Ancient Greek · ~1 min
Chapter 42
Onasander, Στρατηγικός 42.3
Not analysed yet
Πολλῶν δὲ καὶ ποικίλων ἐκ τῶν μηχανῶν πολιορκητηρίων χρήσεται κατὰ δύναμιν ὁ στρατηγός. οὐ γὰρ ἐπʼ ἐμοὶ τὸ λέγειν, ὅτι δεῖ κριοὺς ἔχειν ἢ ἑλεπόλεις ἢ σαμβύκας ἢ πύργους ὑποτρόχους ἢ χελώνας χωστρίδας ἢ καταπέλτας· τῆς γὰρ τῶν πολεμούντων τύχης καὶ πλούτου καὶ δυνάμεως ἴδια ταῦτα καὶ τῆς τῶν ἑπομένων ἀρχιτεκτόνων ἐπινοίας εἰς τὰς ὀργανικὰς κατασκευάς.