ἁλὸς τρέφεσθαι. τοῦ οὖν ἡλίου τὸ λεπτομερὲς καὶ πότιμον ἀναρπάζοντος μένει τὸ τρυγῶδες καὶ δριμύ, καὶ τούτου χάριν ἁλυκή ἐστιν ἡ θάλασσα. ὅθεν καὶ μεγάλα βάρη βαστάζει τὸ ταύτης ὕδωρ ὡς παχύ. καὶ τούτου σημεῖον· ἐπειδὴ τὸ ἑψόμενον ὕδωρ ἁλμυρὸν γίνεται, εἰ ἐπὶ πολὺ ἑψηθείη, οὕτω καὶ τὸ τῆς θαλάσσης ὕδωρ ὑπὸ τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων θερμασίας ἑψόμενον ὁσημέραι γίνεται ἁλυκόν. ἀλλὰ ψευδὴς ἡ τοιαύτη ὑπόθεσις· ὅσον γὰρ κατὰ τοῦτο, ἐχρῆν καὶ πάντας τοὺς ποταμοὺς καὶ τὰς λίμνας ἁλυκὸν ἔχειν ὕδωρ, ἐπειδὴ καὶ ἀπὸ τούτων ὁ ἥλιος ἀναρπάζει τὸ λεπτομερέστατον· ἄλλως δὲ εἰ τοῦτο ἦν, ἐπειδὴ πάντες οἱ ποταμοὶ γλυκεῖς ὄντες εἰσβάλλουσιν εἰς τὴν θάλασσαν, ἐχρῆν αὐτὴν γλυκανθῆναι. καὶ ἄλλως· εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ πᾶν τὸ ἀναρπαζόμενον αὐτῆς λεπτὸν ἄνω παχυνόμενον καὶ γλυκαινόμενον πάλιν ἀντικαταρρεῖ, ἐχρῆν θέρους μὲν εἶναι αὐτὴν ἁλυκήν, ὅτε καὶ ἀφαιρεῖται αὐτῆς τὸ λεπτομερές, χειμῶνος δὲ γλυκεῖαν, ὅτι ἀντικαταρρεῖ τὸ ἀναρπασθὲν εἰς αὐτὴν διὰ τῶν ὑετῶν. οὐκ ἄρα καλῶς ἔχει ἡ τοιαύτη ὑπόθεσις. ἄλλοι δὲ φυσικοί φασιν, ὅτι ὁ τῆς γῆς ἱδρὼς εἰ αὐτὴν μιγνύμενος ἁλμυρὸς ὢν ποιεῖ αὐτὴν ἁλμυράν. διηθεῖται γὰρ ὁ τῆς τῆς ἱδρώς. ἀλλ’ οὐδὲ ταύτην δεχόμεθα τὴν ὑπόθεσιν. εἰ γὰρ ὁ τῆς γῆς ἱδρὼς περίττωμά ἐστι τοῦ ἐν αὐτῇ ποτίμου ὕδατος, τὸ δὲ περίττωμα ἔλαττόν ἐστιν ἀεὶ τοῦ χρηστοῦ, ἔδει καὶ τὶν θάλατταν ἐλάττονα εἶναι τοῦ ἐν αὐτῇ ποτίμου ὕδατος· νῦν δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τοὐναντίον. ὅτι γὰρ τὸ περίττωμα ἐπ’ ἔλαττόν ἐστι τοῦ χρηστοῦ, δῆλον ἐκ τοῦ ἐν ἡμῖν γινομένου περιττοῦ· τὸ γὰρ οὖρον καὶ ὁ ἱδρὼς ἐπ’ ἔλαττόν ἐστι τῶν ἐν ἡμῖν χρηστῶν χυμῶν. ἄλλοι δέ φασιν, ὅτι αἰτία ἐστὶ τῆς ἁλμυρότητος αὐτῆς ἡ ὑποκειμένη 79; . καὶ κατὰ τοῦτο μὲν συμφωνοῦσιν Ἀριστοτέλει· πλὴν καὶ ἄμφω τὴν ὑποκειμένην γῆν αἰτιῶνται, ἀλλ’ οὐχ ὁμοίως· ὁ μὲν γὰρ τὴν ἐξ αὐτῆς ἀναδιδομένην καπνώδη ἀναθυμίασιν αἰτιᾶται, οἱ δὲ τὴν ἀπὸ τῆς γῆς διηθουμένην ἁλμυρὰν γῆν καὶ λεπτὴν αἰτιῶνται· διηθεῖσθαι γάρ φασιν ἁλμυρὰν γῆν καὶ μίγνυσθαι τῇ θαλάσσῃ. ἀλλὰ καὶ ἄτοπος ἡ ὑπόθεσις μᾶλλον γὰρ δυνατὸν Ἀριστοτέλει πείθεσθαι ἢ τούτοις· ὁ μὲν γὰρ τὴν καπνώδη ἀναθυμίασιν λέγει διηθεῖσθαι ἀπὸ τῆς γῆς εἰς τὴν θάλασσαν, οἱ δὲ ἁλμυρὰν διὰ τῆς μανώσεως τῆς γῆς. μᾶλλον δὲ ἡ καπνώδης διηθεῖται ἀναθυμίασις ἤπερ ἡ γῆ. καὶ ἄλλως· εἰ τῇ ἐπιμιξίᾳ τῆς γῆς ἁλμυρὰ ἦν ἡ θάλασσα, ἔδει μὴ εἶναι διαυγὲς αὐτῆς τὸ ὕδωρ, ἀλλὰ θολῶδες, ἅτε τῆς γῆς ἐπέχον ἐπιμιξίαν· νῦν δὲ οὐκ ἔστι θολόν. αὗται μὲν αἱ τῶν φυσικῶν ὑποθέσεις περὶ τῆς ἁλμυρότητος τῆς θαλάσσης καὶ αἱ τούτων ἀνατροπαί. ἐφ’ οἷς ὁ Ἀριστοτέλης ἀνατρέπει τὴν τῶν θεολογικῶν φιλοσόφων ὑπόθεσιν τὴν λέγουσαν, ὅτι πηγαί εἰσιν ἁλμυραὶ εἰσβάλλουσαι εἰς τὴν θάλασσαν. ἐλέγχει δὲ τούτους ἐκ τῆς καθόλου περὶ γῆν ὑδάτων διαιρέσεως. τῶν γὰρ περὶ γῆν ὑδάτων, φησί, τὰ μὲν ῥυτά εἰσι, τὰ δὲ στάσιμα ῥυτὰ μέν εἰσιν, ὅσα τὰς πηγὰς ἔχουσιν ἐν ὑψηλοῖς ὄρεσι κειμένας, στάσιμα δὲ τὰ ἐν ἐπιπέδῳ ὄντα. τῶν δὲ ῥυτῶν τὰ μὲν ποταμοί εἰσι, τὰ δὲ κρῆναι· εἰ μὲν γὰρ πολὺ εἴη τὸ ῥυτὸν ὕδωρ, γίνεται ποταμός, εἰ δὲ ὀλίγον, κρήνη. τῶν στασίμων δὲ τὰ μέν εἰσι πηγαῖα, τὰ δὲ συλλογιμαῖα· συλλογιμαῖα δὲ τὰ ἀπὸ ὑετῶν συναγόμενα. αὐτὰ δὲ ταῦτα τὰ συλλογιμαῖα ἢ πολλά ἐστι καὶ γίνονται λίμναι, ἢ ὀλίγα καὶ γίνονται τέλματα. τῶν δὲ πηγαίων τὰ μέν εἰσι χειρόκμητα, τὰ δὲ αὐτόματα· αὐτόματα μὲν τὰ ἀπὸ χασμάτων ὑπὸ σεισμοῦ γινομένων ἀναφανέντα φρέατα, χειρόκμητα δὲ οὐχ ὡς ἄν τις οἰηθείη, τὰ διὰ μηχανῆς ἔχοντα τὸ ἀρύεσθαι τὸ ὕδωρ φρέατα, ἀλλὰ τὰ κατὰ ὑδροφαντικὴν τέχνην εὑρισκόμενα, ὡς ὅταν διά τινος μεθόδου οἱ ὑδροφάνται νοήσωσι τὸ ὑποκείμενον ὕδωρ κἀκεῖ ποιήσωσι φρέαρ. ὀρύξαντες γὰρ λάκκον ἐντιθέασιν ἀγγεῖον ἴσον ἔχον τὸ στόμιον τῇ γῇ, καὶ πάντοθεν περιχώσαντες ἐῶσι νυχθήμερον. εἶτα ἀποκαλύψαντες ἐνορῶσιν εἰς τὸ ἀγγεῖον· καὶ εἰ μὲν εὕρωσιν ὕδωρ ἑνὶ τῶν ἀγγείων συναθροισθέν, λέγουσιν οὐ πόρρω τῆς ἔπι· φανείας τῆς γῆς ὑποκεῖσθαι τὸ ὕδωρ· εἰ δὲ μόνον ἔνικμον εὕρωσι τὴν ἕδραν τοῦ ἀγγείου, εἶναι μὲν λέγουσι ὕδωρ τηνικαῦτα, ἐν βάθει δὲ τῆς γῆς εἶναι· εἰ δὲ μηδόλως ἔνικμον γένηται τὸ ἀγγεῖον, λέγουσι τηνικαῦτα μὴ ὑποκεῖσθαι ὕδωρ ἐκεῖσε. ταῦτα οὖν λέγει νῦν χειρόκμητα ὁ φιλόσοφος, οὐ τὰ διὰ μηχανῆς ἀρυόμενα. ἐπειδὴ οὖν τριτταί εἰσιν αἱ πηγαὶ ἢ ῥυτὸν ἔχουσαι ὕδωρ ὡς ἐν τοῖς ὄρεσιν, ἢ στάσιμον ὡς ἐν τοῖς πεδίοις, καὶ αἱ στάσιμοι ἢ χειρόκμητοί εἰσιν ἢ αὐτόματοι, ἴδωμεν εἰ κατὰ μίαν διαφορὰν τῶν πηγῶν τούτων εἰκός ἐστι γίνεσθαι τὴν θάλασσαν. ἀπὸ μὲν γὰρ τῶν ῥυτὸν ὕδωρ ἐχουσῶν πηγῶν οὐκ εἰσρέεται ἡ θάλασσα· οὐδαμοῦ γὰρ τῆς γῆς ὁρῶμεν ἀπὸ ὑψηλῶν πηγὰς ῥεούσας ἁλμυρὸν ἐχούσας ὕδωρ. ἀλλ’ ἆρα μὴ ἀπὸ τῶν χειροκμήτων εἰσρεῖται; οὐδὲ τοῦτο· οὐδὲ γὰρ ὑπὸ τέχνης ὑδροφαντικῆς θάλασσα γίνεται. ἀλλ’ ἆρα μὴ ἀπὸ τῶν αὐτομάτων; οὐδὲ τοῦτο· οὐδὲ γὰρ ἀπὸ τῶν μερῶν τὸ ὅλον γίνεται. οὐκ ἠδύνατο οὖν ἀπὸ τοιούτων πηγῶν μερικῶν γίνεσθαι ἡ θάλασσα ὁλότης οὖσα τοῦ παντὸς ὕδατος· λείπεται ἄρα μὴ ἔχειν πηγὰς ἁλυκὰς τὴν θάλασσαν, ὑφ’ ὧν εἰσρεῖται. οὕτως διελέγξας τὴν τοιαύτην ὑπόθεσιν ὁ φιλόσοφος τρέπεται ἐπὶ τὸ ἐναντίον καὶ συνηγορεῖ τοῖς ἐναντίοις. δοκεῖ γὰρ ἴσως, φησί, πηγὰς ἔχειν ἡ θάλασσα, ἐπειδὴ ῥυτή ἐστι. ῥυτὴ δὲ ὑπάρχει διὰ συλλογισμοῦ τοιούτου· ἡ θάλασσα ῥυτὸν ἔχει ὕδωρ· πᾶν ῥυτὸν ὕδωρ πηγὰς ἔχει· ἡ θάλασσα ἄρα πηγὰς ἔχει. ἀλλ’ ἐνταῦθα τὴν πρώτην πρότασιν οὐκ ἀποδεξόμεθα τὴν λέγουσαν, ὅτι πᾶν ῥυτὸν ἔχει πη|γάς· οὐ γὰρ πάντως ἔχει πηγάς. τί γάρ, εἰ διὰ τὴν θέσιν τοῦ τόπου ἐστὶ ῥυτόν, ὡς ὅταν ἀπὸ ὑψηλοῦ τόπου ἐπὶ τὸν κοῖλον ῥεῖ; τάχα δὲ ἄμφω αἱ αἰτίαι εἰς ταὐτὸν συντρέχουσι· καὶ γὰρ οἱ μεγάλοι ποταμοὶ <εἰ> εἰσβάλλοιεν, ἠιόνα ποιοῦντες ἐν τοῖς στομίοις διὰ τὴν ἐξ αὐτῶν γινομένην πρόσχωσιν ἀναγκάζουσιν ὡς ἀπὸ ὑψηλοῦ τόπου φέρεσθαι τὸ ὕδωρ ἐπὶ τὸν κοῖλον καὶ οὕτω ῥυτὸν εἶναι καὶ μὴ στάσιμον. ἐπειδὴ οὖν οὕτω συμβαίνει τὴν θάλασσαν καὶ ὑπὸ μεγάλων εἰσρεῖσθαι ποταμῶν καὶ προσχώννυσθαι, δῆλον ὅτι καὶ ῥυτή ἐστι καὶ ῥεῖ καὶ οὐ παρὰ τοῦτο πηγὰς ἔχει. ἀλλ’ οὐ πανταχῇ ἐλέγχεται ῥυτὴ οὖσα, ἀλλὰ μόνον ἐν τοῖς πορθμοῖς, ὥσπερ ἐν τῷ κατὰ τὸν Βόσπορον πορθμῷ καὶ τῷ κατὰ Καλχηδονα. ἐνταῦθα γὰρ φαίνεται ῥέουσα ἡ θάλασσα δίκην ποταμοῦ διὰ τὸ πλησίον εἶναι τὰ παρ’ ἑκάτερα τῆς θαλάσσης. ἐκείνων γὰρ ἱσταμένων ἐλέγχεται ῥέον τὸ ὕδωρ. ἰστέον γάρ, ὅτι κινούμενον παρὰ κινουμένου οὐκ ἐλέγχεται κατὰ τὴν κίνησιν, κινούμενον δὲ παρὰ μένον ἐλέγχεται. τοῦτο δὲ γίνεται, ἐπειδὴ καθόλου τὰ ὅμοια λανθάνει ἐν τοῖς ὁμοίοις, ἐλέγχεται δὲ τὰ ἀνόμοια ἐν τοῖς ἀνομοίοις. οὕτως οὖν ἐν μέλανι ξύλῳ λευκὰ γράμματα γράφομεν, ἐν δὲ λευκῷ μέλανα διὰ τὸ ἐλέγχεσθαι· εἰ γὰρ ὅμοια γράψομεν, οὐ διελέγχονται. οὕτω γὰρ καὶ νῦν· ἐπειδὴ παρ’ ἑκάτερα φαίνεται ἡ γῆ ἱσταμένη ἐν τοῖς πορθμοῖς, φαίνεται τὸ ὕδωρ κατάρρυτον ὑπάρχον. ἐν δὲ μέσῳ πελάγει οὐ φαίνεται ῥέον, ἐπεὶ ὁμοίως κινεῖται. ἀλλ’ εἰ καὶ λέγω, ὅτι ῥεῖ ἡ θάλασσα(??)ἐν τοῖς πορθμοῖς, ἀλλ’ οὐχ ὁμοίως· ἐν μὲν γὰρ τῷ Βοσπόρῳ μόνον τὴν κατ’ εὐθεῖαν ἀπὸ τοῦ ἑνὸς μέρους ἐπὶ τὸ ἕτερον, ἐν δὲ τῷ Καλχηδονίῳ πορθμῷ παλίρρυτον ὑπομένει τὸ ὕδωρ τῆς θαλάσσης· ῥεῖ γὰρ ἐκ τοῦ ἑνὸς μέρους καὶ πάλιν ἀναστρέφεται εἰς τὸ ἕτερον. τοῦτο δὲ γίνεται, ἐπειδὴ συμβαίνει τὸν ἄνεμον σφοδρότατον ὄντα πολλάκις, φησί, πνεῖν ἐκ τοῦ ἑνὸς μέρους τῆς θαχειροτμήτων λάσσης κατ’ ἐναντίωσιν τοῦ ῥεύματος καὶ ἀνασοβεῖν τὸ ὕδωρ ὡς ἐπὶ τὰ ὀπίσω, εἶτα αὐτοῦ μηκέτι ἰσχύοντος ἐπ’ ἄπειρον ἀποσοβεῖν τὸ ὕδωρ ἐνδίδωσι, καὶ λοιπὸν φέρεται τὴν οἰκείαν ῥύσιν, ὥσπερ καὶ πρώην. καὶ τούτου χάριν φαίνεται ὡς παλίρροιαν ἔχον τὸ ὕδωρ. ἐκεῖσε ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 353 a 32 Περὶ δὲ τῆς θαλάσσης καὶ τίς ἡ φύσις αὐτῆς, καὶ διὰ τίνα αἰτίαν ἁλμυρὸν τοσοῦτόν ἐστιν ὕδατος πλῆθος, ἔτι δὲ περὶ τῆς ἐξ ἀρχῆς γενέσεως λέγωμεν. Τρία τινὰ ζητεῖ νῦν ὁ φιλόσοφος, πότερον ἁπλῆ ἢ σύνθετος, διὰ τίνα αἰτίαν ἁλμυρὸν αὐτῆς ὑπάρχει τὸ ὕδωρ, καὶ πότερον σύμφυτον ἔχει τὴν ἁλυκότητα αὐτῇ ἢ ἐπίκτητον, τουτέστιν ἀγενήτως τε καὶ ἀχρόνως αὐτὴ συνέστηκεν ἢ κατὰ χρόνον τινά, ἀλλ’ ὕστερον ἄλλη τις ἐγένετο. καὶ διὰ μὲν τοῦ εἰπεῖν τίς ἡ φύσις ἐσήμανε τὸ ‘ἁπλῆ ἐστιν ἢ σύνθετος’, διὰ δὲ τοῦ εἰπεῖν διὰ τίνα αἰτίαν ἁλμυρὸν τὸ δεύτερον ἐζήτησε, καὶ τὸ τρίτον ἐφεξῆς διὰ τοῦ τρίτου. p. 353 a 34 Οἱ μὲν οὖν ἀρχαῖοι καὶ διατρίβοντες περὶ τὰς θεολογίας ποιοῦσιν αὐτῆς πηγάς, ἵνα αὗται ὦσιν ἀρχαὶ καὶ ῥίζαι ἀύτης. ἐντεῦθεν τὴν δόξαν τῶν θεολογικῶν παρῳδεῖ περὶ θαλάττης καὶ γῆς· οὗτοι γὰρ μόνον θαλάττης πηγὰς ἁλμυρὰς ὑπετίθεντο, ἐξ ὧν ἀγένητός ἐστιν ἡ ταύτης ἁλμυρότης· ἀλλὰ καὶ γῆς ἔλεγον πηγὰς ὥσπερ τινὰς ῥίζας. p. 353 b 1 Τραγικώτερον γὰρ οὕτω καὶ σεμνότερον ὑπέλαβον ἵσως εἶναι τὸ λεγόμενον ὡς μέγα τι τοῦ παντὸς τοῦτο τὸ μόριον. Καλῶς ἔφη τραγικώτερον. καὶ γὰρ Εὐριπίδης ἔφη τὸν ἥλιον διὰ τὴν γῆν γενέσθαι καὶ τὸν οὐρανὸν ὁμοίως, μέγα μέρος ὑποτιθέμενος τοῦ παντὸς εἶναι τὴν γῆν, ἐναντίως ἔχων τοῖς ἀστρονόμοις, οἵτινες σημείου λόγον ἐπέχειν λέγουσι τὴν γῆν πρὸς τὸν ὅλον οὐρανόν. ὡσαύτως δὲ καὶ ἄλλοι θεόλογοι, ὧν ἐστιν Ἡσίοδος, τοῦτό φασι· καὶ γὰρ τοῦτο τὸ μέγα μέρος ὑποτίθενται τὴν γῆν τοῦ παντὸς διὰ τὰ Σεληναῖα ὄρη, ἅτινα σχεδὸν λέγουσι ψαύειν τῆς σεληνιακῆς σφαίρας· ἔνθεν ὑπετίθεντο πηγὰς γῆς, αἵτινες ἀνωθοῦσιν αὐτὴν ἐπὶ τὰ ἄνω. p. 353 b 5 Οἱ δὲ σοφώτεροι τὴν ἀνθρωπίνην σοφίαν ποιοῦσιν αὐτης γένεσιν. Ἕνθεν διαλέγεται περὶ τῶν φυσικῶν φιλοσόφων, οἵτινες γενητὴν ὑπετίθεντο τὴν θάλασσαν κατὰ τὴν ἁλυκότητα· καλῶς δὲ εἶπεν ἀνθρωπίνην σοφίαν, τουτέστιν ἀνθρωπίνην ἐπιστήμην, λέγω δὴ τὰ φυσικά. p. 353 b 7 ‘Υπὸ δὲ τοὐ ἡλίου ξηραινόμενον τὸ μὲν διατμίσαν πνεύματα καὶ τροπὰς ἡλίου καὶ σελήνης φασὶ ποιεῖν, τὸ δὲ λειφθὲν θάλατταν. τὴν πρώτην ὑπόθεσιν λέγει τῶν φυσικῶν. τί γάρ, φησίν, ἔφασκον οὖτοι; ἐπὶ τοῦ κατακλυσμοῦ ἅπασαν τὴν γῆν πεπληρῶσθαι τῶν ὑδάτων, εἶτα τοῦ ἡλίου ξηραίνοντός τινα μέρη καὶ ἐξατμίζοντος συνέβαινε τὸ μὲν γεῶδες καὶ παχὺ ὥσπερ τι περίττωμα μένον ἁλμυρὸν εἶναι καὶ ἄχρηστον, τὸ δὲ ἐξατμισθὲν τροφὴν γίνεσθαι τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων· ἔνθεν, φασί, τρεφόμενος ὁ ἥλιος τροπὰς ποιεῖ τῶν ὡρῶν· ἐπειδὴ γὰρ ἐν τῷ θέρει μᾶλλον ἐπὶ τὰ βόρεια οὖσα ἡ θάλασσα τροφὴν αὐτῷ παρέχεται τὸ ἐξ αὐτῆς ἐξατμιζόμενον, τούτου χάριν θέρους ὁ ἥλιος βορειό|τερος γίνεται κατακολουθῶν τῇ ὑπὸ τῆς θαλάσσης ἀναδιδομένῃ τροφῆ. χειμῶνος δὲ νότιος γίνεται, ἐπειδὴ ἔφθασε διὰ τοῦ θέρους ὅλον ἤδη τὸ χρηστὸν ἀνιμήσασθαι τῆς θαλάττης καὶ μηκέτι εὐπορῶν τροφῆς ἦλθεν εἰς τὰ νότια ὡς ἐκ δαψιλοῦς ὑπαρχούσης τῆς ἀτμίδος ἐκ τῶν γλυκέων ὑδάτων· καὶ οὕτω συνέβαινε θέρους γίνεσθαι καὶ χειμῶνος. ταῦτά φασί τινες τῶν φυσικῶν φιλοσόφων, ὅθεν οἴονται καὶ τὴν θάλασσάν ποτε ξηρανθήσεσθαι διὰ τὸ ἐπὶ πλεῖστον ἀνιμᾶσθαι ἐξ αὐτῆς τὸ ὑγρόν. p. 353 b 11 Ἕνιοι δέ φασι θερμαινομένης ὑπὸ τοῦ ἡλίου τῆς γῆς οἷον ἱδρῶτα γίνεσθαι. ‘Η δευτέρα ὑπόθεσις ἡ λέγουσα διὰ τὸ συμμίγνυσθαι αὐτῇ †γῆν άλμυράν· ἱδροῦν γὰρ ἔλεγον τὴν γῆν τῇ τοῦ ἡλίου θερμασίᾳ. ἀλλ’ ἄτοπος ἡ ὑπόθεσις· εἰ μὲν γὰρ ὑγρὰ οὖσα ἡ 77; ἐθερμαίνετο ὑπὸ τοῦ ἡλίου θερμαινομένη ***p. 353 b 13 Oi δὲ τῆς ἁλμυρότητος τὴν γῆν αἰτίαν εἶναί φασι, καθάπερ γὰρ διὰ τῆς τέφρας ἠθούμενον ὕδωρ. Ἡ τρίτη ὑπόθεσίς ἐστιν. ἀλλ’ ἐνταῦθα διελέγχονται οἱ νομίζοντες ταὐτὰ λέγειν αὐτοὺς τῷ Ἀριστοτέλει, ἐπειδὴ καὶ αὐτὸς τὴν ὑποκειμένην γῆν αἰτιᾶται. ἐντεῦθεν γὰρ πρόδηλος ἡ διαφορά· ἰδοὺ γὰρ σαφῶς λέγει γῆν αὐτοὺς λέγειν ἁλμυρὰν μίγνυσθαι τῇ θαλάσσῃ, οὐ καπνώδη ἀναθυμίασιν, ὡς αὐτὸς λέγει. p. 353 b 17 Οτι μὲν οὖν πηγὰς τῆς θαλάσσης ἀδύνατον εἶναι, διὰ τῶν ὑπαρχόντων ἤδη θεωρεῖν δεῖ. Εντεῦθεν ἀνατρέχει ἐπὶ τοὺς θεολόγους καὶ ἀνατρέπει αὐτῶν τὴν ὑπόθεσιν διὰ τῆς τῶν ὑδάτων διαιρέσεως· αὕτη δὲ εἴρηται ἐν τῇ θεωρίᾳ. p. 353 b 30 τούτων δὲ οὕτω διωρισμένων ἀδύνατον πηγὰς εἶναι τῆς θαλάττης. ἐπειδή, φησίν, εἴρηται ἡ τῶν ὑδάτων διαίρεσις, σκοπήσωμεν, κατὰ ποίαν αὐτῶν διαφορὰν δύνανται εἶναι [αί] πηγαὶ τῆς θαλάττης· οὐ γάρ εἰσι. p. 354 a 5 Ῥέουσα δὲ ἡ θάλαττα φαίνεται κατά τε τὰς στενότητας. ἐντεῦθεν δὲ συνηγορεῖ τῷ ἐναντίῳ, ὅτι πηγὰς ἔχει ἡ θάλασσα ῥυτὴ ὑπάρχουσα, εἴ γε τὸ ῥυτὸν ὕδωρ πάντως ἔχει πηγάς, ὅπερ ἐστὶ ψεῦδος. p. 354 a 7 Διὰ τὸ ταλαντεύεσθαι δεῦρο κἀκεῖσε πολλάκις. Καλῶς τὴν παλίρροιαν ταλαντεύεσθαι ἐκάλεσε, τῷ δίκην ταλάντων εἰς τὰ ἐναντία περιάγεσθαι τὸ ὕδωρ. καὶ γὰρ τὸ τάλαντον ὅπου δἂν καταβαρήσῃ, ἐκτρέπεται, ὡς συμβαίνειν καὶ εἰς τὸ ἐναντίον ῥέπειν. p. 354a8 Τοῦτο δὲ ἐν μὲν πολλῷ πλήθει θαλάττης ἄδηλον. Τοῦτο ποῖον; τουτέστι τὸ ῥεῖν. ἐν γὰρ τῷ μέσῳ πελάγει οὐ φαίνεται ῥυτὸν ὑπάρχον τὸ ὕδωρ τῆς θαλάττης διὰ τὸ λανθάνειν τὸ ὅμοιον ὁμοία γὰρ ἡ κίνησις)· περὶ δὲ γῆν φανερόν ἐστιν· ἐλέγχεται γὰρ τὸ κινούμενον παρὰ τὸ μένον. p. 354 a 11 Ἡ δ’ ἐντὸς ‘Ηρακλείων στηλῶν ἅπασα κατὰ τὴν τῆς γῆς κοιλότητα ῥεῖ καὶ κατὰ τὸ τῶν ποταμῶν πλῆθος. ἐντεῦθεν ἐπιλαμβάνεται τῆς μείζονος προτάσεως τῆς λεγούσης, ὅτι πᾶν ῥυτὸν πηγὰς ἔχει· ψεῦδος γὰρ τοῦτο. ἡ μὲν γὰρ ἐκτὸς ‘Ηρακλείων στηταὐτὰ] εἰς τὰ κοῖλα, τουτέστιν ἀπὸ τῶν ἀρκτῴων εἰς τὰ νότια. ἀλλὰ καὶ οἱ ποταμοὶ πάντες εἰς ταύτην ῥέουσιν ὡς εἰς κοιλότητα· ὅθεν εἰς αὐτὴν ῥέουσι, καὶ τὰς εἰσροὰς ἀπογαιοῦντες μᾶλλον ὑψηλότερον ἐργάζονται αὐτῆς τὸ πρὸς τὸ ἀρκτῷον μέρος, ὡς καὶ διὰ τοῦτο μᾶλλον ῥεῖν αὐτὴν ἐπὶ τὰ νότια. ἰδοὺ γὰρ πολλοὶ μὲν ποταμοὶ εἰσβάλλουσιν εἰς τὴν Μαιώτιδα λίμνην, ὅθεν καὶ ἀπεγαιώθη. αὕτη δὲ πάλιν εἰσβάλλει εἰς τὸν Εὔξεινον πόντον· οὗτος δὲ εἰς τὸν Αἰγαῖον εἰσρεῖ ὡς κοιλότερον ὄντα· καὶ πάλιν οὗτος εἰς τὸν Σικελόν, καὶ οὗτος εἰς τὸν Σαρδόνιον καὶ εἰς τὸν Τυρρηνικὸν, οἵτινες κοιλότεροι πάντων εἰσίν. ὁρᾷς, ὅτι ῥυτή ἐστιν ἡ θάλασσα διὰ τὴν θέσιν, οὐχὶ διὰ τὰς πηγάς. ἀλλὰ ζητητέον, πῶς τὰ ἀρκτῷα αὐτῆς μέρη ὑψηλότερά εἰσι. διὰ τοὺς ἐκεῖθεν εἰσβάλλοντας ποταμούς, καίτοι ὁ Νεῖλος μέγας ποταμὸς ἀπὸ τῶν νοτίων εἰσρεῖ· ἢ καὶ ὁ Νεῖλος ἀπὸ τῶν ἀρκτῴων ῥεῖ, ἀπὸ γὰρ τῆς ἀντοικουμένης. p. 354 a 22 Τὰ δὲ ἔξω τῶν στηλῶν βραχέα μὲν διὰ τὸν πηλόν, ἄπνοα δέ [οὐκ] ἐστιν, ὡς ἐν κοίλῳ τῆς θαλάττης οὔσης. Περὶ τοῦ Ὠκεανοῦ νῦν λέγει, ὅτι οὐκ ἔστι βαθύς, ἀλλὰ πρὸς τῷ μὴ εἶναι ῥυτὸν αὐτοῦ τὸ ὕδωρ, ἀλλὰ στάσιμον, καὶ βράχη τινὰ ἔχει διὰ τὸ τὸν πηλόν, τουτέστι τὴν γῆν, ἐν βάθει εἶναι τοῦ ὕδατος. ὅθεν καὶ ἄπλους ἐστὶ διὰ τὰ βράχη. ἀλλὰ μὴ τοῦτο νομίσῃς, ὅτι διὰ τὸ ὑψηλὸν εἶναι ἐν ἑαυτῷ τὸ ὕδωρ ἤδη καὶ ὑψηλοτέρα ἐστὶν ἡ ἐν αὐτῷ γῆ τῆς οὔσης ἐν ταῖς παρ’ ἡμῖν θαλάσσαις πάντων γὰρ κοιλοτάτη ἐστὶν ἡ γῆ τοῦ Ὠκεανοῦ), ἀλλὰ διὰ τὸ ἄπειρα εἶναι τὰ πλάτη αὐτοῦ οὐκ ἔστιν οὕτω βαθὺς ὡς αἱ παρ’ ἡμῖν θάλατται. καὶ ὅτι κοιλότερός ἐστιν ὁ Ὠκεανὸς τῆς παρ’ ἡμῖν θαλάττης, δῆλον, ἐπειδὴ ἡ Ἐρυθρὰ θάλασσα εἰς αὐτὸν εἰσρεῖ ὡς εἰς κοιλότερον. p. 354 a 27 Περὶ δὲ τοῦ τὰ πρὸς ἄρκτον εἶναι τῆς γῆς ὑφηλά. ἐπειδὴ ἔλεγεν ἀπὸ τῶν ἀρκτῴων μερῶν ῥεῖν τὴν καθ’ ἡμᾶς θάλατταν ἐπὶ τὰ νότια, νῦν πιστοῦται ἡμᾶς ἔκ τινος ἱστορίας, ὅτι ὑψηλότερά εἰσι τὰ ἀρκτῷα τοῦ νοτίου. φασὶ γάρ τινες οὕτως ὑψηλὰ εἶναι |τὰ ἀρκτῷα μέρη, ὡς μὴ γίνεσθαι ἐκεῖσε τὸν ἥλιον ὑπὸ γῆν, ἀλλὰ νύκτα γίνεσθαι οὐχ ὑπὸ γῆν γινομένου τοῦ ἡλίου, ἀλλὰ τῶν ὑψηλοτάτων ὀρέων σκιαζόντων αὐτοῦ τὸ φῶς. ψεῦδος δὲ τοῦτο. εἰ γὰρ ὁρᾶται κἀκεῖσε ἐκλείδὲ πουσα ἡ σελήνη μεσουρανοῦσα, ἔκλειψις δὲ σελήνης ἐν τῷ μεσουρανήματι ὄρεσι· Πραςις κ. p. 354 b 1 Περὶ δὲ τῇς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ χυμοῦ τίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ τῆς πικρότητος, λεκτέον. Τρία τινὰ προβλήματα περὶ θαλάττης δεδωκὼς ἡμῖν ὁ φιλόσοφος τῇ προτεραίᾳ, ἓν μὲν τὸ ζητῆσαι, εἴτε σύνθετός ἐστιν ἢ ἁπλῆ, ἕτερον δέ, εἰ γενητή ἐστιν ἢ ἀγένητος κατὰ τὴν ἁλυκότητα, καὶ τρίτον, τίς ἡ αἰτία τῆς ἁλυκότητος, νῦν καὶ ἕτερον πρόβλημα περὶ θαλάττης ἐκτίθεται, οὐχ ἕτερον τέταρτον ὂν παρὰ τὰ εἰρημένα. ζητεῖ γάρ, εἰ ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος, καὶ τοῦτο κατασκευάζει διὰ τεσσάρων ἐπιχειρημάτων· τοῦτο δὲ ὑπὸ τὸ ἓν τῶν εἰρημένων ἀνάγεται. εἰ γὰρ ὅλως ἀποδειχθῇ, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα, δῆλον, ὅτι καὶ ἁπλὴ ἐστι· πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλᾶς εἶναι. καὶ ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος, κατασκευάζει διὰ τεσσάρων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ἀποκληρωτικὸς ὁ λόγος, ὥστε τὰ μὲν ἄλλα στοιχεῖα ἔχειν ὁλότητας, εἰς ἃς ἐφιέμενα σπεύδουσι, μόνον δὲ τὸ ὕδωρ μὴ ἔχειν ὁλότητα. εἰ δὲ ἔχει ὁλότητα καὶ τὸ ὕδωρ, ζητητέον, τίς αὐτοῦ ἡ ὁλότης. ἆρα οἱ ποταμοί; οὐδαμῶς. πρέπει γὰρ τῇ ὁλότητι συνεχεῖ εἶναι· οἱ δὲ ποταμοὶ οὐ συνεχεῖς· οὐ γὰρ ἔχουσιν ὕδωρ ἀθρόον. οὐκ ἄρα ὁλότης εἰσὶν οἱ ποταμοί, ἀλλ’ ἡ θάλασσα ὡς συνεχὴς οὖσα καὶ ἀθρόον ἔχουσα ὕδωρ, μὴ κεχωρισμένον. καὶ ἐντεῦθεν κέρδανον δόγμα Ἀριστοτέλους, ὅτι βούλεται τὴν θάλασσαν συνεχῆ εἶναι καὶ οὐ διῃρημένην, ὥς φασιν οἱ γεωγράφοι. εἰ δὲ καὶ λέγει τις, ὅτι οὔτε αἱ θάλασσαι συνεχεῖς εἰσι διῄρηνται ἀπ’ ἀλλήλων), οὐκ ἄτοπον καὶ τοῦτο ὑποθέσθαι, ὥστε καὶ ἐν ἄλλοις τόποις μέρη εἶναι τῆς θαλάττης διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι. ἰδοὺ γοῦν τῆς ὁλότητος τοῦ πυρὸς ἐν τῷ ὑπεκκαύματι οὔσης ὑπὸ γῆν πυρός εἰσι κρατῆρες διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι. οὕτω μὲν οὖν κατασκευαστέον, ὅτι οὐχ οἱ ποταμοί εἰσιν ὁλότητες διὰ τὸ καταχεῖσθαι, ἀλλ’ ἡ θάλασσα. καὶ ἄλλως δὲ οὐ δυνατὸν τοὺς ποταμοὺς εἶναι ὁλότητα τοῦ ὕδατος, ἐπειδὴ ῥυτοί εἰσιν, ἡ δὲ θάλασσα στάσιμος· πρέπει δὲ τῇ ὁλότητι ἡ στάσις· ἡ θάλασσα ἄρα ὁλότης τοῦ παντὸς ὕδατος διὰ τὴν στάσιν, καὶ οὐχὶ οἱ ποταμοί. εἰ δὲ καὶ ῥυτὴν αὐτὴν ἕλεγεν Ἀριστοτέλης τῇ προτεραίᾳ, ἀλλ’ οὐχ οὕτως ἐστὶ ῥυτὴ ὥσπερ οἱ ποταμοί· ἐκεῖνοι μὲν γὰρ ἀλλαχοῦ ῥέουσι, τουτέστιν εἰς τὴν θάλασσαν, αὕτη δὲ οὐκ ἀλλαχοῦ, ἀλλ’ εἰς αὐτήν, εἰ μὴ ὄρα τις λέγει, ὅτι καὶ οἱ ποταμοὶ ἐκ τῆς μεγάλης θαλάττης εἰσὶ, τουτέστι τοῦ Ὠκεανοῦ κατὰ τὸν ποιητήν, ὅς φησιν· ‘ἐξ οὗ πάντες εἰσὶ ποταμοὶ πᾶσαι δέ τε πηγαί.’ ἔστι γὰρ ὑποθέσθαι, ὅτι αἱ τοῦ ποταμοῦ πηγαὶ ἢ ἄντικρυς αὐτοὶ οἱ ποταμοὶ ἐκ τοῦ Ὠκεανοῦ συνίστανται καὶ ἐξ αὐτοῦ ῥέουσιν. ἀλλ’ ἀποτίθενται τὴν ἁλμυρότητα διὰ τῆς γῆς διηθούμενοι καὶ διὰ τοῦτο πότιμον ἔχουσιν ὕδωρ. ἡ δὲ θάλασσα στάσιμός ἐστι· πρέπει δὲ τῇ ὁλότητι ἡ στάσις τοῦ παντὸς ὕδατος. καὶ μή τις λεγέτω, ὅτι ἰδοὺ τὸ ὑπέκκαυμα τοῦ πυρὸς ὑπάρχον ὁλότης κινεῖται, ὥστε οὐκ ἔστιν ἐν τῇ ὁλότητι ἡ στάσις. λέγομεν γάρ, ὅτι εἰ καὶ κινεῖται τὸ ὑπέκκαυμα, τὴν κύκλῳ φορὰν κινεῖται· πρέπει γὰρ ταῖς ὁλότησιν ἡ ἀιδιότης, ἀίδιοι δὲ μένουσιν ἢ ἱστάμεναι ἢ κύκλῳ κινούμεναι. καὶ τοῦτο μὲν τὸ πρῶτον ἐπιχείρημα. δεύτερον ἐπιχείρημα· ὅτι γὰρ ἡ θάλασσα ὁλότης ἐστὶ τοῦ ὕδατος, δῆλον, ἐπειδὴ πᾶν ὕδωρ ποταμοῦ τῆς οἰκείας ὁλότητος ἐφιέμενον εἰς αὐτὴν σπεύδει φιλοῦσι γὰρ τὰ μέρη ταῖς ὁλότησι συνάπτεσθαι· ἰδοὺ γοῦν ἡ βῶλος τῆς γῆς ἐφιεμένη, τουτέστι τῆς οἰκείας ὁλότητος, ἐπ’ αὐτὴν πάλιν ἀνακάμπτει)· ἐπειδὴ πάλιν ὁ ὑποκείμενος αὐτῇ τόπος δεκτικός ἐστι παντὸς ὕδατος ἁλμυροῦ τε καὶ ποτίμου, τοῦτο δὲ ὁλότητος ἴδιον τὸ πᾶν ὕδωρ ὑποδέχεσθαι. εἰ δὲ λέγοι τις, ὅτι καὶ πῶς οὐχ ὁρῶμεν ἐν αὐτῇ πότιμον ὕδωρ, ῥητέον, ὅτι ὅσον μὲν ἐπὶ τῇ θαλάττῃ πότιμον ἔχει ὕδωρ, ἀλλὰ διὰ τὴν καθ’ ἡμέραν γινομένην ἐξάτμισιν ὑπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἀστέρων οὔ. ἐπειδὴ οὗν τὸ χρηστὸν ἐξατμίζεται, μένει τὸ ἁλμυρόν, μηδὲ νομιστέον, ὅτι περὶ τὴν θάλατταν οὐκ ἔστι τόπος δεκτικὸς καὶ ποτίμου ὕδατος, ἀλλὰ μόνον ἁλμυροῦ. <ὁ> γὰρ τοῦτο λέγων ἔοικε τῷ οἰομένῳ μηδὲ τὴν γαστέρα τῶν ζῴων δεκτικὴν εἶναι τροφῆς, ἀλλὰ μόνον περιττώματος, διὰ τὸ ἀνηρπάσθαι τὸ χρηστὸν ἐν τοῖς χιτῶσι. τοῦτο καὶ τὸ τρίτον. τέταρτον καὶ τελευταῖον ἐπιχείρημα· ὅτι γὰρ ὁλότης ἡ θάλασσα, δῆλον, ἐπειδὴ τὸ χαρακτηριστικὸν τοῦ ὕδατος ὡς ὕδατός ἐστι τὸ ἐν κοιλοτάτῳ τῆς γῆς τόπῳ ἐπείγεσθαι καὶ τοῦτον ἀεὶ καταλαμβάνειν· ἡ δὲ θάλασσα ἐν τῷ παντὶ κοιλοτάτῳ τῆς γῆς τόπῳ ἐστί. καὶ ὅτι οὕτως ἐστὶν ἡ θάλασσα, δῆλον, ἐπειδὴ πάντες οἱ ποταμοὶ εἰς αὐτὴν ἐπείγονται. τοῦτο καὶ τὸ τέταρτον. καὶ διὰ μὲν τούτων τῶν τεσσάρων ἐπιχειρημάτων κατασκευάςει Ἀριστοτέλης, ὅτι ὁλότης ἡ θά| λασσα τοῦ ὕδατος. φέρε δὲ ἡμεῖς 30r ἔξωθεν ἀπορήσωμεν πρὸς τὸν λόγον διαφόρως καὶ τῶν ἀποριῶν ἐπαγάγωμεν τὰς λύσεις. ἐπειδὴ γὰρ αἱ ὁλότητες κατὰ φύσιν εἰσίν, ἡ δὲ θάλασσα παρὰ φύσιν (άλμυρὰ γάρ), ἡ θάλασσα ἄρα οὐχ ὁλότης. ἢ ῥητέον, ὅτι οὐκ ἔστι παρὰ φύσιν ἡ θάλασσα ἁλμυρά. εἰ γὰρ τοῦτο ἦν παρὰ φύσιν, τὸ εἶναι αὐτὴν γλυκεῖαν κατὰ φύσιν ἄν ὑπῆρχεν. ἀλλὰ τὸ μὲν κατὰ φύσιν ὕδωρ τὸ ἄποιόν ἐστιν· οὐκ ἄρα τὸ γλυκὺ καὶ ἁλμυρὸν κατὰ φύσιν ἐστὶν ἐν τῷ ὕδατι. κατὰ φύσιν γάρ ἐστι τῷ ὕδατι τὸ ψυχρὸν καὶ ὑγρὸν εἶναι, ἅπερ ἁπτικαὶ ποιότητές εἰσιν, οὐ γευσταί. ἑτέρα ἀπορία· παρὰ φύσιν ἐστὶ τὸ θαλάσσιον ὕδωρ, ἐπειδὴ γὰρ παντὸς τοῦ ὕδατος ἐστὶ τὸ ψύχειν καὶ ὑγραίνειν, ἡ δὲ θάλαττα οὐ τοῦτο ποιεῖ· θερμαίνει γὰρ καὶ ξηραίνει· οὐκ ἄρα ὁλότης ἐστί. λέγομεν δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ δι’ ἑαυτὴν ἡ θάλασσα θερμαίνει καὶ ξηραίνει, ἀλλὰ καὶ διὰ τὴν συνεζευγμένην αὐτὴ καπνώδη ἀναθυμίασιν, ἐπεὶ ὅσον ἐφ’ ἑαυτῇ πότιμον ἔχει ὕδωρ, τὸ δὲ πότιμον ψύχει καὶ ὑγραίνει. καὶ ὅτι ὅσον ἐφ’ ἑαυτῇ πότιμον ἔχει ὕδωρ, δῆλον. εἰ γάρ τις ὀρύξει λάκκους περὶ τὸν αἰγιαλόν, εὑρήσει αὐτοὺς πληρωθέντας ποτίμου ὕδατος· ᾧ δῆλον, ὅτι ἐν τῷ διηθεῖσθαι τὸ ὕδωρ ἀπὸ ἰῆς θαλάσσης ἐν τοῖς λάκκοις ἀπέθετο τὴν συμμεμιγμένην αὐτῷ καπνώδη ἀναθυμίασιν, ἐπειδὴ οὐκ ἔστιν αὐτῷ κεκραμένη, ἀλλὰ μόνον παρακειμένη. καὶ ταῦτα μὲν καὶ ἡμεῖς ἔξωθεν. ὁ μέντοι φιλόσοφος ἀποδείξας ὁλότητα εἶναι τὴν θάλασσαν καὶ διὰ τοῦτο λεληθότως ἀσύνθετον (πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλοῦν διὰ τὸ ἀεὶ διαμένειν), τρέπεται καὶ ἐπὶ τὸ τρίτον πρόβλημα τήν [τε] αἰτίαν ζητῶν τῆς ἁλμυρότητος τῆς θαλάσσης. καὶ ἀποδέχεται μὲν τῶν παλαιῶν φιλοσόφων τὴν αἰτιολογίαν τῆς ἁλμυρότητος οὐχ ὡς αἰτίαν ἁπλῶς ὑπάρχουσαν τῇ ἁλμυρότητι, ἀλλ’ ὡς συναιτίαν τῶν ὑπ’ αὐτῶν λεγομένων. ἔφασκον γὰρ ἐκεῖνοι, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα διὰ τὸ καθ’ ἡμέραν ἐξατμίζειν ἀπ’ αὐτῆς τὸν ἥλιον τὸ λεπτομερὲς διὰ τὸ τραφῆναι αὐτόν, καταλιμπάνειν δὲ τὸ τρυγῶδες καὶ ἁλμυρόν. καὶ ὅτι μὲν αἴτιόν ἐστι καὶ τὸ ἐξατμίζεσθαι τῆς ἁλμυρότητος, ἀποδέχεται. πλὴν οὐ μόνον τοῦτό ἐστιν αἴτιον, ἀλλὰ καὶ ἡ καπνώδης ἀναθυμίασις· εἰ γὰρ μόνον τοῦτο ἦν, ὅτε πάλιν καταρρεῖ τὸ ἐξατμισθὲν γλυκὺ καὶ μίγνυται αὐτῇ, οὐκ ἄν ἁλμυρὰ ὑπῆρχεν. οὐκοῦν ῥητέον, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα καὶ διὰ τὸ ἐξατμίζεσθαι ὑπὸ τοῦ ἡλίου τὸ λεπτομερὲς αὐτῆς καὶ διὰ τὸ συμμεμῖχθαι αὐτῇ τὴν καπνώδη ἀναθυμίασιν. ἀλλὰ τοῦτο μὲν αὐτῶν ἀποδέχεται τὸ λέγειν, ὅτι ἐξατμίζει ὁ ἥλιος τὸ· λεπτομερές· ἐκεῖνο δὲ οὐκ ἀποδέχεται τὸ λέγειν αὐτούς, ὅτι ἐκ τῆς ἀτμίδος τρέφεται ὁ ἥλιος. ἀλλὰ τοῦτο ἀναιρεῖ διὰ πέντε ἐπιχειρημάτων, ὧν τὸ πρῶιον τοῦτον ἔχει τὸν τρόπον· οὐ δυνατὸν τρέφεσθαι τὸν ἥλιον ἐκ τῆς ἀτμίδος, εἴ γε ἡ ἀτμὶς οὐχ ὑπερβαίνει τὰς ἀκρωρείας τῶν ὀρῶν, ἀλλ’ ἐκεῖσε εἰς ὕδωρ μεταβαλλομένη διὰ τὴν ἐκεῖσε ψῦξιν πάλιν ἀντικαταρρεῖ. ὁ δὲ ἥλιος δέδεικται τῆς σελήνης εἰκοσαπλάσιον ἔχειν διάστημα ἀπὸ τοῦ κέντρου. εἰ δὲ λέγοι τις, ὅτι πῦρ ὑπάρχων ὁ ἥλιος ἀνάγκη αὐτὸν τρέφεσθαι ἐπὶ τῷ διαμένειν ὡς καὶ τὸ πῦρ τοῦτο γὰρ τῆς ὕλης ἐπιλειπούσης σβέννυται), ἐροῦμεν, ὅτι πρῶτον μὲν οὐκ ἔστι πῦρ ὁ ἥλιος ἐδείχθη γὰρ μὴ ὢν θερμός, ἀλλὰ θερμοποιός), ἔπειτα δὲ εἰ καὶ πῦρ αὐτὸν ὑποθώμεθα, οὐδ’ οὕτως τρέφεται, ἐπεὶ μήτε τὸ πῦρ τρέφεται †ἀστέρα. ὅτι γὰρ οὐ τρέφεται πῦρ, δῆλον, ἐπειδὴ πᾶν τὸ τρεφόμενον ὅρον ἔχει αὐξήσεως ***ἀλλὰ συνεπεκτείνεται τῇ ὕλῃ καὶ ἡ αὔξησις· οὐκ ἄρα τρέφεται. ἔπειτα δὲ τὸ τρεφόμενον διὰ θρεπτικοῦ ὀργάνου τρέφεται· οὐκ ἔστι δὲ τῷ πυρὶ θρεπτικὰ ὄργανα· ᾧ δῆλον, ὅτι οὐ τρέφεται ὁ ἥλιος ὑπὸ τῆς ἀτμίδος. ὑπερβησόμεθα δὲ τὴν Ἡρακλείτου παραδοξολογίαν. οὐκέτι γὰρ ‘νέος ἐφ’ ἡμέρῃ’ γενήσεται ὁ ἥλιος διὰ τὸν ‘Ηράκλειτον, ἀλλὰ νέος καθ’ ἕκαστον νῦν. ἔλεγε γὰρ ὁ Ἡράκλειτος, ὅτι πῦρ ὑπάρχων ὁ ἥλιος, ὅταν μὲν ἐν ταῖς ἀνατολαῖς ὑπάρχῃ, ἀνάπτεται διὰ τὴν ἐκεῖσε θερμότητα· ὅταν δὲ ἐν ταῖς δυσμαῖς ἔλθῃ, σβέννυται διὰ τὴν ἐκεῖσε ψῦξιν. εἰ οὖν ἡμεῖς προσθήσομεν, ὅτι καὶ τρέφεται ὑπὸ τῆς ἀτμίδος, ποιήσομεν αὐτὸν καθ’ ἕκαστον νῦν τρέφεσθαι καὶ διὰ τοῦτο καθ’ ἕκαστον νῦν γίνεσθαι· τὸ γὰρ τρεφόμενον καὶ γίνεται. οὐκοῦν καθ’ ἕκαστον νῦν ἐστι νέος, καὶ οὐ καθ’ ἑκάστην ἡμέραν μόνον. καὶ τοῦτο καὶ τὸ δεύτερον. τρίτον ἐπιχείρημα· οὐ δυνατὸν τρέφεσθαι τὸν ἥλιον ὑπὸ τῆς ἀτμίδος· ἰδοὺ γὰρ καὶ τὸ πῦρ ἐξατμίζει μὲν τὸ ὕδωρ τὸ ὂν ἐν τῷ λέβητι, οὐ τρέφεται δὲ ὑπ’ αὐτοῦ ***διὰ τὸ ἀντιφράττειν αὐτῷ πολλὰς σφαίρας καὶ μὴ ἀνάγεσθαι ὡς <ἐπ’> αὐτὸν τὴν ἀτμίδα. τοῦτο τὸ τρίτον. τέταρτον ἐπιχείρημα· τίς ἡ ἀποκλήρωσις, ἵνα μόνος ὁ ἥλιος καὶ οἱ λοιποὶ πλάνητες ὑπὸ τῆς ἀτμίδος τρέφωνται καὶ τούτου χάριν καὶ κτὰ πλάτος κινοῦνται τοῦ ζῳδιακοῦ, ἔνθα εὐπορήσουσι πλείονος τροφῆς, τουτέστι πλείονος ἀναφερομένης ἀτμίδος), οἱ δ’ ἀπλανεῖς ἀστέρες μὴ τρέφωνται ἀπὸ τῆς ἀτμίδος; εἰ δὲ λέγει τις, ὅτι καὶ αὐτοὶ τρέφονται, ἐχρῆν καὶ αὐτοὺς κατὰ πλάτος κινεῖσθαι, ὅπερ οὐ γίνεται. οὐκ ἄρα οὗτοι οἱ πλάνητες διὰ τὸ τρέφεσθαι κινοῦνται κατὰ πλάτος· οὐ γὰρ τρέφοντι ὅλως. πέμπτον καὶ τελευταῖον ἐπιχείρημα· εἰ ἐτρέφοντο οἱ ἀστέρες ἀπὸ τῆς ἀτμίδος, ἐχρῆν τὴν ἀναθυμίασιν τὴν ἀτμιδώδη μηκέτι καταφέρεσθαι, ἀλλ’ ἀναλίσκεσθαι ἄνω εἰς τὴν τῶν ἀστέρων τροφήν. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι εἰς ὕδωρ μεταβληθεῖσα πάλιν καταφέρεται, εἰ καὶ μὴ ἐν τῷ προσεχεῖ ἐνιαυτᾷ πᾶσα, ἀλλ’ οὖν ἐν τῷ ἐφεξῆς πάντως. τοὺς γὰρ ξηροτέρους ἐνιαυτοὺς διαδέχονται ἔπομβροι· οὐκ ἄρα ἐκ τῆς ἀτμίδος τρέφονται οἱ ἀστέρες. διὰ |μὲν τούτων τῶν πέντε ἐπιχειρημάτων ἀποδείκνυσιν ὁ φιλόσοφος, ὅτι οὐ τρέφονται οἱ ἀστέρες ἀπὸ τῆς ἀτμίδος. φέρε δὲ καὶ ἡμεῖς ἔξωθεν προσευπορήσωμεν τρία ἐπιχειρήματα τὸ αὐτὸ τοῦτο κατασκευάζοντες. πρῶτον μέν, ὅτι πῶς δυνατὸν τρέφεσθαι τὸν ἥλιον ἀπὸ τῆς ἀτμίδος <ἑκατοντα>εβδομηκονταπλασίονα ὄντα τῆς γῆς. εἰ γὰρ ἅπαν τὸ ὕδωρ καὶ πᾶσα ἡ γῆ εἴς ἀτμίδα μεταβληθείη, οὐκ ἀρκέσειε πρὸς τὴν τοῦ ἡλίου μόνον τροφήν, οὐ λέγω καὶ τῶν ἄλλων ἀστέρων. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· εἰ δὴ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχουσιν οἱ ἀστέρες, οὐ τρέφονται· εἰ γὰρ καὶ τρέφονται, καὶ γίνονται· εἰ καὶ γίνονται, καὶ φθείρονται· εἰ φθείρονται, οὐκ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσι. τρίτον ἐπιχείρημα· εἰ τρέφονται οἱ ἀστέρες, ἐχρῆν αὐτούς, ἔνθα πολλὴν εὐπορίαν τροφῆς ἕξουσιν, ἐκεῖσε γίνεσθαι· πολλὴ δ’ <εἰ> εὐπορία τροφῆς ἔξω τροπικοῦ, ἐχρῆν αὐτοὺς ἔξω τούτου γίνεσθαι, ὅπερ ἄτοπον· οὐ γὰρ ἐξέρχονταί ποτε τὸν ζφδιακόν· οὐκ ἄρα τρέφονται οἱ ἀστέρες. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 354 b 1 Περὶ δὲ τῆς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ Χυμοῦ τίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ τῆς πικρότητος, λεκτέον. Νῦν ζητεῖ ταῦτα δεύτερον, εἰ γενητή ἐστιν ἢ ἀγένητος, καὶ τὴν αἰτίαν τῆς ἀλμυρότητος, ἵνα διὰ τοῦ δεῖξαι, ὅτι ἀγένητός ἐστιν, δείξῃ, ὅτι ἁπλῆ ἐστιν, καὶ διὰ τοῦ δεῖξαι, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα, δείξῃ, ὅτι ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος. p. 354 b 4 Δόξειε γὰρ ἂν εὔλογον, εἰ καὶ τῶν ἄλλων στοιχείων ἐστὶν ὅγκος ἀρχὴ ἀρχὴ διὰ τὸ πλῆθος. ἐντεῦθεν τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι ὥσπερ τὰ ἄλλα στοιχεῖα ἔχουσιν ὁλότητας, εἰκὸς εἶναι καὶ τοῦ ὕδατος ὁλότητα, ἐπεί τοί γε ἀποκληρωτικὸς ἔσται ὁ λόγος- p. 354 b 13 Τὸ γὰρ τῶν ποταμῶν οὕτ’ ἀθρόον ἔσται οὔτε στάσιμον, ἀλλ’ ὡς γινόμενον ἀεὶ φαίνεται καθ’ ἡμέραν. Ὥς τινος ἀπορήσαντος ‘καὶ τί ἄτοπον, Ἀριστότελες, εἷναι τοῦ ὕδατος ὁλότητα τοὺς ποταμούς;’ αὐτὸς ἐπελύσατο λέγων, ὅτι οὐ δυνατόν, ἐπεὶ καὶ ῥυτοί εἰσι καὶ διῃρημένοι. ἔνθεν κέρδανον, ὅτι βούλεται ὁ φιλόσοφος πάσας τὰς θαλάσσας συνεχεῖς εἶναι καὶ οὐ διῃρημένας. p. 354 b 16 Διὸ καὶ τοὺς ποταμοὺς οὐ μόνον εἰς ταύτην, ἀλλὰ καὶ ἐκ ταύτης φασί τινες ῥεῖν. Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι πάντες οἱ ποταμοὶ τῆς οἰκείας ὁλότητος ἐφιέμενοι εἰσρέουσιν ἐν τῇ θαλάσσῃ. ἴσως τῷ ποιητῇ κατακολουθῶν ὁ φιλόσοφος ἔφη, ὅτι οὐ μόνον εἰσρέουσιν εἰς αὐτὴν οἱ ποταμοί, ἀλλὰ καὶ ἀπ’ αὐτῆς ῥέουσιν, ἔννοιαν ἔχων τοῦ Ὠκεανοῦ. περὶ οὗ ὁ ποιητής· ‘ἐξ οὗ πάντες οἱ ποταμοὶ καὶ πᾶσαι πηγαὶ ἀεὶ ῥέουσι’. p. 354 b 19 Τί δήποτ’ οὖν οὐκ ἔστι τὸ συνεστὼς ὕδωρ πότιμον, εἴπερ ἄρα ἀρχὴ τοῦ παντός ἐστιν ὕδατος, ἀλλ’ ἁλμυρόν. Ἐπειδὴ κατεσκεύασεν διὰ τοῦ δευτέρου ἐπιχειρήματος, ὅτι ἡ θάλασσα ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος, ἀπορεῖ πρὸς ἑαυτὸν μήπω τὰ ἄλλα δύο ἐπιχειρήματα εἰρηκώς, ὅτι καὶ πῶς δυνατὸν τὴν ὁλότητα τοῦ ὕδατος ἁλμυρὰν εἶναι καὶ παρὰ φύσιν· εἶτα τὴν αἰτίαν τῆς ἁλμυρότητος ἐπάγων λύει τὴν ἀπορίαν. τί γάρ φησιν ; ὅτι ὅσον μὲν καθ’ ἑαυτὴν ἡ θάλασσα πότιμός ἐστιν, ἀλλὰ διὰ τὸ περιτετάσθαι τὸ ὕδωρ αὐτῆς ἐπάνω τῆς γῆς εἰς πλάτος ἐξατμίζεται τὸ λεπτομερὲς καὶ πότιμον, μένει δὲ τὸ βαρὺ καὶ ἁλμυρόν· ὅθεν ἅμα τῇ λύσει τῆς ἀπορίας καὶ τὴν αἰτίαν λέγει τῆς ἁλμυρότητος τῆς θαλάσσης. p. 354 b 25 Τοῦτο γάρ ἐστι τὸ ἔσχατον, εἴτε ὡς πολλοὶ λέγουσιν εἴτε ὡς ἡμεῖς. τοῦτο, φησί, τὸ ὕδωρ τὸ περιτεταμένον περὶ τὴν γῆν ἔσχατόν ἐστι τοῦ τε ἀέρος καὶ τοῦ πυρός, εἴτε συνεχές ἐστιν, ὥσπερ ἡμεῖς λέγομεν, ἢ διῃρημένον, ὡς οἱ τὰς γεωγραφίας ποιοῦντες λέγουσι. p. 354 b 26 Φερομένου δὲ τοῦ ἡλίου τοῦτον τὸν τρόπον. Ποῖον; ποτὲ μὲν βορειοτέρου, ποτὲ δὲ νοτιωτέρου γινομένου. p. 354 b 33 Διὸ καὶ γελοῖοι πάντες, ὅσοι τῶν πρότερον ὑπέλαβον ἥλιον τρέφεσθαι τῷ ὑγρῷ. ἐάσας τέως τὰ λοιπὰ δύο ἐπιχειρήματα κατασκευάζοντα ὁλότητα εἶναι τὴν θάλασσαν ἵσταται πρὸς τὴν φυσικὴν δόξαν τὴν λέγουσαν ἐκ τῆς ἀτμίδος τρέφεσθαι τὸν ἥλιον. p. 355 a 3 Καὶ γὰρ τὸ φανερὸν πῦρ, ἕως ἄν ἔχῃ τροφήν, μέχρι τούτου ζῇ. Διακωμῳδεῖ αὐτῶν τὴν ὑπόθεσιν, ἐπειδὴ ἔλεγον πῦρ ὄντα τὸν ἥλιον πάντως δεῖσθαι τροφῆς καθ’ ἑκάστην ὥραν · καίτοι οὔτε τὸ πῦρ τρέφεται. p. 355a5 Ὥσπερ ἀφικνούμενον μέχρι πρὸς τὸν ἥλιον τὸ ἀναγόμενον τοῦ ὑγροῦ. Ἀγανακτοῦντος φωνή. οὕτω γὰρ ἠλίθιοί εἰσιν, ὅτι νομίζουσι τὸ ἐξατμισθὲν φθάνειν ἐπὶ τὴν ἡλιακὴν σφαῖραν καίτοι τοσούτων ἄλλων σφαιρῶν ἐν τῷ μέσῳ οὐσῶν καὶ τῆς ἀτμίδος μηδὲ τὰς ἀκρωρείας σχεδὸν ὑπερβαινούσης. καὶ ἰδοὺ ἔχεις τὸ πρῶτον ἐπιχείρημα. p. 355a9 Η μὲν γὰρ διὰ συνεχοῦς ὑγροῦ καὶ ξηροῦ μεταβαλλόντων γίνεται καὶ οὐ τρέφεται. Ὄρα, πῶς σαφῶς λέγει ὁ φιλόσοφος μὴ τρέφεσθαι τὸ πῦρ. p. 355a 13 Δηλονότι καὶ ὁ ἥλιος οὐ μόνον, Ἡράκλειτός φησι, ‘νέος ἐφ’ ἡμέρῃ’ ἐστίν, ἀλλ’ ἀεὶ νέος συνεχῶς. Εἰ δώσομεν τὸν ἥλιον τρέφεσθαι, οὐ μόνον καθ’ ἡμέραν γίνεται, ἀλλὰ καὶ καθ’ ἑκάστην ὥραν τρέφεσθαι. καὶ ἔχεις ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα. p. 355a 15 ἔτι δ’ ἡ ὑπὸ τοῦ ἡλίου ἀναγωγὴ τοῦ ὑγροῦ ὁμοία τοῖς θερμαινομένοις ὕδασίν ἐστιν ὑπὸ τοῦ πυρός. |ἐντεῦθεν δὲ τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι οὔτ’ ἐπὶ τοῦ παρ’ ἡμῖν πυρὸς ***τὸ δ’ ἀντιφράττειν πολλάκις τὸ μέσον. οὕτως οὖν οὕτ ἐπὶ τοῦ ἡλίου τὸ ὑπ’ αὐτοῦ ἐξατμισθὲν τροφὴ αὐτοῦ ἐστιν. p. 355 a 18 Ἄτοπον δὲ καὶ τὸ μόνον φροντίσαι τοῦ ἡλίου, τῶν δ’ ἄλλων ἀστέρων παριδεῖν τὴν σωτηρίαν. Τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, τίς ἡ ἀποκλήρωσις τὸν ἥλιον μόνον τρέφεσθαι ὑπὸ τῆς ἀτμίδος, μηκέτι δὲ τοὺς ἄλλους ἀστέρας. p. 355 a 21 Τὸ δὲ αὐτὸ συμβαίνει καὶ τούτοις ἄλογον. Τὸ πέμπτον ἐπιχείρημα. τί γάρ φησιν; ὅτι ἄλογόν ἐστι τὸ ὑποθέσθαι εὐθὺς μετὰ τὸν κατακλυσμὸν πλήρους ὕδατος ὑπαρχούσης τῆς γῆς ὑπὸ τῆς τοῦ ἡλίου καὶ τῶν ἀστέρων θερμασίας ἐξατμίζεσθαι κατὰ μέρος καὶ φέρεσθαι ἀπὸ τῆς ἀτμίδος ἀστέρας· οὐ μόνον δέ, ἀλλὰ καὶ τὸν ἀέρα ἀπὸ ταύτης γίνεσθαι τοῦ ἀνενεχθέντος ὁμοίως πάλιν κατενεχθέντος διὰ τῶν ὑετῶν· ἐχρῆν γὰρ ἄνω μεμενηκέναι. p. 353 a 32 Τὸ μὲν οὗν πότιμον καὶ γλυκὺ διὰ κουφότητα πᾶν ἄγεται. Μετὰ τὰ πέντε ἐπιχειρήματα ἐπανακάμπτει πάλιν ἐπὶ τὸ ἐξ ἀρχῆς αὐτῷ προτεθέν, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα καὶ ἐπαναμιμνῄσκει τοῦ τέλους τοῦ πρώτου ἐπιχειρήματος, ἵνα ἐφεξῆς τὰ λείποντα δύο ἐπάξῃ· ἐλέγετο γὰρ ἐν τῷ τέλει τοῦ πρώτου ἐπιχειρήματος ἅμα τε ἡ λύσις τῆς ἀπορίας καὶ ἅμα ἡ αἰτία τῆς ἁλμυρότητος. τοῦτο οὖν νῦν ἐπαναμιμνῄσκει. p. 355 b 2 Ὃν γὰρ ὁρῶμεν κατέχουσαν τόπον τὴν θάλασσαν, οὗτος οὐκ ἔστι θαλάττης, ἀλλὰ μᾶλλον ὕδατος. Γὸ τρίτον ἐπιχείρημα τῶν τεσσάρων τῶν περὶ θαλάσσης ἀπιχειρημάτων τὸ λέγον, ὅτι ὁ ὑποκείμενος τόπος τῇ θαλάττῃ παντὸς ὕδατός ἐστι δεκτικός· ὁλότης ἄρα ἡ θάλαττα. τί γάρ φησιν ; οὗτος ὁ τόπος οὐ μόνον θαλάττης ἐστὶ δεκτικός, τουτέστιν ἁλμυροῦ ὕδατος, ἀλλ’ ἁπλῶς ὕδατος, τουτέστι παντοίου ὕδατος. p. 355b4 Φαίνεται δὲ θαλάσσης, ὅτι τὸ μὲν ἁλμυρὸν ὑπομένει διὰ τὸ βάρος. Ὥς τινος ἀπορήσαντος ‘καὶ πῶς, Ἀριστότελες, ἁλμυροῦ ὕδατος φαίνεται περιεκτικὸς ὢν οὗτος ὁ τόπος;’ αὐτὸς τὴν λύσιν ἐπάγει, ὅτι διὰ τὸ ἀναρπάζεσθαι τὸ λεπτὸν ὑπὸ τοῦ ἡλίου ὑπομένει τὸ παχύ, ὥσπερ καὶ ἐπὶ τῆς γαστρὸς τῶν ζῴων. κἀκεῖσε γὰρ τοῦ ὁμοίου γινομένου †λέγεται ἡ γαστὴρ δεκτικὴ δεκτικοῦ, ἀλλὰ δεκτικὴ τῆς ἁπλῶς τροφῆς. p. 355 b 17 Ἕστε γὰρ τὸ κοιλότατον ἡ ῥύσις, καὶ ἡ θάλαττα τὸν τοιο,ῦτον ἐπέχει τῆς γῆς τόπον. Γὰ δ’ ἐπιχείρημα τὸ λέγον, ὅτι ἐν τῷ κοιλοτάτῳ τῆς γῆς ἐστιν ἡ θάλασσα· διὸ αὕτη ὑπάρχει ὁλότης, ἐπειδὴ τὸ πάντων χαρακτηριστικὸν τοῦ ὕδατος, τουτέστι τὸ διώκειν τὸν κοιλότατον τῆς γῆς τόπον, ἐπέχει. καὶ ὅτι κοιλοτάτη ἐστὶν ἡ θάλαττα, δῆλον, ἐπειδὴ πᾶσα ῥύσις ποταμοῦ εἰς αὐτὴν ἐπείγεται. Πρᾶξις κݲαݲ. p. 355 b 20 Τὸ δὲ ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τί τοσοῦτον πλῆθος οὐδαμοῦ φαίνεται. Ἐπειδὴ κατασκευάζει ὁ φιλόσοφος, ὅτι ἡ θάλαττα ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος, ἐχρήσατο ἑνὶ ἐπιχειρήματι τῷ λέγοντι, ὅτι οἱ ποταμοὶ ἅπαντες εἰσβάλλουσιν ἐν τῇ θαλάττῃ ὡς ὁλότητος ἐφιέμενοι ἢ ὡς τῆς ἐν αὐτῇ κοιλότητος. νῦν αὐτὸ τοῦτο ζητεῖ, τί δήποτε πολλοῦ καὶ μεγίστου ποταμοῦ ἐμβάλλοντος ἐν τῇ θαλάττῃ ὅμως αὕτη κατ’ οὐδένα τρόπον φαίνεται αὐξανομένη παρὰ τὸ πρότερον. καὶ ταύτην τὴν ἀπορίαν λύει τοιούτῳ λόγῳ κεχρημένος· ἐπειδὴ γάρ, φησί, τὸ τῆς θαλάττης ὕδωρ κατὰ τὸ τῆς γῆς πλάτος φαίνεται ἐκτεταμένον, ὥσπερ ἄν τις κύαθον ὕδατος ἐπὶ τραπέζης ἐξαπλώσῃ, τούτου χάριν ἐξηπλωμένου τοῦ ὕδατος αὐτῆς ἐπὶ μέγιστον τῆς γῆς τόπον συμβαίνει τὸ πολὺ αὐτοῦ μέρος ἀπόλλυσθαι, πῇ μὲν ἐξατμιζόμενον ὑπὸ τῆς τοῦ ἡλίου περιφορᾶς, πῇ δ’ ὑπὸ τῆς ὑποκειμένης γῆς ἀναπινόμενον. ἐπειδὴ οὖν πολύ ἐστιν ἐξ αὐτῆς ἀπολλύμενον ὕδωρ, εἰκότως οὐ φαίνεται αὐξανομένη, εἰ καὶ πάντες εἰσβάλλοιεν οἱ ποταμοί. οὕτω περὶ τῆς ὁλότητος τῆς θαλάττης διαλεχθεὶς ὁ φιλόσοφος ἐπεὶ μὴ συνῳδὰ αὐτῷ φθέγγεται ὁ Πλατῶν —βούλεται γὰρ αὐτὸς ἐν τῷ Φαίδωνι μὴ τὴν θάλατταν εἶναι ὁλότητα τοῦ παντὸς ὕδατος, ἀλλὰ ποταμόν τινα καὶ τοῦτον ὑπὸ γῆν ὄντα, φημὶ δὴ τὸν Τάρταρον. ἔλεγε γὰρ περὶ τὸ τῆς γῆς κέντρον εἰλεῖσθαι τοῦτον τὸν ποταμόν, ἀπ’ αὐτοῦ δ’ ἑτέρους τρεῖς προιέναι, λέγω δὴ Ἀχέροντα, Κωκυτόν, Πυριφλεγέθοντα· ἐκ δὲ τούτων πάντας προϊέναι τοὺς ποταμοὺς καὶ τὴν θάλατταν. τοῦτον δ’ αὐτὸν τὸν Τάρταρον ἀνάστατον ὄντα καὶ ὄχλου μεστὸν κυμαίνεσθαι περὶ τὸ κέντρον καὶ ποτὲ μὲν ἐάσαντα τὸ κέντρον γίνεσθαι περὶ τὸ διάμετρον, ποτὲ δὲ περὶ τὸ ἕτερον διάμετρον, καὶ οὕτως ἄλλοτε ἀλλαχόθεν φερόμενον ταράχου εἶναι μεστόν. καὶ τούτων οὕτως ἐχόντων ἔλεγεν ὁλότητα αὐτὸν εἶναι τοῦ παντὸς ὕδατος· πάντας γὰρ τοὺς ποταμοὺς καὶ τὴν θάλασσαν εἰς αὐτὸν ἔλεγε χωρεῖν ὡς αὐτῶν ἐφιεμένων τῆς οἰκείας αὐτῶν ὁλότητος. ταύτην τὴν ὑπόθεσιν ἀναιρεῖ Ἀριστοτέλης διὰ τεττάρων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· οὐ καλῶς, ὦ Πλατῶν, τὸν Τάρταρον λέγεις τοῦ παντὸς ὕδατος εἶναι ὁλότητα· δυσὶ γὰρ ἀτόποις ὑποπίπτεις οὕτως ὑποτιθέ- μένος· πρῶτον μέν, ὅτι εὑρεθήσεται ἡ τοῦ ὕδατος ὁλότης ὑπὸ γῆν οὖσα περὶ τὸ τοῦ παντὸς κέντρον, ὅπερ ἄτοπον · ἔπειτα δὲ εὑρεθήσεται τὸ ὕδωρ μηκέτι τὴν κάτω φορὰν κινούμενον κτὰ φύσιν, ἀλλὰ τὴν ἄνω ἐφιέμενον τῆς οἰκείας ὁλότητος, ὅπερ ἐστὶν ἀδύνατον. πᾶσι γὰρ τοῦτο γνωστόν, ὅτι ἡ μὲν ἐπὶ τὸ I κάταντες φορὰ κατὰ φύσιν ἐστὶ τῷ ὕδατι, ἡ δ’ ἐπὶ τὸ ἄναντες παρὰ φύσιν· ἐπειδὴ οὖν τῆς οἰκείας ὁλότητος ἐφιέμενον τὸ ὕδωρ, τουτέστι τοῦ Ταρτάρου, ὡς σὺ φῄς, μέχρι μὲν τοῦ κέντρου τὴν κάτω <φορὰν κατὰ> φύσιν κινηθήσεται, ὑπερβὰν δὲ τὸ κέντρον καὶ ὡς ἐπὶ τὴν ὁλότητα χωροῦν τὴν ἄνω φορὰν κινηθήσεται παρὰ φύσιν, ὅπερ ἄτοπον ὄτοπον γὰρ τὸ πρὸς τὴν οἰκείαν ὁλότητα κινούμενον παρὰ φύσιν κινεῖσθαι· ὅτι δὲ ἐπὶ τὸ ἄνω κινεῖται τὸ ὕδωρ τὸ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς φερόμενον ἐπὶ τὸν Τάρταρον <εἰ> ὑπερβαίνει τὸ κέντρον, δῆλον, ἐπειδὴ πᾶσα μὲν ἡ ἐπὶ τὸ κέντρον κίνησις κατωφερὴς ὑπάρχει, ἡ δ’ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸν κύκλον ἀνωφερής), ἐπειδὴ οὖν ὑπετίθετο ὁ Πλατῶν περὶ τὸ κέντρον τῆς γῆς εἰλεῖσθαι τὸν Τάρταρον, μὴ †ψαύοντα δὲ τὴν τούτου κυρτὴν ἐπιφάνειαν τῆς κόης ἐπιφανείας τῆς γῆς ὡς ὕδωρ ἐν ἀγγείῳ, ἀλλ’ εἶναι μεταξὺ τῶν δύο ἐπιφανειῶν τόπον κενόν, εἰς ὃν κυμαίνων ὁ Τάρταρος ἄλλοτε ἄλλον καταλαμβάνοι τόπον, συμβαίνει ποτέ, κυμαίνων ὁ Τάρταρος] ἐν τῷ ἑνὶ μέρει τοῦ κέντρου εἰ ἐγένετο, εἶτα τοῦ ὕδατος τοῦ κατὰ τὴν ἐπιφάνειαν τῆς γῆς πρὸς αὐτὸν ἐρχομένου, ἐπειδὴ πρῶτον οἴα του κέντρου παρερχόμενον ἐμίγνυτο τῷ Ταρτάρῳ, μέχρι μὲν τοῦ κέντρου τὴν κάτω φορὰν ἐκινεῖτο, μετὰ δὲ τὸ κέντρον ἐπειγόμενον παρ’ αὐτοῦ τὴν ὁλότητα ἀνάγκη τὴν ἄνω φορὰν κινηθῆναι, εἴπερ πᾶσαι αἱ ἀπὸ τοῦ κέντρου κινήσεις ἀνωφερεῖς εἰσι · καὶ συνέβαινε παρὰ φύσιν ἐπὶ τὴν οἰκείαν ὁλότητα κινεῖσθαι, ὅπερ ἄτοπον. τοῦτο μὲν τὸ πρῶτον ἐπιχείρημα τοῦ μὴ εἶναι ὁλότητα τὸν Τάρταρον. δεύτερον ἐπιχείρημα· οὐ καλῶς, ὦ Πλατῶν, ἔφης τοσοῦτον ὕδωρ εἰσρεῖν ἐν τῷ Ταρτάρῳ, ὅσον καὶ ἐκρεῖ. μᾶλλον γὰρ εἰκὸς τοῦτο λέγειν, ὅτι ἐν μὲν τῷ χειμῶνι πλεῖον εἰσρεῖ εἰς αὐτὸν ἤπερ ἐκρεῖ διὰ [τε] τὴν ἀπὸ τῶν ὑετῶν πλεονεξίαν τοῦ ὕδατος, ἐν δὲ τῷ θέρει μᾶλλον ἐκρεῖν ἤπερ εἰσρεῖν διὰ τὸ μὴ ἐπιμίγνυσθαι τὸ κάτω φερόμενον ὕδωρ διὰ τῶν ὄμβρων. τρίτον ἐπιχείρημα· ἐχρῆν, ὦ Πλάτων, καὶ τὴν θάλαττάν ποτε γίνεσθαι ξηρὰν ἐφιεμένην τῆς οἰκείας ὁλότητος καὶ ὡς πρὸς αὐτὴν ἀναπινομένην, εἴπερ ἀεὶ τὰ μέρη τῆς οἰκείας ὁλότητος ἐφιέμενα πρὸς αὐτὴν χωροῦσιν. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι ἡ θάλασσα οὐκ ἐπείγεται πρὸς τὸν Τάρτρον· εὔδηλον, ὅτι οὐκ ἔστιν αὐτὸς ὁλότης τοὐ παντὸς ὕδατος. καὶ τοῦτο τὸ τρίτον. τέταρτον ἐπιχείρημα· ἐχρῆν, ὧ Πλάτων, εἴπερ ὡς σὺ φῄς ὁλότης ὁ Τάρταρος, πάντας τοὺς ποταμοὺς ὁρᾶν ἐν τῇ γῇ ἀναπινομένους καὶ εἰς αὐτὸ ἀφικνουμένους ὡς πρὸς οἰκείαν ὁλότητα. νῦν δ’ οὐ τοῦτο ὁρῶμεν γινόμενον, ἀλλὰ πάντας τοὺς ποταμοὺς ἢ ἄντικρυς εἰσρέοντας ἐν τῇ θαλάσσῃ ἢ ἄλλοις ποταμοῖν μείζοσι μιγνυμένους καὶ εἰσβάλλοντας ἐν τῇ θαλάσσῃ, οὐδέποτε δὲ ἐν τῇ γῇ χαουμένους, ἀλλ’ εἰ καὶ τοῦτο γένηται, πάλιν ἀναφαινομένους καὶ μηδέποτε πρὸς τὸν Τάρταρον ἀφικνουμένους· οὐκ ἄρα ὁλότης ὁ Τάρταρος. τούτοις τοῖς ἐπιχειρήμασιν ὡς ᾠήθη φιελέγξας τὸν Πλάτωνα ὁ φιλόσοφος καὶ ἀποδείξας μὴ οὖσαν ὁλότητα τὸν Τάρταρον, τρέπεται καὶ ἐπὶ Δημόκριτον καὶ διελέγχει καὶ τὴν τούτου ὐπόθεσιν, ἐπειδὴ γὰρ ὁ Δημόκριτος ἐναντίως τοῖς πολλοῖς ὑπετίθετο περὶ θαλάττης· πάντων γὰρ λεγόντων, ὅτι εἰ ἀίδιον τὸ πᾶν, ἀίδιός ἐστι καὶ ἡ θάλασσα μέρος οὖσα τοῦ παντός, εἰ δὲ φθαρτὸν τοῦτο, φθαρτὴ καὶ ἡ θάλασσα ὅθεν καὶ ἀπορία ἐντεῦθεν λύεται ἡ λέγουσα Σωκράτην μέρος εἶναι τοῦ παντός· εἰ οὖν τὸ πᾶν ἄφθαρτον, καὶ Σωκράτης ἔσται ἄφθαρτος· τὰ γὰρ μέρη τοῦ παντὸς ἄφθαρτά ἐστι καὶ αὐτά. Σωκράτης δ’ οὐ μέρος παντός, ἀλλ’ ἀποτέλεσμα, ὥσπερ τῆς μητρὸς τὸ ἔμβρυον ἀποτέλεσμα, ἀλλ’ οὐχὶ μέρος, καὶ οἱ καρποὶ τῶν φυτῶν ἀποτελέσματα, οὐ μέρη), ἀλλ’ ὅμως πάντων τοῦτο λεγόντων μόνος Δημόκριτος πᾶσιν ἀντηχεῖ φάσκων· ‘εἰ καὶ ἄφθαρτόν ἐστι τὸ πᾶν, φθαρτὴ δ’ ὅμως ἡ θάλασσα.’ τοῦτο δ’ ἔλεγεν ἀπατώμενος ἐκ τοῦ ὁρᾶν αὐτὸν ὁσημέραι τὴν θάλασσαν ἠπειρουμένην καὶ τοὺς πρώην ὑγροὺς τόπους ξηραινομένους διὰ τὸ προσεχῶς γεγονέναι τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν (μετὰ γὰρ τὸν κατακλυσμὸν λοιπὸν ἡ γῆ μεταβάλλουσα ἐπὶ τὸ ξηρότερον ἡ πρώην ὑγρὰ καὶ τεθαλασσωμένη γίνεται ξηρά) ὡς εἰ ἦν προσεχῶς ὁ Ἡρακλείτειος γεγενημένος ἐμπυρισμός, ἔλεγεν ὁ Δημόκριτος τὴν ξηρὰν γῆν μεταβάλλεσθαι εἰς θάλασσαν καὶ οὐ τὴν θάλασσαν φθείρεσθαι. αὕτη μὲν ἡ τοῦ Δημοκρίτου ὑπόθεσις· ὑπαντᾷ δὲ πρὸς αὐτὴν ὁ φιλόσοφος διὰ τριῶν ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· τί δήποτε, ὧ Δημόκριτε, μέχρι νῦν ὑπέθου ὑπομεῖναι τὴν θάλασσαν ἐν τῷ ἀπείρῳ χρόνῳ, ἀπὸ δὲ τοῦ νῦν φθαρτὴν λέγεις εἰς τὸν ἄπειρον διαμένειν αὐτὴν χρόνον; καίτοι ἔδει ἐννοεῖν, ὅτι διὰ τὰς αἰτίας, <δι'> ἅς μέχρι νῦν μεμένηκε μὴ φθαρεῖσα, διὰ ταύτας καὶ διαμενεῖ. εἴτε γὰρ διὰ τὸ εἶναι αὐτὴν ἀπειροδύναμον μέχρι νῦν διαμεμένηκε τῷ ἀπείρῳ χρόνῳ, δι’ αὐτὸ πάλιν καὶ διαμενεῖ εἰς τὸν ἑξῆς ἄπειρον χρόνον· εἴτε διὰ τὸ εἶναι βαρὺ τὸ ὕδωρ καὶ ἁλμυρὸν μέχρι τοῦ νῦν μεμένηκε, καὶ εἰς τὸν ἑξῆς ἄπειρον χρόνον διὰ τὸ αὐτὸ διαμενεῖ. