Ancient Greek · ~4 min
10.21 to 10.23
Onasander, Στρατηγικός 10.21-23
Not analysed yet
Ὁ δὲ εἰδὼς οὕτως στρατηγεῖν εἴσεται, κἂν ὑπὸ τῶν πολεμίων ἐν τοῖς αὐτοῖς καταστρατηγῆται, καὶ δρᾶσαί τι φρόνιμος ἔσται καὶ φυλάξασθαι προμηθής· ἐξ ὧν γὰρ αὐτὸς εἴσεται, τί δεῖ ποιεῖν, ἐκ τούτων ἑτέρου ποιοῦντος γνώσεται, τί χρὴ μὴ παθεῖν· αἱ γὰρ ἴδιαι πρὸς τὸ λυπεῖν ἐμπειρίαι καὶ τὰς τῶν πέλας ἐπινοίας τεκμαίρονται. θ. Προάγειν δʼ εἰ δέοι νύκτωρ ἢ μεθʼ ἡμέραν ἐπί τι τῶν ἀπορρήτων, ἢ φρούριον ἢ πόλιν ἢ ἄκρα ἢ παρόδους καταληψόμενον ἤ τι τῶν ἄλλων δράσοντα, ἃ διὰ τάχους λαθόντα τοὺς πολεμίους, ἄλλως δʼ οὐκ ἔστι πρᾶξαι, μηδενὶ προλεγέτω, μήτʼ ἐπὶ τί μήτε τί ποιήσων ἄγει τὴν στρατιάν, εἰ μή τισι τῶν ἡγεμόνων ἀναγκαῖον εἶναι νομίζοι προειπεῖν. γενόμενος δʼ ἐπʼ αὐτῶν τῶν τόπων ἐγγὺς ὄντος τοῦ παρʼ ὃν δρᾶσαί τι δεῖ καιροῦ διδότω τὸ παράγγελμα καὶ τί δεῖ πράττειν σημαινέτω· ταχὺ δὲ τοῦτο ἔστω καὶ δἰ ὀλίγης ὥρας· ἅμα γὰρ οἱ ἡγεμόνες ἀκούουσι καὶ οἱ ὑποτεταγμένοι τούτοις ἴσασιν.