Ancient Greek · ~3 min
Chapter 42
Onasander, Στρατηγικός 42.20
Not analysed yet
εἰ δὲ διαβοηθείη τόδε τὸ κήρυγμα, τάχα μὲν καὶ πάντες, ὡς δὲ πρόδηλον εἰπεῖν, οἵ γε πλείους τὰ ὅπλα ῥίψουσι· τῶν τε γὰρ βουλομένων δἰ ὀργῆς ἕκαστος εἰς ἄμυναν ἰέναι δεδιὼς τὸν πέλας, μή ποτε οὐχ ἑαυτῷ ταὐτὰ φρονῇ, ῥίπτειν ἀναγκασθήσεται, ὥστε, κἂν πάντες βούλωνται τὰ ὅπλα φυλάττειν, διὰ τὴν πρὸς ἀλλήλους ὑπόνοιαν αὐτὸν ἕκαστον δεδιότα, μὴ μόνος ὡπλισμένος ληφθῇ, σπεύδειν ἀποτιθέμενον —οἱ γὰρ ὀξεῖς καιροὶ τὴν κοινὴν γνώμην φανερὰν οὐκ ἐῶσι γίγνεσθαι —,οἵ τε ἕτοιμοι πρὸς τὸ σώζεσθαι, μέχρι μὲν οὐδὲν εἰς ἐλπίδα κεκήρυκται σωτηρίας, εἰ καὶ μὴ γνώμῃ, ἀλλʼ ἀνάγκῃ τὸ ἐπιὸν ἀμύνονται κακόν, ἐπειδὰν δὲ μικρὰν ἐλπίδα τοῦ σώζεσθαι λάβωσιν, ἱκέται τὸ λοιπὸν ἀντὶ πολεμίων ὑπαντῶσιν.