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· ἐχρῆν σε γὰρ ἐννοεῖν, ὧ Δημόκριτε, ὅτι τὸ ἐξατμιζόμενον ὕδωρ ἀντικαταρρεῖ πάλιν καὶ οὐχ ὥς φασί τινες ἀναλίσκεται τοῦτο εἰς τὴν τροφὴν τοῦ ἡλίου καὶ τῶν ἀστέρων. εἰ οὖν τοῦτο πάλιν ἀντικαταρρεῖ καὶ οὐδὲν ἐλαττοῦται, πῶς φῄς ταύτην τῷ ἀπείρῳ χρόνῳ ἐλλιμπάνειν; τρίτον ἐπιχείρημα· οὐ γὰρ ὡς σὺ φῄς, ὦ Δημόκριτε, εἰ καὶ ἄφθαρτόν ἐστι τὸ πᾶν, <φθαρτὴ ὅμως ἠ θάλασα>, ἀλλ' οὖν τοὐναντίον· εἴτε ἄφθαρτον εἴτε φθαρτόν ἐστι τὸ πᾶν, ἄφθαρτος διαμενεῖ ἡ θάλασσα. αὐτίκα οὖν ὁ ἥλιος εἴ μὲν ἄφθαρτος εἴη, εἰκότως ἡ θάλασσα ἄφθαρτος ἔσται· ὃ γὰρ ἐν τῷ θέρει ἐξ αὐτῆς ἀνήρπασε βορειότερος γεγονώς, τοσοῦτον πάλιν ἀποδίδωσι καὶ ἐν |τῷ χειμερινῷ νοτιώτερος ἀποκαταστάς. ἀλλὰ μὴν εἰ καὶ φθαρτὸς ὁ ἥλιος εἴη, ἀλλ’ ὅμως ἡ θάλασσα μενεῖ ἄφθαρτος διὰ τὸ μὴ εἶναι τὸ ἐξατμίζον. τούτοις μὲν οὖν τοῖς λόγοις ὁ φιλόσοφος ἐνίσταται πρὸς Πλάτωνά τε καὶ Δημόκριτον. φέρε δὲ ἡμεῖς ὑπὲρ τούτου ἀπολογησώμεθα δείξαντες, ὅτι οὐ καλῶς Ἀριστοτέλης καταδρομῇ κατὰ τούτων ἐχρήσατο. μᾶλλον δ’ οὐ τούτοις ἐναντιοῦται, ἀλλὰ τοῖς κακῶς τὰ παρ’ αὐτῶν λεγόμενα διαλαμβάνουσιν. οὐ γὰρ ὡς σὺ φῄς, ὧ δαιμόνιε φαμὲν Ἀριστότελες, ὁ Πλάτων ὁλότητα τοῦ ὕδατος ἔλεγεν ὄντα τὸν Τάρταρον, ἀλλὰ τοῦτο ἔλεγε μυθικῶς· οὐ χρὴ οὖν τὰ μυθικῶς λεγόμενα φυσικῶς ἐκλαμβάνειν, ἀλλὰ ταῦτα ἔλεγεν ὁ Πλατῶν ἄλλα τινὰ αἰνιττόμενος. ἀποδείξα; γὰρ αὐτὸς ἐν τῷ Φαίδωνι διὰ πέντε ἐπιχειρημάτων ἀθάνατον οὖσαν τὴν ψυχὴν καὶ εἰρηκώς, ὅτι εἰ μὲν θνητὴ ὑπῆρχεν, ἐχρῆν μᾶλλον σωμασκίας ἐπιμελεῖσθαι καὶ ὑγείας πρὸς τὸ μακρὰ βιῶναι, οὐ μόνον δὲ τούτου, ἀλλὰ καὶ πλούτου καὶ δόξης καὶ τῶν ἄλλων ἡδονῶν· εἰ δὲ ἀθάνατός ἐστι, τούτοις μὲν κατὰ πάροδον χρῆσθαι ὥσπερ πανδοχείῳ παριόντα, δύο δέ τινων ἐπιμελεῖσθαι, ἢ τοῦ ὁμοιωθῆναι θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώποις ἢ τοῦ δίκας μὴ ὑποσχεῖν. ἐντεῦθεν διὰ τοῦ ὑποσχεῖν δίκας ἐμνημόνευσε τῶν καθ’ Ἅιδου δικαιωτηρίων ὥσπερ νέκυιαν τινα συγγραφάμενος. οὐ μόνον δὲ ταύτην συνεγράψατο, ἀλλὰ καὶ ἄλλας δύο, ὡς εἶναι πάσας τρεῖς ἐν τῇ Πολιτείᾳ] διαφερούσας ἀλλήλων. ἡ μὲν γὰρ ἐν Γοργίᾳ γεγραμμένη περὶ τοῦ δικάζοντος καθ’ Ἅιδου τὰς ψυχὰς περιέχει· εἰσφέρει γὰρ ἐκεῖσε Ραδάμανθυν, Αἰακόν τε καὶ Μίνωα δίκας εἰσπράττοντας τὰς καθ’ Ἅιδου ψυχάς, Ῥαδάμανθυν μὲν τοὺς ἀπὸ τῆς Ἀσίας, Αἰακὸν δὲ τοὺς ἀπὸ τῆς Eὐρώπης (Αἰγινήτης γὰρ ἦν, Αἴγινα δὲ τῆς Εὐρώπης), Μίνω δὲ καὶ δικαστὴν ἀδέκαστον κατατάττει, ὡς πρέπει νομοθέτῃ. ἐν δὲ τῷ Φαίδωνι γράφων νέκυιαν διαλέγεται περὶ τῶν δικαστικῶν τόπων καὶ παραδίδωσι τὸν Τάρταρον καὶ Πυριφλεγέθοντα, Κωκυτόν τε καὶ Ἀχέροντα, οἵτινες ἐξ αὐτῶν προέρχονται, ὡς εἶναι τὸν Τάρταρον οὐχ ὕδατος ὁλότητα, ἀλλὰ τῶν δικαστικῶν τόπων. ἡ δ’ ἐν τῇ Πολιτείᾳ νέκυια περιέχει περὶ τῶν δικαζομένων· εἰσάγει γὰρ ἐκεῖσε τὸν Ἔριδον πολλὰ ἁμαρτήσαντα καὶ ὑπὲρ τούτου εὐθύνας ἀπαιτούμενον. ἐπειδὴ οὖν ἐν τῷ Φαίδωνι παρατίθεταί τινας τόπους κολαστικοὺς πρὸς τὰς διαφορὰς τῶν ἁμαρτημάτων —τὰς μὲν γὰρ ἀνίατα ἁμαρτνούσας ψυχὰς εἰς τὸν Τάρταρον κατατάττει, ἔνθα εἰσὶ καὶ ἀίδιοι αἱ κολάσεις, τὰς δὲ δυσίατα ἁμαρτανούσας, εἰ μὲν διὰ θυμόν, τουτέστιν ἐξ ἀνάγκης καὶ μὴ προβουλευσαμένας, εἰς τὸν Πυριφλεγέθοντα, τὰς δὲ μὴ διὰ θυμόν, Μ’ ἐκ προβουλεύσεως ἁμαρτησάσας, ταύτας δ’ εἰς τὸν Κωκυτὸν ὡς ἄν ἐπιτατικωτέρας οὔσης ἐκεῖ τῆς κολάσεως. ἄμεινον γὰρ ην ***<p. 355b20 Tὸ δὲ> ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τί τοσοῦτον πλῆθος ὕδατος οὐδαμοῦ φαίνεται. >πληθυνομένη ἡ θάλασσα καίτοι πάντων τῶν ποταμῶν εἰς αὐτὴν εἰσβαλόντων; p. 355 b 25 ὸ γὰρ αὐτὸ πλῆθος ὕδατος εἰς πλάτος διαταθέν. Ἐντεῦθεν ἡ ἐπίλυσις τῆς ἀπορίας, ὅτι διὰ τὸ ἐκτετάσθαι περὶ τὸ πλάτος τῆς θαλάσσης τὸ ὕδωρ πολὺ ἀπ’ αὐτῆς διαφορεῖ αὐτὴν καθ’ ἡμέραν ἄνωθεν μὲν ὑπὸ τοῦ ἡλίου ἐξατμιζομένην, κάτωθεν δ’ ὑπὸ τῆς γῆς ἀναπινομένην. διὰ οὖν τὴν πολλὴν αὐτῆς διαφόρησιν οὐχ ὁρᾶται πλήθουσα, εἰ καὶ πάντες οἱ ποταμοὶ εἰς αὐτὴν ἐμβάλλουσιν. p. 355 b 32 Τὸ δ’ ἐν τῷ Φαίδωνι γεγραμμένον περί τε ποταμῶν καὶ θαλάττης ἀδύνατον. ἐντεῦθεν ἐπειδὴ ᾔσθετο τοῦ Πλάτωνος ἐναντιουμένου αὐτῷ τοῦ μὴ εἶναι τὴν θάλατταν ὁλότητα, ἀλλὰ τὸν Τάρταρον, πειρᾶται αὐτὸς ἀνατρέπειν αὐτόν, ἀλλὰ πρῶτον τὴν ἱστορίαν αὐτοῦ τοὺ Πλάτωνος παρατίθεται. p. 355 b 34 Λέγεται γάρ, ὡς ἅπαντα μὲν εἰς ἄλληλα συντέτρηται ὑπὸ γῆν. ἐντεῦθεν ἡ ἱστορία τοὐ Πλατωνικοῦ μύθου. φησὶ γάρ, ὅτι πάντα ἔχει πόρους τινὰς ὑπὸ γῆν τετρημένους, δι’ ὧν ἀφικνοῦνται εἰς τὸν Τάρταρον· ᾧ δῆλον, ὅτι πρὸς ὁλότητα χωροῦσιν. p. 355 b 35 Ἀρχὴ δὲ πάντων εἴη καὶ πηγὴ τοῦ ὕδατος ὁ καλούμενος Τάρταρος περὶ τὸ μέσον τῆς γῆς ὕδατός τι πλῆθος. Ὁρα, πῶς ὁ Πλάτων ὑποτίθεται περὶ τὸ μέσον τῆς γῆς, τουτέστι τὸ κέντρον, εἰλεῖσθαι τὸν Τάρταρον. p. 356a Ἐξ οὖ τὰ ῤέοντα καὶ μὴ ῤέοντα ἀναδίδωσι πάντα. Ἀπὸ γὰρ τοῦ Ταρτάρου, φησί, καὶ τὰ ῥέοντα ὕδατα, τουτέστιν αἱ πηγαὶ καὶ οἱ ποταμοί, καὶ μὴ ῥέοντα, τουτέστιν ἡ θάλασσα, ἀναδίδονται καὶ πάλιν εἰς αὐτὸ χωροῦσιν ὥσπερ εἰς ὁλότητα. ἡμεῖς δὲ τοῦτο καὶ ἠθικῶς καὶ φυσικῶς ἀνεπτύξαμεν. ἠθικῶς μέν, ὅτι ὁ Τάρταρος τόπος ἐστὶ δικαστικός, ἐξ οὗ εἰσιν ἅπαντες οἱ δικαστικοὶ τόποι, Κωκυτός, Ἀχέρων, Πυρτφλεγέθων, εἰς οὓς ἐμβάλλονται αἱ ψυχαὶ κατὰ τὰς διαφορὰς τῶν ἁμαρτάδων, αἱ μὲν ἀιδίως κολασθησόμεναι διὰ τὸ ἀνίατα ἡμαρτηκέναι ἐν τῷ Ταρτάρῳ. πλὴν εἰ καὶ λέγω ἀιδίως, μὴ δὴ νομίσῃς, ὅτι εἰς ἀπείρους αἰῶνας κολάζεται ἡ ψυχὴ ἐν τῷ Ταρτάρῳ εὖ γε οὐ διὰ μῆνιν τοῦ θείου κολάζεται ἡ ψυχή, ἀλλ’ ἰατρείας χάριν), ἀλλ’ αἰωνίως φαμὲν κολάζεσθαι τὴν ψυχὴν αἰῶνα καλοῦντες τὸν αὐτῆς βίον καὶ τὴν μερικὴν αὐτῆς περίοδον. τῷ γὰρ ὄντι τὰ μέγιστα πλημμελήσασαι ψυχαὶ οὐκ ἀρκοῦνται μιᾷ περιόδῳ καθαρθῆναι, ἀλλ’ εἰσὶν ἐν τῷ βίῳ διηνεκῶς ὥσπερ ἐν τῷ Ταρτάρῳ, ἣν περίοδον αἰῶνα ἐκάλεσεν ὁ Πλατῶν. χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι ἕτερόν ἐστιν αἰώνιον καὶ ἕτερον τὸ ἀίδιον. τὸ γὰρ αἰώντόν ἐστι τὸ ὅλον, ὡς ὅλον νῦν τὸ ἐστερημένον παρεληλυθότος χρόνου καὶ μέλλοντος, ὅλον δ’ ἐν τῷ καθεστῶτι νῦν ὑπάρχον· ἀίδιον δ’ ἐστίν, ὃ καὶ αὐτὸ μὲν ἀεὶ ὑπάρχει, ἐν δὲ τοῖς τρισὶ χρόνοις θεωρούμενον. ὅθεν αἰώνιον μὲν λέγομεν τὸν θεὸν |διὰ τὸ μὴ ἐν χρόνῳ τὸ εἶναι ἔχειν, ἀλλὰ πάντα χρόνον καὶ ἐνεστῶτα καὶ παρωχηκότα καὶ μέλλοντα ὡς νῦν ἔχειν αὐτόν αὕτη γὰρ ἡ φύσις τοῦ αἰωνίου)· ἀίδιον δ’ οὐ λέγομεν, ἐπειδὴ οὔτ’ ἐν χρόνῳ ἔχει τὸ εἶναι. ἀλλ’ εἰ ἄρα, τὴν ὕλην ἀίδιον ῥητέον ὡς ἐν χρόνῳ εἰδοποιουμένην καὶ πάλιν ἄλλα εἴδη προσλαμβάνουσαν τῶν πρώτων φθαρέντων. ὅθεν οὐ μόνον ἠθικῶς τὸν Τάρταρον ἐξηγησάμεθα, ἀλλὰ καὶ φυσικῶς φήσαντες, ὅτι Τάρταρός ἐστιν ὕλη διὰ τὴν ἐνοῦσαν αὐτῷ ταραχὴν καὶ στάσιν τῶν ἐναντίων. p. 356 a 3 Tὴν δ’ ἐπίρρυσιν ποιεῖν ἐφ’ ἑκάστῳ τοῦ ῥεύματος διὰ τὸ σαλεύειν ἀεὶ τὸ πρῶτον καὶ τὴν ἀρχήν. Τί φησιν; ὅτι ὁ Τάρταρος στάσιν μὴ ἔχων, ἀλλὰ σαλευόμενος ἀπὸ τόπου ἐπὶ τόπον πέριξ τοῦ κέντρου ποιεῖ τὰς προχοὰς τῶν ποταμῶν καὶ πάντων τῶν ὑπὲρ γῆν ὑδάτων. ὅθεν πολλάκις <ἐν> μέρει γενόμενος τοῦ κέντρου ἢ ἐκ τοῦ διαμέτρου τις ποταμὸς εἰς αὐτὸν παρῆλθεν, ἵνα ἔλθῃ πρὸς τὸν Τάρταρον· ὅθεν καὶ ἄνω καὶ κάτω ἀφικνεῖσθαι τὸ πρὸς αὐτὸν ἐρχόμενον ὕδωρ εἶπεν ὁ Ἀριστοτέλης, κάτω μὲν μέχρι τοῦ κέντρου, ἄνω δ’ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸν Τάρταρον, ὅπερ ἐστὶν ἄτοπον. p. 356 a 4 Οὐκ ἔχειν γὰρ ἕδραν, ἀλλ᾿ ἀεὶ περὶ τὸ μέσον εἰλεῖσθαι. Ἰδοὺ ἐνταῦθα σαφῶς ὑποτίθεται ὁ Πλάτων [τὸν Τάρταρον] μὴ συνεχῆ εἶναι τὴν κυρτότητα τοῦ Ταρτάρου τῇ κοιλότητι τῆς γῆς, ἀλλ᾿ εἶναι μὲν ἀνερμάτιστον διὰ τὸ μὴ ἐρείδειν ἐν τῇ γῇ, ἔχειν δὲ βάσιν τὸ κέντρον. p. 356 a 5 Κινούμενον δὲ ἄνω καὶ κάτω ποιεῖν τὴν ἐπίχυσιν τοῖς ῥεύμασιν. Οὕτω καὶ πρῶτον εἴρηται, ὅτι τῇδε κἀκεῖσε κυκώμενος ὁ Τάρταρος ποιεῖ τὰς προχοὰς τῶν ποταμῶν καὶ τῆς θαλάσσης· ἀλλὰ ταῦτα μὲν ἠθικῶς ἐκληπτέον, ἔστω δὲ παράδειγμα τὸ λεγόμενον τοιοῦτον. p. 356 a 8 Πάντα μὲν κύκλῳ περιάγειν εἰς τὴν ἀρχήν, ὅθεν ἥρξατο ῥεῖν. Τί φησιν; ὅτι τῶν ποταμῶν τῶν ἀπὸ τοῦ Ταρτάρου προϊόντων ὑπὲρ γῆς †τὸ πᾶν πολλαχόθι τῆς γῆς πάλιν εἶθ᾿ οὕτως τοὔμπαλιν εἰς τὸν Τάρτρον χωροῦσιν, ὅθεν αὐτοῖς καὶ ἡ ἀρχὴ τῆς ῥύσεως δέδοται. p. 356 a 9 Πόλλα μὲν κατὰ τὸν αὐτὸν τόπον, τὰ δὲ καταντικρὺ τίθησι τῆς ἐκροῆς, οἷον εἰ ῥεῖν ἤρξατο κάτωθεν, ἄνωθεν εἰσβάλλουσιν. Οὗτοι, φησίν, οἱ ποταμοὶ ἀπὸ τοῦ Ταρτάρου ἐκδιδόμενοι, οἱ μὲν αὐτῶν ἐπὶ βραχὺ μόνον προϊόντες πάλιν ὑπονοστοῦσιν εἰς αὐτὸν διὰ τοῦ αὐτοῦ τόπου, ὅθεν καὶ προῆλθον· οἱ δ᾿ ἐπὶ μήκιστον προϊόντες οὐκέτι διὰ τοῦ αὐτοῦ τόπου ὑπονοστοῦσιν, ὅθεν καὶ προῆλθον, ἀλλὰ πάλιν ποιήσαντες περί. οδὸν κατὰ τὸ διάμετρον τῆς προελεύσεως αὐτῶν εἰσβάλλουσιν εἰς τὸν Τάρταρον. †ἐπεὶ δὲ τοῦτο ἠθικῶς καὶ φυσικῶς· ἠθικῶς μέν, ὅτι διὰ μὲν τοῦ ἐπ᾿ ὀλίγον προϊόντος [τοῦ] ποταμοῦ καὶ παλινδρομοῦντος διὰ τῆς αὐτῆς πορείας αἰνίττεται τὰς ψυχάς, αἵτινες δυσίατα ἁμαρτήσασαι ἢ καὶ ἀνίατα οὐδ᾿ ἐπ᾿ ὀλίγον ἀναχωροῦσι τῆς γενέσεως, τουτέστι τοῦ Ταρτάρου, ἥτις γένεσις ἀντὶ κολάσεως αὐταῖς δέδοται, ἵνα καθαρθῶσιν. ἀλλ᾿ εἰ καὶ δόξουσι ἀναχωρεῖν διὰ τὴς σώματος λύσεως, παλιν διὰ τοῦ αὐτοῦ αὐτοῦ ἀνθοποστρέφουσιν εἰς τὴν γένεσιν ἐν σώματι οὖσαι. αἱ δὲ εὐίατα ἁμαρτήσασαι ψυχαί, αἶς οὐ πάνυ προσφιλής ἐστιν ὁ Τάρταρος, τουτέστιν ἡ γένεσις, μετὰ τὸ αὐτὰς προελθεῖν οὐκ εὐθέως εἰς αὐτὸν ἐπείγονται, ἀλλὰ χρόνους τινὰς μακρὼς) καὶ βίους ἐκτὸς μείνασαι τῆς γενέσεως, κτά τινα πάλιν περίοδον ἕρχονται ἐν τῇ γενέσει χάριν τοῦ τὰ προημαρτημένα καθαρθῆναι. οὕτω μὲν οὖν ἠθικῶς. φυσικῶς δ’ οὕτως· ἰστέον δ’ ὅτι τοῦ φυσικοῦ ἡ φθορὰ γίνεται ἢ διὰ τὴν ἐνοῦσαν ἀσθένειαν τῷ φθειρομένῳ, ὥσπερ λυχνιαίας φλογός (αὕτη γὰρ διὰ τὴν ἔλλειψιν τῆς τροφῆς ἐξασθενήσασα σβέννυται) ἢ διὰ τὴν τοῦ ἐναντίου ἐπικράτειαν. ἐνταῦθα οὖν διὰ μὲν τῶν ποταμῶν τῶν εὐθὺς παλινδρομούντων ἐσήμανε τὴν ἀφ’ ἑαυτοῦ φθορὰν τοῦ φυσικοῦ, διὰ δὲ τοῦ ἐναντίου εἰσβάλλοντος εἰς τὸν Τάρταρον ποταμοῦ ἐδήλωσε τὴν ἐκ τῶν ἐναντίων φθοράν p. 356 a 13 Τοὺς δὲ χυμοὺς καὶ χροιὰς ἴσχειν τὸ ὕδωρ δι’ οἵας αν τυχωσι ρεοντα της γης. Ὥς τινος ἀπορήσαντος ‘ὅπως φῄς, ὧ Πλάτων, πάντα ταῦτα τὰ ὕδατα ῥεῖν ἐκ τοῦ Ταρτάρου, ὁπότε τὰ μὲν αὐτῶν ἐστιν ἁλμυρά, τὰ δὲ θειώδη, τὰ δ’ ἀσφαλτώδη, τὰ δὲ πότιμα; ἐχρῆν γὰρ πᾶν ὕδωρ ὁμοιομερὲς εἶναι, εἴπερ ἀφ’ ἑνὸς ῥέουσι τόπου’ αὐτὸς ἐπήγαγεν, ὅτι πᾶν μὲν ὕδωρ ἐκ τοῦ Ταρτάρου προϊὸν ὁμοιομερὲς ὑπάρχει, ἀλλὰ λοιπὸν πρὸς τὴν κρᾶσιν τῆς ὑποκειμένης γὴς μεταβάλλοντες ἐκρέουσι. σὺ δὲ πάλιν γνῶθι τὰς ψυχάς, αἵτινες πρὸς τὴν ὑποκειμένην χρᾶσιν τοῦ σώματος μεταβάλλοντι, ἐπὰν μὴ ἔχωσι τὸν ἡνιοχοῦντα λόγον· λόγου γὰρ ὄντος οὐχ ὑπείκει ἡ ψυχὴ τῇ τοῦ σώματος κράσει. p. 356 a 14 Συμβαίνει δὲ τοὺς ποταμοὺς οὐκ ἐν αὐτῷ ἀεὶ ῥεῖν. Μέχρι τοῦ ἐνταῦθα ὁ Πλατωνικὸς παρέδραμε μῦθος. λοιπὸν τοῦτο πρῶτον ἐπιχείρημα, ὅτι οὐκ ἔστιν ὁ Τάρταρος ὁλότης τοῦ ὕδατος, ἐπεὶ τὴν ἐναντίαν κίνησιν κινηθήσεται πᾶι ὕδωρ εἰς αὐτὸν ἐρχόμενον, ὅπερ ἄτοπον. p. 356 a 19 Ἔτι γινόμενον ὕδωρ καὶ τὸ πάλιν ἀναγόμενον πόθεν εστι. Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον ὅτι οὐχ ὅσον εἰσρεῖ εἰς τὸν Τάρταρον, ἀεὶ τοσοῦτον καὶ ἐκρεῖ. εἰ γὰρ τοῦτο ἦν, καὶ θέρους καὶ χειμῶνος τὸ ἀναγόμενον ὕδωρ ἔδει πάλιν ὁμοίως καταφέρεσθαι καὶ πάλιν ὁμοίως ἀνάγεσθαι καὶ οὐ ποτὲ μὲν πολὺ ἀνάγεσθαι, ἐλάχιστον δὲ κατάγεσθαι, ὥσπερ ἐν τῷ θέρει, οὔτε τὸ ἐναντίον, ὥσπερ ἐν τῷ χειμῶνι. p. 356a22 Καίτοι πάντες οἱ ποταμοὶ φαίνονται τελευτῶντες εἰς τὴν θάλασσαν. |Τὸ ἐπιχείρημα· οὐδεὶς πώποτε ἐθεάσατο χαούμενον ποταμὸν εἰς τὸν Τάρταρον ἀλλὰ κἂν ἀναποθῇ, πάλιν ἀναφαίνεται), πάντας δὲ εἰς τὴν θάλατταν χωροῦντας ἢ ἄντικρυς ἢ διὰ μέσου ποταμῶν μεγάλων, ὡς ῥεῖν ἢ ἐκ μιᾶς γῆς ἢ ἐκ δύο, ἐξ ὧν ὑπάρχουσιν οἱ συμμιγέντες. ὅθεν ὁ Ἴστρος καὶ ὁ Νεῖλος μέγιστοί εἰσι διὰ τὸ ἄλλους ποταμοὺς συμμίγνυσθαι αὐτοῖς καὶ ῥεῖν εἰς τὴν θάλασσαν, οὐκ εἰς τὸν Τάρταρον· οὐκ ἄρα ὁλότης ὁ Τάρταρος. p. 356a32 Ἄλλως τε καὶ θαλάττης ἐκεῖθεν τὴν ἀρχὴν ἐχούσης. Προσυπάκουσον σύ· ‘ἔδει αὐτήν ποτε ἀναπίνεσθαι τῆς οἰκείας ὁλότητος ἐφιεμένην’, καὶ ποιεῖς τὸ τέταρτον ἐπιχείρημα. p. 356a33 Ὅτι μὲν οὖν ὕδατος τόπος ἐστὶ καὶ οὐ θαλάττης. ἐλέγξας τὸ εἶναι τὸν Τάρταρον ὁλότητα κατασκευάζει τὴν θάλασσαν εἶναι ὁλότητα διὰ τοῦ πρώην εἰρημένου, ὅτι ὁ ὑποκείμενος αὐτῇ τόπος παντὸς ὕδατος ἁπλῶς ἐστι δεκτικός, οὐ θαλάττης μόνης. p. 356b4 Περὶ δὲ τῆς ἁλμυρότητος αὐτῆς λεκτέον, καὶ πότερον ἀεί ἐστιν αὐτὴ ἤ οὔτε ἦν οὔτ’ ἔσται. Τοῦτο ἕπεται πρὸς Δημόκριτον φθαρτὴν ὑποτιθέμενον τὴν θάλατταν. τοῦτο γὰρ σημαίνει ἢ οὔτε ἦν οὔτ’ ἔσται, τουτέστιν ‘ἀλλὰ φθαρήσεται’. p. 356b9 Τὸ δὲ νομίζειν ἔλαττον γίνεσθαι τὸ πλῆθος. τὴν ἀπάτην τὴν Δημοκρίτου λέγει, ὅτι θεωρῶν κατά τινα μέρη αὐτῆς ἠπειρουμένην ἔδοξέ ποτε καὶ πᾶσαν αὐτὴν ξηραίνεσθαι. p. 3561)17 Τοῖς δὲ τὴν ἀλήθειαν ζητοῦσιν ἧτιον. Καλῶς εἶπεν, ὅτι τοῖς φιλοσόφοις ἀρκεῖ τὸ ἧττον θυμοῦσθαι, οὐ τὸ μηδ’ 20 ὅλως θυμοῦσθαι· τῷ μὲν γὰρ θείῳ πρέπει ἠ ἀπάθεια, τοῖς δὲ φιλοσόφοις ἀρκετὴ καὶ ἡ μετριοπάθεια. p. 356b 18. 19 εἴτε διὰ βάρος. . . εἴτε δι’ ἄλλο τι. Ἄλλο τι εἶπε διὰ τὸ ἀπειροδύναμον. καὶ ἔχεις τὸ ἐπιχείρημα, ὅτι δι’ ἃς αἰτίας μέχρι νῦν μεμένηκε, διὰ τὰς αὐτὰς αἰτίας καὶ p. 356b 21 Ἤ γὰρ λεκτέον αὐτοῖς, ὅτι οὐδὲ τὸ ἀνενεχθὲν Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι οὐ φθαρήσεται τοῦ ἀνιόντος ἀπ’ αὐτῆς ὕδατος πάλιν ἀντικαταρρέοντος εἰς αὐτήν. p. 356b27 Εἰ μὲν οὖν τὸν ἥλιον παύσει φορᾶς. Τὸ τρίτον ἐπιχείρημα, ὅτι εἴτε φθαρτὸς ὁ ἥλιος εἴτε ἄφθαρτος, κύκλον ἀναγκαῖον ἀεὶ βαδίζειν· ἀπὸ γὰρ ὑγροῦ ξηρὸν καὶ ἀπὸ ξηροῦ ὑγρόν, ὡς ἀπὸ σπέρματος σπέρμα. Πρᾶξις κβ. p. 357a5 Περὶ δὲ τῆς ἁλμυρότητος τοῖς μὲν ἅπαξ γεννήσασι καὶ ὅλως αὐτὴν γεννῶσιν ἀδύνατον ἁλμυρὰν ποιεῖν. Διδάξας ἡμᾶς ὁ φιλόσοφος, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος συνηγορικῶς τε καὶ ἀντιλογικῶς συνηγορικῶς μὲν διὰ τῶν τεσσάρων ἐκείνων ἐπιχειρημάτων, ἑνὸς μὲν τοῦ λέγοντος, ὅτι ἀποκληρωτικὸς ἔσται ὁ λόγος τῶν ἄλλων στοιχείων ἐχόντων ὁλότητας τὸ ὕδωρ μὴ ἔχειν, ἑτέρου δὲ τοῦ λέγοντος, ὅτι οἱ ποταμοὶ σπεύδουσιν εἰς τὴν θάλατταν ἐφιέμενοι ταύτης ὡς οἰκείας ὁλότητος, ἄλλου δὲ τοῦ λέγοντος, ὅτι ὁ ὑποκείμενος τῇ θαλάσσῃ τόπος δεκτικός ἐστι παντὸς ὕδατος, καὶ τέταρτον, ὅτι τὸν πάντων κοιλότατον ἐπέχει τόπον· ἀντιλογικῶς δὲ διὰ τοῦ δεῖξαι τὸν Τάρταρον μὴ ὄντα ὁλότητα ὕδατος καὶ διὰ τοῦ δεῖξαι, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα καὶ οὐ σύνθετος· πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλᾶς εἶναι) νῦν καὶ ἐπὶ τὸ δεύτερον μετέρχεται πρόβλημα τὸ λέγον, τίς ἡ αἰτία τῆς ἁλμυρότητος τῆς θαλάττης. καὶ πρῶτον, ὡς ἔθος αὐτῷ, διελέγχει τῶν φυσικῶν φιλοσόφων τὰς περὶ τῆς ἁλμυρότητος δόξας τέσσαρας οὔσας. οἱ μὲν γὰρ ἔλεγον, ὅτι ἁλμυρὰ γίνεται ἡ θάλασσα, ἐπειδὴ τὸ ἐν αὐτῇ λεπτομερὲς καὶ πότιμον ἐξατμίζεται ὑπὸ τοῦ ἡλίου, μένει δὲ τὸ βαρὺ καὶ ἁλμυρόν. ἄλλοι δὲ ἔλεγον, ὅτι τοι· αὕτη ὑπάρχει φύσει οὖσα θάλασσα ἁλμυρά· ἄλλοι δέ, ὅτι εἰσβάλλοντες ἐν αὐτῇ ποταμοὶ ἐπισύρουσιν μεθ’ ἑαυτῶν γῆν ἁλμυράν ,ἥτις μιγνυμένη τῇ θαλάττῃ μεταβάλλει τὸ ἐν αὐτῇ πότιμον εἰς ἁλμυρόν. ἄλλοι δ’ ἔλεγον, ὧν εἷς ὑπῆρχεν Ἡράκλειτος, ὅτι ἱδρὼς ὑπάρχει τῆς γῆς ἡ θάλασσα καὶ ὥσπερ ὁ τῶν ζῴων ἱδρὼς περίττωμα ὑπάρχων τοῦ σώματος ἁλμυρός ἐστιν, οὕτω καὶ ὁ τῆς γῆς ἱδρὼς περίττωμα ταύτης ὑπάρχων ἁλμυρὸς ὑπάρχει. καὶ οὕτως ἐστὶν ἡ θάλασσα ἁλμυρά. ταύτας δὲ τὰς δόξας ἐπαναλαμβάνει νῦν Ἀριστοτέλης καὶ ἤδη ταύτας προαγαγών, ἵνα διελέγξῃ αὐτάς· ἀνωτέρω γὰρ μόνον τὰς δόξας παρήγαγεν, οὐ μὴν καὶ τὸν ἔλεγχον αὐτῶν, ἡμεῖς δ’ ἔξωθεν καὶ τοὺς ἐλέγχους τινῶν αὐτῶν εἰρήκαμεν. νῦν δὲ μέλλων αὐτὰς διελέγχειν ἐπανέλαβε τὰς δόξας, εἶθ’ οὕτως ἐπάγει τοὺς ἐλέγχους καὶ ἐλέγχει τὴν πρώτην αὐτῶν λόγῳ κεχρημένος τοιούτῳ· εἰ, ὡς ὑμεῖς φατε, διὰ τὴν ἐξάτμισιν τοῦ ἡλίου γέγονεν ἁλμυρὰ ἡ θάλασσα, ἔδει θέρους I μὲν εἶναι ἁλμυράν, χειμῶνος δὲ γλυκεῖαν, ἐπειδὴ θέρους μὲν γίνεται ἡ ἐξάτμισις, χειμῶνος δὲ ἀντικαταρρεῖ τὸ ἐξατμισθὲν καὶ μίγνυται τῇ θαλάσσῃ γλυκὺ ὄν. οὐ μόνον δέ, ἀλλὰ καὶ οἱ ποταμοὶ γλυκεῖς ὄντες μίγνυνται αὐτῇ. οὐκ ἔδει οὖν αὐτὴν εἶναι ἁλμυρὰν ἀεί, ἀλλὰ θέρους μόνον. καὶ ταῦτα μὲν ἡ λέξις. σὺ δ’ εἰπὲ καὶ ἔξωθεν ἄλλην αἰτίαν, ὅτι καὶ τοὺς ποταμοὺς ἔδει ἁλμυροὺς εἶναι, ἐπειδήπερ καὶ ἐξ αὐτῶν γίνεται ἡ ἐξάτμισις. δευτέραν δόξαν ἐλέγχει τὴν λέγουσαν, ὅτι φύσει τοιαύτη ἐστὶν ἡ θάλασσα, λέγων, ὅτι αὐτονομία ἐστὶ τὸ τοῦτο λέγειν, οὐκ ἀπόδειξις· ἄλλως τε εἰ ἐξ ἀρχῆς οὕτως ἦν φύσει ἁλμυρὰ ἡ θάλασσα, τί τὸ αἴτιον, ὥστε πρῶιον μὲν ἁλμυρὸν ἀνάγεσθαι τὸ ἐξατμιζόμενον ὑπὸ τοὐ ἡλίου ἀπ’ αὐτῆς, νῦν δὲ γλυκὺ εἶναι τὸ ἀναγόμενον; πρὸς δὲ τὴν τρίτην τὴν λέγουσαν, ὅτι ἰλὺς ἐκ τῶν ποταμῶν μίγνυται τῇ θαλάττῃ ἐκ διαφόρων τόπων ἁλμυρῶν καὶ ποιεῖ αὐτὴν τὴν ἁλμυράν, φησίν· ὅτι δεῖ οὖν καὶ αὐτοὺς τοὺς ποταμοὺς ἁλμυροὺς εἶναι, εἴ γε πρῶτον αὐτοῖς ἐγκαταμίγνυται ἡ ἁλμυρὰ ἰλύς. ἄλλως τε μᾶλλον ἐπιτήδειόν ἐστι τὸ ὀλίγον ὕδωρ πρὸς τὸ ἐκ τῆς ἰλύος ποιωθῆναι ἤπερ τὸ πολύ· ὀλίγον δὲ τὸ τῶν ποταμῶν ὕδωρ πρὸς τὸ τῆς θαλάττης. ὑπαντᾷ δὲ καὶ πρὸς τὴν τετάρτην ὑπόθεσιν τὴν Ἡρακλείτειον ὁ φιλόσοφος τὴν λέγουσαν, ὅτι ἱδρώς ἐστι τῆς γῆς ἡ θάλασσα, τὸν τρόπον τοῦτον· ἐπειδὴ γάρ, φησίν, ὁ ἱδρὼς ἐν τοῖς ζῴοις γινόμενος ἢ καὶ ἁπλῶς εἰπεῖν ἅπαν περίττωμα ἁλμυρὸν γίνεται διὰ δύο αἰτίας, ἡ διὰ παρέμπτωσιν ἀπέπτου τινὸς οὐσίας, ὥσπερ ἐν τῇ δευτέρᾳ πέψει λέγω δὴ τοῦ ἥπατος· καὶ γὰρ τῷ οὔρῳ συνεμπίπτει τις ἄπεπτος οὐσία, ἥτις ἐν τοῖς ὑελίνοις ἀγγείοις ἐμφαίνεται ὑφισταμένη. αὕτη γὰρ ποιεῖ τὸ πᾶν οὖρον ἁλμυρὸν διὰ τὸ εἶναι αὐτὴν ἄπεπτον· δραπετεύουσα γὰρ τὸ θερμὸν συμμίγνυται τῷ οὔρῳ) ἢ διὰ τὸ ἐξατμισθῆναι τὸ λεπτομερὲς ἀπὸ τῆς ὑποκειμένης ὑγρότητος καὶ μεῖναι τὸ παχὺ καὶ γεῶδες ὥσπερ ἐπὶ τῆς τρίτης πέψεως περττώματα, λέλω δὴ ἱδρώτων ἐν αὐτοῖς γὰρ τὸ μὲν ἀερῶδες ἐξατμίζεται καὶ χωρεῖ εἰς τὰ μόρια τρέφον αὐτά, τὸ δὲ παχυμερὲς ἁλμυρὸν ὂν ποιεῖ τοὺς ἱδρῶτας), ζητήσωμεν κἀνταῦθα τὴν αἰτίαν τῆς ἁλμυρότητος. μιγνύμενοι ***ἐν τοῖς περιττώμασι τῆς γῆς, τουτέστιν ἐν τοῖς ἱδρῶσι, γίνονται ἁλμυροί, ἢ ἐξ ἀτμιζομένου ἀπ’ αὐτοῦ τοῦ λεπτομεροῦς ὑπομένει τὸ παχὺ καὶ άλμυρόν, ὡς ἐπὶ τῆς τρίτης πέψεως ἐλέγομεν. ἐνταῦθα δὲ τὰς ἄλλας δύο δόξας ἐμπεριειλήθαμεν, διὰ μὲν τοῦ ἐξατμίζεσθαι τὸ περιττὸν τῆς γῆς τὴν λέγουσαν, ὅτι ἐξατμίσει τοῦ ἡλίου γίνεται ἁλμυρὰ ἡ θάλασσα· διὰ δὲ τοῦ παρεμπίπτειν οὐσίαν τινὰ ἄπεπτον τὴν λέγουσαν, ὅτι ἐπισυρόμενοι ἰλὺν ἁλμυρὰν οἱ ποταμοὶ ἁλμυροῦσι τὴν θάλασσαν. ζητητέον οὖν, κατὰ ποῖον τρόπον γίνεται ἁλμυρὰ διὰ τὸ περίττωμα τῆς γῆς. ἄρα κατὰ τὸ δεύτερον, τουτέστι διὰ τὴν ἐξάτμισιν τοῦ λεπτομεροῦς, ὡς ἐπὶ τῆς τρίτης πέψεως; ἀλλ’ ἔδει χειμῶνος γλυκεῖαν γίνεσθαι τὴν θάλασσαν ὡς ἀντικαταπεμπομένου πάλιν γλυκέος ὕδατος οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὸ μίγνυσθαί τινα ἄπεπτον οὐσίαν]· ἀλλ’ ἆρα κατὰ τὸ πρῶτον, τουτέστιν διὰ παρέμπτωσιν ἀπέπτου τινὸς οὐσίας, ὡς ἐπὶ τῆς δευτέρας πέψεως τοῦ σώματος; ζητήσωμεν σωμεν οὖν, τί τὸ παρεμπεσόν, τουτέστι τίς ὑπάρχει ἡ ἄπεπτος γῆ ἡ παρεμπίπτουσα, ἥτις ἁλμυροῖ τὴν θάλασσαν. ἡ 77] μὲν οὐκ ἔστι δηλονότι ἄπεπτος, ἀλλ’ ἡ καπνώδης ἀναθυμίασις· αὕτη γὰρ ἀναλογεῖ τῇ ἀπέπτῳ γῇ ὡς λεπτοτάτη οὖσα. πρέπει γὰρ τοῖς ἀπέπτοις ἡ λεπτομέρεια τῆς οὐσίας· ὁρῶμεν γάρ, ὅτι τὰ πεττόμενα συνεστραμμένα τυγχάνουσι μετρίως, ἡ δὲ καπνώδης ἀναθυμίασις λεπτοτάτη ἐστίν. ἀλλ’ εἴποις ἄν, ὅσον κατὰ τοῦτον τὸν λόγον ἴσως ἔδει τὴν θάλατταν κουφότατον ἔχειν ὕδωρ, ἐπειδὴ μίγνυται αὐτῇ λεπτομερὴς οὐσία, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις. ῥητέον οὖν, ὅτι ὅσον μὲν κατὰ τὴν καπνώδη ἀναθυμίασιν ἔδει κουφότατον εἶναι αὐτῆς τὸ ὕδωρ. ἀλλ’ οὐ μόνον αὐτῇ μίγνυται αὕτη, ἀλλὰ καὶ τὸ λεπτομερὲς αὖ· τῆς ἐξατμίζεται. διὰ μὲν οὖν τὸ ἐξατμίζεσθαι καὶ ποιεῖν τὸ παχυμερὲς ὕδωρ βαρὺ τὸ θαλάττιόν ἐστιν ὕδωρ, διὰ δὲ τὸ ἐπιμίγνυσθαι τὴν καπνώδη ἀναθυμίασιν ἁλμυρόν. