Ancient Greek · ~3 min
34.3 to 34.5
Onasander, Στρατηγικός 34.3-5
Not analysed yet
ὅπου δὲ τιμὴ μὲν ἀποδίδοται τοῖς ἀγαθοῖς, τιμωρία δʼ οὐ παραπέμπεται τῶν κακῶν, ἐνταῦθα καλὰς ἐλπίδας ἔχειν ἀνάγκη τὸ στρατόπεδον· οἱ μὲν γὰρ ἐφοβήθησαν ἁμαρτάνειν, οἱ δὲ ἐφιλοτιμήθησαν ἀνδραγαθεῖν. ἔνθα μέντοι χρὴ καὶ νικῶντα μὴ κατʼ ἄνδρα μόνον ἀμοιβὰς ἐκτίνειν, ἀλλὰ καὶ τῷ σύμπαντι στρατεύματι τῶν κινδύνων ἐπικαρπίαν ἀποδιδόναι· τὰ γὰρ τῶν πολεμίων ἐπιτρεπέτω τοῖς στρατιώταις διαρπάζειν, εἰ χάρακος ἢ ἀποσκευῆς ἢ φρουρίου κυριεύσειεν, ὁτὲ δὲ καὶ πόλεως, εἰ μή τι μέλλοι περὶ αὐτῆς χρηστότερον βουλεύειν. οὕτως γὰρ ἂν καὶ μάλιστα μήπω τέλος εἰληφότος τοῦ πολέμου συνοίσοι πρὸς τὰ μέλλοντα προθυμότερον ἐπὶ τὰς μάχας αὐτῶν ἐξιόντων, εἰ μὴ νομίζομεν τοὺς μὲν θηρευτικοὺς κύνας δελεάζειν ἀναγκαῖον εἶναι τοῖς κυνηγοῖς αἵματι θηρίων καὶ τοῖς τοῦ συλληφθέντος ζῴου σπλάγχνοις, τοῖς δὲ νικῶσι στρατιώταις τὰ τῶν ἡττημένων εἰς προτροπὴν οὐ μάλα δή τι συμφέρον ἀποδιδόναι.