Ancient Greek · ~3 min
42.18 to 42.19
Onasander, Στρατηγικός 42.18-19
Not analysed yet
Εἰ δὲ δή τινα ἀκμάζουσαν ἔτι πλήθει τε καὶ δυνάμει πόλιν ἐρρωμένως ἑλὼν εἰς φόβον ἢ ὑπόνοιαν ἥκοι, μή ποτε κατὰ τάγματα καὶ συστροφὰς ὑπαντιάζοντες ἀμύνωνται τοὺς ἐπεισπίπτοντας ἢ τὰ μετέωρα καταλαμβανόμενοι καὶ τὰ ἄκρα τῆς πόλεως ἔνθεν ἀντεπίοιεν ἐπὶ πολὺ κακώσοντες τοὺς πολεμίους, κηρυττέτω τοὺς ἀνόπλους μὴ κτεῖναι. ἕως γὰρ ἕκαστος ἐλπίζει ληφθεὶς τεθνήξεσθαι, βούλεται φθάνειν δράσας καὶ πάσχων ἀλλά τι καὶ δρᾶν, πολλοί τε ἤδη πολεμίους εἰσκεχυμένους ἐξήλασαν ἢ καὶ μὴ δυνηθέντες εἰς ἀκρόπολιν ἐρυμνὴν κατειλήθησαν, ἔνθεν αὖθις εἰς πόνον καὶ ταλαιπωρίαν κατέστησαν τοὺς πολεμίους, ὥστε δευτέραν ἐπαναιρεῖσθαι πολιορκίαν . . . ἢ καὶ πολυχρονιωτέραν, ἔστιν δʼ ὅτε καὶ ἐπαλγεστέραν μετὰ πολλῆς πείρας κακῶν.