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον. ὁρῶμεν γὰρ ἐν ἄλλοις ὕδασιν ἐπιμιγνυμένην τὴν καπνώδη ἀναθυμίασιν, καὶ ὅμως οὐκ ἔστι παχέα καὶ βάρος ἔχοντα διὰ τὸ μὴ ἐξατμίζεσθαι αὐτῶν τὸ λεπτομερές, οἷον ὡς ἐπὶ τοῦ θερινοῦ ὄμβρου σπανίως γινομένου καὶ τοῦ ἐν τῇ Θηβαΐδι γενομένου ὑετοῦ· ἁλμυροὶ γάρ εἰσιν οὗτοι διὰ τὸ ἀναμίγνυσθαι αὐτοῖς ἐν τῷ ἀπογείῳ ἀέρι τὴν καπνώδη ἀναθυμίασιν, οὐ βαρεῖς δ’ ὥσπερ τὸ θαλάττιον ὕδωρ διὰ τὸ μὴ ἐξατμίζεσθαι αὐτῶν τὸ λεπτομερέστατον. ἰστέον γάρ, ὅτι ὥσπερ ἡ ἀτμὶς κάτωθεν οὖσα ἐποίει τὴν δρόσον, ἐν δὲ τῷ ἀπογείῳ ἀνερχομένη ποιεῖ τὸν ὑετὸν καὶ τὰ ἄλλα, οὕτω καὶ ἡ καπνώδης ἀναθυμίασις περίγειος μὲν οὖσα ἁλμυροῖ τὴν θάλατταν μιγνυμένη αὐτῇ, ὅτε καὶ αἰθαλώδης ἐστὶ καὶ γεώδης· ἀπόγειος δὲ γινομένη ἁλμυροῖ τὸν ὑετὸν ἐν τῷ θέρει καὶ ὅτε ἀπόγειος μάλιστα γίνεται· σπανίως δὲ καὶ νέφη συνέστη ἐν τῷ ἀέρι ὕειν μέλλοντα. ἀλλ’ εἰ καὶ λέγω, ὅτι μίγνυται τῇ θαλάττῃ καὶ ἡ καπνώδης ἀναθυμίασις, μὴ νομίσῃς, ὅτι κατὰ κρᾶσιν μίγνυται· οὐ γὰρ κτὰ κρᾶσιν, ἀλλὰ κατὰ παράθεσιν. καὶ τοῦτο δῆλον, ἐπειδὴ ἔστιν ὅτε χωρίζεται αὐτῆς ἡ ἁλμυρότης καὶ γίνεται γλυκὺ τὸ ὕδωρ, ὥσπερ ἐπὶ τῶν λάκκων πλησίον ὄντων τῆς ὄχθης τοῦ θαλαττίου ὕδατος· διηθούμενον γὰρ ἐκεῖσε τὸ ὕδωρ καταλιμπάνει τὴν καπνώδη ἀναθυμίασιν καὶ γίνεται γλυκύ. ἔλεγε δὲ καὶ ὁ ἡμέτερος πρόγονος ὁ μέγας φιλόσοφος, ὅτι |μήποτε καὶ ἡ ὑποκειμένη γῆ τῇ θαλάττῃ αἴτιόν ἐστι τῆς ἁλμυρότητος αὐτῆς ἁλμυρὰ οὖσα. καὶ ἔλυσε τοῦτο λέγων, ὅτι εἰ τοῦτο ἦν, ἔδει καὶ τὴν παρακειμένην γῆν τῇ θαλάττῃ ἁλμυρὰν εἶναι· ὁρῶμεν δ’, ὅτι κάρπιμός ἐστιν. οὐκ ἄρα τὴν γῆν αἰτιατέον τῆς ἁλμυρότητος, ἀλλὰ τὴν καπνώδη ἀναθυμίασιν. ἀλλ’ ἐπειδὴ περὶ τῆς ἁλμυρότητος τῆς θαλάττης ἱκανῶς διειλέχθη ὁ φιλόσοφος, εἴτε γενητή ἐστιν εἴτε ἀγένητος, καὶ δείξας, ὅτι γενητή, τελευταῖον ζητεῖ καὶ περὶ αὐτῆς τῆς οὐσίας αὐτῆς ὡς ὕδατος, εἴτε γενητή ἐστιν εἴτε ἀγένητος. καί φησιν, ὅτι κατὰ μὲν τὸ εἶδος ἀγένητος καὶ ἄφθαρτος, ὥσπερ καὶ πάντα τὰ ὑπὸ σελήνην, κατὰ δὲ τὸν ἀριθμὸν γενητὴ καὶ φθαρτή. ὅλη γὰρ ὡς ὅλη οὐδέποτε ἐκλείψει, ἀλλ’ ἀίδιός ἐστι, κατὰ δὲ τὰ μέρη ἐκ- λιμπάνει. ὅπου γὰρ νῦν θάλασσα ἐπὶ μέρους, ἐκεῖ ἤπειρος γενήσεται, καὶ ὅπου ἤπειρος ἐπὶ μέρους, ἐκεῖ θάλασσα ἔσται. ὥστε κατὰ τὴν ὁλότητα ἀίδιός ἐστι ἡ θάλασσα, κατὰ δὲ τὰ μέρη φθαρτή, ὥσπερ καὶ πάντα τὰ ὑπὸ σελήνην. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 357a5 Περὶ δὲ τῆς ἁλμυρότητος τοῖς μὲν ἅπαξ γεννήσασι καὶ ὅλως αὐτὴν γεννῶσιν ἀδύνατον εἶναι ἁλμυρὰν ποεῖν. ἐπειδή, φησίν, ἔγνωμεν, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα καὶ οὑ σύνθετος, τοῦτο δὲ ἔγνωμεν ἐκ τοῦ ὁλότητα αὐτὴν εἶναι ἡ γὰρ ὁλότης ἁπλῆ ἐστιν), ἔλθωμεν καὶ ἐπὶ τὸ δεύτερον πρόβλημα, τουτέστι τίς ἡ αἰτία τῆς ἁλμυρό- τητος αὐτῆς. ἀλλὰ χρὴ τοῦτο πρῶτον εἰδέναι, ὅτι οἱ μὲν ἐξ ἀρχῆς ἅμα τῷ θάλασσαν εἶναι λέγουσι συνεῖναι καὶ τὴν ἁλμυρότητα, οἱ δ’ ὕστερον ἐπιγεγενῆσθαι αὐτήν. καὶ τούτων τὰς ἱστορίας εἰρήκαμεν, ἀλλὰ τούτων οἱ μὲν ἔλεγον καὶ τὴν θάλασσαν αὐτὴν κατ’ οὐσίαν εἶναι γενητὴν ἅμα τῇ ἁλμυρότητι, οἵτινες ἔλεγον αὐτὴν εἶναι δὶς γενητήν, κατ’ οὐσίαν τε καὶ ἁλμυρότητα· οἱ δὲ ἅπαξ γενητήν, τουτέστι κατὰ μὲν τὴν οὐσίαν ἀγένητον, κατὰ δὲ τὴν ἁλμυρότητα γενητήν. τί οὖν φησιν ὁ φιλόσοφος; ὅτι τοῖς ἅπαξ γεννήσασι τὴν θάλατταν, τουτέστι τοῖς κατ’ οὐσίαν μόνον αὐτὴν λέγουσιν ἀγένητον, κατὰ δὲ τὴν άλμυρότητα γενητήν, συμβαίνει τούτοις μὴ δύνασθαι λέγειν ἐξ ἀρχῆς συνεῖναι αὐτῇ τὴν ἁλμυρότητα, ἀλλ’ ὕστερον ἐπιγεγονέναι. εἶτα τοῦτο εἰπὼν ὕστερον ἐπιφέρει καὶ τὰς ἱστορίας τῶν παλαιῶν, πῶς ἐδόξαζον αὐτὴν ὕστερον γενέσθαι ἁλμυρὰν ἄλλος ἅλλως, καὶ ἑκάστην τούτων ἀνατρέπει. p. 357a6 Εἰ γὰρ παντὸς τοῦ ὑγροῦ περὶ τὴν γῆν ὄντος καὶ ἀναχθέντος ὑπὸ τοῦ ἡλίου, τὸ ὑπολειφθὲν ἐγένετο θάλαττα. Ἐντεῦθεν ἡ πρώτη ἱστορία ἡ λέγουσα αἴτιον εἶναι τὴν ἐξάτμισιν. p. 357a8 Εἵτ’ ἐνυπῆρχε τοσοῦτος χυμ. ὸς ἐν τῷ πολλῷ ὕδατι καὶ γλυκεῖ. Η δευτέρα νῦν ἱστορία ἡ λέγουσα· ἐξ ἀρχῆς ἡ θάλασσα τοιαύτη ἦν φύσει ἁλμυρὰ διά τινα αἰτίαν, τουτέστι διὰ παρέμπτωσιν ἀπέπτου οὐσίας. p. 357a 10 οὐδὲν ἦττον ἐλθόντος πάλιν τοῦ διατμισθέντος ὕδατος. ἔλεγχος τῆς πρώτης ἱστορίας. εἰ γὰρ διὰ τὴν ἐξάτμισιν γέγονεν άλμυρά, ἐπειδὴ πάλιν ἀντικαταρρεῖ τὸ ἐξατμισθὲν γλυκὺ ὄν, ἔδει γλυκεῖαν ποιεῖν τὴν θάλατταν. p. 357a 12 Μήτε πρῶτον μήτε ὕστερον αὐτὴν ἁλμυρὰν εἶναι. τουτέστι μήτε πρὸ τοῦ ἐξατμισθῆναι μήτε μετὰ τὸ καταχθῆναι τὸ ἐξατμισθέν. p. 357a 13 Εὶ Εἰ δὲ καὶ τὸ πρῶτον εὐθὺς ἦν, τὴν δευτέραν ἐλέγχει ὑπόθεσιν. εἰ γὰρ ἐξ ἀρχῆς ἦν, φησίν, άλμυρὰ ἡ θάλασσα ἅμα τῷ εἶναι θάλασσα, ῥητέον τὴν αἰτίαν τῆς ἐξ ἀρχῆς ἁλμυρότητος. p. 357 a 15 Ἀλλὰ μὴν καὶ αἰτιῶνται τῆς ἁλμυρότητος Ἡ τρίτη ὑπόθεσις ἡ λέγουσα, ὅτι διὰ τὸ συνεφέλκεσθαι γῆν ἁλμυρὰν τοὺς ποταμοὺς γίνεται ἁλμυρὰ ἡ θάλασσα. p. 357a 19 Πῶς γὰρ δυνατὸν ἐν πολλῷ μὲν πλήθει ὕδατος. Ὁ ἔλεγχος τῆς τρίτης ἱστορίας, ὅτι πῶς δυνατὸν τὴν μὲν θάλασσαν ὅλην ἁλμυροῦσθαι, οὐχὶ δὲ καὶ τοὺς ποταμοὺς ὀλίγον ἔχοντας ὕδωρ πρὸς τὴν θάλασσαν. p. 357a 24 Ὁμοίως δὲ γελοῖον κἂν εἵ τις εἰπὼν ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλασσαν οἴεταί τι σαφὲς εἰρηκέναι. ἐντεῦθεν ὁ ἔλεγχος τῆς Ἐμπεδοκλέους ὑποθέσεως τῆς λεγούσης ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλατταν. τί γάρ φησιν; ὅτι εἰ μὲν πρὸς ποίησιν ἀποβλέπων Ἐμπεδοκλῆς τῇ διαλλήλῳ δείξει ἐχρήσατο φήσας τὸν ἱδρῶτα θάλατταν ζῴου εἶναι καὶ τὴν θάλατταν ἱδρῶτα γῆς, ἴσως συγχωρητέον αὐτῷ ὡς ποιητῇ· εἰ δέ γε φυσικῶς τοῦτο εἶπεν, οὐ συγχωρητέον. πρῶτον μὲν ἀσαφὴς ἡ διάλληλος ὑπάρχει δεῖξις, ἔπειτα δὲ τίς ἡ ἀποκλήρωσις, ἵνα πρῶτον μὲν ἱδροῦσα ἡ 77; ποιήσῃ τὴν θάλατταν, νῦν δὲ ἱδροῦσα μὴ καὶ ἄλλας ποιήσῃ; οὐδὲ γὰρ ἐνταῦθα δῆλον, πῶς ἐκ γλυκέος γίνεται ἱδρώς. καὶ τὸ ἄλλο δὲ ζητητέον, πῶς γίνεται ἁλμυρὸν τὸ ἐν τοῖς ζῴοις περίττωμα, ἆρα κατὰ ἐξάτμισιν τοῦ λεπτομεροῦς, ὥσπερ ἐπὶ τῆς τρίτης πέψεως καὶ τῶν ἱδρώτων γίνεται, ἢ κατὰ σύμμιξίν τινος ἀπέπτου οὐσίας, ὥσπερ ἐπὶ τῶν οὔρων. καὶ εἰ τοῦτο γνῶμεν, ζητήσωμεν καὶ ἐπὶ τοῦ ἱδρῶτος τῆς γῆς, πῶς ἐστιν ἁλ|μυρός, ἆρα κατὰ τὸ πρῶτον ἢ τὸ δεύτερον. τέως γὰρ ἄδηλον ἡμῖν ἐστι, πῶς γλυκέος ὄντος τοῦ πινομένου ὁ ἱδρὼς ἁλμυρὸς γίνεται καὶ τὸ οὖρον. p. 357b4 Τῷδ’ ἱδρῶτι συνεκκρινομένῳ έκ τῆς σαρκὸς οἶον καταπλύνοντος τὸ τοιοῦτον ἐκτοῦ τοῦ σώματος τοῦ ἐξιόντος. Τί φησιν; ὅτι ὥσπερ τὸ οὖρον γίνεται ἁλμυρὸν διὰ τὸ συνεμπίπτειν ἄπεπτόν τινα οὐσίαν αὐτῷ, οὕτω καὶ ὁ ἱδρὼς ἁλμυρὸς γίνεται διὰ τὸ συνεκκρίνειν μεθ’ ἑαυτοῦ ἄπεπτόν τινα λεπτοτάτην οὐσίαν ἀπὸ τοὐ σώματος· οἷον γὰρ καταπλύνει ὁ ἱδρὼς τὸ σῶμα ἀπὸ τοιαύτης οὐσίας. p. 357 b 9 ’Ev δὲ τῇ γῇ τίνα τρόπον ὑπῆρχε, λεκτέον ἦν. Πότερον κατὰ ἐξάτμισιν τοῦ λεπτομεροῦς ἥ κατὰ ἔμπτωσίν τινος ἀπέπτου οὐσίας. σὺ δ’ εἰπὲ κατ’ ἄμφω, ἵνα καὶ τὴν ἐξάτμισιν αἰτιάσῃ ὡς ἐπὶ τῶν ἱδρώτων καὶ τὴν παρέμπτωσιν ὡς ἐπὶ τοῦ οὔρου· παρέμπτωσιν δὲ οὐ γῆς, ἀλλὰ τῆς καπνώδους ἀναθυμιάσεως. πῶς γὰρ αὕτη ἄπεπτός ἐστιν, ἤδη εἴρηται. οὐκ ἄρα δ’ ὡς ἡ θάλασσα· ἡ γὰρ ἂν τὸ ἓν μόνον ὑπῆρχεν. p. 357b12 Ἔτι διὰ τίου καὶ νῦν, ὅταν ξηραινομένη τύχῃ ἡ γῆ. Τί δήποτε μὴ καὶ νῦν ἱδροῦσα ἡ γῆ ποιεῖ θαλάσσας; p. 357b18 Ἀλλὰ μᾶλλον εἰκότως, ὥσπερ φασί τινες, ἀπελθόντος τοῦ πλείστου καὶ μετεωρισθέντος. Ἀποδέχεται μᾶλλον τὴν πρώτην ἱστορίαν τὴν λέγουσαν κατὰ ἑὲ οὐχ ὡς αἰτίαν οὖσαν, ἀλλ’ ὡς συναίτιον. p. 357b21 Τὰ μὲν οὖν λεγόμενα τῆς ἁλμυρότητος αἵτια διαφεύγειν φαίνεται τὸν λόγον. Ἐντεῦθεν τὰς περὶ ἁλμυρότητος ἱστορίας ἐλέγξας ἐκτίθεται τὴν ἑαυτοῦ περὶ ταύτης δόξαν. καί φησιν, ὅτι μία τῆς διττῆς ἐστιν ἀναθυμιάσεως ἡ αἰτία τῆς ἁλμυρότητος, λέγει δὲ τὴν καπνώδη. p. 357b 27 Πότερον καὶ ἡ θάλαττα ἀεὶ διαμένει τῶν αὐτῶν οὖσα μορίων. Μετῆλθεν ἐπὶ τὴν ἑτέραν ζήτησιν. ,πότερον ἀγένητός ἐστιν ἡ θάλασσα ἢ γενητὴ κατ’ οὐσίαν. καί φησιν, ὅτι καὶ κατὰ τὴν ὁλότητα καὶ κατὰ τὰ μέρη ἐστὶ γενητὴ καὶ φθαρτή, κατὰ δὲ τὸ εἶδος ἀγένητος καὶ ἄφθαρτος, ὡς πάντα τὰ ὑπὸ σελήνην. ἀλλὰ διαφέρει ἡ ὁλότης τοῦ μέρους κατὰ τὸ γεν· ητὸν καὶ φθαρτόν, ἐπειδὴ ὅλη ὡς ὅλη ἡ θάλασσα διὰ πάνυ πολλοῦ χρόνου μεθίσταται καὶ ἀλλάσσεται ὥσπερ πλοίου διὰ πολλοῦ χρόνου μεταβληθέντος εἰς ἕτερον τῷ καθ’ ἕκαστον ἔτος ἀλλάσσεσθαι σανίδα, τὰ μέρη δὲ ταχέως μεταβάλλεται. Πρᾶξις κݲγݲ. p. 358a3 τούτων δ’ οὕτως ἐχόντων πειρατέον ἀποδοῦναι τὴν αἰτίαν καὶ περὶ τῆς ἁλμυρότητος. τίς ἄρα ἡ κατὰ Ἀριστοτέλην αἰτία τῆς ἁλμυρότητος τῆς θαλάττης; ἆρα ἡ ὑποκειμένη γῆ τῇ θαλάττῃ; οὐ δῆτα. τοῦτο γὰρ οὐ Περιπατητικόν, ἀλλά Θεοφράστειον, εἰ γὰρ Θεόφραστος τοῦτο ἔλεγεν, ὅτι ἡ ὑποκειμένη γῆ αἰτία ὑπάρχει τῆς ἁλμυρότητος· καὶ ἄλλως τε οὐχ ἡ ὑποκειμένη γῆ αἰτία ἐστίν. εἰ γὰρ οὕτω, συνέβαινε καὶ τοὺς περὶ θάλατταν ὀρυττομένους λάκκους ἁλμυρὸν περιέχειν ὕδωρ, εἴπερ ἡ 77] αἰτία ἦν τούτου. ἀλλὰ μὴν οὐ πάντως ἐστὶν ἁλμυρὸν τὸ ἐν τούτοις εὑρισκόμενον ὕδωρ, ἀλλὰ κατὰ τὸ σπάνιον· οὐκ ἄρ ἡ ὑποκειμένη γῆ αἰτία τῆς ἁλμυρότητος γίνεται. τίς ἄρα; λέγομεν, ὅτι τις ἄπεπτος οὐσία παρεμπίπτοσα ἐργάζεται τὴν ἁλμυρότητα, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις οὐκ ἐκ τῆς ὑποκειμένης γῆς ἀνιοῦσα, ὡς Θεόφραστος ἕλεγεν, ἀλλ’ ἐκ τῆς πέριξ γῆς· καὶ ταύτης οὐ τῆς τυχούσης, ἀλλ’ ἐκ τῆς ἀπέπτου, ἥντινα ἤρξατο μὲν πέττειν τὸ θερμόν, οὐκ ἐκράτησε δέ, ἀλλὰ μόνον περιέφρυξε διὰ τὸ μὴ πεφυκέναι πρὸς πέψιν, ὥσπερ ἐπὶ τῆς τέφρας τῶν ξύλων· καὶ ταύτην γὰρ οὐκ ἴσχυσε πέψαι τὸ θερμόν, καὶ ἔστιν ἄπεπτος οὐσία. ἐκ τῆς οὖν τοιαύτης γῆς τῆς ἀπέπτου †τις οὐσία οὔτε ὡς τροφὴ παρείληπται τρεφομένου οὔτε μεμένηκεν ἐν τῷ κατὰ φύσιν περιέκαυσε γὰρ αὐτὴν τὸ θερμόν) γεννᾶται ἡ καπνώδης ἀναθυμίασις, ἥτις ἢ κάτω μένει περίγειος αἰθαλώδης οὖσα καὶ γεώδης καὶ μιγνυμένη τῇ θαλάσσῃ ποιεῖ αὐτὴν ἁλμυρὰν καὶ βαρεῖαν, ἢ ἀπόγειος γίνεται καὶ μίγνυται τοῖς θερινοῖς καὶ φθινοπωρινοῖς ὑετοῖς καὶ ποιεῖ αὐτοὺς ἁλμυρούς. ὡσαύτως δὲ καὶ ἐν τῇ νοτίᾳ χώρᾳ τὸ αὐτὸ τοῦτο ποιεῖ διὰ τὸ πολλὴν εἶναι τὴν ἐκεῖσε καπνώδη ἀναθυμίασιν. ὅθεν ἐν Θηβαίδι ἁλμυροὶ γίνονται οἱ ὄμβροι καὶ ῥαγδαῖοι διὰ τὸ ἐγκαταμίγνυσθαι ἐν αὐτοῖς τὴν καπνώδη ἀναθυμίασιν. ἀλλ’ ἄξιόν ἐστι ἀπορεῖν. εἰ γὰρ διὰ τὴν ἀναδιδομένην ἐκ τῆς ἐκκαομένης γῆς καπνώδη ἀναθυμίασιν γίνεται ἁλμυρὰ ἡ θάλαττα, ἔδει καὶ τοὺς ἄλλους ποταμοὺς ἁλμυροὺς εἶναι διὰ τὴν ἐκείνης πρὸς αὐτοὺς ἐγκατάμιξιν. ἢ ῥητέον, ὅτι χρεία καὶ στάσεως, ἵνα γένηται ἡ κρᾶσις τῆς καπνώδους ἀναθυμιάσεως τοῖς ποταμοῖς· αὐτοὶ δὲ ῥέουσιν ἀπαύστως καὶ τούτου χάριν οὐκ ἐπιδέχονται τὴν μίξιν. ἄλλως τε τῆς καπνώδους ἀναθυμιάσεως ἀεὶ τὸν κοιλότατον τόπον διωκούσης, ἐπειδὴ κοιλότατος τάντων ἐστὶν ὁ περὶ τὴν θάλασσαν τόπος, εἰκότως ἐκεῖ συναθροιζομένης αὐ- τῆς ἁλμυρὰν ποιεῖ τὴν θάλατταν. καὶ ὅτι διὰ τὴν ἐγκατάμιξιν τῆς καπνώδους ἀναθυμιάσεως ἤτοι ἀπέπτου τινὸς οὐσίας γέγονεν ἁλμυρὰ ἡ θάλαττα, κατασκευάζει ὁ Ἀριστοτέλης διὰ ἓξ ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· πᾶσα ἁλμυρότης εἴτε τεχνητὴ εἵτε φυσική ,καὶ φυσικὴ εἴτε μερικὴ εἴτε κα|θολική, διὰ παρέμπτωσίν τινος οὐσίας ἀπέπτου γίνεται. τεχνητὴ μὲν ὥσπερ τὸ διὰ τῆς τέφρας διηθούμενον ὕδωρ. ἐκεῖνο γάρ, ἐπειδὴ δι’ ἀπέπτου οὐσίας παρέρχεται, τουτέστι τῆς τέφρας ἐδείχθη γὰρ ἔναγχος ἄπεπτος οὐσία ἡ τέφρα· ἦ γὰρ ἄν καὶ αὐτὴν άνήλωσε τὸ θερμόν, εἰ μὴ ὑπῆρχεν ἄπεπτος), τούτου χάριν ἁλμυρὸν τό δι’ αὐτῆς διηθούμενον ὕδωρ. φυσικὴ δὲ ἁλμυρότης γίνεται μερικὴ ὥσπερ ἐπὶ τῶν ζῴων τὸ οὖρον καὶ ὁ ἱδρώς· καὶ ταῦτα γὰρ περιττώματα ὄντα διὰ τοῦτο ἄπεπτα ὑπάρχουσι καθόλου γὰρ πᾶν περίττωμα ὡς περίττωμα ἅπεπτόν ἐστιν), ἄλλως τε συνεμπίπτουσιν αὐτοῖς καὶ ἄλλα περιττώματα ἄπεπτα, καὶ διὰ τοῦτο πλέον εἰσὶν ἁλμυροὶ οἱ ἱδρῶτες καὶ τὸ οὖρον. καθολικὴ δ’ ἁλμυρότης ἐστὶν ὡς ἐπὶ τῶν ἁλμυρῶν ὄμβρων, οἵτινες γίνονται· δι’ ἐπιμιξίαν τῆς καπνώδους ἀναθυμιάσεως ὡς ἐν τῷ ἀέρι γινομένης, ὥσπερ εἰσὶν οἱ μετοπωρινοὶ καὶ οἱ ἐν τοῖς νοτίοις κλίμασι γινόμενοι. ἐπειδὴ οὖν πᾶσα ἁλμυρότης, εἴτε τεχνητὴ εἴτε φυσικὴ εἴη, δι’ ἐπιμιξίαν ἀπέπτου οὐσίας γέγονεν ἁλμυρά, καὶ ἡ θάλασσα ἁλμυρὰ †οὖσα δι’ ἐπιμιξίαν ἀπέπτου οὐσίας, τουτέστι τῆς καπνώδους ἀναθυμιάσεως. τοῦτο πρῶτον ἐπιχείρημα. δεύτερον, ὅτι φαίνεται θερμὴ καὶ ξηρὰ οὖσα ἡ θάλασσα· ἀνόμοιον γάρ ἐστι τὸ ταύτης ὕδωρ τῷ γλυκεῖ ὕδατι. ἐκείνου γὰρ ψύχοντος καὶ ὑγραίνοντος καὶ τὴν πυρκαϊὰν κατασβεννύντος τοῦτο ξηραίνει καὶ θερμαίνει καὶ τὴν πυρκαΪὰν οὐ κατασβέννυσιν, ἀλλὰ καὶ προσανάπτει. θερμὴ δὲ καὶ ξηρὰ ἡ καπνώδης ἀναθυμίασις καὶ πυρώδης· ὁ γὰρ Ἀριστοτέλης οὐδὲν λέγει εἶναι ἄλλο τι πῦρ ἢ καπνὸς καόμενος, δηλονότι ***ὅτι δὲ ἐγκαταμέμικται τῇ θαλάττῃ ἡ καπνώδης ἀναθυμίασις, δῆλον· εἰ γὰρ μὴ ἦν ἐγκαταμεμιγμένη, οὐκ ἂν ἐξίσαζεν ἀεὶ κατὰ τὴν ἁλμυρότητα, ἀλλὰ ποτὲ μὲν ἁλμυρά, ποτὲ δὲ γλυκεῖα ἂν ὑπῆρχε. τοῦ γὰρ λεπτομεροῦς αὐτῆς ὡς πλεῖστον μετά τινος ὀλίγης ἁλμυρότητος ἐξατμιζομένου κατὰ θέρος, εἶτ’ ἄνω γλυκέος ὀλίγου γινομένου καὶ ποτίμου, εἰ τὸ ἄνω γλυκὺ καὶ ἄνωθεν κατεφέρετο, ἤμελλεν ἄν θέρους μὲν εἶναι ἁλμυρόν, χειμῶνος δὲ γλυκὺ τὸ ἰῆς θαλάττης ὕδωρ διὰ τὴν τοῦ καταφερομένου ὕδατος ἐπιμιξίαν πλείστου ὄντος καὶ γλυκέος. ἀλλ’ ἐπειδὴ καταφερομένου τοῦ ὑετοῦ ὁ περὶ τὴν θά- λατταν ἀὴρ πλήρης ὢν τῆς καπνώδους ἀναθυμιάσεως μίγνυται αὐτῷ, ἐντεῦθεν ἁλμυρὸς γίνεται ὁ ὑετός, καὶ μιγνύμενος τῇ θαλάσσῃ οὐκ ἀμβλύνει αὐτῆς τὴν ἁλμυρότητα, ἀλλὰ φυλάττει. ᾧ δῆλον, ὅτι μίγνυται ἡ καπνώδης ἀναθυμίασις τῇ θαλάττῃ. τέταρτον ἐπιχείρημα· ὅτι γὰρ αὐτὸ καθ’ αὑτὸ τὸ τῆς θαλάττης πότιμόν ἐστιν, · ἀλλ’ οὐχὶ ἁλμυρόν, καὶ ὅτι διὰ τὴν ἐπιμιξίαν τῆς καπνώδους ἀναθυμιάσεως, δῆλον. εἰ γὰρ †κήρινον ἀγγεῖον διαπλάσῃς, εἶτα τούτου τὸ στόμα περιφράξας ἐπιμελῶς ἐμβάλῃς ἐν τῇ θα- λάττῃ, ὡς μὴ εἰσελθεῖν ἔνδον θαλάττιον ὕδωρ διὰ τοὐ στομίου, εἶτα χρονον ἐάσας ἀναλάβῃς, εὑρήσεις τὸ διὰ τοῦ τοίχου τοῦ ἀγγείου διηθηθὲν ὕδωρ γλυκὺ διὰ τὸ ἀπομεμενηκέναι ἐκτὸς τὴν καπνώδη ἀναθυμίασιν καὶ μόνον τὸ γνήσιον ὕδωρ εἰσεληλυθέναι. καὶ μή τις λεγέτω, ὅτι διὰ τὸν κηρὸν γέγονε γλυκὺ τὸ ὕδωρ ὡς δι’ αὐτοῦ διηθηθέν, ἐπειδὴ περίττωμά ἐστιν ὁ κηρὸς τοῦ μέλιτος. εἰ γὰρ τοῦτο ἦν, ἐχρῆν καὶ ἄνωθεν διὰ τοῦ στομίου τοῦ ἀγγείου βαλλομένου τοῦ θαλαττίου ὕδατος μεταβάλλεσθαι εἰς γλυκύ, εἴπερ ὅλως ὁ κηρὸς ἦν ὁ μεταβάλλων, καὶ οὐχ ἡ διήθησις. ὅτι γὰρ καθ’ αὑτὸ τὸ θαλάττιον ὕδωρ ἀμιγὲς ὑπάρχον τῆς καπνώδους ἀναθυμιλιάσεως γλυκύ ἐστι, δῆλον, ἐπειδὴ καὶ αὐτοὶ οἱ ναυτικοί, ἐπὰν ὕδατος λεῖψις γένηται αὐτοῖς ἐν τῇ θαλάττῃ, ἑψῶντες τὸ θαλάττιον ὕδωρ ἐξαρτῶσι σπόγγους μεγάλους τοῦ στόματος τοῦ χαλκείου, ἵνα δέχωνται τὸ ἀτμιζόμενον· εἶτα ἐκεῖνο τὸ ἐξατμισθὲν ἐκπυρηνίσαντες έκ τοῦ σπόγγου εὐρίσκουσι γλυκὺ μὴ μετέχον τῆς καπνώδους ἀναθυμιάσεως. πέμπτον ἐπιχείρημα· ὅτι γὰρ μέμικται καπνώδης ἀναθυμίασις τῇ θαλάττῃ, δῆλον ἐκ τοῦ βάρους τῆς ὁλκῆς. εἰ γὰρ τὸ αὐτὸ ποσὸν γλυκέος τε καὶ ἁλμυροῦ ὕδατος ἐμβάλῃς καὶ βουληθῇς σταθμίσαι, πλείονα σταθμὸν ἕλκει τὸ τοῦ ἁλμυροῦ ὕδατος ὑπὲρ τὸ τοῦ γλυκέος ποσόν, δηλονότι δι’ ἐπιμιξίαν τῆς καπνώδους ἀναθυμιάσεως ὡς γεώδους οὔσης γέγονε βαρὺ τὸ θαλάττιον ὕδωρ. ἕκτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ παχυμερὲς εἶναι τὸ θαλάττιον ὕδωρ· εἰ γὰρ ὁρῶμεν, ὅτι ἐν μὲν τοῖς ποταμίοις ὕδασιν οὐ δύνανται πλοῖα βαρὺν ἔχοντα φόρτον πλεῖν, ἐν δὲ τῇ θαλάττῃ βαρύτατα δύνανται πλεῖν, δῆλον, ὅτι παχύτερόν ἐστι τὸ θαλάττιον ὕδωρ καὶ γεῶδες διὰ τὴν ἐγκαταμιγνυ μένην αὐτῷ καπνώδη ἀναθυμίασιν αἰθαλώδη οὖσαν καὶ γεώδη. ἀλλὰ μὴν καὶ ἐν ποτίμοις ὕδασι μᾶλλον κάμνομεν νηχόμενοι ἤπερ ἐν θαλάττῃ· †ἀνωθεῑ θεῖ γὰρ ἡ θάλασσα καὶ κουφίζει τὰ σώματα διὰ τὸ παχυμερὲς τοῦ ὕδατος. καὶ μή τις λεγέτω, ὅτι διὰ τὸ πλῆθος τοὐ ὕδατος †ἀνωθεῖται τὰ πλοῖα ἢ οἱ νηχόμενοι ἐν τῇ θαλάττῃ, καὶ οὐ διὰ τὸ πάχος τοῦ ὕδατος. ὅτι γὰρ διὰ τὸ πάχος τοῦ ὕδατος τοῦτο γίνεται, δῆλον. εἰ γὰρ εἰς τὸ αὐτό τις ποσὸν τοῦ ὕδατος θαλαττίου τε καὶ ποτίμου ἐμβάλῃ ᾠόν, εἰς μὲν τὸ θα- λάττιον ἐπινήξεται, εἰς δὲ τὸ πότιμον οὔ· ᾧ δῆλον, ὅτι οὐ διὰ τὸ ποσὸν τοῦ ὕδατος †ἀνωθεῖται τὰ βαρὺν φόρτον ἔχοντα πλοῖα ἐν τῇ θαλάσσῃ, ἀλλὰ διὰ τὴν παχυμέρειαν τοῦ ὕδατος. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 358a4 Φανερὸν δὴ διὰ πολλῶν σημείων, ὅτι γίνεται τοιοῦτος χυμὸς δία συμμιξίαν τινος. Τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶσα ἁλμυρότης καὶ τεχνητὴ καὶ φυσικὴ διὰ συμμιξίαν τινὸς ἀπέπτου οὐσίας γίνεται. p. 358a5 Ἔν τε γὰρ τοῖς ἅπεπτον ἁλμυρόν. Νῦν τὴν φυσικὴν ἁλμυρότητα λέγει τὴν μερικήν, ἥτις γίνεται ἐν τοῖς τῶν ζώων σώμασιν, ὅτι καὶ αὐτὴ διὰ παρέμπτωσίν τινος οὐσίας απεπτου γίνεται. p. 358a12 ‘Oμοίως δὲ καὶ τοῖς καομένοις. Νῦν τὴν τεχνητὴν λέγει ἁλμυρότητα, ἥτις γίνεται ἐν τῷ παριόντι ὕδατι διὰ τῆς τέφρας. καὶ γὰρ αὐτὸ ἁλμυρὸν διὰ τὸ συμμίγνυσθαι ἀπέπτῳ οὐσίᾳ, τῇ τέφρα· ἄπεπετος γὰρ οὐσία ἠ τέφρα διὰ τὸ μὴ κεκρατηκέναι αὐτῆς τὸ θερμόν. p. 358 a 15 Τὸ δ’ οὕτω μὲν εἰπεῖν ἄτοπον, τὸ δ’ ἐκ τοιαύτης. Ἅτοπόν ἐστιν εἰπεῖν, ὅτι ἐκκεκαυμένης γῆς καὶ ἀπέπτου συμμιγνυτένης τῇ θαλάττῃ γίνεται ἁλμυρότης· ἀλλὰ ῥητέον, ὅτι ἐκ τοιαύτης γῆς ἀνιοῦσά τις θερμασία καὶ ξηρὰ ἀναθυμίασις, τουτέστν αἰθαλώδης μίγνυται καὶ ποιεῖ τὴν ἁλμυρότητα. καὶ ὅρα, πῶς ἐντεῦθεν ἐκφαίνει τὴν ἑαυτοῦ δόξαν ὁ φιλόσοφος. p. 358a16 Ὥσπερ γὰρ ἐν τοῖς εἰρημένοις, οὕτω καὶ ἐν τῷ ὅλῳ ἔκ τε τῶν φυομένων καὶ γινομένων κατὰ φύσιν ἀεὶ δεῖ νοεῖν, ὥσπερ ἐκ πεπυρωμένου τὸ λειπόμενον τοιαύτην εἶναι γῆν. Ωσπερ, φησίν, ἐπὶ τῶν ζῴων ἐστὶ περίττωμα ἄπεπτον, ἐξ οὗ γίνεται ἡ ἁλμυρότης, οὕτω κἀν τῇ ὁλότητι δεῖ νοεῖν ἄπεπτόν τινα οὐσίαν, ἥτις οὔτε τροφὴ γίνεται τῶν φυομένων καὶ γινομένων ἐπὶ γῆς οὔτε μὴν μεμένηκεν ἐν τῷ κατὰ φύσιν, ἀλλ’ ἤρξατο μὲν αὐτὸ πέττειν τὸ θερμόν, οὐκ ἐπεκράτησε δὲ αὐτοῦ· καὶ ἐκ τούτου ἐστὶν ἡ ἁλμυρότης. p. 358a21 Μεμιγμένης δ’ οὔσης, ὥσπερ εἴπομεν, τῆς τε ἀτμιδώδους ἀναθυμιάσεως καὶ τῆς ξηρᾶς, ὅταν συστῇ εἰς νέφη. ἐντεῦθεν τὴν φυσικὴν ἁλμυρότητα λέγει τὴν καθολικήν. τί γάρ φησιν; ὅτι καὶ οἱ ἄνωθεν φερόμενοι ἁλμυροὶ ὑετοὶ διὰ παρέμπτωσιν ἀπέπτου τινὸς οὐσίας γίνονται, τουτέστι καπνώδη ἀναθυμίασιν. ὡς ὅταν γὰρ ἡ ἀτμιδώδης γένηται ἀπόγειος καὶ μεταβληθῇ εἰς ὕδωρ καὶ νέφος, εἰ τύχῃ πολλὴν καὶ καπνώδη ἀναθυμίασιν ἐνεχθῆναι κάτωθεν καὶ συμμιγῆναι τούτῳ τῷ ὕδατι, †γενομένην ἁλμυράν. τοῦτο δὲ γίνεται οὐ σπανίως ἐν θέρει καὶ ἐν φθινοπώρῳ καὶ ἐν τοῖς νοτίοις κλίμασιν, οἷον ἐν Θηβαΐδι. p. 358a27 Καὶ διὰ τοῦτο τά τε νότια ὕδατα πλατύτερα καὶ τὰ πρῶτα τῶν μετοπωρινῶν. Διὰ τί, Ἀριστότελες; ἐπειδὴ συμμίγνυται αὐτοῖς ἡ καπνώδης ἀναθυμίασις ἀνιοῦσα, πλατύτερα νῦν ἐκάλεσε τὰ ὑφαλυκά. p. 358a29 Ὅ τε γὰρ νότος καὶ τῷ μεγέθει καὶ τῷ πνεύματι άλεειντατος. τινὰ ἔχει ‘ἀληθινώτατος’ διὰ τὸ μὴ νοθεύεσθαι διὰ τὴν χώραν, ἣν παρέρχεται, ἀλλὰ σῴζειν τὸ κατὰ φύσιν αὐτοῦ ὑπάρχον, τουτέστι τὸ θερμὸν καὶ ξηρόν. πᾶς γὰρ ἄνεμος, καθὸ ἀπὸ τῆς καπνώδους ἐστὶν ἀναθυμιάσεως, θερμὸς ὑπάρχει καὶ ξηρός. ἀλλ’ οἱ μὲν ἄλλοι νοθεύονται καὶ γίνονται ψυχροὶ καὶ ξηροί, ὥσπερ ὁ βορρᾶς, ἢ θερμοὶ καὶ ὑγροί· μόνος δ’ ὁ νότος σῴζει τὸ οἰκεῖον διὰ τὸ διέρχεσθαι γῆν θερμὴν καὶ ξηράν. οὗτος οὗν, φησι, καὶ τῇ οὐσίᾳ καὶ τῷ πνευματικῷ, τουτέστι τῇ ποιότητι, θερμὸς ὢν καὶ ξηρὸς οὐκ ἐᾷ πολλὴν ἀτμίδα ἐν τοῖς νοτίοις κλίμασι, καὶ οὐ γίνεται ἐκεῖ ὄμβρος. εἰ δέ ποτε καὶ γένηται, ἁλμυρὸς γίνεται διὰ τὸ πολλὴ οὖσαν τὴν ξηρὰν ἀναθυμίασιν ἐγκαταμίγνυσθαι τῷ ὄμβρῳ. p. 358b2 Ὁμοίως δὲ ὁ νότιος αἵθριος περὶ Λιβύην, τοῖς δ’ ἐνταῦθα ὑέτιος τὰς διαφορὰς λέγει τῶν ἀνέμων, πῶς νοθεύονται διὰ τὴν χώραν, ἣν παρέρχονται· καὶ ποτὲ μέν εἰσι ξηροί, ποτὲ δ’ ὑγροί, ποτὲ δὲ θερμοί, ποτὲ δὲ ψυχροί, καίτοι πάντες θερμοὶ ὄντες καὶ ξηροὶ κατὰ φύσιν. καθόλου οὖν δεῖ φάναι, ὅτι πᾶς ἄνεμος, ἀφ’ οὗ μὲν πνεῖ, θερμός ἐστι καὶ ξηρός αἰθρίας γὰρ ποιεῖ ἀποδιώκων πᾶσαν ὑγρότητα), εἰς οὓς δὲ πνεῖ, ὑγρὸς ὑπάρχει· συνάγει γὰρ ἐκεῖσε τὰ νέφη. οὕτω γοῦν ὁ βορρᾶς ἐν μὲν τοῖς βορείοις ξηρός ἐστιν ὡς ἐξώστης, ἐν δὲ τοῖς νοτίοις ὑγρὸς ὡς σωρεύων τὰ νέφη. μόνος δ’ ὁ καικίας ἀφ’ ὧν πνεῖ, ὑγρός ἐστιν ὡς ἐκεῖ ἐφελκόμενος τὰ νέφη. p. 358b5 Ὥστ’ ἐν οἷς ἐστι τὸ τῆς τοιαύτης γῆς πλῆθος, ῥέπει κάτω. Διὰ τοῦτο γὰρ καὶ οἱ θερινοὶ ὑετοὶ καὶ ἐν Θηβαΐδι γινόμενοι λάβροι εἰσὶ καὶ ῥαγδαίως πολλὴν ἔχοντες γεώδη οὐσίαν ἐκ τῆς ξηρᾶς ἀναθυμιάσεως. p. 358b6 Καὶ θερμή γε ἡ θάλασσα διὰ τοῦτο. ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι θερμὴ καὶ ξηρά ἐστιν ἡ θάλασσα, ἅτε δὴ μεμιγμένης αὐτῇ τῆς καπνώδους ἀναθυμιάσεως. p. 358b9 Τέφραν καὶ τὴν κονίαν καὶ τὴν ὐπόστασιν τῶν ζῴων. Ταῦτα γάρ, ἐπειδὴ τὸ θερμὸν μὴ περιγεγονὸς αὐτῶν οὐκ ἔπεψεν αὐτά, ἀλλ’ ἐξέκαυσε, θερμά εἰσι καὶ ξηρά· κονίαν δὲ λέγει τὴν ἄσβεστον. p. 358b13 Ἀνάγεται δ’ ἀεί τι μέρος αὐτῆς μετὰ τοῦ γλυκέος. |Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐξατμιζομένου τοῦ λεοτομεροῦς συνεφέλκεται αὐτῷ καί τι ἁλμυρὸν ἐλάχιστον, εἶτ’ ἄνω γλυκανθὲν πάλιν ἐν τῷ κάτω φέρεσθαι μίγνυται αὐτῷ ἁλμυρὸν ἐλάχιστον, καὶ διὰ ταῦτα δὴ ὡσαύτως ἐστὶ ἁλμυρὰ ἡ θάλασσα· ὅτι γὰρ ἀληθές ἐστιν, ὅτι τὸ ἐξ· ἀτμιζόμενον ἁλμυρόν πως ὑπάρχον ἄνω γλυκαίνεται, δῆλον, ἐπειδὴ πᾶν ὑγρὸν μεταβαλλόμενον ἄποιον γίνεται. αὐτίκα γοῦν οἶνος ἀτμισθεὶς εἴς ὕδωρ μεταβάλλεται καὶ γίνεται ἄποιος ἀπολέσας ἣν εἶχε στῦψιν· οὕτως οὖν καὶ τὸ ἁλμυρὸν γίνεται γλυκὺ ἀπολέσαν ἣν εἶχε μεθ’ ἑαυτοῦ ποιότητα. p. 358b22 Ἀλλὰ περὶ μὲν τούτων ἐν ἅλλοις καιροῖς ποιητέον τὴν σκέψιν. ’Ev γὰρ τῷ Περὶ χυμοῦ αὐτῶν μονοβίβλῳ λέγει περὶ τούτων. p. 358b28 Ἀλλὰ ἢ τοῖς τόποις. Ἕστι γὰρ ὅτε τοῖς τόποις ἐλλείπει ἡ θάλασσα καὶ γίνεται ξηρὰ κατά τινας τόπους, ἐπειδὴ συμβαίνει ἐκεῖ μὲν γενέσθαι πολλὴν ἐξάτμισιν, μὴ ἐκεῖ δὲ κατενεχθῆναι τὸ ἐξατμισθέν,’‘ ἀλλ’ ἐν ἄλλοις αὐτῆς χωρίοις οὐ μόνον δ’ ἐπὶ θαλάττης τοῦτο συμβαίνει τὸ φθείρεσθαι κατὰ μέρη, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ὑπὸ σελήνην. p. 358b34 Ὅτι δ' ἐστὶ ἐν μίξει τινὸς τὸ ἁλμυρόν, δῆλον οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλὰ κἄν εἴ τις ἀγγεῖον πλάσας. Τὸ τέταρτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ κηρίνου ἀγγείου. p. 359a5 ῦτο γὰρ αἴτιον καὶ τοῦ βάρους. Αἵτιον τὸ ποιοῦν ἁλμυρότητα, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις. καὶ ἔχεις ἐντεῦθεν τὸ πέμπτον ἐπιχείρημα. p. 359a7 Καὶ γὰρ τὸ πάχος διαφέρει τοσοῦτον. Τὸ ἕκτον ἐπιχείρημα, ὅτι παχυμερές ἐστι τὸ θαλάττιον ὕδωρ, ὡς μέγιστα πλοῖα ἐπιφέρειν. ὅθεν ἰνδικοπλεῦσται πολλάκις ζημιοῦνται πάνυ, ἐπειδὴ τὸ αὐτὸ βάρος ἔχον τὸ πλοῖον διὰ θαλαττίου καὶ λιμναίου ὕδατος παρέρχεται. Πρᾶξις κδ. p. 359α16 Εἰ ἰ δ’ ἕστιν, ὥσπερ μυθολογοῦσιν, έν Παλαιστινοῖς τοιαύτη λίμνη. Καὶ διὰ τῆς παρούσης λέξεως ὁ Ἀριστοτέλης τὸ αὐτὸ πάλιν κατασκευάζει διὰ πέντε ἐπιχειρημάτων, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα διὰ τὸ συμμίγνυσθαι αὐτῇ τινα γεώδη οὐσίαν, τουτέστι καπνώδη ἀναθυμίασιν. ἔστι δὲ τῶν νῦν λεγομένων πέντε ἐπιχειρημάτων τὸ πρῶτον τοιοῦτον. εἰ ὁρῶμεν, ὅτι πᾶν ἁλμυρὸν παχύ, καὶ ὅσον ἂν ἐπιτείνηται ἡ τοῦ ὕδατος παχύτης, τοσοῦτον καὶ ἡ ἁλμυρότης, ὡς εἶναι τὸ πᾶχύτατον ἁλμυρώτατον, δηλονότι ἡ θάλασσα ἁλμυρά ἐστιν, ἐπειδὴ καὶ παχεῖα· παχεῖα δ’ ἐστὶ διὰ τὸ συμμεμῖχθαι αὐτῇ τὴν καπνώδη ἀναθυμίασιν παχυτάτην οὖσαν. ὅτι γὰρ ὅσον παχύτατόν ἐστι τὸ ὕδωρ, τοσοῦτον γίνεται ἁλμυρώτατον, δῆλον. ἰδοὺ γὰρ ἡ ἐν Παλαιστίνῃ Νεκρὰ μυθευομένη θάλασσα παχυτάτη οὖσα ἁλμυρωτατη πάντων ἐστὶ τῶν ὑδάτων. καὶ ὅτι παχθτάτη ἐστί, δῆλον· εἰ γάρ τις ἄνθρωπον ἢ ἕτερόν τι ζῷον καταδήσας ἐμβάλοι εἰς τὸ τῆς Νεκρᾶς θαλάττης ὕδωρ, ἀνωθεῖται ὑπὸ τοῦ ὕδατος καὶ οὐ γίνεται ὑποβρύχιον διὰ τὸ εἶναι παχὺ πάνυ καὶ βαστάζειν τὸ ἐμπεσόν. καὶ μή τις λεγέτω, ὅτι τῇ νηκτικῇ δυνάμει ἐπινήχεται τὸ ζῷον· ὑπόκειται γὰρ δεδεμένον. οὕτω μὲν οὖν δήλη ἐστὶν ἡ τοῦ ὕδατος παχύτης. ἀλλὰ μὴν καὶ ὅτι ἁλμυρώτατον ὕδωρ ἐστί, δῆλον· πρῶτον μὲν ἐπειδὴ ῥυπτικόν ἐστι παντὸς ῥύπου σμή- χει γὰρ τὸν ῥύπον τῶν ἱματίων †ἤπερ ἄλλο τι σμῆγμα), τὸ δὲ ῥύπτειν ἄκρας ἐστὶν ἁλμυρότητος. ἰδοὺ γὰρ ἅλες μὲν καὶ αὐτοὶ ῥύπτουσι, νίτρον δὲ πλέον ὡς ἐπιτεταμένην ἔχον τὴν ἁλμυρότητα ἤπερ οἱ ἅλες. ὅθεν καὶ διὰ τὴν ἐπίτασιν ὑπόπικρόν ἐστι τὸ νίτρον. ἔπειτα καὶ τὸ εἶναι ἄγονον τὸ λμυρότητος· οὐδὲ γὰρ ἰχθὺς ἢ τὴν Νεκρὰν θάλασσαν καίτοι ἐναργοῦς ὄντος τοῦ τοιούτου ὕδατος. ἥ λέγομεν, ὅτι μυθεύεσθαι αὐτὴν εἶπε κατὰ τὸ λέγεσθαι νεκράν. νεκρὰ γὰρ λέγεται μυθικῶς διὰ τὸ ἄγονον εἶναι παντελῶς. εἰ δὲ φυσικὸς ὤν φυσικὸςλόσοφος φυσικὸς Ἀριστοτέλης μυθικῶς περὶ αὐτῆς διέλαβε νεκρὰν αὐτὴν λέγων; ἄτοπον οὐδέν, εἷ γε καὶ ἐν τοῖς φυσικοῖς ἐστί τι μυθῶδες, οἷον ἡ φαντασία. καὶ γὰρ αὕτη οἷόν τις μῦθός ἐστι· τὰ γὰρ μύθου ποιεῖ μορφοῦσα τὰ ἄμορφα καὶ σχηματίζουσα τὰ ἀσχημάτιστα, ὡς καὶ ὁ μῦθος τοῖς ἀσωμάτοις σῶμα καὶ πάθη καὶ ὅσα τοιαῦτα περιτίθησι. τοῦτο μὲν τὸ πρῶτον ἐπιχείρημα. δεύτερον ἐπιχείρημα· ὅτι γὰρ πᾶσα ἁλμυρότης ἀπὸ γεώδους ἐπιμιξίας γίνεται, δῆλον, ἐπειδὴ περὶ τὴν Δωδώνην παρὰ Θεσπρωτεῦσίν ἐστί τις κρήνη ὑφαλυκὸν ἔχουσα ὕδωρ. καὶ τοῦτο τὸ ὕδωρ ἑψῶντες Οἱ Θεσπρωτεῖς καὶ ψύχοντες ἅλς ποιοῦσι πηγνύμενον, οἵπερ ἅλες ἐλλιπεῖς τῶν παρ’ ἡμῖν κτά τε τὴν γεῦσιν καὶ τὴν σύστασιν καὶ τὸ χρῶμα· οὔτε γὰρ οὕτως εἰσὶν ἁλμυροί ἐπειδὴ ἧττόν εἰσιν ἁλμυροὶ οἱ ἀπὸ ποτίμου ὕδατος ἤπερ οἱ ἀπὸ θαλάττης), ἀλλὰ μὴν οὔθ’ οὕτω σκληροί, ἐπειδὴ οὐκ ἔχει τοσαύτην οὐσίαν γεώδη συγκαταμεμιγμένην ὥσπερ ἡ θάλαττα. ἀλλὰ καὶ τὸ χρῶμα ἧττόν ἐστι λευκὸν τῶν παρ’ ἡμῖν διὰ τὸ ἧττον ἐν· ἀπολαμβάνειν πνεῦμα. λεπτομερὲς γὰρ ὂν τὸ ὕδωρ ἑτοίμως διαφορεῖ τὸ πνεῦμα καὶ οὐ ποιεῖ πολλὴν κίνησιν τοῦ ὕδατος, ἵνα λευκανθῆ· τὸ δ’ ἐν τῇ θαλάττῃ ὕδωρ παχύτατον ὂν οὐκ εὐχερῶς διατέμνεται, κἀντεῦθεν μένοντος ἐν αὐτῇ τοῦ πνεύματος καὶ πολυειδῶς κινοῦντος λευκότατοι οἱ ἅλες γίνονται. οὐκ ἂν δὲ †ἕχοντες ἄγας ποιοῦσι, πηγνύμενον δὲ ἅλες ἐγένετο, εἰ μὴ παχεῖ ἐγκαταμέμικτο οὐσία τῷ ὕδατι. αὕτη δ’ ἡ κρήνη ἀπορρεῖ εἴς τινα γλυκὺν ποταμὸν πλησίον ὄντα, ἰχθῦς δ’ οὐκ ἔχοντα. ὅθεν ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε μὴ ὄντος ἁλμυρωτάτου τοῦ ὕδατος καὶ ἀγόνου ἰχθύες οὐ γίνονται. καὶ ἔστι τούτου ἀποδοῦναι αἰτίαν μυθικῶς τε καὶ φυσικῶς· μυθικῶς μέν, ὅτι λέγεται τὸν Ἡρακλέα τὰς ἐξ Εὐρυσθέως ἄγοντα βοῦς ἐκεῖθεν παρεληλυθέναι, εἶτα ἐρωτήσαντα τοὺς περὶ Δωδώνην, ὅ τι θέλοιεν, πότερον τὴν κρήνην ἅλας αὐτοῖς ποιεῖν ἢ τὸν ποταμὸν ἰχθύας, αὐτοὶ μᾶλλον εἵλοντο τὴν κρήνην ἅλας ποιεῖν. οὕτω μυθικῶς. φυσικῶς δέ, ὅτι τὸ τοῦ ποταμοῦ ὕδωρ ψυχρότατον φέρεται κατὰ πετρωδῶν χωρίων, ἅτινα μᾶλλον ἐπιτείνουσιν αὐτοῦ τὴν ψυχρότητα, καὶ διὰ τοῦτο οὐκ ἔστι ζῳογόνον· τὸ γὰρ γόνιμον πρὸς τὸ θερμόν ἐστι μᾶλλον. τοῦτο καὶ τὸ δεύτερον. τρίτον ἐπιχείρημα· ὅτι γὰρ πᾶσα ἁλμυρότης ἐξ ἐπιμιξίας γεώδους οὐσίας γίνεται, δῆλον. ἰδοὺ γὰρ ἐν Ὀμβρικοῖς χώρα δέ] ἐστιν ἑλώδης ἡ τοιαύτη, ἐν ᾗ κάλαμοι καὶ σχοῖνοι γίνονται πλεῖστοι· τούτους καίοντες οἱ τῆς χώρας καὶ ἀποτεφροῦντες καὶ τὴν τέφραν εἰς ὕδωρ ἀφεψῶντες καὶ φύχοντες τὸν ἐπίπαγον ἅλας εὑρίσκουσιν. ὁρᾷς, πῶς γεώδους οὐσίας ἐστὶν ἡ ἁλμυρότης· οὐκοῦν καὶ ἡ θάλασσα ἁλμυρὰ οὖσα ὑπὸ γεώδους οὐσίας άλμυθικῶς μῦρά γίνεται, τουτέστι καπνώδους ἀναθυμιάσεως. τοῦτο καὶ τὸ τρίτον. τέταρτον ἐπιχείρημα· εἰ γὰρ ὁρῶμεν, ὅτι πᾶν ὕδωρ ἁλμυρὸν θερμόν ἐστιν ἢ δυνάμει ἢ ἐνεργείᾳ δυνάμει μὲν ὡς τὰ ἐν Τύρῳ, ἅτινα καὶ παιωνίαν ἔχει θέρμην, ἐνεργείᾳ δὲ ὡς τὰ ἐν Γαδάροις· ταῦτα γὰρ καὶ ἁλμυρά ἐστιν αἰσθητῶς παιωνίαν ἔχοντα κατὰ] τὴν δύναμιν), ἡ δὲ καπνώδης ἀναθυμίασις θερμοτάτη, δῆλον ὅτι πᾶν ἁλμυρὸν ὕδωρ τὴν καπνώδη ἀναθυμίασιν ἔχει συμμεμιγμένην· οὐκοῦν καὶ ἡ θάλασσα. ταῦτα γὰρ τὰ αὐτοφυῆ θερμὰ ὕδατα, εἰ μὲν ἐπιτεταμένην ἔχει τὴν θερμασίαν, ἁλυκὰ γίνονται, εἰ δὲ ἀνειμένην, ὑφαλυκά, ὡς δοκεῖν γλυκέα εἶναι. τοῦτο τὸ τέταρτον ἐπιχείρημα, ὅτι γὰρ πᾶν ἁλμυρὸν ἐπιμιξίαν ἔχει γεώδους οὐσίας. τὸ γὰρ ὕδωρ καθὸ ὕδωρ ἄποιόν ἐστι γευστικῆς ποιότητος· μόνον γὰρ ἁπτικὴν ἔχει ποιότητα τὸ ὕδωρ ὡς ὕδωρ, χυμῶν δέ τινων ἐπιμιγνυμένων γίνεται γευστόν. λοιπὸν δὲ πρὸς τὴν διαφορὰν τῶν χυμῶν γίνεται τὸ ὕδωρ ἢ ἁλμυρὸν ἢ πικρὸν ἢ ὀξύ· ἱστορεῖ γὰρ αὐτὸς Ἀριστοτέλης πικρὰ καὶ ὀξέα ὕδατα κατὰ τὴν γεῦσιν. πᾶς δὲ χυμὸς ἐκ γεώδους οὐσίας συνίσταται. ταῦτα περὶ θαλάσσης φυσιολογήσας καὶ ποταμῶν ὁ φιλόσοφος ἄνεισι πάλιν, ὅθεν καὶ ἀπέστη, καὶ ἀνακεφαλαιοῦται πάλιν τὸν περὶ ἀνέμων λόγον. ἐλέγομεν γάρ, εἰ μέμνησθε, ἐν τῷ πρώτῳ βιβλίῳ, ὅτι προθέμενος εἰπεῖν περὶ ἀνέμων, ἐπειδὴ συγγενῶς εἶχεν ὁ περὶ τούτων λόγος τῷ περὶ ποταμῶν, μετῆλθεν εἰς τὸν περὶ ποταμῶν λόγον ἐάσας τὸν περὶ ἀνέμων ἐκκρεμῆ, εἶτα μετὰ τὸν περὶ ποταμῶν λόγον διειλέχθη καὶ περὶ θαλάσσης. ἐπειδὴ οὖν συνεπέρανε τὸν περὶ ποταμῶν καὶ θαλάττης λόγον, πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ ἀνέμων λόγον. ἀλλὰ πρότερον ἐπαναμιμνῄσκει ἡμᾶς τῶν τριῶν λημμάτων ἐκείνων τῶν ἐν τῷ πρώτῳ βιβλίῳ εἰρημένων· ὧν τὸ πρῶτον ἦν, ὅτι διττή ἐστιν ἀναθυμίασις ἀπὸ τῆς γῆς, ἡ μὲν ἀτμίς, ἡ δὲ ἀτμός. καὶ ἡ μὲν ἀτμὶς θερμὴ καὶ ὑγρά ἐστιν, ὁ δὲ ἀτμὸς θερμὸς καὶ ξηρός. καπνώδης δὲ ἀναθυμίασις λέγεται οὗτος ὁ ἀτμὸς ἀπὸ μέρους, ἐπειδή τι μέρος αὐτοῦ καπνός ἐστιν οἷον σβεννυμένου πυρός· οὐ γὰρ πᾶς ἀτμὸς καπνώδης ἐστὶν ἀναθυμίασις. ἰδοὺ γοῦν τὸ ὑπέκκαυμα ἀτμὸς μέν ἐστι, καπνώδης δ’ ἀναθυμίαις οὐκ ἔστι. δεύτερον δὲ λῆμμα, ὅτι συμμίγνυνται αὗται αἱ δύο ἀνα- θυμιάσεις, ἐπειδὴ καὶ τὰ ἐξ αὐτῶν γινόμενα, τουτέστι ἡ γῆ καὶ τὸ ὕδωρ, συμμεμιγμένα εἰσὶν ἑαυτοῖς· ὅθεν καὶ μία σφαῖρα λέγεται τῆς γῆς καὶ ὕδατος. τρίτον λῆμμα, ὅτι συμβάλλονται ἑαυταῖς πρὸς γένεσιν αὗται αἱ δύο ἀναθυμιάσεις. ἰδοὺ γοῦν ὑγραινομένης τῆς γῆς μᾶλλον γίνεται ὕλη καπνώδους ἀναθυμιάσεως· εὑρίσκει γὰρ ὁ ἥλιος ὕλην τοῦ ἀνιμήσασθαι, ὅθεν καὶ τὰ ὑγρὰ ξύλα πλείονα ἔχουσι τὸν καπνὸν ἤπερ τὰ ξηρά. ᾧ δῆλον, ὅτι συμβάλλεται ἡ ἀτμιδώδης ἀναθυμίασις πρὸς τὴν γένεσιν τῆς καπνώδους. ἀλλὰ μὴν καὶ ἡ καπνώδης πρὸς γένεσιν τῆς ἀτμιδώδους· ἐν γὰρ τῷ θέρει, ὅτε πολλὴ ἡ καπνώδης ἐστίν, ἀνέλκεται τὸ λεπτομερὲς τοῦ ὕδατος, τουτέστιν ἡ ἀτμίς, καὶ ἄνω συνιστάμενον καἰ τῷ χειμῶνι παχυνόμενον καταφέρεται ὕδωρ. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 359a16 Εἰ ἰ δὲ ἕστιν, ὥσπερ μυθολογοῦσί τινες. Τὸ πρῶτον ἐπιχείρημα τὸ ἀπὸ τῆς Νεκρᾶς θαλάσσης, ἧς τὸ ὕδωρ τὸ· σοῦτόν ἐστιν ἁλμυρώτατον. καὶ ὅρα, πῶς μῦθον τὸ τοιοῦτον προφέρει καίτοι ἀληθὲς ὄν, ἡμεῖς δὲ τὴν αἰτίαν εἴπομεν. p. 359a24 Ἔν τε γὰρ τῇ Χαονίᾳ κρήνη τίς ἐστιν ὕδατος. Τὸ δεύτερον ἐπιχείρημα τὸ ἀπὸ τῆς ἐν Δωδώνῃ κρήνης. p. 359a27 εἵλοντο γάρ, ὡς ἐκεῖ μυθολογοῦσι. τὴν μυθικὴν αἰτιολογίαν λέγει, τὸ γλυκὺν ὄντα τὸν ἐν Δωδώνῃ ποταμὸν μὴ ποιεῖν ἰχθῦς, ᾧ μίσγεται ἡ κρήνη. |p. 359a35 Τοιοῦτον δὲ γίνεται καὶ ἐν Ὀμβρικοῖς. Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἀπὸ τέφρας ἑψομένης γίνονται ἅλες. p. 359b4 Ὅσα δ’ ἐστὶν ἁλμυρὰ ῥεύματα ποταμῶν ἢ κρηνῶν, τὰ πλεῖστα θερμὰ εἶναι δεῖ νομίζειν. Τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶν ἁλμυρὸν θερμόν ἐστιν ἢ δυνάμει ἡ ἐνέργειᾳ. p. 3591)6 Δι’ ἧς διηθοῦνται γῆς, ἔτι μένειν οὖσαν κονίαν καὶ τέφραν. Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶν ὕδωρ καθὸ γευστὸν ἐπιμιξίαν ἔχει γεώδους οὐσίας, ἐπεὶ καθ’ αὑτὸ ἄχυμόν ἐστι. p. 359b22 Περὶ μὲν οὖν ὕδατος καὶ θαλάττης, δι’ ἃς αἰτίας ἀεί τε συνεχως εισι. τουτέστι διὰ ποίαν αἰτίαν συνεχῶς ἡ θάλασσα μένει ἁλμυρά; ὅτι μίγνυται ἡ καπνώδης ἀναθυμίασις τῷ ὑομένῳ. p. 359b23 Πῶς μεταβάλλουσιν. 'Υπάκουσον ἠ καπνώδης καὶ ἀτμιδώδης ἀναθυμίασις· συμβάλλονται γὰρ ἀλλήλαις. p. 350 b 24 ἔτι δὲ ὅσα πάθη κατὰ φύσιν αὐτοῖς συμβαίνει. Πῶς γίνεται γλυκὺ τὸ ὕδωρ ἢ ἁλμυρὸν ἢ πικρόν; ὅτι πρὸς τὴν ἐπιμιξίαν τῆς γεώδους οδσίας. p. 359b25 Εἴρηται σχεδὸν ἡμῖν περὶ τῶν πλείστων. οὐχ ὅτι ἐλλιπὴς ἔτι ἐστὶν ὁ περὶ ὕδατος λόγος εἶπεν, ὅτι εἴρηται ἡμῖν περὶ τῶν πλείστων, ἀλλὰ περὶ τῶν πλείστων ἀκουστέον πρὸς τὸ παθῶν. περὶ γὰρ τοῦ πλείστου πάθους εἴρηται ἡμῖν τοῦ ὕδατος, τουτέστι χυμῶν· οὕτε γὰρ περὶ πάντων χυμῶν τοῦ ὕδατος εἴρηται, ἀλλὰ περὶ τινῶν· περὶ γὰρ πάντων ἐν τῷ Περὶ χυμῶν αὐτοῦ μονοβίβλῳ εἴρηται. p. 359b27 Περὶ δὲ πνευμάτων λέγωμεν λαβόντες τὴν ἀρχὴν τὴν εἰρημένην ἥμιν πρότερον. Συμπεράνας τὸν περὶ ὕδατος λόγον πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ ἀνέμων λόγον. καί φησιν, ὅτι δεῖ ἀναλαβεῖν τὴν εἰρημένην ἡμῖν πρότερον ἀρχὴν περὶ ἀνέμων, τουτέστιν, ὅτι διττή ἐστιν ἀναθυμίασις, ἡ μὲν ἀτμιδώδης, ἡ δὲ καπνώδης. καὶ ἐκ μὲν τῆς ἀτμιδώδους γίνεται ὑετός, ἐκ δὲ τῆς καπνώδους ἄνεμος, ἅπερ ἐναντία εἰσί. καὶ ἔχεις τὸ πρῶτον λημμάτιον. p. 359b32 Ἕστι δὲ οὕτε ὑγρὸν ἄνευ τοῦ ξηροῦ, οὔτε τὸ ξηρὸν ἄνευ ὑγροῦ. Τὸ δεύτερον λῆμμα τὸ λέγον, ὅτι συμμεμιγμέναι εἰσὶν ἑαυταῖς αἱ δύο ἀναθυμιάσεις, ἐπειδὴ καὶ τὰ ἐξ αὐτῶν. p. 359b 34 Φερομένου δὴ τοῦ ἡλίου κύκλῳ. Τὸ τρίτον λῆμμα τὸ λέγον, ὅτι συμβάλλονται ἑαυταῖς πρὸς γένεσιν αὐτῶν αἱ ἀναθυμιάσεις. τί γάρ φησιν; ὅτι τοῦ ἡλίου κύκλῳ κινουμένου καὶ ποτὲ βορείου γενομένου καὶ ὡς πρὸς ἡμᾶς ἀνιόντος, ποτὲ δὲ νοτίου καὶ ὠς ἀφ' ἠμῶν κατιόντος συμβαίνει ἐν μὲν τῷ γίνεσθαι αὐτὸν πρὸς ἠμᾶς ἀνάγειν τὸ ἀπὸ τῆς γῆς ὑγρὸν καὶ ἐξατμίζειν αὐτὸ διὰ τὸ πολλὴν εἶναι τὴν θερμότητα αὐτοῦ τηνικαῦτα καὶ ἡ καπνώδης ἀναθυμίασις γίνεται), ἀποστάντος δ’ ἀφ’ ἡμῶν καὶ νοτίου γινομένου ἡ ἀνενεχθεῖσα ἀτμὶς ἐν τῷ θέρει μηκέτι θερμαινομένη ἀλλὰ ψυχομένη παχύνεται καὶ εἰς ὕδωρ μεταβάλλεται· μεταβαλλόμενον δ’ εἰς ὕδωρ καὶ φερόμενον ἐπὶ τὴν γῆν ὑγραίνει αὐτήν, ὑγραινομένη δ’ ἡ γῆ μᾶλλον ἀναδίδωσι τὴν καπνώδη ἀναθυμίασιν, δίκην ὑγροῦ ξύλου. τὰ γὰρ ὑγρὰ ξύλα μᾶλλόν εἰσιν ἐπιτήδεια πρὸς καπνοῦ γένεσιν, τὰ δὲ ξηρὰ καὶ σχεδὸν ἄνικμα ἄκαπνά εἰσιν. ὅθεν καὶ ἡ ξηροτάτη γῆ καὶ ἄνικμος οὐ θυμιᾶται, οὗν ψάμμος, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. ὅρα οὖν, πῶς ἑαυταῖς συμβάλλονται πρὸς γένεσιν αἱ δύο ἀναθυμιάσεις. Πρᾶξις κݲεݲ. p. 360a17 ἐπεὶ δ’ ἕτερον ἑκατέρας τὸ εἶδος, φανερὸν ὅτι διαφέρει. φέρει. Ἡ παροῦσα λέξις πέντε τινὰ περὶ ἀνέμων παραδίδωσι· πρῶτον μέν, ὅτι οὐ, καθώς φησιν ὁ Ἱπποκράτης, ὁ ἄνεμος ἀήρ ἐστι κινούμενος· δεύτερον, ὅτι οὐχ ὥς φασί τινες, ἀθρόα ὕλη τῶν ἀνέμων ἐστὶν ὑπὸ γῆν, ὥσπερ καὶ τοῦ ὕδατος· τρίτον, τίς ἡ αἰτία τῆς λοξῆς κινήσεως τῶν ἀνέμων· τέ. ταρτον, τίνες καὶ πόσοι οἱ ἄνεμοι· πέμπτον, τίνα τὰ ἴδια ἑκάστου ἀνέμου. ταῦτα μὲν τὰ πέντε παραδιδόασι κατὰ μέρος αἱ ἐφεξῆς πᾶσαι λέξεις· ἡ δὲ παροῦσα νὺν θεωρία τὸ πρῶτον μόνον τῶν πέντε ζητήσει, τοῦτο δ’ ἐστίν, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος, ἀλλ’ ἐστὶν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. καὶ τοῦτο κατασκευάζει διὰ πέντε ἐπιχειρημάτων, καὶ ἡμεῖς δ’ ἔξωθεν προσευπορήσαντες δείξομεν τὸ αὐτὸ διὰ δύο ἐπιχειρημάτων, ὡς εἶναι τὴν παροῦσαν θεωρίαν ἑπτὰ ἐπιχειρήματα δεικνύντα, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος. ὧν τὸ πρῶτόν ἐστιν τοιοῦτον· νόμος ἐστὶ φυσικός, ὥστε τῶν διαφόρων εἰδῶν διαφόρους εἶναι καὶ τὰς προσεχεῖς ὕλας, οἷον ἵππου καὶ θρόνου· ταῦτα γὰρ διάφορα ὄντα εἴδη καὶ διάφορον ἔχουσι τὴν προσεχῆ ὕλην, τὸ μὲν ἔμψυχον, τὸ δ’ ἄψυχον, τὴν μέντοι πόρρω τὴν αὐτήν· τήν· ἄμφω γὰρ ὕλη ἐστὶ τὰ τέσσαρα στοιχεῖα. τούτου οὕτως ἔχοντος εἰ, ὡς σὺ φῄς, Ἱππόκρατες, ὅτι πυκνούμενος ἀὴρ εἰς ὕδωρ μεταβάλλεται, εὑρεθήσεται τῶν διαφόρων εἰδῶν, φημὶ δὴ ὑετοῦ καὶ ἀνέμου, ἡ αὐτὴ προσεχὴς ὕλη τουτέστι ἀήρ, ὅπερ ἄτοπον· δεῖ γὰρ διάφορον εἶναι καὶ τὴν προσεχῆ ὕλην. οὐκ ἄρα ὁ ἄνεμος ἐξ ἀέρος γίνεται, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· οὐ καλῶς λέγεις, Ἱππόκρατες, τὸν ἄνεμον ἀέρα εἶναι κινούμενον· πολὺ γὰρ διαφέρει |ἡ τοῦ ἀνέμου κίνησις τῆς τοῦ ἀέρος κινήσεως. ἡ μὲν γὰρ τοῦ ἀέρος ἔκλυτός τε ὑπάρχει καὶ χαλαρά εἰ γὰρ ἐν ταῖς καταπόσεσι τῶν οἴκων διὰ τὴν βίαν τὴν κάτω φερομένην συντεταμένη καὶ σφοδρὰ γίνεται, ἀλλ’ οὖν οὐκ ἐπιμένει, ἀλλὰ πάλιν καθίσταται παραχρῆμα), ἡ δὲ τοῦ ἀνέμου κίνησις τυραννική ἐστι καὶ βιαιοτάτη, ὡς δηλοῦσι καὶ οἱ σεισμοὶ τὰ μέγιστα βάρη σαλεύοντες, φημὶ δὴ τὴν γῆν· οὐδὲν γὰρ ἕτερόν ἐστι σεισμὸς ἢ ὑπόγειος ἄνεμος. ἄλλως τε κἀκ τοῦ εἰρημένου ἐν τῷ πρώτῳ βιβλίῳ δῆλον, ὡς τυραννικὴν εἶναι τὴν τῶν ἀνέμων κίνησιν. ὅταν γὰρ εἴπωμεν τὸν μέγαν κομήτην φανῆναι, τότε γέγονε σφοδρότατος ἄνεμος, ὥστ’ ἐν τῷ ἀέρι λίθον μέγαν μετεωρισθέντα ῥιφῆναι ἐν Αἰγὸς ποταμοῖς. ᾧ δῆλον, ὅτι ἄλλη κίνησις ἀέρος καὶ ἄλλη ἀνέμου· οὐκ ἄρα ἀήρ ἐστιν ἄνεμος. τρίτον ἐπιχείρημα· τί δήποτε, Ἱππόκρατες, ἐν μὲν τοῖς ἐπόμβροις ἔτεσιν οὐ γίνονται πολλὰ πνεύματα, ἐν δὲ τοῖς αὐχμώδεσι πολλὰ γίνονται; εἰ γὰρ ἐκ τοῦ ἀέρος γίνεται ὁ ἄνεμος, ἐχρῆν ὁμοίως καὶ ἐν τοῖς ἐπόμβροις ἔτεσιν καὶ ἐν τοῖς αὐχμώδεσι καιροῖς γίνεσθαι ἀνέμους, εἴπερ, ὡς λέγεις, ἐκ τοῦ ἀέρος γίνεται. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι ὅταν ἐπικρατήσῃ ἡ ξηρὰ ἀναθυμίασις, τουτέστιν ἡ καπνώδης, τηνικαῦτα καὶ τὸ ἔτος αὐχμηρὸν γίνεται καὶ ἄνεμοι γίνονται πολλοί. δῆλον ἄρα, ὅτι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνονται οἱ ἄνεμοι, οὐκ ἐξ ἀέρος κινουμένου. εἶτ’ ἐν μέσῳ ἀπορεῖ ὁ φιλόσοφος, ὅτι τί δήποτε ἐν τοῖς αὐχμώδεσι καὶ τοῖς ἐπόμβροις ἔτεσιν οὐχ ὁμοίως πᾶσαι αἱ πόλεις καὶ αἱ χῶραι αἱ ὑπὸ τὸν αὐτὸν παράλληλον οὖσαι ἀπολαύουσι τῶν ὑετῶν ἢ τῶν αὐχμῶν, ἀλλ’ αἱ μὲν μᾶλλον, αἱ δὲ ἧττον; ἐχρῆν γάρ, φησί, πάσας τὰς ὑπὸ τὸν αὐτὸν παράλληλον οὔσας πόλεις ὁμοίως διακεῖσθαι κατὰ τὸ ὑγρὸν καὶ αὐχμηρόν. καὶ δίδωσι πάλιν τρεῖς ἐπιλύσεις. πρῶτον μέν, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον πᾶσι αἱ ὑπὸ τὸν αὐτὸν οὖσαι παράλληλον τῶν ὁμοίων ἀπολαύουσι, σπανίως δὲ οὐ τῶν ὁμοίων· φυσικοῦ δὲ φιλοσόφου ἐστὶ περὶ τὰ ὡς ἐπὶ τὸ πολὺ γινόμενα καταγίνεσθαι. ἔπειτα δ’ ὅτι συμβαίνει ἐν ταῖς ὑπὸ τὸν αὐτὸν παράλληλον οὔσαις χώραις ποῦ μὲν πλείονα ἀναδίδοσθαι τὴν καπνώδη ἀναθυμίασιν, ποῦ δὲ τὴν ἀτμιδώδη, καὶ τούτου χάριν παραλλάσσειν κατὰ τὰς κράσεις. εἰπὲ δὲ καὶ ἄλλως, ὅτι συμβαίνει τοῦτο διὰ τὴν θέσιν τῆς πόλεως ἢ τῆς χώρας, εἰ γὰρ καὶ αὐχμηρὸν εἵη τὸ ἔτος, εἴη δὲ ἡ μὲν πόλις παραθαλασσία ἡ παρὰ ποταμοὺς ἢ παρὰ λίμνας, ὥσπερ ἡ ἡμετέρα πόλις, ἡ Ἀλεξάνδρεια λέγω. κεκόσμηται· ὅθεν θέρος ἔχει ψυχρόν, καίτοι καὶ τῆς Αἰγύπτου καὶ τῆς Λιβύης θερμοτάτης οὕσης. εἰ δ’ εἴη ἐν κοίλῳ τόπῳ καὶ πνιγηρῷ, ἔνθα μή ἐστι παραρρέον ὕδωρ, δῆλον ὅτι οὐχ ὁμοίως ἀπολαύουσιν αὗται αἱ πόλεις τοῦ αὐχμοῦ, εἰ καὶ ὑπὸ τὸν αὐτὸν παράλληλόν εἰσιν, ἀλλ’ αἰ μὲν μᾶλλον, αἱ δ’ ἧττον διὰ τὴν θέσιν. τοῦτο τὸ τρίτον. τέταρτον ἐπιχείρημα· εἰ γὰρ ὁρῶμεν, ὦ Ἱππόκρατες, ὅτι ἄνεμος καὶ ὑετὸς φθείρουσιν ἄλληλα καὶ ὅτι γεννῶσιν ἅλληλα, τὰ δὲ φθείροντα καὶ γεννῶντα ἑαυτῶν ἐναντία εἰσί, τὰ δ’ ἐναντία οὐκ ἐκ τῆς αὐτῆς προσεχοῦς ὕλης εἰσί, δῆλον ὅτι οὐκ ἐξ ἀέρος ἐστὶν ὁ ἄνεμος, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. ὅτι γὰρ ὁ ὑετὸς καὶ ποιεῖ ἄνεμον καὶ φθείρει τὸν ἄνεμον, δῆλον. ἡνίκα μὲν γὰρ ἄνεμος γίνεται καὶ ἐπικαταλάβῃ λάβρος ὑετός παύει τὸν ἄνεμον, ἅτε δὴ τῆς καπνώδους ἀναθυμιάσεως τῆς ποιούσης αὐτὸν κατασβεσθείσης ὑπὸ τοῦ ὑετοῦ· ἡνίκα δὲ καταβῇ ὁ ὑετὸς ἐπὶ τὴν γῆν καὶ ταύτην καταβρέξῃ, τηνικαῦτα ἐξοιδίσκεται ἡ 77; καὶ ἐξατμίζεται καὶ ὕλη γίνεται τῆς καπνώδους ἀναθυμιάσεως, ὥσπερ ἐπὶ τῶν ὑγρῶν ξύλων ὁρῶμεν· τὸ γὰρ ἄνικμον οὐδ’ ὅλως ἔχει καπνώδη ἀναθυμίασιν. ὁρᾷς, ὅτι ὁ ὑετὸς καὶ ποιεῖ ἄνεμον καὶ φθείρει τὸν αὐτόν. ὅτε μὲν γὰρ ἦν σφοδρὸς ὁ ἄνεμος, ὀλίγη <δ’> ὑπάρχει ἡ ἀτμίς, τηνικαῦτα διασκεδαννύει καὶ οὐκ ἐᾷ παχυνθῆναι καὶ εἰς ὕδωρ μεταβληθῆναι. ὅταν δ’ ἡ σύμμετρος ἄνεμος, πολλὴ δὲ ἀτμίς, τότε δ’ οὗτος ὁ ἄνεμος διασαλεύων καὶ ἀραιῶν τὴν ἀτμίδα διαφθείρει τὴν συγκαταμεμιγμένην αὐτῇ καπνώδη ἀναθυμίασιν. εἶτ’ ἐκείνης χωρισθείσης ψύχεται ἡ ἀτμὶς καὶ ψυχθεῖσα παχύνεται καὶ παχυνθεῖσα εἰς ὕδωρ μεταβάλλεται. καὶ ἰδοὺ μεμάθηκας, πῶς καὶ ὁ ἅνεμος ποιεῖ καὶ φθείρει τὸν ὑετόν. πέμπτον ἐπιχείρημα· ὅτι γὰρ ἀληθές ἐστιν, ὦ Ἱππόκρατες, ὅτι οἱ ἄνεμοι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνονται, οὐκ ἐκ τοῦ ἀέρος, ὡς σὺ φῄς, δῆλον. ὁρῶμεν γάρ, ὅτι τεσσάρων ὄντων ἀνέμων καθολικῶν οἱ μὲν δύο, ἀπηλιώτης φημὶ καὶ ζέφυρος, οὔκ εἰσι σφοδρότατοι, βορρᾶς δὲ καὶ νότος τυραννικώτατοί εἰσιν. αἴτιον δέ, ὅτι ἐν μὲν τῷ βορείῳ καὶ νοτίῳ πόλῳ μὴ γινόμενος ὁ ἥλιος οὐ θερμαίνει τὰ ἐκεῖσε χωρία, ἄλλα μένει ψυχρά· ψυχρὰ δὲ μένοντα ἀεὶ ἔνικμά εἰσιν, ὥστε ὄμβρων πολλῶν γινομένων διὰ τὴν ψῦξιν, εἶτα τῆς γῆς διαβρόχου γινομένης πολλὴ καπνώδης ἀναθυμίασις ἐκδίδοται, ὡς ἤδη εἴρηται· καὶ τούτου χάριν σφοδροὶ ἄνεμοι γίνονται ὁ βορρᾶς καὶ ὁ νότος. ἐν δὲ τοῖς ἀνατολικοῖς καὶ τοῖς δυτικοῖς χωρίοις κινούμενος ὁ ἥλιος οὐκ ἐᾷ ψῦξιν γενέσθαι πολλήν, ἔνθεν οὕτε πολὺς ὑετός, ἔνθεν οὕτε πολλὴ καπνώδης ἀναθυμίασις ἅτε τῆς γῆς μὴ διαβρόχου γινομένης. οὐ γίνονται διὰ τοῦτο ἄνεμοι σφοδροὶ ἐντεῦθεν. ἀλλ’ ἄξιόν ἐστιν ἀπορῆσαι, πῶς δυνατὸν πάλιν τὰ νότια μέρη γίνεσθαι ψυχρά, εἴ γε ἀλεεινότατος καὶ ἀληθινώτατος ἄνεμός ἐστιν ὁ νότος διὰ τὸ ἔκθερμον καὶ ξηρόν. ἢ λέγομεν, ὅτι λέγει εἶναι ψυχρὰ νῦν οὐ τὰ πρὸς ἡμᾶς, ἀλλὰ τὰ ὡς πρὸς τὸ πᾶν, ἢ καπνώδη ἀναθυμίασιν λέγει ἐκ τῶν νοτίων μερῶν γίνεσθαι |πολλήν, οὐ λόγῳ ψύξεως καὶ ὄμβρων, ὥσπερ ἐν τῷ ἀρκτικῷ μέρει γίνεται, ἀλλὰ τῷ πολλὴν εἶναι γῆν ἐν τοῖς νοτίοις μέρεσιν ἤπερ ἐν τοῖς βορείοις. τὸ γὰρ πλέον τῆς γῆς ἐν τῷ νοτίῳ μέρει ἐστίν, ὡς πρὸς ἡμᾶς δίκην τυμπάνου ἀναπεπταμένου, ἐν δὲ τοῖς βορείοις δίκην ὀμφαλοῦ. διὰ γοῦν τὸ πολλὴν εἶναι γῆν ἐν τοῖς νοτίοις πολλὴ γίνεται ἡ καπνώδης ἀναθυμίασις. τὸ γὰρ ἐν ἑκάστῳ μορίῳ τῆς γῆς ἐκείνης ἀναδιδόμενον ὀλίγον εἰς ἓν συναθροιζόμενον ποιεῖ πολλὴν τὴν ἀναθυμίασιν καὶ σφοδρότατον ἄνεμον. ἐν δὲ τοῖς βορείοις ὀλίγη μέν ἐστιν ἡ γῆ, ἀλλ’ ἔνικμος· διὰ γὰρ τὴν ψῦξιν ὄμβροι γίνονται, καὶ διὰ τὸ ἔνικμον τῆς γῆς πολλὴ γίνεται ἡ καπνώδης ἀναθυμίασις, οὐ διὰ τὸ πλῆθος τῆς γῆς. οὕτω μὲν οὖν παραμυθητέον τὸν λόγον. ᾧ δῆλον, ὅτι ὁ ἄνεμος ἀπὸ καπνώδους γίνεται ἀναθυμιάσεως, οὐκ ἀπὸ ἀέρος. καὶ ταῦτα μὲν ἡ λέξις. φέρε δὲ καὶ ἡμεῖς προσευπορήσωμεν. ἕκτον ἐπιχείρημα· ὅτι γὰρ ὁ ἄνεμος ἐκ τῆς καπνώδους ἀναθυμιάσεως, οὐκ ἐκ τοῦ ἀέρος, δῆλον, ἐπειδὴ ἐν μέσῳ πελάγει οὐχ οὕτως ἐστὶ σφοδρὸς ὁ ἄνεμος ὥσπερ ἐν τοῖς περὶ τὸν αἰγιαλὸν τόποις καὶ κόλποις. κόλποις. τούτου δ’ αἴτιον, ὅτι ἐν τοῖς κόλποις πλησίον τὸ ποιητικὸν αἴτιον τοῦ ἀνέμου, λέγω δὴ ἡ καπνώδης ἀναθυμίασις, ἥτις ἀνιοῦσα ἐκ τῆς γῆς ποιεῖ τὸν ἄνεμον· εἰ δ’ ἦν ἀὴρ κινούμενος ὁ ἄνεμος, ἐχρῆν καὶ ἐν μέσῳ. ἕβδομον δὲ καὶ τελευταῖον ἐπιχείρημα τοῦτο· εἰ, ὡς Ἱπποκράτης λέγει, ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἐπειδὰν ὁ ὑπὲρ τὰς ἀκρωρείας ἀὴρ μᾶλλον κινεῖται, λέγω δὴ ὁ κυκλοφορούμενος, ἐχρῆν μᾶλλον ἐκεῖ σφοδρότατον εἶναι τὸν ἄνεμον, σφοδροτέρως ἐκεῖσε τοῦ ἀέρος κινουμένου. