Ancient Greek · ~4 min
39.4 to 39.7
Onasander, Στρατηγικός 39.4-7
Not analysed yet
Εἰ δʼ ἡμέρας ἀναστήσας ἄγοι στράτευμα πόλεις ἐκ προδοσίας ληψόμενος κατὰ τὴν συγκειμένην ὥραν, τοὺς κατὰ τὴν ὁδὸν ὑποπίπτοντας ἅπαντας προαποστέλλων ἱππεῖς συλλαμβανέτω, μή τις τῶν ἐπὶ τῆς χώρας φθάσας ἀποδραμὼν μηνύσῃ τὴν ἔφοδον τῶν πολεμίων, ἀλλʼ αἰφνιδίως ἀφυλάκτοις ἡ ἐπιφάνεια γένηται τοῦ στρατεύματος. ἐπελθόντα δʼ ἐξαίφνης ἀπροσδοκήτοις χρή, κἂν μὴ κατὰ προδοσίαν μέλλῃ λαμβάνειν, ἀλλʼ ἐκ προρρήσεως ἀγωνίζεσθαι διὰ μάχης, μὴ ἀναβάλλεσθαι, ἀλλʼ ὡς ὅτι μάλιστα φθάνειν προσβάλλοντα εἴτε φρουρίῳ εἴτε χάρακι εἴτε πόλει, μάλιστα δʼ ὅτʼ ἂν ὀλίγον εἶναι δοκῇ τὸ φίλιον στράτευμα καὶ τῶν ἐχθρῶν ἐλαττούμενον· αἱ γὰρ ἀπρόληπτοι τῶν πολεμίων ἐπιφάνειαι διὰ τὸ παράλογον ἐκπλήττουσι τοὺς ἐναντίους, κἂν ὦσι κρείττους, ἕως, ἄν γε συνθεωρήσωσιν αὑτοὺς καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν· οὕτως ἐνίοτε τὰ πρῶτα καὶ ἀρχόμενα φοβερώτερα τῶν χρονιζομένων εἶναι δοκεῖ. διὸ πολλάκις ἤδη τινὲς τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπληξάμενοι τοὺς ἐναντίους ἢ ταχὺ καὶ ἄκοντας ὑπέταξαν ἢ ποιεῖν ἑκόντας ἠνάγκασαν τὰ προσταττόμενα.