Ancient Greek · ~2 min
Chapter 23
Onasander, Στρατηγικός 23.1
Not analysed yet
Καὶ δή ποτε παριππαζόμενος ἐμβοησάτω τοῖς φίλοις, εἰ μὲν ἐπὶ τοῦ δεξιοῦ τύχοι κέρως ὤν, “νικῶσιν ἇνδρες οἱ ἐπὶ τοῦ λαιοῦ τὸ δεξιὸν κέρας τῶν πολεμίων,” εἰ δʼ ἐπὶ τοῦ λαιοῦ, νικᾶν λεγέτω τὸ φίλιον δεξιόν, ἐάν τε καὶ κατʼ ἀλήθειαν ᾖ τοῦτο γινόμενον ἐάν τε μή· καὶ γὰρ δὴ τὸ ψεῦδος ἀναγκαῖον εἰπεῖν, ὅπου “μέγα νεῖκος ὄρωρεν·” οἷον βοῆσαι πάλιν αὖ μακρὰν ἀποστατοῦντος τοῦ τῶν πολεμίων ἡγεμόνος ἢ ἐπὶ θατέρου κέρως ὄντος ἢ τὰ μέσα συνέχοντος τῆς φάλαγγος, “τέθνηκεν ὁ τῶν πολεμίων στρατηγὸς” ἢ “βασιλεύς,” ἢ ὅστις ἄν ποτε ᾖ.