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι νηνεμία ἐστὶν ἐν ταῖς κορυφαῖς τῶν ὑψηλοτάτων ὀρῶν, ὡς μήτε γράμματα ἐπὶ σποδιᾶς γραφέντα σκεδάννυσθαι· δῆλον ὅτι οὐκ ἔστιν ἀὴρ κινούμενος ὁ ἄνεμος. ταῦτα ἔχει ἡ θεωρία. p. 360a17 ἐπειδὴ δ’ ἕτερον ἑκατέρας εἶδος, φανερὸν ὅτι διαφέρει. φέρει. Τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον· εἰ τῶν διαφόρων εἰδῶν διάφορός ἐστιν ἡ ὕλη, δῆλον ὅτι ὑετοῦ καὶ ἀνέμου διάφορός ἐστιν ἡ ὕλη. p. 360a 20 τὸν γὰρ αὐτὸν κινούμενον μὲν ἅνεμον εἶναι, συνιστάμενον δὲ πάλιν ὕδωρ. Ὁ μὲν Ἱπποκράτης τὸν ἄνεμον ἔλεγεν ‘ἠρος ῥεῦμα καὶ χεῦμ’, τουτέστιν ἀέρα κινούμενον· ἄλλοι δέ τινες φυσικοὶ τὸν ἀέρα ἱστάμενον ὕδωρ γίνεσθαι, ὡς εἶναι δῆλον, ὅτι ὕλην ὑετοῦ καὶ ἀνέμου μίαν εἶναι ταύτην ἔφασκον τὸν ἀέρα, ὅπερ ἄτοπον· τῶν γὰρ διαφόρων εἰδῶν διάφοροι καὶ αἱ προσεχεῖς ὗλαι. p. 360a21 Ὅπερ ἐν τοῖς πρὸ τούτου λόγοις εἰρήκαμεν ὕδωρ γίνεσθαι ἐκ τούτων. Καίτοι τὸν ὑετὸν ἐλέγομεν ἐκ τῆς ἀτμίδος γίνεσθαι· οὐκ ἐκ τούτων γάρ, φησί, γίνεται, τουτέστι τῶν δύο ἀναθυμιάσεων. p. 360a22 Ἡ μὲν γὰρ ἀτμὶς ὑγρὸν καὶ ψυχρόν. Αὐτή, φησίν, ἡ ἀτμίς, ἐξ ἧς γίνεται τὸ ὕδωρ, ὑγρά ἐστι καὶ ψυχρά· ὑγρὰ μὲν διὰ τὸ ἀόριστον, ψυχρὰ δὲ διὰ τὸ μεταβάλλειν εἰς ὕδωρ. ἀλλ’ ἄπορόν ἐστι· πῶς γὰρ ἀνωτέρω ἔλεγεν αὐτὴν ὑγρὰν καὶ θερμήν, νῦν δὲ ὑγρὰν καὶ ψυχράν; ἢ λέγομεν· ὑγρὰ μὲν καὶ ψυχρά ἐστι κατὰ φύσιν (τοιοῦτον γὰρ καὶ τὸ ὕδωρ), ὑγρὰ δὲ καὶ θερμή ἐστι κατὰ συμβεβηκός, ἐπειδὴ ἐπίκτητον ἔχει τὴν θερμασίαν. p. 360a25 Ὥσπερ ὕδωρ θερμανθέν. τινὰ τῶν ἀντιγράφων ἔχει τὴν ἀτμίδα ὡς θερμανθλεν, τινὰ δ’ ὡς ὕδωρ θερμανθέν. p. 360a26 Ὥστε καθάπερ ἐκ συμβόλων συνίσταται ὁ ἄνω ἀὴρ ὑγρὸς καὶ θερμός. ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα. τί γάρ φησιν; ὅτι οὐκ ἔχει ἰδίαν κίνησιν ἄνεμος, ἀλλὰ πρὸς τὸ φερόμενον σῶμα. οὕτω καὶ ἡ κίνησις τοῦ ἀέρος γίνεται σύμβολον οἷον ὑπάρχον τοῦ γινομένου σώματος. εἰ μὲν γὰρ ἐπὶ τὰ δεξιὰ φέροιτο τὸ φερόμενον, ῥιπὶς ἢ ἄλλο τι, ἐπὶ τὰ δεξιὰ καὶ ὁ ἐκ τοῦ ἀέρος ἄνεμος γινόμενος, ἢ ἐπὶ τὰ ἀριστερὰ ἢ ἄνω ἢ κάτω. τοῦτο δὲ πάσχει διὰ τὸ εἶναι αὐτὸν ὑγρὸν καὶ θερμόν· ὑγρὸς γὰρ ὢν καὶ θερμὸς ἔκλυτός ἐστιν. ὁ μέντοι ἄνεμος ἐπειδὴ ἀπὸ τῆς καπνώδους ἀναθυμιάσεως ἐστιν. αὕτη δὲ θερμή ἐστι καὶ ξηρά, οὐχ ὡς ἔτυχε μένει πρὸς τὸ φερόμενον σῶμα, ἀλλ’ ὡρισμένην ἔχει τὴν κίνησιν, ὥσπερ καὶ οἱ ποταμοί· οὗτοι γὰρ τὴν αὐτὴν ὁδὸν ἀεὶ κινοῦνται τὴν ἀπὸ τῶν πηγῶν ἐπὶ τὴν θάλασσαν. οὕτως οὖν καὶ οἱ ἄνεμοι, ὅθεν ἄν ᾖ καπνώδης ἀναθυμίασις, ἐκεῖθεν πνέουσιν, οὐχ ὡς ἀὴρ ποιεῖ ἄνεμον, ὁπόθεν ἄν τύχῃ. διάφορος ἄρα ἡ ὕλη τοῦ ἀνέμου καὶ ὁ ἀήρ. p. 360a33 Μαρτυρεῖ δὲ τὰ γινόμενα τοῖς εἰρημένοις. ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. ὅτι γάρ, φησί, διάφορος ὕλη τοῦ ἀνέμου καὶ ὕλη τοῦ ἀέρος, δῆλον· ἐν γὰρ τοῖς αὐχμηροῖς ἔτεσι πολλὰ πνεύματα γίνονται, ἐν δὲ τοῖς ἐπόμβροις ἧττον. ᾧ δῆλον, ὅτι ἐκεῖ μὲν πολλὴ ἡ καπνώδης ἀναθυμίασις, ἐνταῦθα δὲ πολλὴ ἡ ἀτμιδώδης. p. 360b7 Πολλάκισ γὰρ ἡ μὲν κύκλῳ χώρα λαμβάνει τοὺς ὡραίους ὄμβρους. ἐνταῦθα ἡ ἀπορία, τί δήποτε μὴ πᾶσαι αἱ ὑπὸ τὸν αὐτὸν παράλληλον πόλεις ὁμοίως ἀπολαύουσι τοῦ αὐχμοῦ ἢ τοῦ ὑετοῦ, ἀλλ’ ἀνομοίως. p. 360b 12 Αἵτιον δ’ ὡς μὲν τὰ πολλὰ αὐτὸ πάθος. Ἡ πρώτη ἐπίλυσις, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον οἶδε τὰς αἰτίας ὁ φυσικός. p. 360b 14 ἐὰν μή τι διάφορον ἔχωσιν ἴδιον. Ἡ δευτέρα ἐπίλυσις, ὅτι συμβαίνει διὰ τὴν θέσιν τῆς πόλεως τοῦτο γίνεσθαι. |p. 360b15 οὐ μὴν ἀλλὰ ἐνίοτε κατὰ μὲν τόδε τὸ μέρος ἡ ξηρὰ 38v ἀναθυμίασις ἐγένετο. ‘H τρίτη ἐπίλυσις, ὅτι συμβαίνει κατὰ μέν τινας πόλεις τὰς ὑπὸ τὸν αὐτὸν παράλληλον πολλὴν γίνεσθαι καπνώδη ἀναθυμίασιν ἢ ἀτμιδώδη, εἶτα ταύτας ἐλαύνεσθαι εἰς ἄλλον τόπον, τὴν μὲν ὧδε, τὴν δ’ ἐκεῖσε· καὶ ὅπου δἂν πλεονάσῃ ἡ καπνώδης, ἐκεῖσε αὐχμὸν γίνεσθαι, ὅπου δ’ ἡ ἀτμιδώδης, ὑετόν, κατὰ ἀντιπερίστασιν ἀλλήλων, ὥσπερ καὶ ἐν τοῖς ἐναντίως ἔχουσιν αἱ κοιλίαι αἵ τε ἄνω καὶ κάτω. p. 360b26 ἔτι δὲ μετὰ τοὺς ὄμβρους ἄνεμοι ὡς τὰ πολλὰ γίνονται. ἐνταῦθα τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐξ ἀλλήλων γίνονται οἱ ἄνεμοι καὶ οἱ ὑετοί. πῶς οὖν ἐκ τῆς αὐτῆς ὕλης εἰκὸς αὐτὰ γίνεσθαι ἐναντία; ταῦτα γὰρ ἄλληλα γεννῶντα καὶ φθείροντα ἐναντία εἰσίν. p. 361a4 ἔτι δὲ τοῦ γίγνεσθαι μάλιστα πνεύματα. Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι οἱ σφοδροὶ ἄνεμοι ἀπὸ τῶν νοτίων καὶ τῶν ἀρκτῴων μερῶν, ὡς ἂν ἐκεῖ γινομένης πολλῆς καπνώδους ἀναθυμιάσεως. ἐν δὲ τῇ ἀνατολῇ καὶ τῇ δύσει οὐ γίνονται σφοδροί, ἅτε τοῦ ἡλίου ἐκδαπανῶντος τὴν ἐκεῖσε γινομένην ἀναθυμίασιν καὶ μὴ ἐῶντος ὑποστῆναι. οὐκ ἄρα οἱ ἄνεμοι ὕλην ἔχουσι τὸν ἀέρα. p. 361a14 ἐπειδὴ πλεῖστον μὲν καταβαίνει ὕεωρ τούτοις τοῖς τόποις. τὴν αἰτίαν λέγει νῦν, δι’ ἣν ἐν τοῖς ἀρκτῴοις καὶ τοῖς νοτίοις σφοδροὶ γίνονται ἄνεμοι. ἐπειδὴ γὰρ οἱ τόποι οὗτοι ψυχροί εἰσιν, ἡ ἀτμὶς ἐν αὐτοῖς πηγνυμένη μεταβάλλεται εἰς ὕδωρ· ἔνθεν τοῦ ὑετοῦ γινομένου ὑγραίνεται ἡ γῆ καὶ πολλὴν ἀναδίδωσι τὴν καπνώδη ἀναθυμίασιν. p. 361a21 Καλοῦνται δὲ οἱ ἀπὸ τῆς ἄρκτου βορέαι, οἱ δὲ τῆς μεσημβρίας νότοι. ἐζήτησεν ὁ μέγας φιλόσοφος, τί δήποτε τοῦ μεσημβρινοῦ ὁμοίως ὄντος καὶ ἐπὶ τοὐ νοτίου καὶ ἐπὶ τοῦ ἀρκτικοῦ μόνον τὰ νότια μεσημβρινὰ λέγεται· ἐχρῆν γὰρ καὶ τὰ βόρεια λέγεσθαι μεσημβρινὰ ὡς ὄντος κἀκεῖ τοῦ μεσημβρινοῦ. καὶ ἐπελύσατο λέγων, ὅτι διὰ τὸν ἥλιον ἐπὶ τοῦ μεσημβρινοῦ γινόμενον ποιεῖν ἅπερ ἐν τοῖς νοτίοις γινόμενος ποιεῖ. ὥσπερ γὰρ ἐν τοῖς νοτίοις μέρεσιν ὢν τὴν σκιὰν ἡμῶν ποιεῖ ἐπὶ βορρᾶν πίπτειν διὰ τὸ ἀφίστασθαι κατὰ κορυφήν, οὕτω καὶ ἐν τῷ μεσημβρινῷ ὢν τὸ αὐτὸ ποιεῖ· καὶ οὕτω γὰρ ἡ σκιὰ ἡμῶν ἐπὶ βορρᾶν πίπτει. Πρᾶξις κݲςݲ. p. 361a22 Ἡ δὲ φορὰ αὐτῶν λοξή ἐστι. Δείξας ὁ φιλόσοφος, τίς ἡ ὕλη τῶν ἀνέμων, ὅτι οὐχ ὡς Ἱπποκράτης ἔφησεν, ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνονται, εἰκότως μετὰ τὴν ὕλην αὐτῶν περὶ τῆς λοξῆς κινήσεως διαλέγεται, ἐπειδὴ ἔχει ἀπορίαν, πῶς ὑπὸ τῆς καπνώδους ἀναθυμιάσεως γινόμενοι λοξὴν ἔχουσι τὴν κίνησιν τῆς καπνώδους ἀναθυμιάσεως ἀνωφεροῦς οὕσης καὶ κούφης, εἴπερ ἐξ αὐτῆς γίνονται. καί φησιν, ὅτι αἰτία ἐστὶ τῆς λοξῆς τοῦ ἀνέμου κινήσεως ἡ τοῦ παντὸς κυκλοφορία. ἔνθεν ἀπατηθεὲς ὁ Ἀφροδισιεὺς καὶ νομίσας λέγειν τὸν Ἀριστοτέλην πρὸς τὴν φορὰν τοῦ παντὸς κινεῖσθαι τοὺς ἀνέμους, τουτέστιν ἀπὸ ἀνατολῶν εἰς δυσμάς, ἄτοπον γὰρ ἕπεται· ἔδει γὰρ ὅσον ἐπὶ τούτῳ πάντας ἀπηλιώτας εἶναι) ἠυτομόλησε πρὸς Θεόφραστον καὶ μᾶλλον ἐκεῖνον ἀποδέχεται λέγοντα τὴν αἰτίαν τῆς λοξῆς αὐτῶν κινήσεως. ἔλεγε γὰρ ὁ Θεόφραστος, ὅτι λοξῶς κινοῦνται οἱ ἄνεμοι διὰ τὸ ἀνομοιομερῆ αὐτῶν εἶναι τὴν ὕλην, τουτέστι τὴν καπνώδη ἀναθυμίασιν· τὸ μὲν γὰρ αὐτῆς ἐστι γεῶδες, τὸ δὲ κοῦφον, καὶ τοῦ μὲν ἐπὶ τὰ κάτω βρίθοντος, τοῦ δ’ ἐπὶ τὰ ἄνω ἕλκοντος γίνεται μέση τις κίνησις λοξή· καὶ διὰ τοῦτο λοξῶς οἱ ἄνεμοι κινοῦνται, ὥσπερ καὶ ἐπὶ τοῦ κατ’ ἐκπυρηνισμὸν γινομένου διᾴττοντος ἐλέγομεν. ἀλλ’ αὕτη μὲν ἡ ὑπόθεσις ἐλήλεγκται ἐν τῷ πρώτῳ βιβλίῳ· ὁ μέντοι Ἀφροδισιεύς ταύτην μᾶλλον ἀποδέχεται ἤπερ τὴν Ἀριστοτέλους ἄτοπον οὖσαν, ὡς οἴεται. ὁ μέντοι μέγας φιλόσοφος ὁ ἡμέτερος πρόγονος οἷον τροφεῖα ἀπονέμων Ἀριστοτέλει ἐλευθεροῖ αὐτὸν τῆς τοιαύτης ἀτοπίας. δείκνυσι γάρ, ὅτι οὐχ ὡς ὁ Ἀφροδισιεὺς ᾠήθη, τοῦτο λέγει Ἀριστοτέλης, ὅτι πρὸς τὴν φορὰν τοῦ παντὸς κύκλῳ κινοῦνται οἱ ἄνεμοι οὐδαμοῦ γὰρ τοῦτο ἐλέγχεται λέγων ὁ Ἀριστοτέλης), ἀλλ’ ὅτι τῆς λοξῆς αὐτῶν κινήσεως αἰτία ἐστὶν ἡ κυκλοφορία. ἀνιούσης γάρ, φησὶν ὁ μέγας φιλόσοφος, τῆς καπνώδους ἀναθυμιάσεως μέχρι τοῦ κυκλοφορουμένου ἀέρος, τουτέστιν ὑπὲρ τὰς ἀκρωρείας, κἀκείνῳ προσπταιούσης καὶ διελθεῖν αὐτὸν μὴ δυναμένης —τοῦτο μὲν διὰ τὸ ὀξέως κινεῖσθαι ἐκεῖνον τὸν ἀέρα καὶ τῇ ὀξείᾳ κινήσει λανθάνοντα τὴν καπνώδη ἀναθυμίασιν καὶ μὴ διαιρούμενον δι’ αὐτῆς δίκην τῶν ὀξέως περιστρεφομένων βαυκαλίων καὶ ταῦτα γὰρ ἐν αὐτοῖς ὕδωρ οὐ μεθίησι διὰ τὴν ὀξύτητα τῆς κινήσεως), τοῦτο δὲ διὰ τὸ παχυτέραν εἶναι ἐκείνην τὴν καπνώδη ἀναθυμίασιν καὶ μὴ εὐθέως διεισδύνειν εἰς τὸν κυκλοφορούμενον ἀέρα —προσπταίουσα τοίνυν αὕτη τούτῳ τῷ ἀέρι καὶ πάλιν ἀποπαλλομένη ὡς ἐπὶ τὰ κάτω πεπλανημένην ποιεῖται τὴν κίνησιν, τουτέστι λοξήν· καὶ γίνεται τηνικαῦτα ὁ ἄνεμος. αὕτη μὲν οὖν ἡ αἰτία τῆς λοξῆς αὐτοῦ κινήσεως. . ἀλλ’ ἐπειδὴ μία τῶν ἀντικειμένων ἡ ἐπιστήμη. ἀντίκειται δὲ τῇ κινήσει ἡ στάσις, εἰκότως μετὰ τὴν κίνησιν τῶν ἀνέμων περὶ στάσεως αὐτῶν διαλέγεται, ὅθεν περὶ νηνεμίας διαλαμβάνει. κἄ φησιν, ὅτι γίνεται νηνεμία ἐν ταῖς τέσσαρσι ὥραις τοῦ ἔτους, ἀλλ’ οὐ διὰ τὴν αὐτὴν αἰτίαν τοῦ ἔτους. ἐν μὲν γὰρ τῷ θέρει γίνεται νηνεμία διὰ δύο αἰτίας· πρῶτον μέν, ὅτι πολλὴ οὖσα θερμότης ἀναλίσκει τὴν ἀναθυμίασιν, ἥτις ἐστὶν ὕλη τοῦ ἀνέμου, καὶ οὐ γίνεται ἄνεμος. ὅθεν ἐν τοῖς πάνυ αὐχμωδε|στάτοις καταστήμασι τοῦ θέρους ἄπνοια ὑπάρχει παντελὴς καὶ πνιγηρὸς ὁ ἀὴρ γίνεται. ἔπειτα δὲ καὶ εἰ ἔστι τις ἰκμὰς ἐν τῇ γῇ, εἴη δὲ πολὺ θερμότατον τὸ κατάστημα, ὅλως οὐ ποιεῖ ἀτμόν, ἀλλ’ ἐξαναλίσκεται ἀθρόον δίκην ἀχύρου ἐμβληθέντος ἐν μεγάλῃ πυρκαϊᾷ καὶ μηδὲ καπνὸν ποιήσαντος, ἀλλ’ ἀθρόον καταφλεχθέντος. ἐν δὲ τῷ χειμῶνι γίνεται νηνεμία, ὅταν γένηται πολλὴ ἡ ψύξις· αὕτη γὰρ κατασβέννυσι τὴν καπνώδη ἀναθυμίασιν καὶ ένερεῖν οὐκ ἐᾷ ἐν τοῖς μεγάλοις παγετοῖς, ἄπνοια δ’ ἐστὶ διὰ τὸ μὴ εἶναι ὕλην ἀνέμου. ἐν δὲ τῷ ἔαρι γίνεται ἡ νηνεμία διὰ τὸ ἤδη ἐκδαπανᾶσθαι τὴν καπνώδη ἀναθυμίασιν ἀπὸ τοῦ χειμῶνος καὶ τέως μὴ εἶναι, ἕως πάλιν βραχεῖσα ἡ 775 ἀναδίδωσι τὸν ἀτμόν. ἐν δὲ τῷ φθινοπώρῳ γίνεται νηνεμία διὰ τὸ καταξηρανθῆναι τὴν γῆν καὶ μὴ ἀναδίδοσθαι ἀτμόν, ὅς ἐστιν ὕλη τῶν ἀνέμων, ἕως οὗ βραχεῖσα γίνεται ἔνικμος. οὕτω μὲν οὖν νηνεμίαι γίνονται. ἀλλ’ ἐπειδὴ τῇ ἐπιτολῇ καὶ τῇ δύσει τοῦ Ὠρίωνος ποτὲ μὲν γίνονται νηνεμίαι, ποτὲ δ’ ἄνεμοι, εἰκότως ὁ φιλόσοφος καὶ περὶ τοῦ Ὠρίωνος διαλέγεται. καί φησιν, ὅτι ἄκριτός ἐστι καὶ χαλεπὸς ὁ Ωρίων, τουτέστιν ἄτακτος καὶ ἀνώμαλός ἐστιν ἡ τούτου ἐπιτολὴ καὶ δύσις, ἐπειδὴ ποτὲ μὲν ἀνέμους ποιεῖ, ποτὲ δὲ νηνεμίας. ἀνώμαλος δ’ ἐστίν, ἐπειδὴ καὶ ἀνωμάλοις ὥραις ποιεῖ τὰς φάσεις· ἡ μὲν γὰρ ἐπιτολὴ αὐτοῦ ἐν τῷ ἔαρι γίνεται, ὅταν ὁ ἥλιος ἐν Ταύρῳ γένηται, ὅθεν καὶ οἱ ναυτικοὶ παραφυλάττονται τὴν ἡμέραν κݲδݲ τοῦ Παχῶν, ὅτε γίνεται ἡ ἐπιτολὴ τοῦ Ὠρίωονς, Παχίτην αὐτὸν ἀποκαλοῦντες διὰ τὸ ἐν τῷ Παχῶν αὐτὸν γίνεσθαι. ἡ δὲ κρύψις αὐτοῦ πάλιν ἐν τῷ φθινοπώρῳ γίνεται, ὅταν ὁ ἥλιος ἐν τῷ Σκορπίῳ. ἐπειδὴ οὖν ἐν ἀνωμάλοις ὥραις ἔχει τὰς φάσεις, ἀνώμαλον ποιεῖ καὶ τὸν ἀέρα κατὰ τοὺς ἀνέμους. ἀλλ’ εἰ καὶ λέγω, ὅτι ἀνώμαλον τὸ ἔαρ καὶ τὸ φθινόπωρον, ἀλλ’ οὐχ ὁμοίως. μᾶλλον γὰρ ἀνώμαλον τὸ φθινόπωρον ἤπερ τὸ ἔαρ, ἐπειδὴ ἐν μὲν τῷ ἔαρι ἄρχεται τὸ θερμὸν ἐπικρατεῖν καὶ ὁμαλῶς ἐπικρατεῖ, μὴ ποτὲ μὲν νικῶν, ποτὲ δὲ ἡττώμενον διὰ τὸ δραστικώτατον εἶναι, ἐν δὲ τῷ φθινοπώρῳ ἄρχεται τὸ ψυχρὸν ἐπικρατεῖν ἀνωμάλως, ποτὲ μὲν ἡττώμενον, ποτὲ δὲ περιγινόμενον. καὶ διὰ τοῦτο μᾶλλον ἀνώμαλον τὸ φθινόπωρον. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ ἐτησίων διαλέγεται. φησὶ γάρ, ὅτι γίνονται οὗτοι βόρειοι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς, τουτέστι περὶ τὴν τοῦ Κυνὸς ἐπιτολήν· τηνικαῦτα γὰρ τῆς χιόνος λυομένης γίνονται αὖραι ψυχραὶ βόρειοι, αἵτινες ἐτησίαι λέγονται. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε μὴ ἐν αὐτῇ τῇ θερινῇ. τροπῇ γίνονται οἱ ἐτησίαι, ὅτε ὁ ἥλιός ἐστι κατὰ κορυφὴν ἐν Καρκίνῳ. τηνικαῦτα γὰρ θερμότατός ἐστιν· εἰ δὲ θερμότατος, λύεται μᾶλλον τότε ἡ χιών· ὡς οὗν τότε λυομένης μᾶλλον τότε ἔδει γίνεσθαι τοὺς ἐτησίους. μετὰ δὲ τὴν θερινὴν τροπήν, ἐπειδὴ ἀπέστη τοῦ κατὰ κορυφὴν γινόμενος ἐν Λέοντι, ἀμυδροτέραν ἔχει τὴν θερμασίαν· πῶς οὗν τότε γίνονται οἱ ἐτησίαι; ἢ λέγομεν, ὅτι γινόμενος κατὰ κορυφὴν ὁ ἥλιος θερμότατος μέν ἐστιν, ἀλλ’ οὐχ ἅμα τῷ γενέσθαι θερμότατος λύει καὶ τὴν χιόνα, ἀλλὰ δεῖται καὶ χρόνου πρὸς τὸ ποιῶσαι τὸν ἀέρα καὶ θερμᾶναι· εἶθ’ οὕτως θερμανθέντος τοῦ ἀέρος λύεται ἡ χιών. ἐπειδὴ οὖν ὄντος τοῦ ἡλίου ἐν τῇ θερινῇ τροπῇ θερμοτάτου οὐκ εὐθέως ἐποιώθη ὁ ἀὴρ ὅλος τῇ θερμότητι, τούτου χάριν οὐκ ἐλύθη πᾶσα ἡ χιών, ἀλλ’ εἴ που εὑρέθη μέρος τι ἐξ αὐτῆς λεπτομερὲς καὶ εὔτηκτον, ἐκεῖνο ἐλύθη μόνον· οὗ ἡ ἀναδιδομένη ἀτμὶς βραχυτάτη οὖσα εὐθέως ἀνεπόθη ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος καὶ οὐκ ἐποίησεν αὔραν, ἵνα γένωνται ἐτησίαι. ὅτε δὲ λοιπὸν μετέλθῃ ὁ ἥλιος ἐν Λέοντι καὶ γένηται λοιπὸν ἡ τοῦ Κυνὸς ἐπιτολὴ μετὰ ἢ ἡμέρας τῆς θερινῆς τροπῆς, φθάνει ἐκείνη ἡ θερμότης, ἣν ἀπέθετο ὁ ἥλιος ἐν τῷ ἀέρι, ὅτε ἦν ἐν θεριναῖς τροπαῖς, ἐκθερμᾶναι τὸν ἀέρα. τότε οὖν ἐκθερμανθεὶς ὁ ἀὴρ λύει τὴν χιόνα, καὶ τηνικαῦτα γίνονται ἐτησίαι. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ γίνεσθαι τοὺς ἐτησίας μετὰ τὰς θερινὰς τροπὰς καὶ οὐκ ἐν αὐταῖς ταῖς τροπαῖς. ἐκεῖνο δὲ πάλιν ἀπορητέον· τίς ἡ ἀποκλήρωσις, ὢ ὥστε βορείους μὲν ἐτησίας εἶναι, μηκέτι δὲ καὶ νοτίους; ἢ λέγομεν, ὅτι εἰσὶ καὶ νότιοι ἐτησίαι ὡς ἀπὸ τοῦ πρὸς τὸ πᾶν νότου, ἀλλ’ ἡμῖν ἀνεπαί- σθητοί εἰσι διὰ τὸ πλεῖστον ἡμῶν ἀφίστασθαι. τάχα δὲ καὶ οἱ ἐκεῖσε οἰκοῦντες τὸ αὐτὸ ἄν ἀπορῶσι, τί δήποτε μόνον πρὸς αὐτοὺς νότιοί εἰσιν, οὐκέτι δὲ καὶ βόρειοι ἐτησίαι. ἢ ῥητέον, ὅτι οὐ μόνον ἀπὸ τοὐ πρὸς τὸ πᾶν νότου εἰσὶν ἐτησίαι, ἀλλὰ καὶ ἀπὸ τοῦ καθ’ ἡμᾶς νότου. οὗτοι δὲ μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς ἄρχονται πνεῖν τοῦ ἡλίου ὄντος ἐν Ἰχθύσι, οὕστινας οἱ μὲν Ἀλεξανδρεῖς ῥόδωνας καλοῦσι διὰ τὸ περὶ τὸν καιρὸν τῶν ῥόδων ἄρχεσθαι πνεῖν, ὁ δὲ Ἀριστοτέλης λευκονότους τε καὶ ὀρνιθίας· λευκονότους μὲν διὰ τὸ ἀτάραχον καὶ γαλήνιον τῆς πνοῆς, ὀρνιθίας δὲ διὰ τὸ ἐπιτηδείους αὐτοὺς εἶναι πρὸς τὴν τῶν ὀρνίθων γένεσιν. τηνικαῦτα γὰρ πνεόντων αὐτῶν ᾠοτοκοῦσιν οἱ ὄρνιθες ὡς καὶ χωρὶς τῆς τοῦ ἄρρενος μίξεως. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τῶν γινομένων ᾠῶν ὑπηνεμίων. οὕτω ζωογόνον ἐστὶ τοῦτο τὸ πνεῦμα. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 361a23 Περὶ γὰρ τὴν γῆν πνέουσιν ἅνεμοι εἰς ὀρθὸν γινομένης τῆς ἀναθυμιάσεως. Απορόν ἐστι, φησί, πῶς λοξή ἐστιν ἡ κίνησις τῶν ἀνέμων, καίτοι τῆς ὕλης αὐτῶν, τουτέστι τῆς ἀναθυμιάσεως, εἰς ὀρθὸν κινουμένης, τουτέστιν ἐπὶ τὰ ἄνω. p. 361a24 Ὅτι πᾶς ὁ κύκλῳ ἀὴρ συνέπεται τῇ φορᾷ. |ἐνταῦθα τὴν αἰτίαν λέγει τῆς λοξῆς κινήσεως τῶν ἀνέμων. ἐπειδὴ 39v γάρ, φησίν, ὁ ὑπὲρ τὰς ἀκρωρείας ἀὴρ συνέπεται τῇ φορᾷ τοῦ παντός, ἀνιοῦσα ἡ καπνώδης ἀναθυμίασις μέχρι τοῦ ἀέρος καὶ μὴ δυναμένη ὑπερβῆναι βῆναι αὐτὸν διὰ τὸ ἐκεῖνον ὀξέως κινεῖσθαι καὶ μὴ φθάνειν διαιρεθῆναι χρεία γὰρ πρὸς τοῦτο καὶ χρόνου) ἀποπάλλεται ἐπὶ τὰ κάτω καὶ τὸ λοιπὸν πεπλανημένως κινεῖται, καὶ γίνεται λοξὴ κίνησις τῶν ἀνέμων. ὁ μέντοι Ἀφροδισιεὺς τοῦτο μὴ νοήσας, ἀλλ’ οἰηθεὶς τὸν Ἀριστοτέλην τοὺς ἀνέμους λέγειν συνέπεσθαι τῇ φορᾷ τοῦ παντὸς ἠυτομόλησε πρὸς Θεόφραστον καὶ τὴν ἐκείνου μᾶλλον ἀποδέχεται δόξαν περὶ τῆς λοξῆς κινήσεως. p. 361a25 Διὸ καὶ ἀπορήσειεν ἄν τις, Ὁποτέρωθεν ἀρχὴ τοῦ πνεύματος. Ὁποτέρωθεν ‘ἅνωθεν ἢ κάτωθεν’ σὺ ὑπάκουσον, ὅτι ἄνωθεν καὶ κάτωθέν ἐστιν ἡ ἀρχὴ τῶν ἀνέμων. κάτωθεν μὲν γὰρ τὸ ὑλικὸν αὐτῶν αἴτιον, τουτέστιν ἡ ἀναθυμίασις, ἄνωθεν δὲ τὸ ποιητικόν, τουτέστιν ὁ κυκλοφορούμενος ἀήρ, καθὸ ἀντωθεῖ ἐπὶ τὸ κάτω τὴν ἀναθυμίασιν· καὶ λοιπὸν ἄρχεται ἡ λοξὴ αὐτῶν κίνησις γίνεσθαι. ὅτι γὰρ ἄνωθεν ἄρχονται λοξῶς κινεῖσθαι οἱ ἄνεμοι, δῆλον ἐκ τοῦ τὰ νέφη πρώτως αἰσθάνεσθαι τούτων τῶν κινήσεων· ἄρχονται γὰρ πλαγίως κινεῖσθαι, εἶτα ἀπὸ τῶν νεφῶν αἰσθάνονται οἱ ναυτικοὶ τὸν μέλλοντα πνεῖν ἄνεμον. p. 361a33 Ἥι μὲν γὰρ ῥευσεῖται τὸ ἀνιόν, ἐκεῖθεν τὸ αἴτιον· ἡ γὰρ φορὰ τῶν πόρρω κυρία τῆς γῆς. Ὅπου γὰρ ἀπέρχεται ἡ καπνώδης ἀναθυμίασις ῥεύσασα ἀπὸ τῆς γῆς καὶ τῇ οἰκείᾳ φορᾷ ἐπὶ τὰ ἄνω φερομένη, ἐκεῖνό ἐστι τὸ ποιητικὸν αἴτιον τοῦ ἀνέμου· ποῦ ἀπέρχεται; ἐπὶ τὸν κυκλοφορούμενον ἀέρα· οὐκοῦν ἐξ αὐτοῦ ἐστι τὸ αἴτιον τῆς λοξῆς αὐτῶν κινήσεως. καὶ διὰ τί ποιητικὸν λέγεται αἴτιον τῶν ἀνέμων αὐτὸς ὁ ἀήρ; ἐπειδὴ ἡ φορὰ τῶν πόρρω τῆς γῆς ὅντων, τουτέστι τοῦ οὐρανίου σώματος, αὕτη κυρία ἐστί, τουτέστι τὸ κῦρος ἔχουσα ἐν τοῖς γινομένοις· ποιητικὴ γὰρ αἰτία ἐστὶ τῶν γινομένων, οὐχὶ ὑλική. ἀλλὰ μὴν συμπεριφέρεται τούτοις ὁ ἀὴρ ὁ ὑπὲρ τὰς ἀκρωρείας· καὶ οὗτος ἄρα τὸ κῦρος ἔχει τῆς τῶν ἀνέμων γενέσεως. p. 361b 1 ’Oti δ’ ἐκ πολλῶν ἀναθυμιάσεων συνιουσῶν κατὰ μικρὸν. Τί φησιν; ὅτι ἀρχόμενος μὲν ὁ ἄνεμος πνεῖν ἀμυδρὸς πνεῖ, προκόπτων δ’ ὡς ἐπὶ ἄλλην γῆν φερόμενος γίνεται σφοδρότερος διὰ τὸ συγκαταμίγνθσθαι αὐτῷ ἄλλας ἀναθυμιάσεις ἐκ τῶν κατὰ μέρος, ἐφ’ ἃς ἐπερχεται. p. 361b5 ἔτι δὲ τὰ περὶ τὴν ἄρκτον ἐν τῷ χειμῶνι νηνεμία. ἐπειδὴ εἶπε περὶ τῆς κινήσεως αὐτῶν, λοιπὸν καὶ περὶ τῆς στάσεως αὐτῶν διαλέγεται. καί φησιν, ὅτι γίνονται νηνεμίαι δι’ ἄκρον καῦμα, ὡς ἐν θέρει καὶ τὰ λοιπά. ἀλλ’ ἴσως ἄν τις εἴποι· ὅτι εἰ ἐν τοῖς ἀρκτικοῖς χωρίοις διὰ τὴν ψῦξιν ἡ νηνεμία ἐστί, πῶς οἱ ἐκεῖθεν ἄνεμοι ἀρχόμενοι σφοδρότατοί εἰσιν; ἢ ῥητέον, ὅτι ἐστὶ πνευμάτιον λεληθότως ἐξιὸν ἀπὸ τῶν ἀρκτῴων μερῶν. οὔτε γὰρ τοιαύτη γίνεται νηνεμία, ὥστε καθόλου μὴ εἶναι πνεῦμα, ἀλλὰ τοῦτο τὸ πνευμάτιον ἀσθενὲς ὂν πρόεισιν· εἶτα συμμίγνυται αὐτῷ ἄλλη ἀναθυμίασις ἀπὸ τῆς ἐγχωρίου γῆς καὶ γίνεται σφοδρότερον· καὶ πάλιν πρόσω προβαίνει ἕτερον, καὶ οὕτως ἀθροισθὲν κατὰ μέρος σφοδρότατον γίνεται. p. 361b8 Τίς μέν ἐστιν ἡ τοῦ ἀνέμου φύσις. ’Εντεῦθεν βουλόμενος λοιπὸν συμπερᾶναι τὰ περὶ τῆς ὕλης καὶ τῆς κινήσεως τῶν ἀνέμων ἀνακεφαλαιοῦται τὰ εἰρημένα καί φησιν, ὅτι εἴρηται, τίς ἡ φύσις τοῦ ἀνέμου (τουτέστιν ἡ ὕλη, ὅτι οὐκ ἀήρ ἐστι ἀλλὰ καπνώδης ἀναθυμίασις), καὶ πῶς γίνεται, ὅτι τῆς καπνώδους ἀναθυμιάσεως ἀπὸ κάτωθεν ἀνιούσης μέχρι τοῦ κύκλου, μέχρι τοῦ ἀέρος καὶ ἀντωθουμένης. ἔτι δὲ αὐχμοῦ τε πέρι καὶ ἐπομβρίας εἴρηται, ὅτι ἀλλήλοις συμβάλλονται πρὸς γένεσιν καὶ φθοράν. διὰ τί τε βορέαι καὶ νότοι πλεῖστοι τῶν ἀνέμων εἰσίν, εἴρηται· ἐπειδὴ οὐκ ἐπέρχεται ὁ ἥλιος τὰ μέρη ταῦτα, οὐ θερμαίνονται· εἶτα ψυχόμενα ποιοῦσιν ὑετόν, καὶ βρεχομένης τῆς γῆς ἀναδίδοται πολὺς ἀτμός. πρὸς δὲ τούτοις καὶ περὶ τῆς φορᾶς αὐτῶν, ὅτι λοξὴν κίνησιν κινοῦνται οὐ κάτωθεν ἀρχόμενοι, ἀλλ’ ἄνωθεν, ὡς δηλοῦσι τὰ νέφη πρῶτον κινούμενα ὑπ’ αὐτῶν ἤπερ τὰ φυτά. ὁ δὲ ἥλιος καὶ τῆς στάσεως αὐτῶν ἐστιν αἴτιος ὥσπερ ἐν τῷ θέρει ἢ μαραίνων αὐτῶν τὴν ὕλην ἢ διαφθείρων αὐτοῦ τὴν θερμότητα, ἢ ἄντικρυς ἀναλίσκεται ὥσπερ ἄχυρον ἐν πυρκαιᾷ), ἀλλὰ μὴν καὶ τῆς κινήσεως. ἀνέλκων γὰρ τὴν ἐκ τῆς γῆς ὑγρότητα ποιεῖ καπνώδη ἀναθυμίασιν, ἥτις ἐστὶν ὕλη τῶν ἀνέμων. καλῶς δ’ εἶπε συνεξορμῶν ἐνδεικνύμενμενος, ὅτι οὐ μόνον ὁ ἥλιός ἐστιν αἴτιος τοῦ ἀνέμου, ἀλλὰ καὶ ἡ γῆ, ἐξ ἧς εἰσιν οἱ ἀτμοί. p. 361b23 Διὸ περὶ Ὠρίωνος ἀνατολὴν μάλιστα γίνονται νηνεμίαι, καὶ μέχρι τῶν ἐτησίων καὶ προδρόμων. ἐπειδὴ περὶ νηνεμιῶν ἐμνημόνευσεν, εἰκότως καὶ περὶ τοῦ Ὠρίωνος μνημονεύει, ὡς ἐπὶ τῆς ἐπιτολῆς αὐτοῦ γινομένης νηνεμίας, τουτέστιν ἐν τῷ ἔαρι διὰ τὸ ἤδη προδεδαπανῆσθαι τὴν ὕλην τῶν ἀνέμων ἐν τῷ χειμωνι. καὶ φησιν, οἰὶ ἐπικράτει ἡ νηνεμία μέχρι τῶν προδρόμων, τουτέστι τῶν πρὸς τῶν σφοδροτάτων ἐτησίων· πνεόντων ἐτησίων γὰρ γίνονται οἷον προετησίαι ἄνεμοι. p. 361b27 Aἱ δὲ πλεῖσται καὶ ἐν ταῖς ἀνὰ μέσον ὥραις. Καὶ ἐν τῷ ἔαρι, φησί, καὶ ἐν τῷ φθινοπώρῳ γίνονται νηνεμίαι, <ἤ διὰ τὸ ἤδη ἐκδαπανᾶσθαι τὴν καπνώδη ἀναθυμίασιν, ὡς ἐν τῷ ἔαρι,) ἢ διὰ τὸ μήπω γεγενῆσθαι, ὡς ἐν τῷ φθινοπώρῳ. εἰ μὲν γὰρ μὴ ὑγρανθῇ ἡ γῆ, οὐ γίνεται ἀτμὸς καὶ διὰ τοῦτο οὔτε ἄνεμος. p. 361b30 Ἅκριτος δὲ καὶ χαλεπὸς ὁ Ὠρίων εἶναι δοκεῖ. Ἴδου ἄτακτον λέγει τὸν Ὠρίωνα διὰ τὸ ἐν ταῖς ἀνωμάλοις ὥραις ποι· εἷσθαι τὰς φάσεις καὶ ὅτι ἐπὶ πολλὰς ἡμέρας κρατοῦσιν αὐτοῦ αἱ φάσεις διὰ τὸ μέγεθος τοῦ ἄστρου. p. 361b35 Οἱ δ’ ἐτησίαι πνέουσι μετὰ τὰς τροπὰς καὶ Κυνὸς ἐπιτολήν. Μετῆλθεν εἰς τὸν περὶ τῶν ἐτησίων λόγον καί φησιν, ὅτι μετὰ τὰς θερινὰς τροπὰς περὶ τὴν τοῦ Κυνὸς ἐπιτολὴν πνέουσι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς. ἀλλ’ ἄτοπον λέγειν μετὰ τὰς εἴκοσιν ἡμέρας ἐν τῇ τοὐ Κυνὸς ἐπιτολῇ· οὐ γὰρ εἴκοσι μόνον εἰσὶν ἡμέραι, ἀλλὰ κݲεݲ ἀπὸ τροπῆς μέχρι τῆς ἐπιτολῆς τοῦ Κυνός. ἢ ῥητέον, ὅτι διττὴ ἡ ἐπιτολή, ἡ μὲν ἀληθής, ἡ δὲ φαινομένη. ἡ μὲν οὖν ἀληθής ἐστιν ἡ σύνοδος τοῦ ἡλίου καὶ τοῦ Κυνός, ἡ δὲ φαινομένη, ὅταν ἐκφυγῇ τὰς ἡλιακὰς αὐγὰς ὁ Κύων καὶ ὀφθῇ τῇ ἡμῶν ὄψει. ἀπὸ οὗν τῆς τροπῆς μέχρι τῆς ἀληθοῦς ἐπιτολῆς εἰσιν εἴκοσιν ἡμέραι, μέχρι δὲ τῆς φαινομένης κݲεݲ · κατ’ οὖν ἀληθές. p. 361b36 Καὶ οὔτε τηνικαῦτα ὅτε μάλιστα πλησιάζει ὁ ἥλιος, οὔτε ὅτε πόρρω· οὔτε ὅταν ὁ ἥλιος ἐν τῷ κατὰ κορυφήν ἐστι, τουτέστιν ἐν ταῖς θεριναῖς τροπαῖς, γίνονται οἱ ἐτησίαι, οὕτε ὅταν πόρρω γένηται τοῦ κατὰ κορυφήν, οἷον ἐν Παρθένῳ, ἀλλ’ ὅταν ἀποστῇ τῆς τροπῆς κݲ ἤ κݲ μόνον, τουτέστιν ὅταν ἐν Λέοντι γένηται. p. 362a1 Καὶ μὲν ἡμέρας πνέουσι, τὰς δὲ νύκτας παύονται. Ἐπεὶ ἠμέρας μὲν ἠ θερμότης λύει τὴν χιόνα, ἤς λυομένης γίνεται αὔρα ψυχρά, ἐξ ἧς οἱ ἐτησίαι γίνονται· τὴν δὲ νύκτα οὐ λύεται διὰ τὸ ψῦχος οὔτε αὔρα γίνεται. p. 362a2 Αἴτιον δέ, ὅτι πλησίον μὲν ὢν φθάνει ξηρᾶναι γενέσθαι τὴν ἀναθυμίασιν. τὴν αἰτίαν λέγει, διὰ τί μὴ ἐν ταῖς θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου γίνονται οἱ ἐτησίαι, ἀλλὰ μετὰ εἴκοσιν ἡμέρας. καί φησιν, ὅτι ὁ ἥλιος γινόμενος κατὰ κορυφὴν θερμότατος ὢν λύει τὴν χιόνα καὶ τὴν γινομένην αὔραν ἐκ τῆς λύσεως ἀναξηραίνει καὶ ἐκδαπανᾷ, καὶ διὰ τοῦτο ἐτησίαι οὐ γίνονται τηνικαῦτα. ἀλλὰ φαίνεται ἀντιφάσκων ἑαυτῷ ὁ Ἀριστοτέλης· παρακατιὼν γὰρ ἐρεῖ, ὅτι ἀφισταμένου τοῦ ἡλίου· κατὰ κορυφὴν γὰρ ὢν οὐ λύει ἀποστάς. οὐκοῦν ἐπιλυτέον. τῆς χιόνος τὰ μέν εἰσιν εὐπαθῆ καὶ εὔφθαρτα. τὰ δὲ δύσφθαρτα καὶ πάνυ πεπηγότα. ὅταν οὖν ὁ ἥλιος γένηται κατὰ κορυφήν, εἰ καὶ θερμότατός ἐστι τηνικαῦτα, ἀλλὰ οὐ πάνυ τὸν ἀέρα ἐξεπύρωσε τέως· δεῖται γὰρ οὐ μόνον τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος τὸ γινόμενον, ἀλλὰ καὶ χρόνου. ἐπειδὴ οὖν οὐ τέως ἐξεπύρωσεν αὐτόν, ἐξεπύρωσε δ’ ὅμως, τὰ μὲν εὔφθαρτα καὶ εὐδιάλυτα μόρια τῆς χιόνος διέλυσε καὶ τὴν γινομένην αὔραν βραχεῖάν τε οὖσαν ἐξεδαπάνησε, καὶ διὰ τοῦτο οὐκ ἐγένοντο ἐτησίαι τότε. ἀποστὰς δὲ τοῦ κατὰ κορυφὴν βραχύ τι, ἐπειδὴ ὁ χρόνος ἐν μέσῳ παρέδραμεν, ἐξεθερμάνθη ὁ ἀὴρ καὶ λοιπὸν τὰ δύστηκτα καὶ πεπηγότα μόρια τῆς χιόνος διέλυσε, καὶ ἐντεῦθεν αὔρας πολλῆς ἀναδοθείσης οἱ σφοδροὶ ἐτησίαι τότε γίνονται. p. 362a3 Ὅταν δ’ ἀπέλθῃ μικρόν, σύμμετρος ἤδη γίνεται ἡ θερμότης, ὅταν τὰ πεπηγότα τήκεται. οὐχ ὅτι σύμμετρος γίνεται ἡ θερμότης τοῦ ἡλίου, διὰ τοῦτο τὰ πεπηγότα ὕδατα τήκονται, ἀλλ’ ὅτι ἐν τῷ χρόνῳ ὁ ἥλιος συμμέτρως γίνεται θερμός, τουτέστιν ἐν τῷ χρόνω, ᾧ ἀφίσταται ὁ ἥλιος ἀπὸ τοῦ κατὰ κορυφήν, φθάνει ἡ θερμότης κατακρατῆσαι τοῦ πεπηγότος καὶ αὐτοῦ τοῦ ἀέρος. p. 362a11 Ἀποροῦσί τινες, διὰ τί βορέαι μὲν γίνονται. Ἡ ἀπορία ἐντεῦθεν ἡ λέγουσα, τί δήποτε ἀεὶ βορείων τῶν ἐτησίων αἰσθανόμεθα, οὐδέποτε δὲ νοτίων. p. 362a14 Γίγνονται γὰρ οἱ καλούμενοι λευκόνοτοι τὴν ἀντικειμένην ὥραν. ‘Η ἐπίλυσις, ὅτι γίνονται μὲν ἐκ τοῦ νότου πρὸς τὸ πᾶν, ἀλλ’ οὐκ αἰσθανόμεθα αὐτῶν διὰ πολλὴν ἀπόστασιν, ἢ ὅτι γίνονται ἀπὸ τοῦ πρὸς ἡμᾶς νότου, ἀλλ’ ἀμυδροὶ καὶ οὐ συνεχεῖς. γίνονται δ’ ἐν τῇ ἀντικειμένῃ ὥρᾳ τῷ θέρει, τουτέστι τῷ χειμῶνι· περὶ γὰρ τὰ τέλη τοῦ χειμῶνος γίνονται μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς, ὅταν ὁ ἥλιος ἐν Ἰχθύσιν ᾖ πλησίον τοῦ Κριοῦ, ὑφ’ ὅν ἐστιν ἡ διακεκαυμένη. p. 362 a 15 Διὸ λανθάνοντες ποιοῦσιν ἐπιζητεῖν. Ἀμυδροί εἰσιν οὗτοι οἱ ἐτησίαι, ὡς λανθάνειν αὐτούς, πόθεν πνέουσιν, εἴτε ἀπὸ νότου εἴτε ἀπὸ βορρᾶ. p. 362a16 Αἵτιον δέ, ὅτι ὁ μὲν βορρᾶς ἐκ τοῦ ὑπὸ τὴν ἄρκτον πνεῖ. ‘Η ἄλλη ἐπίλυσις, ὅτι ἡμεῖς μακρὰν ὄντες τοῦ πρὸς τὸ πᾶν νότου οὐκ ἐπαισθανόμεθα τῶν ἐκεῖθεν ἐτησίων, ἀλλὰ μόνων τῶν ἀπὸ βορρᾶ γινομένων ὡς ἐγγὺς ὄντες, ἐπειδὴ πολλὴ χιὼν γίνεται ἐν τοῖς βορείοις τόποις, ἧς λυομένης αἰσθανόμεθα τῶν ἐτησίων. p. 362a18 Ὦν τηκομένων ὑπὸ τοῦ ἡλίου μετά τὰς θερινὰς τροπὰς μᾶλλον ἥ ἐν αὐ ταῖς. |Ἴδου ἡ λέξις, ἔνθα δοκεῖ ἀντιφάσκειν ἑαυτῷ ὁ Ἀριστοτέλης. ἀνωτέρω 40v τερῶ μὲν γὰρ εἶπεν, ὅτι ἐν αὐταῖς ταῖς θεριναῖς γίνεται ἡ τῆξις τῆς χιόνος, ἐνταῦθα δ’ ὅτι μετὰ τὰς θερινὰς τροπὰς μᾶλλον. ἡμεῖς δὲ διῃτήσαμεν τὸν λόγον, ὡς εἴρηται. p. 362 a 22 ἔτι δ’ ἐγγὺς εἴη. Τουτέστιν ἵνα μή πως πάνυ ἀποστῇ ὁ ἥλιος τοῦ κατὰ κορυφήν, ἐπεὶ οὐκέτι οὐδὲ πνιγηρὸς ὁ ἀὴρ γίνεται, τουτέστι θερμός, οὔτε λύεται ἡ χιών. p. 362a26 Οὐ συνεχεῖς πνέουσι, διότι τὰ μὲν ἐπιπολῆς καὶ ἀσθενῆ τότε ἀποκρίνεται. Ἀμυδροδὶ καὶ οὐ συνεχεῖς πνέουσιν οἱ ὀρνιθίαι ἄνεμοι, τουτέστιν οἱ χειμερινοὶ ἐτησίαι, ἐπειδὴ οὐκ ἔχουσιν ὕλην πολλήν. οὔτε γὰρ πολλὴ χιὼν λύεται τηνικαῦτα εντι τοῦ ἀέρος ψυχροῦ ὄντος, ἀλλὰ μόνη ἡ λεπτὴ καὶ εὔλυτος. p. 362a30 Ἐπεὶ θέλει γε ὅτι μάλιστα συνεχῶς ἐντεῦθεν ἀεὶ πνεῖν ανεμος. Διὰ τὸ μὴ εὑρίσκειν ὕλην ἀμυδροί εἰσιν οἱ νότιοι ἐτησίαι, τουτέστι διὰ τὸ μὴ λύεσθαι πολλὴν χιόνα, ἐπεί τοί γε ὅσον ἐπὶ τῷ νότῳ ἀεὶ πνέουσιν ἄνεμοι σφοδροί, εἰ μηδὲν εἴη τὸ κωλῦον, διὰ τὸ πολλὴν εἶναι τὴν γῆν νοτίαν καὶ ἐκ ταύτης ἀναδίδοσθαι πολὺν ἀτμόν. καὶ ὅρα, πῶς ὁ φιλόσοφος τὸ θέλειν ἐπὶ ἀψύχου λέγει. p. 362a31 Ὁ δὲ νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ καὶ οὐκ τῆς ἑτέρας ἄρκτου· Φέρε τὸ προαναβληθὲν τῇ προτεραίᾳ καθάπερ τι χρέος ἀποδώσομεν καὶ ζητήσωμεν, πῶς δυνατόν ἐστι κατασκευάσαι, ὅτι ὁ νότος ἄνεμος οὐκ ἀπὸ τοῦ νότου πρὸς τὸ πᾶν ἐνθάδε πνεῖ, οὐκ ἀπὸ τῆς χειμερινῆς τροπῆς, ἀλλ’ ἀπὸ τῆς πρὸς ἡμᾶς οἰκουμένης, τουτέστιν ἀπὸ τῶν θερινῶν τροπῶν. ἀλλ’ ἵν τοῦτο ποιήσωμεν, φέρε τὴν πᾶσαν γῆν διελόντες εἴς τινα τμήματα ταύτῃ τῇ διαιρέσει τῆς γῆς ὡς λήμματι χρησώμεθα. δεῖ τοίνυν μέγιστον κύκλον νοῆσαι περὶ τὰ πέρατα τῆς γῆς ὄντα καὶ περιέχοντα τὴν σύμπασαν γῆν. οὗτος κεκλήσθω ὁρίζων. τούτου τοίνυν τεθέντος τὸ μέσον αὐτοῦ ***τουτέστιν οἵτινες ἐφάπτονται τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ἕκαστος. ἄλλος δέ τις κύκλος μέγιστος ἐγκαρσίως τεμνέτω τοὺς δύο] κύκλους· τεμνέσθω δὲ καὶ αὐτὸς ὑπὸ τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ὥσπερ καὶ οἱ ἄλλοι. τούτων οὕτω κατασκευασθέντων μεταξὺ τῶν παραλλήλων καὶ τοῦ ὁρίζοντος ἕξ τινες χῶραι ἐναπολαμβάνονται· τρεῖς μὲν ἐκ δεξιῶν τοῦ μέσου παραλλήλου, ὅστις καὶ μέγιστός ἐστι πάντων διὰ τὸ εἶναι διάμετρον τοῦ ὁρίζοντος εἴρηται γὰρ ἐν γεωμετρίᾳ, ὅτι μεγίστη εὐθεῖα ἐν κύκλῳ ἐστὶν ἡ διάμετρος), τρεῖς δ’ ἐξ ἀριστερῶν. καλοῦνται δ’ οἱ μὲν ἀκροπόλοι οἱ παράλληλοι, οἵτινές εἰσι πλησίον τοῦ ὁρίζοντος, ὁ μὲν ἀρκτι- κός, ὁ δὲ ἀνταρκτικός. μετὰ δὲ τὸν ἀρκτικὸν ὁ x003E; ἐφεξῆς παράλληλος θέοινός κεκλήσθω τροπικός, ὁ δ’ ἐφεξῆς κείμενος τῷ θερινῷ τροπικῷ, ὅστις καὶ μέγιστός ἐστι διὰ τὸ εἶναι διάμετρον, ἰσημερινὸς τροπικός· ὁ δ’ ἐφεξῆς αὐτῷ ἀναλόγως κείμενος τῷ θερινῷ τροπικῷ χειμερινὸς τροπικὸς κεκλήσθω. τούτων οὕτως ἐχόντων αἱ μὲν μεταξὺ χῶραι τῶν δύο άκροπόλων, λῶν, τοῦ τε ἀρκτικοῦ καὶ τοῦ ἀνταρκτικοῦ, ὀμφαλοὶ κεκλήσθωσαν ἀπὸ τοῦ σχήματος, ἐπειδὴ ὡς τμήματα μικρὰ κύκλου εἰσίν· αἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ ἀρκτικοῦ πόλου, ὁμοίως δὲ καὶ ἐν τῷ ἄλλῳ μέρει μεταξὺ τοῦ ἀνταρκτικοῦ καὶ τοῦ χειμερινοῦ τροπικοῦ, αὗται αἱ χῶραι τύμπανα κεκλήσθωσαν διὰ τὸ ἐοικέναι κώνοις κολούροις. ἡ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοὐ χειμερινοῦ χώρα, ἐν ᾗ ἀπολαμβάνεται καὶ ὁ ἰσημερινὸς τροπικός, διακεκαυμένη κεκλήσθω. τούτων οὕτω προδιατυπωθέντων ἰστέον, ὅτι τούτων τῶν ἓξ τμημάτων δύο μόνον οἰκοῦνται, λέγω δὴ αἱ μεταξὺ τοῦ ἀρκτικοῦ πόλου καὶ τοῦ θερινοῦ τροπικοῦ, ἔνθα καὶ ἡμεῖς οἰκοῦμεν, ἥτις εἰς ἑπτὰ κλίματα τέμνεται, ἄλλη δὲ ἡ ταύτης ἀνάλογος αὕτη ἐστὶν ἡ μεταξὺ άνταρκτικοῦ πόλου καὶ χειμερινῆς τροπῆς. ἀλλὰ αὕτη λόγῳ μόνον οἰκεῖται διὰ τὸ ὑπαγορεύειν τὸν λόγον εὔκρατον εἶναι ὥσπερ καὶ τὴν καθ’ ἡμᾶς ζώνην. οὐκ ἀκριβῶς δ’ ἴσμεν, τίνες οἰκοῦσιν ἐκεῖσε, διὰ τὸ μὴ δύνασθαι μήτε ἡμάς ἐκεῖσε πορεύεσθαι μήτ’ ἐκείνους πρὸς ἡμᾶς διὰ τὴν διακεκαυμένην ζώνην μεταξὺ οὖσαν. οὐ μέντοι αἱ ἀπὸ τοῦ ἀρκτικοῦ πόλου καὶ ἀνταρκτικοῦ ἐμπεριεχόμεναι χῶραι οἰκοῦνται διὰ τὸ †μέσον τὸ ψῦχος εἶναι, ἡ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοὐ χειμερινοῦ, ἐν ᾗ καὶ ὁ ἰσημερινὸς ἀπολαμβάνεται, ἔνθα καὶ τὸ μεσαί- τατόν ἐστι τῆς γῆς, οὐκέτι δι’ ἄμετρον θερμότητα. διὰ τοῦτο γὰρ καὶ διακεκαυμένη ζώνη λέγεται. εἰ δ’ οἰκοῦσί τινες, παρὰ φύσιν οἰκοῦσιν ἐπὶ ὕδατος νηχόμενοι πᾶσαν ὥραν διὰ τὸ καῦμα. οὕτως τῆς διαιρέσεως τῆς γῆς ἐκτεθείσης καὶ ταῦτα ὡς λῆμμα λαβόντες κατασκευάσομεν λοιπόν ὅτι οὐ πνεῖ ὁ νότος ἀπὸ τοῦ νοτίου πόλου, τουτέστι τοὐ ἀνταρκτικοῦ, εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· οὐ γὰρ ἀφικνεῖται τὸ πνεῦμα μέχρι ἡμῶν ἐκεῖθεν διὰ τὰ πολλὰ διαστήματα. εἰ γὰρ ὁρῶμεν, †ὅτι ἡμεῖς πρὸς τῇ ἄρκτῳ οἰκοῦντες, ὅθεν ὁ βορρᾶς πνεῖ, ὅμως ἐξασθενεῖ διὰ τὸ πολὺ διάστημα οὐ γὰρ ὁμοίως πνεῖ ἐν τῇ Ἑλλάδι καὶ ἐν τῷ Ἑλλησπόντῳ, ἀλλὰ ποῦ μὲν σφοδρότερον εἰς τὰ πλησιαίτερα αὐτοῦ χωρία, ποῦ δὲ ἀμυδρότερον εἰς τὰ πόρρω), πῶς οὐχὶ έξασθενήσει ὁ νότος ἐκ τῆς ἀντοικουμένης, τουτέστιν ἀπὸ τοῦ νοτίου πόλου πνέων πρὸς ἡμᾶς; οὐκ ἄρα ἐκεῖθεν πνεῖ ὁ νότος. ἀλλὰ μὴν οὔτε ἀπὸ τῶν χειμερινῶν τροπῶν. χρὴ γάρ, εἴπερ ὅλως τοῦτο ἦν, μετὰ ἡμέρας τῆς χειμερινῆς τροπῆς πνεῖν τοὺς λευκονότους, τουτέστι τοὺς ἐτησίας 1 νότους, ὥσπερ καὶ ἐπὶ τῆς θερινῆς τροπῆς γενομένου τοῦ ἡλίου μετὰ ἡμέρας ἔπνεον οἱ ἐτησίαι βορέαι. νῦν δὲ μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς ἐκεῖνοι πνέουσιν· οὐκ ἄρα ἐκεῖθεν πνεῖ ὁ καθ ἡμᾶς νότος. ἀλλὰ ῥητέον, ὅτι ἀπὸ τῆς θερινῆς τροπῆς ἄρχεται πνεῖν πρὸς ἡμᾶς, τουτέστιν ἀπὸ τοῦ τόπου τοῦ περιοριζομένου ἀπὸ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ ἀρκτικοῦ πόλου· καὶ γὰρ ἐν τούτῳ περιορίζονται βόρεια καὶ τὰ νότια μέρη μερικά, ὥσπερ καὶ ἐν τοῖς δεξιοῖς ἀριστερὰ καὶ ἐν τοῖς ἀριστεροῖς δεξιά. οὕτω κατασκευάσας ὁ φιλόσοφος, ὅτι οὐκ ἀπὸ τοῦ νότου †τούτου πάντως οὔτε ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ πνεῖ ὁ καθ’ ἡμᾶς νότος, ἀλλ’ ἀπὸ τοῦ θερινοῦ τροπικοῦ, παραδίδωσι τὸ ποσὸν καὶ τὴν διαφορὰν τοῦ ἀνέμου καὶ τὴν θέσιν. καί φησιν, ὅτι πέντε παραλλήλων κύκλων κειμένων ἐντὸς τοῦ ὁρίζοντος καὶ ἑνὸς ἐγκαρσίου τοῦ τέμνοντος πάντας τοὺς κύκλους, τουτέστι τοῦ μεσημβρινοῦ, τούτου δὲ τοῦ ἕκτου κύκλου τεμνομένου ὑπὸ τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ἐπὶ ἑκάστου κύκλου κύκλος γὰρ κύκλον οὐ τέμνει ἐκτός, εἰ μὴ κατὰ δύο σημεῖα) γίνονται δώδεκα τμήματα. ἀφ’ ἑκάστου δὲ τμήματος εἷς ἄνεμος πνεῖ· δῆλον οὖν, ὅτι δώδεκά εἰσιν ἄνεμοι. ἀπὸ γὰρ τῆς ἀρχῆς τοῦ ἰσημερινοῦ τροπικοῦ ἀρξάμενος ἐκθήσομαι γραμμικῶς τοὺς ἀνέμους. ἔστω γὰρ κύκλος μέγιστος ὁ ὁρίζων, καὶ τούτου ἤχθωσαν δύο διάμετροι τέμνουσαι ἀλλήλας πρὸς ὀρθὰς γωνίας κατὰ τὸ P σημεῖον, ἡ ΑΒ καὶ ΗΘ, αἵτινές εἰσιν ὁ ἰσημερινὸς πόλος καὶ ὁ μεσημβρινός. καὶ τῷ ἰσημερινῷ πόλῳ παρ’ ἑκάτερα τὰ · μέρη κείσθωσαν παράλληλοι εὐθεῖαι ἴσον ἀπέχουσαι τοῦ κέντρου, ἡ ZE καὶ ἡ ΔΓ, καὶ ἐπεξζύχθω ἡ ΖΓ καὶ ἡ ΔΕ. φανερόν, ὅτι καὶ ἡ ΖΓ καὶ ἡ ΔΕ διάμετροί εἰσι· τέμνουσι γὰρ ἑαυτάς τε καὶ τὴν ΑΒ καὶ τὴν ΗΘ κατὰ τὸ P σημεῖον, ὅπερ ἐστὶ κέντρον τοῦ ὁρίζοντος. κείσθω δ’ ἄλλη παράλληλος τῇ ZE, τουτέστι τῷ θερινῷ τροπικῷ, ἡ ΚΛ, καὶ ἔστω αὕτη ἀρκτικὸς πόλος. πάλιν δ’ ὁμοίως τῇ ΔΓ χειμερινῷ τροπικῷ κείσθω παράλληλος ἡ ΜΝ, ἥτις ἐστὶν ***οὕτω λέγεται διὰ τὸ ἀπὸ ζοφώδους πνεῖν τόπου] νότιος πόλος ἢ ἀνταρκτικός. τούτου οὕτως ἔχοντος ἀπὸ μὲν τοῦ Α, ἔνθα ἐστὶ δύσις ἰσημερινή, πνεῖ ὁ ζέφυρος· <οὕτω λέγεται διὰ τὸ ἀπὸ ζοφώδους πνεῖν ἀπὸ δὲ τοῦ Β, ἔνθα ἐστὶν ἀνατολὴ ἰσημερινή, πνεῖ ὁ ἀπηλιώτης· λέγεται δὲ οὕτω διὰ τὸ ἐκεῖθεν ἀνίσχειν τὸν ἥλιον. ἀπὸ δὲ τοῦ H, ἔνθα ἐστὶν ὁ ἀρκτικὸς πόλος, πνεῖ ὁ ἀπαρκτίας· ἀπὸ δὲ τοῦ Θ, ἔνθα ἐστὶν ὁ νότιος πόλος, πνεῖ ὁ νότος. ἀπὸ δὲ τοῦ Ζ, ἔνθα ἐστὶν ἡ θερινὴ ἀντολή, πνεῖ ὁ καικίας· ἀπὸ δὲ τοῦ Γ, ἔνθα ἐστὶν ἡ χειμερινὴ δύσις, πνεῖ ὁ λίψ. ἀπὸ δὲ τοῦ Δ, ἔνθα ἐστὶν ἡ χειμερινὴ ἀνατολή, ὁ εὖρος πνεῖ· ἀπὸ δὲ τοῦ E, ἔνθα ἐστὶν ἡ θερινὴ δύσις, πνεῖ ὁ ἀργέστης, ὃν ὁ Προλεμαῖος Ἰάπυγα προσ- αγορεύει. οὕτοι μὲν οἱ ὀκτὼ ἄνεμοι ἐναντίοι εἰσίν, ἐπειδὴ κατὰ διάμετρον ἀλλήλων εἰσίν· αἰ γὰρ εὐθεῖαι, ἐξ ὧν πνέουσι, διὰ τοῦ κέντρου τοῦ P τῆς ρκτος άνατολὴ θερινή ἀνατολὴ ισημερινη B ἀνατολὴ, ειμερινη ουσμη A ἰσημερινή Θμεσημβρία Υ χειμερινη γῆς παρέχονταί, αἱ δὲ τοῦ κέντρου πᾶσαι διάμετροί εἰσιν. ἄλλος δὲ ἄνεμος ἀπὸ τοῦ Κ, τουτέστιν ἀπὸ τῆς μιᾶς τομῆς τοῦ ἀρκτικοῦ πόλου, καὶ καλεῖται οὗτος βορέας ἢ μέσης, ὅς ἐστι μεταξὺ καικίου καὶ ἀπαρκτίου. ἄλλος δὲ ἀπὸ τοῦ Λ, τουτέστιν ἀπὸ τῆς ἄλλης τομῆς τοὐ ἀρκτικοῦ. καὶ καλεῖται οὗτος θρασκίας μεταξὺ ὢν ἀπαρκτίου καὶ Ἰάπυγος. οὗτοι μὲν κατὰ διάμετρον εἶναι καὶ ἐναντίοι, οὐκ εἰσὶ δέ, ἐπειδὴ οὔτε διὰ τοῦ κέντρου παρέρχεται ἡ εὐθεῖα, τουτέστιν ὁ λόγος, οὔτε κατὰ τμήματα πνέουσι. πάλιν δ’ ἐν τῷ νοτίῳ πόλῳ ἕτεροι δύο πνέουσιν, ὁ μὲν ἀπὸ τοῦ Μ, ὅς ἐστιν λιβόνοτος μεταξὺ ὢν λιβὸς καὶ νότου, ἄλλος δὲ ἀπὸ τοῦ Ν, ὅστις εὐρόνοτος καὶ καλεῖται· καλεῖται· ἐστὶ δὲ μεταξὺ εὔρου καὶ νότου. καὶ οὗτοι δ’ ὡσαύτως δοκοῦσι μὲν κατὰ διάμετρον εἶναι, οὐκ εἰσὶ δὲ διὰ τὴν αὐτὴν αἰτίαν. τούτων δὲ οὕτως ἐχόντων φησὶν ὁ φιλόσοφος, ὅτι βορέαι πλείους εἰσὶ τῶν νοτίων πνευμάτων διὰ τὸ εἶναι πολλὴν ὕλην ἀνέμων ἐν τῷ βορείῳ τόπῳ. ἐπειδὴ γὰρ ψυχρός ἐστι καὶ χιονώδης, ἀναλυομένης τῆς χιόνος ὑπὸ τῆς τοῦ ἡλίου θερμασίας ὑγραίνεται ἡ γῆ, ὑγρασμένη δὲ πλείστην ἀναθυμίασιν καπνώδη ἀναδίδωσι δίκην τῶν ὑγρῶν ξύλων. καὶ τούτου χάριν πολλά εἰσι τὰ πνεύματα βόρεια· πλὴν εἰ καὶ πολλά, οὐκ εὔτονα διὰ τὸ ἀπὸ πολλῆς ὑγρότητος πνεῖν. τὰ δὲ νότια ὀλίγα μὲν διὰ τὴν ἔνδειαν τῆς ὕλης, εὔτονα δὲ διὰ τὴν τῆς γῆς ξηρότητα. τὸ μὲν γὰρ ξηρὸν πρὸς τὸ εὔτονον τῷ ὁρίζειν τὰ μόρια, τὸ δ’ ὑγρὸν πρὸς τὸ ἔκλυτον διὰ τὸ διαχεῖν τὰ μόρια. ὅθεν τὸν μὲν βορρᾶν ἀνδρὶ πεπτωκότι ἀπεικάζουσι, τὸν δὲ νότον ἀνδρὶ ῥωμαλέως ἐπερχομένῳ. καὶ ταῦτα μὲν εἰποῦσα ἡ λέξις επαυσατο. Φέρε δὲ καὶ ἡμεῖς ἔξωθεν ἀπορήσωμεν τρεῖς ἀπορίας, μίαν μὲν ταύτην· |πῶς λέγεις, Ἀριστότελες, δώδεκα εἶναι τοὺς ἀνέμους; μᾶλλον γὰρ δέκα ἔσονται. οἱ γὰρ ἀκροπόλοι. τουτέστιν ὁ ἀρκτικὸς καὶ ὁ ἀνταρκτικός, οὐ τέμνονται εἰς δύο σημεῖα ὑπὸ τοῦ ὁρίζοντος· οὕτω γὰρ ἔχει ἡ καταγραφή. οὗτοι οἱ πόλοι ἐντὸς οὔκ εἰσι τοῦ ὁρίζοντος, ἀλλ’ ἐκτός, ὁ μὲν ἐπὶ τὰ ἄνω, ὁ δ’ ἐπὶ τὰ κάτω. ἐκτὸς δ’ αὐτῶν ὄντων κατὰ ἓν μόνον σημεῖον ἐφάπτεται ἑκάστων ὁ ὁρίζων· κύκλος γὰρ κύκλου οὐκ ἐφάπτεται πλὴν εἰ μὴ κατὰ ἓν σημεῖον. εἰ οὖν κατὰ ἓν μόνον ἐφάπτονται οἱ ἀκροπόλοι τοῦ ὁρίζοντος, λέγεις δ’ Ἀριστότελες, ὅτι κατὰ τὰς ἁφὰς τοῦ πόλου καὶ τοῦ ὁρίζοντος ἐξέρχονται οἱ ἄνεμοι, οὐκέτι δώδεκα, ἀλλὰ δέκα εἰσίν, ὥσπερ καὶ αἱ τομαὶ ἤγουν αἱ ἐπαφαί. δευτέρα ἀπορία· τάχα γὰρ οὔτε δέκα ἔσονται οἱ ἄνεμοι, ἀλλὰ ὀκτώ, ἐπειδὴ ὁ ὁρίζων καὶ ὁ ἀρκτικὸς πόλος καὶ ὁ μεσημβρινὸς κατὰ ἓν σημεῖον ἐφάπτονται μόνον. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ἀνταρκτικοῦ καὶ νοτίου μέρους δύο μόνον ἐπαφαί, ἔτι δὲ ἀπὸ τοῦ ἐν μέσῳ πόλου. τρίτη ἀπορία· πῶς λέγεις ; εἰ γὰρ δίχα πάντας τοὺς πόλους τέμνει ὁ ὁρίζων, δῆλον ὅτι πάντες εἰσὶν ἐναντίοι πάντες γὰρ κατὰ διάμετρον πνέουσι) καὶ ἀεὶ ἔσονται καὶ αἱ νύκτες ἴσαι ταῖς ἡμέραις. πῶς, †Ἀριστότελες, τῶν ἀνέμων τοὺς μὲν εἶναι ἐναντίους, τοὺς δὲ δοκεῖν ἐναντίους, μὴ ὄντας δέ, ὅσοι μὴ κατὰ διάμετρόν εἰσιν ἀλλήλων; ἐνταῦθα δὲ θεωρείσθω ἡ καταγραφὴ τῶν πόλων, ἐν ᾗ ἔξωθεν τοῦ ὁρίζοντος θεωροῦν. τᾶι οἱ ἀκροπόλοι, δι’ ὧν ἡ ἀπορία κρατύνεται. τούτων τῶν ἀποριῶν ὁ μέγας φιλόσοφος μίαν έπίλυσιν ἐπιδέδωκεν, εἰπὼν οὕτως, ὅτι δεῖ ὑποθέσθαι ἀπὸ τοῦ κέντρου τοῦ ἀρκτικοῦ πόλου διάμετρον φερομένην, ἥτις πρὸς ὀρθὰς τέμνει τὸν μεσημβρινόν, ὅστις φέρεται κατ’ ἐπάνω τοῦ ἀρκτικοῦ, καὶ τεμνέτω αὐτὸν δίχα κατὰ διάμετρον. ταύτῃ τῇ τοῦ μεσημβρινοῦ, ᾗ τέμνει τὸν ἀρκτικόν, ἀγέσθω πρὸς ὀρθὰς εὐθεῖα, ἥτις διαπεραιοῦται εἰς τὰ ἀνατολικὰ καὶ δυτικὰ μέρη τοῦ ἀρκτικοῦ, ὡς εἶναι τὸ μὲν πέρας τῆς διαμέτρου τοῦ ἀρκτικοῦ ἐν τόπῳ. ὅθεν λέγεται πνεῖν ὁ θρασκίας, τὸ δ’ ἕτερον, ὅθεν λέγεται ὁ βορρᾶς. τούτων οὕτως ἐχόντων ἀπὸ τῶν περάτων τῆς διαμέτρου ταύτης τῆς τοῦ ἀρκτικοῦ τῶν δύο ἐπιζευγνύσθωσαν δύο εὐθεῖαι καὶ ἐρχέσθωσαν ἐπὶ τὸ κέντρον τῆς γῆς, αἵτινες εὐθεῖαι τιτρῶσαι τὴν γῆν ἔρχονται περὶ τὸ κέντρον αὐτῆς. τούτων οὕτως ἐχόντων ἀπὸ τῶν τρήσεων ἐκείνων οἱ πνέοντες ἄνεμοι ἐναντίοι εἰσίν, ἐπειδὴ ἀπὸ τῆς ἐπιζευχθείσης διμέτρου ἐπεζεύχθησαν αἱ εὐθεῖαι αἱ πρὸς τὸ κέντρον φερόμεναι. καὶ οὗτοί εἰσιν ὅ τε θρασκίας καὶ ὁ βορρᾶς. ταὐτὸ δὲ γινέσθω καὶ ἐπὶ τοῦ νοτίου πόλου. τάχα λέλυται τὸ πρῶτον ἄπορον καὶ τὸ δεύτερον ἄπορον· οὐκέτι γὰρ δέκα ἢ ὀκτὼ οἱ ἄνεμοι, ἀλλὰ δώδεκα. ἀλλὰ μὴν καὶ τὸ τρίτον· οὐκέτι γὰρ ὁ ὁρίζων δίχα τέμνει πάντας τοὺς κύκλους, ὡς εἶναι ἴσην τῇ ἡμέρᾳ τὴν νύκτα, ἀλλὰ τέμνει μὲν αὐτοὺς κατὰ δύο σημεῖα, οὐ μὴν κατὰ διάμετρον· ὅθεν οὐκ ἀεὶ ἴση ἡ νὺξ τῇ ἡμέρα εἰ μὴ ἐπὶ μόνου τοῦ ἰσημερινοῦ, ὥστε συμβαίνειν ἐναντίους μὲν πνεῖν τοὺς ἀνέμους κατὰ διάμετρον τὴν ἐπιζευγνυμέωην, μένην, μηκέτι δὲ τέμνεσθαι δίχα πάντας τοὺς πόλους. ὃ γὰρ ἐποιήσαμεν ἐπὶ τοῦ ἀρκτικοῦ πόλου καὶ ἐπὶ τοῦ ἀνταρκτικοῦ, τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων πόλων ποιητέον· δεῖ γὰρ καὶ ἐπὶ ἑκάστου ἐκείνων έπιζευγνυμένην εὐθεῖαν λαβεῖν διάμετρον, ἧς ἐκ τῶν περάτων δύο γραμμαὶ φερόμεναι περὶ τὸ κέντρον τιτρῶσι τὴν γῆν, κἀκεῖθεν πρόσφοροι ἄνεμοι ἑκάστῳ πόλῳ πνέουσιν ἐκείνου μὴ τεμνομένου δίχα ὑπὸ τοῦ ὁρίζοντος. οὕτως οὖν συμβαίνει δώδεκα εἶναι τοὺς ἀνέμους καὶ ἐναντίους εἶναι καὶ δίχα μὴ πάντας τέμνεσθαι τοὺς πόλους καὶ διὰ τοῦτο μὴ πάντως ἴσην εἶναι τῇ νυκτὶ τὴν ἡμέραν. ἀλλὰ μὴν κἀκεῖνο ἀπορητέον, πῶς ὁ Ἀριστοτέλης τοὺς ἀνέμους ἔφησε γίνεσθαι κατὰ τὰς τομὰς τῶν παραλλήλων πόλων τὰς γινομένας ὑπὸ τοῦ ὁρίζοντος, τοῦ ἀστρονόμου λέγοντος ἀπὸ τριάκοντα μοιρῶν ἀφίστασθαι ἕκαστον ἄνεμον. νῦν δὲ ὡς ἐπὶ τῆς προκειμένης διαγραφῆς οὐκ ἴσον ἀπἐχουσιν ἀπ’ ἀλλήλων αἱ τομαὶ τῶν κύκλων, ἀλλ’ αἱ μὲν πλέον, αἱ δ’ ἔλαττον. ἢ ῥητέον, ὡς ἐπέστησεν ὁ ἡμέτερος πρόγονος ὁ φιλόσοφος. ἐν γὰρ τῷ ἕκτῳ τῆς συντάξεως τῷ έπιγραφομέυῳ Περὶ ὁριζόντων καταγραφῆς ‘εὖρον, φησίν, ὡς ἐπὶ τοῦ πέμπτου κλίματος, ὅτι ἐν τῷ ὁρίζοντι τοῦ πέμπτου κλίματος τριάκοντα μοίρας ἀπέχουσι ἀλλήλων αἱ τομαί.’ τῶν οὖν πόλων γινομένων ὑπὸ τοῦ ὁρίζοντος ἐπειδὴ οὐκ ἐπ’ ἔλαττον, ὡς Ἀριστοτέλης ἔγκειται, ἐν τῷ τέλει τοῦ τετάρτου κλίματος καὶ ἐν τῇ ἀρχῇ τοῦ πέμπτου, μᾶλλον δὲ περὶ τὸ πέμπτον ἐστί, μήποτε ὡς πρὸς ἐκεῖνον τὸν ὁρίζοντα ἔλαβε τὴν καταγραφὴν τῶν τμημάτων. εἰ γὰρ τοῦτο, συνῳδὰ φθέγγεται τοῖς ἀστρονόμοις. εἴτε γὰρ τὸν ὁρίζοντα εἴποις κατὰ τριάκοντα μοίρας ἑαυτοῦ τέμνειν τοὺς πόλους, ὡς εἶναι ἕκαστον τμῆμα τοῦ ὁρίζοντος τριάκοντα μοιρῶν καὶ τοὺς ἀνέμους ἀπὸ τριάκοντα μοιρῶν ἀφίστασθαι ἀλλήλων, ὥς φασιν ἀστρονόμοι, εἴτε ὡς πρὸς τὸ πέμπτον κλίμα λάβῃς τὰς τομὰς τῶν πόλων ἀπὸ τριάκοντα μοιρῶν ἀπεχούσας, τὸ αὐτὸ συμβαίνει. ταῦτα ἕχει ἡ θεωρία. p. 362a31 ‘Ο νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ καὶ οὐκ ἀπὸ τῆς ἑτέρα ἄρκτου. Ἑτέραν ἄρκτον καλεῖ τὸν ἀνταρκτικὸν πόλον. τί οὖν φησιν; ὅτι ὡς δείξω οὐκ ἀπὸ τοῦ ἀνταρκτικοῦ πόλου πνεῖ ὁ νότος, ἀλλ’ ἀπὸ τοῦ τόπου πλησίον ἡμῶν, τουτέστιν ἀπὸ τοῦ θερινοῦ τροπικοῦ. ἀλλὰ πρῶτον λαμβάνει λῆμμα τὴν διαίρεσιν τῆς γῆς · εἶθ’ οὕτω τοῦτο δείκνυσιν. p. 362a32 Δύο γὰρ ὄντων τμημάτων τῆς δυνατῆς χώρας οἰ- κεῖσθαι. Ποῖον τούτων; ἑνὸς μὲν τοῦ μεταξὺ ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ, ὅπερ καὶ ἡμεῖς οἰκοῦμεν, ἑτέρου |δὲ τοῦ ὄντος μεταξὺ χειμερινοῦ τροπικοῦ καὶ ἀνταρκτικοῦ, ἀρκτικοῦ, ὅπερ ὁ μὲν λόγος ὑπαγορεύει οἰκεῖσθαι διὰ τὸ τὴν αὐτὴν ἀναλογίαν τῆς κράσεως φυλάττεσθαι, οἵαν καὶ ἐν τῇ καθ’ ἡμᾶς ζώνῃ. ὥσπερ καὶ αὕτη εὐκραής ἐστι διὰ τὸ εἶναι μεταξὺ ψυχροῦ χωρίου τοῦ πρὸς τὸν ἀρκτῷον πόλον καὶ τῆς διακεκαυμένης ζώνης, οὕτω καὶ ἐκείνη εὐκραής ἐστι διὰ τὸ κεῖσθαι ἀνὰ μέσον τοῦ νοτίου παραλλήλου, τοῦ καταψύχρου χωρίου φημί, καὶ τῆς διακεκαυμένης. ἀλλ’ εἰ καὶ ὁ λόγος τοῦτο ὑπαγορεύει, οὐκ ἴσμεν, εἰ ὅλως οἰκεῖται, διὰ τὸ μὴ δύνασθαι διελθεῖν ἀπ’ ἐντεῦθεν ἐκεῖσέ τινας, μητ’ ἀπ’ ἐκεῖθεν ἐνταῦθα διὰ τὸ μέσην εἶναι τὴν ἐκκεκαυμένην ζώνην, ἥτις ἐστὶ μεταξὺ θερινοῦ τροπικοῦ καὶ χειμερινοῦ. p. 362a35 αὶ οὕσης οἶον τυμπάνου. τοιοῦτο γὰρ τὸ σχῆμα τῆς γῆς ἐκτέμνουσιν ἀεὶ ἐκ τοῦ κέντρου αὐτῆς ἀγόμεναι γραμμαί. Αἱ γὰρ ἀπὸ τοῦ κέντρου ἀγόμεναι δύο γραμμαὶ προϊοῦσαι καὶ έπιπόλων] ζευγνύμεναι τῷ ὁρίζοντι κατὰ τὰ πέρατα τό τε EZ καὶ τὸ ΔΓ τοιαῦτα σχήματα ἀποτελοῦσι τῶν δύο ζωνῶν, τῆς τε καθ’ ἡμᾶς οἰκουμένης καὶ τῆς ἀντοικουμένης, οἷον τύμπανον σχηματίζουσαι μέχρι τοῦ νοτίου πόλου. p. 362b1 Καὶ ποιοῦσι δύο κώνους, τὸν μὲν ἕχοντα βάσιν τὸν τροπικόν, τὸν δὲ διὰ παντὸς φανερόν, τὴν δὲ κορυφὴν ἐπὶ τοῦ μέσου τῆς γῆς. Δύο κώνους λέγει τὸν ZPE καὶ ΚΡΛ. ὁ μὲν γὰρ ZPE κῶνος μὲν τὸν ZE θερινὸν τροπικὸν ἔχει, κορυφὴν δὲ τὸ P σημεῖον, ὅπερ ἐστὶ τοῦ παντὸς κέντρον· ὁ δὲ ΚΡΛ κῶνος βάσιν μὲν ἔχει τὸν ΚΛ πόλον, κορυφὴν δὲ τὸ P σημεῖον, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς γῆς. τοὐτων οὕτως ἐχόντων ἐκ τῶν βάσεων τούτων τῶν δύο κώνων γίνεται ἓν τμῆμα τῆς γῆς, κωνοειδὲς οὐ τέλειον, ἀλλὰ κόλουρος κῶνος, ὅστις ἐστὶν ὁ ΚΕΚΛ, βάσιν μὲν ἔχων τὸ ZE, κορυφὴν δ’ ἐλλιπῆ τὸ ΚΛ. ὃ δὲ λέγω ἐπὶ ἀρκτικῶν, τὸ αὐτό μοι νόησον κἀπὶ τῶν νοτίων. κἀκεῖ γὰρ γίνονται δύο κῶνοι, ὅ τε Δ’ καὶ ὁ MPN, κορυφὴν ἔχοντες τὸ P κέντρον, βάσιν δὲ τὸ ΔΓ καὶ τὸ MN. πάλιν δ’ οὗτοι οἱ κῶνοι ἓν τμῆμα τῆς γῆς ποιοῦσι, τουτέστι κόλουρον κῶνον τὸν ΜΝΓΔ, ὅστις βάσιν μὲν ἔχει τὸν ΔΓ χειμερινὸν τροπικόν, κορυφὴν δ’ ἀτελῆ τὸν ΜΝ νότιον πόλον. p. 362b5 Ταῦτα οἰκεῖσθαι μόνα δυνατόν. Ποῖα; τὰ δύο τμήματα δηλονότι, τουτέστι τὸν ΖΕΚΛ κόλουρον καὶ τὸν ΜNΔΓ, ἅτινα καὶ τύμπανα προσηγόρευσε. p. 362b6 Καὶ οὕτ’ ἐκεῖνα τῶν τροπικῶν· σκιὰ γὰρ οὐκ ἄν ἦν πρὸς ἅρκτον. οὔτε τὰ ἐντὸς τοῦ θερινοῦ καὶ χειμερινοῦ τροπικοῦ, τουτέστιν ὅλον τὸ πλάτος τῆς διακεκαυμένης ἄοικόν ἐστι. πόθεν δῆλον; ἐπειδὴ ἡ σκιὰ ἡ γινομένη ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ πᾶσα πρὸς ἄρκτον πίπτει, ἡ δὲ σκιὰ ἡ γινομένη ἐπὶ τῆς διακεκαυμένης ἢ πρὸς μεσημβρίαν πίπτει ἢ οὐ γίνεται σκιά, πλὴν ἐλαχίστη περὶ τὸ σῶμα πίπτουσα τὸ σκιάζον· πρὸς μεσημβρίαν μὲν πίπτει, ὅταν ἐν τῷ θερινῷ τροπικῷ ἔλθῃ ὁ ἥλιος, περὶ δὲ τὸ σῶμα μόνον, ὅταν κατὰ κορυφὴν ἔλθῃ, τουτέστιν εἰς τὸν ἰσημερινὸν τροπικόν. εἰ οὖν οἰκοῖτο, φησί, καὶ μεταξὺ †τοῦ τροπικοῦ, οὐκ ἔδει διττὴν σκιὰν πίπτειν πρὸς ἄρκτον ἐν τῷ μεσουρανεῖν τὸν ἥλιον, ἀλλὰ ποτὲ μὲν πρὸς μεσημβρίαν, ποτὲ δὲ πρὸς ἄρκτον, ποτὲ δὲ καὶ ἐκλιμπάνειν· πρὸς ἄρκτον μὲν ὡς πρὸς τὴν ἡμετέραν οἰκουμένην, πρὸς μεσημβρίαν δὲ ὡς πρὸς τοὺς ὑπὸ τὸν θερινὸν τροπικὸν οἰκοῦντας, εἴπερ ἦσαν, ἀσκίους δὲ ὡς πρὸς τοὺς ὑπὸ τὸν ἰσημερινὸν παράλληλον. ἀλλὰ μὴν οὐχ ὁρῶμεν οὐδαμοῦ σκιὰν οὔτ’ ἐκλιμπάνουσαν οὔτε πρὸς νότον τρεπομένην μεσουρανοῦντος τοὐ ἡλίου· οὐκ ἄρ οἰκοῦντι οὗτοι οἱ τόποι. p. 362b9 Φαίνεται δὲ καὶ ὁ Στέφανος κατὰ τὸν τόπον τοῦτον. Φαίνεται γὰρ ὑπὲρ κεφαλὴν γινόμενος ἡμῖν, ὅταν ᾖ κατὰ τὸν μεσημβρινόν. πιστοῦται τὸν λόγον, ὅτι βορείαν ἔχομεν ἡμεῖς τὴν οἴκησιν ἐντὸς ὄντες τοῦ θερινοῦ τροπικοῦ ἀπὸ τοῦ Στεφάνου τῆς Ἀριάδνης. οὗτος γὰρ βόρειος ὢν πρὸς τῷ ἀρκτῴῳ πόλῳ, ἐπὰν ἔλθῃ κατὰ τοῦ μεσημβρινοῦ, τουτέστιν ἐν τῷ μεσουρανήματι, τηνικαῦτα κάθετος ἡμῖν ἐστιν. ᾧ δῆλον, ὅτι βορεία ἐστὶν ἡ καθ’ ἡμᾶς οἰκουμένη· οὐ γὰρ ἄν ἄλλως κάθετος ἐφαίνετο ἡμῖν, εἰ μὴ βόρειος ὑπῆρχεν ἡμῶν. p. 362b12 Διὸ γελοίως γράφουσι νῦν τὰς περιόδους τῆς γῆς. Καταμέμφεται τοὺς γεωγράφους, ὅτι σφαιρικῶς τὴν καθ’ ἡμᾶς οἰκουμένην γράφουσιν· οὐ γὰρ ἔδει σφαιρικῶς αὐτὴν γράφειν, ἀλλὰ ζωνοειδῶς. ἐδείξαμεν γάρ, ὅτι τύμπανόν ἐστιν ἡ καθ’ ἡμᾶς οἰκουμένη οὐκ ἔχουσα τὸ πλάτος ἴσον τῷ μήκει· πολὺ γὰρ προάγει τὸ μῆκος τοῦ πλάτους, ἐν δὲ κύκλῳ ἴσον τὸ πλάτος τῷ μήκει· τὸ μέσον γὰρ θερινοῦ τροπικοῦ ὁ ***πόλου ἐστὶ τὸ πλάτος μόνον, τὸ δὲ μῆκος ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν. p. 362b14 Ὅ τε γὰρ λόγος δείκνυσιν, ὅτι τὸ πλάτος ὥρισται, τὰ δὲ κύκλῳ συνάπτειν ἐνδέχεται διὰ τὴν κρᾶσιν. ἔδειξεν ὁ λόγος, φησίν, ὅτι ἐλάχιστόν ἐστι τὸ πλάτος τῆς καθ’ ἡμᾶς οἰκουμένης ὡς πρὸς τὸ πᾶν, τὸ μέντοι μῆκος μέγιστον. καὶ τί λέγω μέγιστον; ὅπου γε καὶ εἰς τοὺς ἀντίποδας ἦν δυνατὸν ἐλθεῖν τινα, τουτέστιν εἰς τὸ ὑπὸ γῆν ἡμισφαίριον, ὅσον κατὰ τὴν εὐκρασίαν· ἀλλὰ τοῦτο οὐ γίνεται διὰ τὸ εἶναι μεταξὺ θαλάσσας ἄλλας τε καὶ αὐτὸν τὸν Ὠκεανόν. οὕτω μέγιστόν ἐστι τὸ μῆκος, ὡς συνάπτειν τὰ δύο ἡμισφαίρια. |p. 362 b 21 Τὸ γὰρ ἀφ’ ‘Ηρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς τοῦ ἐξ Αἰθιοπίς πρὸς τὴν Μαιῶτιν καὶ τοὺς ἐσχατεύοντας τῆς Σκυθίας τόπους πλέον ἢ πέντε πρὸς τρία τὸ μέγεθος. Ὅρους λαμβάνει τοῦ μήκους καὶ τοῦ πλάτους τῆς καθ’ ἡμᾶς οἰκουμένης. καὶ τοῦ μὲν μήκους ἐπὶ δυσμὰς τὰς Ἡρακλείους στήλας, πρὸς δὲ ἀνατολὰς τὴν ἐσχάτην Ἱνδίαν, παρ’ οἷς ἐστιν ἡ Ἐρυθρὰ θάλασσα. δῆλον δ’ ὅτι οἱ ὅροι οὗτοι τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου ὄντες μήκους εἰσί· τοῦ δὲ πλάτους πρὸς μὲν τὴν διακεκαυμένην ζώνην ὅρους λαμβάνει τοὺς Αἰθίοπας, πρὸς δὲ ἄρκτον τὴν Μαιῶτιν καὶ τοὺς ἐσχάτους Σκύθας. καί φησιν, ὅτι ὥσπερ τὰ πέντε τῶν τριῶν ὑπερέχει, οὕτω τὸ μῆκος τοῦ πλάτους. ἀλλὰ μὴ νομίσῃς, ὅτι τοῦτο εἶπεν, ὅτι ὅσον τὰ πέντε τῶν τριῶν ὑπερέχει, τοσοῦτον τὸ μῆκος τοῦ πλάτους· οὔτε γὰρ τοσαύτη μόνον ἐστὶν ἡ ὐπεροχὴ τοῦ μήκους πρὸς τὸ πλάτος, ἀλλὰ πολλαπλασία. ἀλλὰ παράδειγμα δεῖ λαβεῖν, ὅτι ‘ὥσπερ’ οὐχ ‘ὅσον’. p. 362b30 ἐπεὶ δ’ ὁμοίως ἔχειν ἀνάγκη τόπον τινὰ πρὸς τὸν ἕτερον πόλον. Ἐπειδή, φησί, πρὸς τῷ ἀρκτικῷ πόλῳ ἐστὶ τὸ τύμπανον τοῦτο δὴ τὸ χωρίον, ἐν ᾧπερ ἡμεῖς οἰκοῦμεν, δῆλον ὅτι καὶ πρὸς τῷ νοτίῳ πόλῳ ἡ ἀναλογία φυλάττεται. οὐκοῦν ὥσπερ τοῦτο εὐκραές ἐστι τὸ χωρίον, ἐν ᾧπερ ἡμεῖς οἰκοῦμεν, κἀκεῖνο ὁμοίως ἐστὶν εὐκραές· καὶ ὥσπερ ἐνταῦθα πνεῖ ἄνεμός τις ἀπὸ τῆς ἄρκτου, οὕτω κἀκεῖσε πνεῖ ἀπὸ τῆς ἄρκτου. ἀλλ’ οὐ δυνατὸν οὔτε τὸν ἐκεῖθεν ἄνεμον ἐνθάδε πνεῖν οὔτε τὸν ἔνθεν ἐκεῖσε διὰ τὸ διάστημα. καὶ ὅρα, πῶς ἀψοφητὶ μετὰ τὸ λῆμμα τὴν κατασκευὴν ἐπάγει, ὅτι οὔτε ἀποπνεῖ ἀπὸ τοῦ νοτίου πόλου ὁ νότος ἐνταῦθα εἰ γὰρ οἱ καθ’ ἡμᾶς ἄνεμοι οὐ πανταχόσε πνέουσι διὰ τὸ ἐξασθενεῖν ὑπὸ τοῦ μήκους, πόσῳ μᾶλλον ὁ ἐκεῖθεν νότος;) οὔτε ἀπὸ χειμερινῆς τροπῆς. p. 363a10 οὕτω γὰρ τὸ ἀνάλογον ἀποδίδωσι. Τί φησιν; ὅτι οὔτε ἀπὸ χειμερινῆς τροπῆς πνεῖ ὁ καθ’ ἡμᾶς νότος, ἐπειδὴ ἔδει τὴν ἀναλογίαν φυλαχθῆναι τὴν αὐτὴν ἐπὶ τῶν νοτίων ἐτησίων ὥσπερ ἐπὶ τῶν βορείων. ἐπειδὴ γὰρ οἱ βόρειοι ἐτησίαι ἀπὸ τοῦ θερινοῦ τροπικοῦ πνέουσι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς. ἔδει καὶ τοὺς νοτίους, εἴπερ ἀπὸ τοῦ χειμερινοῦ πνέουσι, μετὰ εἴκοσιν ἡμέρας πνεῖν. ἀλλὰ μετὰ ἑβδομήκοντα ἡμέρας τῆς τροπῆς πνέουσιν· οὐκ ἄρα ἀπὸ τοῦ χειμερινοῦ πνεῖ ὁ νότος. p. 363a13 κεῖνος ὁ τόπος διὰ τὴν τοῦ ἡλίου γειτνίασιν οὐκ Περὶ τῆς διακεκαυμένης λέγει ζώνης, ὅτι διὰ τὸ τὸν ἥλιον ἀεὶ ἐπικεῖσθαι ξηροτάτη ἐστὶ καὶ θερμοτάτη. ἀλλ’ εἴποις ἄν· καὶ πόθεν ἰσχυρὸς ἄνεμος ἐκεῖθεν πνεῖ ὁ νότος, εἴπερ μὴ ἔστιν ἰκμὰς ἡ ποιοῦσα τὴν ὕλην τῶν ἀνέμων; αὐτός φησιν, ὅτι τῷ εἶναι πολλὴν γῆν ἀναπεπταμένην· ὅλη γὰρ ἡ μεταξὺ τῶν δύο τροπικῶν, θερινοῦ τε καὶ χειμερινοῦ, τὸ ἀπὸ ἑκάστης γῆς μερικῶς συναγόμενον πνευμάτιον ποιεῖ ἕνα σφοδρὸν ἄνεμον, τὸν νότον. p. 363a18 18 Τίσ μὲν οὖν αἰτία τούτων τῶν ἀνέμων. Αἰτία ὑλική. εἴρηται γάρ, ὅτι οὐκ ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἀλλὰ καπνώδης ἀναθυμίασις. p. 363a21 Περὶ δὲ θέσεως αὐτῶν, καὶ τίνες ἐναντίοι τίσι, καὶ ποίους ἅμα πνεῖν ἐνδέχεται, ποίους δ' οὕ. Ταῦτα πάντα ζητήσει ἐν τοῖς ἐφεξῆς. p. 363a25 Δεῖ δὲ περὶ τῆς θέσεως ἅμα τοὺς λόγους ἐκ τῆς ὑπο- γραφῆς θεωρεῖν. ᾿Εντεῦθεν λοιπὸν περὶ τῆς θέσεως τῶν ἀνέμων διαλαμβάνει κτὰ τὸ προειρημένον διάγραμμα. p. α26 Γέγραπται μὲν οὖν τοῦ μᾶλλον εὐσχημόνως ἔχειν ὁ τοῦ ὁρίζοντος κύλκλος· διὸ καὶ στρογγύλος. ᾿Επειδή, φησί, †τῆς καθ’ ἡμᾶς οἰκουμένης τὸν ὁρίζοντα, ἵνα τοὺς ἐν ταύτῃ ἀνέμους ὑπογράψω, αὕτη δ’ οὐκ ἔστι x003E; ἀλλ’ ἐπιμήκης οὔτε γὰρ ἐξισάζει τὸ μῆκος τῷ πλάτει), δῆλον ὅτι οὔτε ὁ ταύτης ὁρίζων ἐστὶ κυκλοτερής, ἀλλ’ ἐπιμήκης ὡς πρὸς τὴν οἰκουμένην γῆν· ἀλλ’ εἰ καὶ μὴ ἔστι κυκλοτερὴς ὁ ὁρίζων, ἀλλ’ οὖν κυκλοτερὴς καταγεγράφθω διὰ τὸ εὔσχημον. p. 364a5 Τοῦ δ’ εἶναι πλείους ἀνέμους ἀπὸ τῶν πρὸς ἄρκτον τόπων. ᾿Εντεῦθεν τὴν αἰτίαν λέγει τοῦ μείζονα εἶναι τὰ νότια πνεύματα. Πρᾶξις κη. p. 364a13 ἔστι δὲ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τε ἀπαρκτίας καὶ θρασκίας μέσης. Διδάξας ἡμᾶς ὁ φιλόσοφος περὶ τῆς θέσεως τε καὶ ὀνομασίας τῶν ἀνέμων, ὅτι δώδεκά εἰσι τὸν ἀριθμὸν ἀπὸ τῶν δώδεκα τμημάτων καὶ τῶν ἓξ πόλων πνέοντες, νῦν συναίρεσιν ποιεῖ τῶν δώδεκα ἀνέμων καὶ οἷόν τινα συγ εἰς τέσσαρας ἀνέμους καθολικωτέρους. καί φησιν, ὅτι πάντες οὗτοι συγκεφαλαιοῦνται εἰς τέσσαρας ἀνέμους μεγίστους ἐναντίους· ἀνατολι- κῶν μὲν γὰρ πάντων εἷς μόνος ἐστὶν ὁ κυρίως, λέγω δὴ ὁ ἀπηλιώτης, δυτικῶν ζέφυρος, ἀρκτικῶν δὲ ἀπαρκτίας, νοτίων δὲ νότος. εἶτα πάλιν ἑτέραν συναίρεσιν τούτων ποιεῖται συντομωτέραν καὶ συγκεφαλαιοῖ τοὺς τέσσαρας |εἰς δύο, βορρᾶν τε καὶ νότον. καὶ δίδωσι τῷ μὲν βορρᾷ τοὺς δυτικοὺς ἀνέμους πάντας καὶ ἀρκτικοὺς ὡς ψυχροὺς ψυχρῷ, τῷ δὲ νότῳ τοὺς ἀνατολικοὺς πάντας καὶ νοτίους ὡς θερμοὺς θερμῷ. θερμότερα γὰρ τὰ ἀνατολικὰ μέρη τῶν δυτικῶν, ἐπειδὴ ἀνερχόμενος ὁ ἥλιος καὶ τέως πρὸς ταῖς ἀνατολαῖς ὑπάρχων θερμαίνει μὲν τὰ ἀνατολικὰ μάλιστα, ἧττον δὲ τὰ δυτικά· μεσουρανῶν δὲ καὶ πρὸς δυσμὰς ὁρμώμενος ἄρχεται τὰ μὲν δυτικὰ μέρη μᾶλλον θερμαίνειν, ἧττον δὲ τὰ ἀνατολικά. ἀλλ’ ὅσον ἐπὶ τούτῳ φαίη ἄν τις ἀντανίσωσιν γίνεσθαι καὶ ὁμοίως εἶναι θερμὰ τὰ ἀνατολικὰ τοῖς δυτικοῖς, ἐπειδὴ ὁμοίως θερμαίνονται ἄμφω τὰ μέρη. ἀλλὰ λέγομεν, ὅτι μεσουρανἠσαντος τοῦ ἡλίου καὶ ἐπὶ δυσμὰς κλίναντος μεμένηκεν κεν ἔτι θερμότερα τὰ ἐν τοῖς ἀνατολικοῖς, ἐπειδὴ ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος, ἐλθόντος δ’ εἰς τὰς δυσμὰς τοῦ ἡλίου καὶ δύσαντος οὐκέτι ἐφυλάχθη ἡ θερμασία ἐν τῇ δύσει διὰ τὸ ὑπὸ γῆν γεγονέναι τὸν ἥλιον. οὕτω τοίνυν κατασκευάζομεν, ὅτι θερμότερά ἐστι τὰ ἀνατολικὰ τῶν δυτικῶν. οὕτω τοί· νυν ὁ φιλόσοφος συγκεφαλαιωσάμενος πάντας τοὺς ἀνέμους εἰς δύο, βορρᾶν τε καὶ νότον, καὶ διανείμας ἑκάστῳ τοὺς οἰκείους, δέκα θεωρήματα περὶ αὐτῶν παραδίδωσιν. ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον · ποῖοι ἄνεμοι τίσι συμπνέουσι; δεύτερον· ποῖοι ἄνεμοι πότε πνέουσι; τρίτον· ποῖοι ἄνεμοι τίνας παύουσι; τέταρτον· τίνες ἐναντίοι ὄντες τὰ αὐτὰ ἐργάζονται; πέμπτον· τίνες τῶν ἀνέμων εἰσὶ νιφετώδεις; ἕκτον· τίνες χαλαζώδεις; ἕβδομον· τίνες ἐπινέφελοι; ὄγδοον· τίνες άστραπαῖοι ; ἔνατον· τίνες ἐκνεφφίαι; δέκατον καὶ τελευταῖον· τίνες ἐτησίαι; ταῦτα τὰ δέκα νῦν περὶ ἀνέμων παραδλίδωσιν Ἀριστοτέλης. ἀλλὰ φέρε τούτων ἕκαστον διεξέλθωμεν. καὶ τὸ μὲν πρῶτόν φαμεν, ὅτι οἱ ἐναντίοι ἀλλήλοις οὐ συμπνέουσιν, βορρᾶς τε καὶ νότος καὶ οἱ λοιποὶ ἐναντίοι· εἴργουσι γὰρ ἀλλήλων τὴν πρόοδον. εἰ μὲν γὰρ ἰσοσθενεῖς ὦσι, στάσις πάντως γενήσεται καὶ ἠρεμία· εἰ δὲ θάτερος περιγένηται, θάτερος παύεται. ὥστ’ οὐ δυνατὸν ἀλλήλοις συμπνεῖν τοὺς ἐναν- τίους αὐτῶν, οὐ τοῦτό μου λέγοντος, ὅτι οὐδ’ ὅλως εἰ γὰρ οὕτως, ἀναιρήσομεν τὸν κατὰ Βοῦραν καὶ Ἑλίκην γεγονότα κατακλυσμόν, ἔνθα ἐναντίων ἀνέμων πνευσάντων καὶ ἐκεῖ συναθροισθέντων νεφῶν ἐγένετο κατακλυσμός), ἀλλ’ ὅτι μέχρι μέν τινος συμπνέουσιν, οὐ μετὰ πολὺ δὲ περιγίνεται θάτερος θατέρου καὶ μόνος πνεῖ. οὗτοι μὲν οὖν οὐ συμπνέουσιν ἐπὶ τὸ πολύ, συμπνέουσι δὲ οἱ μὴ ἐναντίοι. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ πολλάκις εἰς τὸν αὐτὸν τόπον ἐκ διαφόρων πλέομεν τόπων οὔριον ἔχοντες ἄνεμον· ᾧ δῆλον, ὅτι συμπνέουσιν ἀλλήλοις οἱ ἄνεμοι οἱ μὴ κατὰ διά. μέτρον ὄντες. τοῦτο μὲν ἦν τὸ πρῶτον. δεύτερον, ποῖοι ἄνεμοι πότε πνέουσι. φαμέν, ὅτι ἐν μὲν ταῖς θερμοτέραις ὥραις, θέρει τε καὶ φθινοπώρῳ, οἱ ψυχροὶ ἄνεμοι πνέουσι μάλιστα, ζέφυρός φημι καὶ οἱ ἀπὸ τοῦ δυτικοῦ πάντες, ἐν δὲ ταῖς ψυχραῖς ὥραις χειμῶνος τε καὶ ἔαρος οἱ θερμοί, ἀπηλιώτης φημὶ καὶ οἱ ἄλλοι ἀνατολικοί. καὶ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε μὴ συμφώνως τῇ ὥρᾳ καὶ οἱ ἄνεμοι πνέουσιν, ἀλλ’ ἐναντίως. καὶ λέγομεν, ὅτι ἐπειδὴ θερμά εἰσι φύσει τὰ ἀνατολικὰ μέρη, ἐπὰν ὁ ἥλιος γένηται ἐν τῇ θερινῇ τροπῇ, ἔτι ἐκθερμαίνεται ἡ ἐκεῖσε ἐκεῖσε γῆ· καὶ ἐκ τῆς ἄγαν θερμότητος ἐκλείπει καὶ ἀναλίσκεται ἡ ὕλη τοῦ ἀνέμου, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις, δίκην ἀχύρου ἐμβληθέντος εἰς πῦρ, φησίν, ὅτι καὶ μηκέτι καπνὸν ποιήσαντος. καὶ γὰρ ἡ ἄμετρος θερμότης ἐκδαπανᾷ τὴν ὕλην τοῦ ἀνέμου καὶ ἡ ἄμετρος κατασβέννυσιν. οὕτω μὲν οὖν καὶ διὰ τὸ ἐκδαπανᾶσθαι τὴν ὕλην τοῦ ἀνέμου ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐν θέρει ἀνατολικὸς ἄνεμος οὐ γίνεται. ἀλλὰ μὴν οὔτ’ ἐν χειμῶνι δυτικός· ἐπειδὴ γὰρ ψυχρά εἰσι τὰ δυτικὰ μέρη, χειμῶνος ἀφισταμένου τοῦ ἡλίου ψυχρότερα γίνονται, καὶ ἐκ τῆς πολλῆς ψύξεως κατασβέννυται ἡ καπνώδης ἀναθυμίασις καὶ οὐ γίνεται δυτικὸς ἄνεμος. τρίτον ἦν ζητῆσαι, ποῖοι ἄνεμοι τίνας παύουσι. καί φαμεν, ὅτι βορρᾶς τὸν νότον οὐχ ὡς ἰσχυρός, ἀλλ’ ὡς ὑγρότερος καὶ βαρύτερος· ἐμπίπτων γὰρ τῷ νότῳ τὸ ἰταμὸν αὐτοῦ καὶ ξηρὸν διυγραίνει καὶ διαλύει καὶ οὕτως ἀποπαύει. ἐλέγομεν γὰρ ἀνωτέρω, ὅτι βορρᾶς ἀπὸ ὀλίγης μὲν γῆς πνεῖ, πολλὴν δ’ ἐχούσης ἀναθυμίασιν διὰ τὸ εἶναι αὐτὴν ἔνικμον δίκην τοῦ χλωροῦ ξύλου, ὁ δὲ νότος ἀπὸ πολλῆς μὲν γῆς, ἀνίκμου δέ· καὶ τούτου χάριν δριμὺς καὶ ἔντονός ἐστι καὶ ὀλίγος. τοῦτο τὸ τρίτον. τέταρτον ἦν θεώρημα, τίνες ἐναντίοι ὄντες τὰ ὅμοια ποιοῦσιν. οὗτοι· ὁ καικίας καὶ ὁ λὶψ κατὰ διάμετρον ὄντες ὑγροί εἰσιν ἄμφω. ὁ γὰρ λὶψ μεταξὺ ὢν ζεφύρου καὶ λιβονότου ἐρανίζεται τοῦ μὲν ζεφύρου τὸ ψυχρόν, τοῦ δὲ λιβονότου τὸ ὑγρόν, καὶ ὑγραίνει, ἐπὰν πνεύσῃ· ὁ δὲ καικίας μεταξὺ ὢν τοῦ ἀπηλιώτου καὶ βορέου ἐρανίζεται τοῦ μὲν βορέου τὸ ὑγρόν, τοῦ δ’ ἀπηλιώτου τὸ θερμόν· καὶ οὕτως ὑγραίνει φυσῶν. εὖρος δὲ καὶ ἀργέστης ξηροὶ μὲν ἅμα φύσει· ὁ μέντοι εὖρος κατ’ ἀρχὰς μέν ἐστι ξηρός, προιὼν δὲ ὑγρὸς γίνεται· νοθεύεται γὰρ ὑπὸ τῶν νοτίων πνευμάτων. οὗτοι ὢ ἐναντίοι ὄντες τὰ ὅμοια ποιοῦσι. καὶ ἔχεις τὸ τέταρτον θεώρημα. πέμπτον ζητητέον, τίνες εἰσὶ νιφετώδεις· καὶ ἕκτον, τίνες χαλαζώδεις. καὶ φαμεν, ὅτι νιφετώδεις μέν εἰσιν ἤτοι χιονώδεις ὅ τε βορρᾶς καλούμενος μέσης καὶ ὁ ἀπαρκτίας, χαλαζώδεις δὲ ὅ τε ἀπαρκτίας πάλιν καὶ θρασκίας καὶ ἀργέστης. καὶ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε οἱ |ψυχρότατοι ἄνεμοι μὴ τὸ ψυχρότατον ποιοῦσιν, ἀλλὰ τὸ ἧττον ψυχρότατον. ὁ γὰρ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης ψυχρότατοί εἰσιν, ἐπειδὴ δυτικώτεροι. ἐχρῆν οὖν τὴν χιόνα αὐτοὺς ποιεῖν, καθὸ ψυχροτέρα ἐστὶν αὕτη τῆς χαλάζης καὶ ὡς ἐν χειμῶνι γεγονυῖα καὶ ὅλως μὴ μεταβληθείσης εἰς ὕδωρ, ἀλλ’ ἄντικρυς παγείσης, †ὡς ἔστιν ἡ ἀτμίς. τὸν δὲ βορρᾶν ἔδει τὴν χάλαζαν ποιεῖν, ὃς ἦν ἧττον ψυχρός, τὴν ἧττον ψυχράν. ἡ λέγομεν, ὅτι πολλάκις τὰ ἐναντία κατὰ συμβεβηκὸς δρῶσιν, οἷον τὸ ὕδωρ ψ. υχρὸν πολλάκις θερμαίνει κατὰ συμβεβηκὸς τῷ ἀντιπερίστασιν ποιεῖν· ἐναποκλειόμενον γὰρ ἐντὸς τὸ θερ- μὸν καὶ μὴ διαφορούμενον θερμαίνει. ἀλλὰ καὶ τὸ θερμὸν ἔστιν ὅτε ψύχει τῷ ἐκδιαφορεῖν τὴν ἐντὸς θερμασίαν. εἰ οὖν τοῦτο, τί ἄν ἄτοπον ψυχροτάτου ὄντος τοῦ ἀνέμου τὸ ἧττον ποιεῖν ψυχρόν, λέγω δὴ τὴν χάλαζαν, τῷ περιπηγνύναι τὰ ἐκτὸς ταχέως καὶ μὴ φθάνειν μέχρι τοῦ ἐντὸς τὴν ψῦξιν ἐπὶ τῆς ἀτμίδος ἀφικνεῖσθαι, καὶ διὰ τοῦτο μεταβάλλεσθαι πρῶτον εἰς ὕδωρ, εἶθ’ οὕτω πήγνυσθαι καὶ ποιεῖν χάλαζαν. ἐπὶ δὲ τοῦ βορέου, ἐπειδὴ οὐκ ἔστιν οὗτος ψυχρότατος, οὑκ ἀθρόως παραπήγνυσι τὰ ἐκτὸς τῆς ἀτμίδος, ἀλλὰ κατὰ μέρος, καὶ λοιπὸν ὅλην ὡς ὅλην πήγνυσι πρινὴ εἰς ὕδωρ μεταβληθῆναι. καὶ τούτου χάριν ποιεῖ τὴν χιόνα μὴ ὢν ψυχρότατος. ἕβδομον ζητῆσαι, ποῖοί εἰσιν ἐπινέφελοι. καί φαμεν, ὅτι καικίας τε καὶ βορέας. ὁ μὲν καικίας ὡς ἐφελκόμενος ἐφ’ ἑαυτὸν τὰ νέφη τῷ γὰρ εἶναι ἠρέμα ψυχρὸς παχύνει τὴν ἀναδιδομένην ἀτμίδα πολλὴν οὖσαν ἐκεῖσε ἐν τοῖς ἀνατολικοῖς μέρεσι καὶ πολλὰ νέφη συνίστησι), τῷ δ’ ἐφέλκειν αὐτὸν ἐπινέφελον ποιεῖ τὸν ἀέρα· συμβάλλονται δὲ αὐτῷ πρὸς τοῦτο βορέας τε καὶ εὖρος ὑγροὶ ὄντες πλησίον αὐτοῦ· ὕλην γὰρ αὐτῷ χορηγοῦσιν. ὁ δὲ βορέας πάλιν ἐπινέφελον ποιεῖ τὸν ἀέρα τῷ συναθροίζειν αὐτὰ διὰ πόρρω, ὥσπερ ἐν τῇ Αἰγύπτῳ γίνεται. ὄγδοον ζητητέον, ποῖοί εἰσιν ἀστραπαῖοι τῶν ἀνέμων, τουτέστι πόσοι μάλιστα ποιοῦσιν ἀστραπάς· βορέας, ἀπαρκτίας, θρασκίας, ἀργέστης, οὐ πάσας δέ, ἀλλὰ τὰς κατ’ ἐκπυρηνισμὸν γινομένας· καπνώδη ἀναθυμίασιν, εἶτ’ . ἐκείνων μὴ διαφορουμένων θερμαίνεται καὶ ἐξάπτει, καὶ τελευταῖον μηκέτι στεγομένη ἐκπυρηνίζεται τῆς ψύξεως ἐκθλιβούσης καὶ ποιεῖ τὴν ἀστραπήν. ἔνατον, τίνες εἰσὶν ἐκνεφίαι ἄνεμοι. ἐκνεφίας δὲ νῦν καλῶ οὐ τοὺς κυρίως ἐκνεφίας· ἀλλὰ πρῶτον μάθωμεν, τίνες εἰσὶν ἐκνεφίαι ἄνεμοι. ἐκνεφίαι γὰρ λέγονται οἱ ἀπὸ τῶν νεφῶν πνέοντες. ἀλλ’ οὗτοι διττοί εἰσιν· ἢ γὰρ ἀμεταβλήτου μενούσης τῆς καπνώδους ἀνα- θυμιάσεως γίνονται, ὡς μαθησόμεθα ἐν τῷ τρίτῳ βιβλίῳ οἵτινες καὶ τυφπωνες προσαγορεύονται) ἢ τοῦ ἰσχυροῦ ἀνέμου ἀποδιώκοντος τὰ νέφη. εἶτα ἐκείνου παυσαμένου ἄλλου ἰσχυροτέρου ἐπαναστάντος καὶ ἀντωθήσαντος τὰ νέφη, ὡς παλίρροιαν γενέσθαι τῶν νεφῶν, λέγεται οὗτος ἐκνεφίας ὁ ἅνεμος ὡς ἀντωθῶν πάλιν τὰ νέφη, ὅθεν ἦλθον· εὑρίσκεται γὰρ καὶ οὗτος ἀπὸ τῶν νεφῶν πνέων. περὶ οὖν τούτου τοῦ ἐκνεφίου νῦν διαλαμλαμβάνει, ὅστις οὐ κυρίως ἐστὶν ἐκνεφίας, ἢ δῆλον, ὅτι πάντες οἱ βορέαι· ἰσχυρότατος γάρ ἐστιν ὁ βορέας οὐ τῇ δυνάμει, ὡς εἴρηται, ἀλλὰ τῷ πλήθει. ἐμπίπτων γὰρ οὗτος ἀποδιώκει τὰ νέφη εἰς τὸν τόπον, ὅθεν ἦλθον· καὶ τούτου χάριν ἐκνεφίας προσαγορεύεται. δέκατον καὶ τελευταῖον ἦν ζητῆσαι, ποῖοι ἄνεμοί εἰσιν οἱ ἐτησίαι, καὶ τοῦτο δῆλον, ὅτι βορέαι· οἱ γὰρ ἐτησίαι οὐδὲν τούτου διαφέρουσι πλὴν τῷ χρόνῳ, ἐπειδὴ ὁ μὲν βορέας ἀδιαφόρως πνεῖ, οἱ δ’ ἐτησίαι οἱ ἐν χρόνῳ ὡρισμένως. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. p. 364a13 Ἕστι δὲ καὶ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τε ἀπαρκτίας. ᾿Ενταῦθα τὴν συγκεφαλαίωσιν ποιεῖται τῶν δώδεκα ἀνέμων εἰς τέσσαρας ἀνέμους μεγίστους. p. 364a19 Ὁμοίως δὲ τὰ μὲν βόρεια τούτου καλεῖται, τὰ δὲ νότια. ἐνταῦθα πάλιν συναίρεσιν ποιεῖται πάντων τῶν ἀνέμων εἰς δύο, νότον καὶ βορρᾶν. p. 364a24 Θερμότερα δὲ τὰ ἀπὸ τῆς ἕω τῶν ἀπὸ δυσμῶν, ὅτι πλείω χρόνον ὑπὸ τὸν ἥλιόν εἰσι τὰ ἀπὸ ἀνατολῆς. Ἴδου τὴν αἰτίαν αὐτὸς λέγει τοῦ εἶναι θερμότερα τὰ ἀνατολικά, ἣν ἡμεῖς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. p. 364a27 οὕτω δὲ τεταγμένων τῶν ἀνέμων δῆλον ὅτι πνεῖν τοὺς μὲν ἐναντίους οὐχ οἷοντε. ᾿Εντεῦθεν τὰ δέκα θεωρήματα, ὧν τὸ πρῶτόν ἐστι τοῦτο· ποῖοι ἅμα πνέουσι, ποῖοι δὲ ἅμα οὐ πνέουσι; p. 364a 32 Κατὰ δὲ τὰς ὥρας τὰς ἐναντίας οἰ ἐναντίοι μάλιστα πνέουσι. To δεύτερον θεώρημα τὸ λέγον ’ποῖοι πότε πνέουσιν ἄνεμοι, ποῖοι δὲ ποτε οὐ πνέουσιν; p. 364b3 ἐμπίπτουσι δὲ τοῖς ἄλλοις μάλιστα καὶ παύουσιν ἀπαρκτίς καὶ θρασκίας. To τρίτον ἐνταῦθα ἐζητήσαμεν, ποῖοι τίνας παύουσι ἄνεμοι· καὶ εἵπομεν, ὅτι βορέας. καλῶς δ’ εἶπεν ‘έμπίτειν’ δηλῶν αὐτοῦ τὸ ἔκλυτον καὶ βαρύ. ὅθεν διὰ τὸ εἶναι πλῆθος τῆς ἀναθυμιάσεως ἀεὶ ἀποσοβεῖ τὰ νέφη καὶ αἰθρίαν ποιεῖ μάλιστα, ὅταν μὴ ψυχρὸς πνεῖ· εἰ γὰρ εἴη ψυχρός, παχύνει τὴν ἀτμίδα, πρινὴ ἀποσοβῆσαι, καὶ εἰς ὕδωρ μεταβάλλει. p. 364 b 14 Αἱ δὲ περιστάσεις γίνονται αὐτῶν καταπαυομένων εἰς τοὺς ἐχομένους κατὰ τοῦ ἡλίου μετάστασιν. |Νῦν περὶ πάντων ἁπλῶς λέγει τῶν ἀνέμων, ὅτι μάλιστα ἐκεῖνοι ρονται, ἐφ’ οὓς ἄν ὁ ἥλιος χωρῇ· τῆς παρενούσης ἰκμάδος ἐν τῇ γῇ, ἣν καλεῖ ἀρχὴν τῶν ἀνέμων ὡς ὕλην, τηνικαῦτα ὑπὸ τοῦ ἡλίου ἑλκομένης καὶ ἀναδιδομένης γίνονται οἱ ἄνεμοι. ὅθεν οἱ ἐτησίαι μάλιστα πνέουσι θέρους διὰ τὸ ἀνιόντος τοῦ ἡλίου ἐπὶ βορρᾶν λύειν τὴν χιόνα καὶ ὑγραίνειν τὴν γῆν καὶ γίνεσθαι ὕλην τῶν ἀνέμων· οἱ μέντοι ἀπηλιῶται παύονται διὰ τὸ διαφορεῖσθαι τὴν ὕλην αὐτῶν ἐκ τῆς θερμότητος. p. 364b17 Οἱ ἐναντίοι δέη ταὐτὸν ποιοῦσιν ἡ ἐναντίον. To τέταρτον θεώρημα, ἔνθα λέγομεν, ποῖοι ἐναντίοι ὄντες τὰ αὐτὰ ποιοῦσιν. οἷον ἀπὸ τοῦ ΖΓ καὶ ἀπὸ τοῦ ΔΕ. p. 364b21 Νιφετώδεις δὲ μέσης καὶ ἀπαρκτίας. Ἴδου τὸ πέμπτον. p. 364b 22 Χαλαζώδεις δὲ ἀπαρκτίας καὶ θρασκίας. Ἰδοὺ τὸ ἕκτον. p. 364b23 Καυματώδεις δὲ νότος καὶ ζέφυρος. ᾿Επειδὴ εἶπε τοὺς ψυχροποιοὺς ἀνέμους, λέγω δὴ τοὺς νιφετώδεις ἁ καὶ χαλαζώδεις, ἀντέθηκεν αὐτοῖς τοὺς ἐναντίους, τουτέστι τοὺς θερινοὺς νότον καὶ ζέφυρον. ἀλλ’ ἀπορητέον, πῶς ἀνωτέρω μὲν τὸν ζέφυρον ἔλεγε ψυχρόν, νὺν δὲ θερμὸν αὐτὸν λέγει. ἢ ῥητέον, ὅτι ἐστὶν οὐ κατ’ οὐσίαν, ἀλλ’ ὅτι ἐν ὥρᾳ θερμῇ πνεῖ· ἐν τῷ θέρει γάρ. p. 364b24 Νέφεσι δὲ πυκνοῦσι οὐρανόν. Τὸ ἕβδομον κεφάλιον, ἔνθα ἐζητοῦμεν, ποῖοί εἰσιν ἐπινέφελοι. p. 364b29 ἵθριοι δὲ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης. Πάλιν ἐπειδὴ εἶπε περὶ τῶν ἐπινέφελον ποιούντων ἀνέμων τὸν ἀέρα, διαλέγεται καὶ περὶ τῶν αἴθριον αὐτὸν ποιούντων.