Ancient Greek · ~2 min
Chapter 22
Onasander, Στρατηγικός 22.4
Not analysed yet
Ἐκπληκτικωτάτη δ̓, ἢ καὶ δραστικωτάτη μάλιστα πάντων, ἡ κατὰ νώτου τῶν πολεμίων αἰφνίδιος ἐπιβολή, εἴ πῃ δυνατὸν γένοιτο προεκπέμψαντι στρατιωτῶν σύνταγμα νύκτωρ ἐκπεριελθεῖν κελεῦσαι τοὺς πολεμίους, ἵνα κατόπιν αὐτῶν γένωνται πάντες, ὥστε ἕωθεν ἀναστάντας ἐκ τῆς ἐνέδρας μετὰ τὸ συμμῖξαι πρὸς μάχην τὰ στρατεύματα κατὰ τὴν οὐραγίαν ἐπιφαίνεσθαι τοῖς πολεμίοις· οὐδὲ γὰρ φεύγουσιν ἂν ἔτι σφίσιν ἐλπὶς ἀπολείποιτο σωτηρίας, οὐδʼ εἰς τοὐπίσω δυναμένοις ἐπιστραφῆναι διὰ τοὺς ἐξ ἐναντίας μαχομένους, οὐδʼ εἰς τὸ πρόσω φέρεσθαι διὰ τοὺς κατόπιν ἐπικειμένους.