Ancient Greek · ~2 min
19.2 to 19.3
Onasander, Στρατηγικός 19.2-3
Not analysed yet
αἱ δὲ κατὰ κέρας ἔφοδοι τῶν ψιλῶν πλείονα λυμαίνονται τοὺς πολεμίους, ἐκ πλαγίων ἀκοντιζόντων καὶ εἰς τὰ γυμνὰ παραβιαζομένων παίειν. ἡ δὲ τῆς σφενδόνης ἄμυνα χαλεπωτάτη τῶν ἐν τοῖς ψιλοῖς ἐστιν· ὅ τε γὰρ μόλιβδος ὁμόχρους ὢν τῷ ἀέρι λανθάνει φερόμενος, ὥστʼ ἀπροοράτως ἀφυλάκτοις τοῖς τῶν πολεμίων ἐμπίπτειν σώμασιν, αὐτῆς τε τῆς ἐμπτώσεως σφοδρᾶς οὔσης καὶ ὑπὸ τοῦ ῥοίζου τριβόμενον τῷ ἀέρι τὸ βέλος ἐκπυρωθὲν ὡς βαθυτάτω δύεται τῆς σαρκός, ὥστε μηδʼ ὁρᾶσθαι, ταχὺ δὲ καὶ τὸν ὄγκον ἐπιμύειν.