Ancient Greek · ~2 min
Chapter 21
Onasander, Στρατηγικός 21.2
Not analysed yet
ἰσχυροποιείτω μέντοι γε τὴν οὐραγίαν καὶ τοὺς παρὰ πλευρὰν τῶν κεράτων μὴ ἔλαττον τῶν πρωτοστατῶν· οὐχ ἧττον γὰρ ἀποκωλύουσιν οἱ κατʼ οὐρὰν τὰς κυκλώσεις τῶν ἐπὶ κέρας ἐκτεινομένων, ἐὰν ἤτοι φθάσας ὁ στρατηγὸς τὸ μέλλον ἁπλώσας τὴν οὐραγίαν καὶ παρὰ τὰ κέρατα τῆς φάλαγγος ἀναβιβάσας ἑκατέρωθεν παραστήσῃ τοὺς κατόπιν εἰς τὸ πρόσωπον τῶν πολεμίων, ἢ καὶ παραγγείλῃ τοῖς ἐφθασμένοις ἤδη κυκλωθῆναι τὰ νῶτα τοῖς τῶν προηγουμένων νώτοις ἐγκλίνοντας ἀμφίστομον ποιεῖσθαι τὴν μάχην.