Ancient Greek · ~3 min
35.1 to 35.3
Onasander, Στρατηγικός 35.1-3
Not analysed yet
α. Τὰς δʼ ἁρπαγὰς οὔτʼ ἐπὶ πάσης μάχης ἐπιτρεπτέον, οὐδʼ αἰεὶ πάντων, ἀλλʼ ὧν μέν, ὧν δ’ οὔ, τῶν δὲ σωμάτων ἥκιστα· ταῦτα δὲ πιπράσκειν τὸν στρατηγόν. εἰ δὲ χρημάτων δέοι καὶ δαπάνης κοινῆς καὶ μεγάλης, καὶ ὅσα ἄγεται καὶ φέρεται πάνθʼ ὡς αὐτὸν ἀναπέμπεσθαι κηρυττέτω. γνῴη δʼ ἂν αὐτὸς ἄριστα πρὸς τοὺς καιρούς, εἰ τὰ πάντα δέοι λαμβάνειν, εἴτʼ ἐκ μέρους, εἴτε μηθὲν ὧν ἔτυχεν· οὔ γε μὴν ἔστι πολέμου καὶ τοῖς κοινοῖς εἶναι χρημάτων δαψίλειαν καὶ τοῖς στρατιώταις ἀνεπικώλυτον ὠφέλειαν· ἤδη δὲ καὶ παρὰ τοὺς τῶν ἡττημένων πλούτους καὶ παρὰ τὰς τῶν τόπων εὐδαιμονίας αἱ ὠφέλειαί σφισι δαψιλέστεραι γίγνονται. β.