Ancient Greek · ~2 min
Chapter 21
Onasander, Στρατηγικός 21.1
Not analysed yet
Τὰς δὲ κυκλώσεις φυλάττεσθαι βουλόμενος μήθ̓ οὕτως ἐπὶ μῆκος ἐκτεινέτω τὴν δύναμιν, ὥστε πάμπαν ἀσθενῆ καὶ ἀβαθῆ ποιῆσαι τὴν φάλαγγα —ταχὺ γάρ που συμβαίνει τοὺς πολεμίους διαρρήξαντας αὐτὴν δίοδον ποιεῖσθαι, καὶ μηκέτι παρὰ κέρας ἐνεργεῖν ταῖς κυκλώσεσιν, ἀλλὰ διεκπεσόντας μέσους κατὰ νώτου γίγνεσθαι τῶν ἐναντίων· τὸ δὲ αὐτὸ μὴ μόνον φυλαττέσθω παθεῖν, ἀλλὰ καὶ ζητείτω ποιεῖν, ἐὰν ἀσθενῆ καὶ λεπτὴν κατανοήσῃ τὴν τῶν πολεμίων φάλαγγα—, μήθʼ οὕτως ἐπʼ οὐρὰν συστελλέτω τὴν παράταξιν εἰς πολὺ βάθος ὑποστέλλων, ὥστʼ ἐκ τοῦ ῥᾴστου τοὺς πολεμίους ὑπερκεράσαντας ἐντὸς αὐτὴν λαβεῖν.