Ancient Greek
Book 1, lines 1.376-1.421
Oppian of Apamea, Κυνηγετικά 1.376-421
Not analysed yet
εἰ δέ νύ τοι κεράσαι φίλον ἔπλετο δοιὰ γένεθλα,
εἴαρι μὲν πρώτιστα λέχος πόρσυνε κύνεσσιν·
εἴαρι γὰρ μᾶλλον φιλοτήσια μέμβλεται ἔργα
θηρσί τε καὶ σκυλάκεσσι καὶ οὐλομένοισι δράκουσιν
ἠερίοις τʼ ὄρνισι καὶ εἰναλίοις νεπόδεσσιν.
εἴαρι μὲν χολόεντος ἔχις πεφορυγμένος ἰοῦ
ἷκτο λέχος ποτὶ θῖνα θαλασσαίης ἀλόχοιο·
εἴαρι πόντος ὅλος δὲ περισμαραγεῖ Κυθερείῃ
καὶ νέποδες γαμέοντες ἐπιφρίσσουσι γαλήνῃ·
εἴαρι καὶ τρήρωνες ἐπιθύνουσι πελείαις,
ἵπποι δʼ ἀγραύλοις ἐπὶ φορβάσιν ὁπλίζονται,
ταῦροι δʼ ἀγροτέρας ἐπὶ πόρτιας ὁρμαίνουσι,
καὶ κτίλοι εἱλικόεντες ἐν εἴαρι μηλοβατεῦσι,
καὶ κάπροι πυρόεντες ἐπαιχμάζουσι σύεσσι,
καὶ χίμαροι λασίῃσιν ἐφιππεύουσι χιμαίραις·
καὶ δʼ αὐτοῖς μερόπεσσιν ἐν εἴαρι μᾶλλον ἔρωτες·
εἴαρι γὰρ πάνδημος ἐπιβρίθει Κυθέρεια.
ἔθνεα σοὶ δὲ κυνῶν θαλαμηπολέοντι μελέσθω
ἄρμενά τʼ ἀλλήλοισιν ἐοικότα τʼ ἔξοχα φῦλα.
Ἀρκάδας Ἠλείοις ἐπιμίσγεο, Παίοσι Κρῆτας,
Κᾶρας Θρηϊκίοις, Τυρσηνὰ γένεθλα Λάκωσι,
Σαρματικόν τε πόσιν φορέοις πρὸς Ἰβηρίδα νύμφην.
ὧδε μὲν εὖ κεράσειας· ἀτὰρ πολὺ φέρτατα πάντων
φῦλα μένειν μονόφυλα, τὰ δʼ ἔξοχα τεκμήραντο
ἄνδρες ἐπακτῆρες· τὰ δὲ μυρία φῦλα πέλονται,
τῶν ἀμόθεν μορφαί τε καὶ εἴδεα τοῖα πελέσθω.
μηκεδανόν, κρατερὸν δέμας ἄρκιον, ἠδὲ κάρηνον
κοῦφον, ἐΰγληνον· κυαναὶ στίλβοιεν ὀπωπαί·
κάρχαρον ἐκτάδιον τελέθοι στόμα· βαιὰ δʼ ὕπερθεν
οὔατα λεπταλέοισι περιστέλλοιθʼ ὑμένεσσι·
δειρὴ μηκεδανή, καὶ στήθεα νέρθε κραταιά,
εὐρέα· τὼ πρόσθεν δέ τʼ ὀλιζοτέρω πόδες ἔστων·
ὀρθοτενεῖς κώλων ταναοὶ δολιχήρεες ἱστοί·
εὐρέες ὠμοπλάται, πλευρῶν ἐπικάρσια ταρσά·
ὀσφύες εὔσαρκοι, μὴ πίονες· αὐτὰρ ὄπισθε
στρυφνή τʼ ἐκτάδιός τε πέλοι δολιχόσκιος οὐρή.
τοῖοι μὲν ταναοῖσιν ἐφοπλίζοιντο δρόμοισι
δόρκοις ἠδʼ ἐλάφοισιν ἀελλοπόδῃ τε λαγωῷ.
Θοῦροι δʼ αὖθʼ ἕτεροι, τοῖσιν μενεδήϊος ἀλκή,
ὅσσοι καὶ ταύροισιν ἐπέχραον ἠϋγενείοις
καὶ σύας ὑβριστῆρας ἐπαΐξαντες ὄλεσσαν·
ὅσσοι μηδὲ λέοντας ἑοὺς τρείουσιν ἄνακτας,
ζατρεφέες, πρώνεσσιν ἐοικότες ἀκρολόφοισι·
σιμότεροι μὲν ἔασι προσώπατα, δεινὰ δʼ ὕπερθε
νεύει ἐπισκυνίοισι μεσόφρυα, καὶ πυρόεντες
ὀφθαλμοὶ χαροπαῖσιν ὑποστίλβοντες ὀπωπαῖς·