Ancient Greek · ~2 min
Chapter 42
Onasander, Στρατηγικός 42.4
Not analysed yet
στρατηγοῦ δʼ ἰδίας ἀγχινοίας ἔργον τοιόνδε ἂν εἴη, εἰ βούλοιτο προσβάλλειν μηχανάς· καθʼ ἓν μὲν ἀποχρήσθω μέρος τοῖς ἔργοις αὐτοῖς—οὐδὲ γὰρ ἄλλως ἄν τις εὐπορήσειεν ἐν κύκλῳ παντὶ τῷ τείχει περιστῆσαι μηχανάς, εἰ μὴ πάνυ μικρὰ πόλις εἴη—, εἰς πολλὰ δὲ τάγματα διελὼν τὸ στράτευμα κατὰ τὰ ἄλλα τοῦ τείχους μέρη κελευέτω τὰς κλίμακας προσφέρειν· οὕτως γὰρ εἰς ἀμηχανίαν οἱ πολιορκούμενοι πολλὴν ἐμπίπτουσιν·