Ancient Greek
222.2
Onatas, Fragmenta 222.2
Unproofread scanNot analysed yet
Τοιαῦτα δὲ φύσει οὐδενὸς ποτιδεῖται οὔτε συγγενέος οὔτε ξένου, διόπερ οὔτε ἐξ δυοῖν ἀρμοσταὶ ψυχᾶς κα σώματος, καὶ γὰρ διόλου ἐντὶ ψυχά, οὐτ’ ἐναντίων τινῶν, τὰ γὰρ ἐναντία καὶ κρατεῖν καὶ κρατεῖσθαι πέφυκεν. Ἀ δὲ γὰ τῷ σώματος κράζει μιαινεῖ τὸ καθαρόν τὰς ψυχάς· ἄ μὲν γὰρ ἀκήρατοι καὶ θεῖοι ἐντὶ, τὸ δὲ θνατὸν καὶ θολομιγές. Οὕτω δὲ μιαινεῖ καὶ μόλυβδοι χρυσόν καὶ πᾶν τὸ τῆ φύσι γνήσιον τὸ νόθον. Ὀλοῖς δὲ τὸ σῶμα τοῖς θνατοῖς δέδωκεν ὁ θεὸς ζωοὺς δι’ αἰδίαν ἀνάγκαν καὶ ἀφυκτον. Φύσι γὰρ ἀπορον καὶ πτωχὸν πᾶν τὸ γενέσιος κεκοινωνηκός.