Ancient Greek · ~2 min
Chapter 10
Onasander, Στρατηγικός 10.24
Not analysed yet
ἄφρων δὲ καὶ ἀτελής, ὅστις ἂν πρὸ τοῦ δέοντος εἰς τὸ πλῆθος ἀνακοινώσηται τὴν πρᾶξιν· οἱ γὰρ πονηροὶ μάλιστα περὶ τοὺς τοιούτους αὐτομολοῦσι καιρούς, παρʼ οὓς ἐροῦντές τι καὶ μηνύσοντες οἴονται τιμῆς καὶ δωρεᾶς τεύξεσθαι παρὰ τῶν πολεμίων· οὐκ ἔστιν δʼ ἀφʼ οὗ στρατεύματος οὐκ ἀποδιδράσκουσι πρὸς ἀλλήλους δοῦλοί τε καὶ ἐλεύθεροι κατὰ πολλὰς προφάσεις, ἃς ἀνάγκη παρέχεσθαι πόλεμον. ι.