Ancient Greek · ~2 min
42.21 to 42.22
Onasander, Στρατηγικός 42.21-22
Not analysed yet
οὕτως τε ὁ μὲν κηρύξας καὶ τοὺς τὰ ὅπλα φυλάττειν βουλομένους ῥίπτειν αὐτὰ ἀναγκάζει· στρατιωτῶν δὲ θάνατος ἐν μὲν μάχαις εὐπαραμύθητος —δοκεῖ γὰρ τοῦ νικᾶν ἕνεκεν γεγονέναι —,ἐν δὲ νίκαις καὶ καταλήψεσι πόλεων τοῖς νικῶσιν οἴκτιστος, ἀφροσύνης τε μᾶλλον ἢ ἀνδρίας μαρτύριον· εἰ μέντοι μνησικάκως ἔχοι τοῖς ἡττημένοις στρατηγός, μὴ παρὰ τούτοις οἰέσθω τι φέρεσθαι βλάβος, ὅτι τοὺς ἐντυγχάνοντας μὴ εὐθὺς κτενοῦσι· σχολῇ γὰρ βουλεύσεται μετὰ τοῦ ἀκινδύνου τὴν ἄμυναν ἀνανταγώνιστον ἔχων, τί χρὴ διαθεῖναι τοὺς ἑαλωκότας. θ.