Ancient Greek · ~2 min
23.2 to 23.3
Onasander, Στρατηγικός 23.2-3
Not analysed yet
καὶ ταῦτα χρὴ βοᾶν οὕτως, ὥσθʼ ἅμα καὶ τοὺς πολεμίους κατακούειν· οἵ τε γὰρ φίλιοι τοὺς σφετέρους ἀκούοντες ἐπικυδεστέρους ἀναθαρροῦσι καὶ διπλάσιοι γίγνονται ταῖς προθυμίαις, οἵ τε ἐχθροὶ τὰ σφῶν αὐτῶν ἐλαττώματα πυνθανόμενοι συγκαταπίπτουσι ταῖς διανοίαις, ὥστ̓ ἔστιν ὅτε καὶ εἰς φυγὴν ἅμα τῷ δέξασθαι τοιαύτην φήμην ὁρμᾶν. οὕτως πολλάκις συνήνεγκεν καὶ τοὺς φιλίους ἅμα τοῖς πολεμίοις ἐξαπατῆσαι, τοῖς μὲν τὰ κρείττω, τοῖς δὲ τὰ χείρω ψευδόμενον.