Ancient Greek · ~2 min
Chapter 19
Onasander, Στρατηγικός 19.1
Not analysed yet
Ἔστω δὲ διαστήματα κατὰ τὰς τάξεις, ἵν’, ἐπειδὰν ἐκκενώσωσιν ἔτι προαγόντων τῶν πολεμίων τὰ βέλη, πρὶν εἰς χεῖρας ἐλθεῖν τὰς φάλαγγας ἐπιστρέψαντες ἐν κόσμῳ διεξίωσιν μέσην τὴν φάλαγγα καὶ ἀταράχως ἐπὶ τὴν οὐραγίαν ἀποκομισθῶσιν· οὔτε γὰρ κυκλεύειν αὐτοὺς ἅπαν τὸ στράτευμα καὶ κάμπτειν κατὰ κέρας ἀσφαλές ἐστι—τάχα γάρ που φθάσουσιν αὐτοὺς ἐν τούτῳ συμμίξαντες οἱ πολέμιοι καὶ μέσους ἀπολαβόντες—, οὔτε διὰ τῶν πεπυκνωμένων βιάζεσθαι, καὶ εἰς τὰ ὅπλα ἐμπίπτοντας τάραχον ἐμποιεῖν ταῖς τάξεσιν ἄλλου πρὸς ἄλλον ἐνσείοντος.