Ancient Greek · ~2 min
Chapter 42
Onasander, Στρατηγικός 42.2
Not analysed yet
Εἰ δέ τι διὰ χειρὸς ὁ στρατηγὸς ἐξεργάσασθαι σπεύδοι, μὴ ὀκνείτω πρῶτος αὐτὸς ὀφθῆναι ποιῶν· οὐ γὰρ οὕτως ταῖς ἀπὸ τῶν κρειττόνων ἀπειλαῖς ἀναγκαζόμενοί τι ποιοῦσιν, ὡς ταῖς ἀπὸ τῶν σεμνοτέρων διατροπαῖς· ἰδὼν γάρ τις τὸν ἡγεμόνα πρῶτον ἐγχειροῦντα καὶ ὅτι δεῖ σπεύδειν ἔμαθε καὶ μὴ ποιεῖν ᾐδέσθη καὶ ἀπειθεῖν ἐφοβήθη· καὶ οὐκ ἔθʼ ὡς δοῦλον ἐπιταττόμενον διετέθη τὸ πλῆθος, ἀλλʼ ὡς ἐξ ἴσου παρακαλούμενον διετράπη. γ.