Ancient Greek · ~1 min
Chapter 42
Onasander, Στρατηγικός 42.1
Not analysed yet
α. Ὁ γὰρ φόβος ψευδὴς μάντις, ἃ δέδοικε, ταῦτ̓ οἰήσεται καὶ γίγνεσθαι, καὶ πᾶν τὸ ἐν νυκτί, κἂν μικρὸν ᾖ, φοβερώτερον τοῖς πολιορκουμένοις· οὐδεὶς γάρ, ὃ βλέπει, λέγει διὰ τὸ σκότος, ἀλλὰ πᾶς, ὃ ἀκούει· καὶ ἑνός που φανέντος ἢ δυεῖν ἐπὶ τείχους πολεμίων τὸ πᾶν ἤδη στράτευμα τῶν τειχῶν ἐπιβεβηκέναι δόξαντες ἀπετράπησαν, ἐρήμους καταλιπόντες ἐπάλξεις καὶ πύλας. β.