Ancient Greek
Dfhg-Source dfhg3_OLYMPUS
OLYMPUS; SOCRATES RHODIUS, Fragmenta 1
Not analysed yet
Ἐν δὲ λύπης ἅμα τοσαύτης καὶ ὀδύνης (ἀνεφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα τυπτομένης καὶ ἥλκωτο) πυρετῶν ἐπιλαβόντων, ἠγάπησε τὴν πρόφασιν, ὡς ἀφεξομένη τροφῆς διὰ τοῦτο, καὶ παραλύσουσα τοῦ ζῆν ἀκωλύτως ἑαυτήν. Ἦν δὲ ἰατρὸς αὐτῇ συνήθης Ὄλυμπος, ᾧ φράσασα τἀληθὲς, ἔχρητο συμβούλῳ καὶ συνεργῷ τῆς καθαιρέσεως, ὡς αὐτὸς ὁ Ὄλυμπος εἴρηκεν, Ἱστορίαν τινὰ τῶν πραγμάτων τούτων ἐκδεδωκώς.