Ancient Greek · ~2 min
Chapter 39
Onasander, Στρατηγικός 39.3
Not analysed yet
διόπερ χρὴ καὶ τὴν ὁδὸν τεκμαιρόμενον, ὅθεν ἐξοδεῦσαι δεῖ, καὶ τῶν σταδίων καὶ τῆς ὥρας στοχαζόμενον, ὅσον εἰς τὴν πορείαν ἀναλώσει, καὶ ἀπὸ τῶν ἄστρων ὁρῶντα, πόσον τὸ παρῳχηκὸς ἤδη καὶ πόσον τὸ ἀπολειπόμενον μέρος, οὕτως ἀκριβῶς συλλογισάμενον, ἵνα μήτε φθάσῃ μήτε βραδύνῃ, πρὸς αὐτὴν ἥκειν τὴν ὥραν τοῦ συντεταγμένου καιροῦ καὶ ἔτι προσιόντα ἀκούεσθαι καὶ ἐντὸς εἶναι τῶν τειχῶν. β.