Ancient Greek · ~8 min
Book 1, lines 1.324-1.375
Oppian of Apamea, Κυνηγετικά 1.324-375
Not analysed yet
τοὶ δʼ ἄρʼ ἐϋτροχάλοισι περίδρομα δαιδάλλονται
σφραγῖσιν πυκινῇσιν ὁμοίϊα πορδαλίεσσι·
τοὺς ἔτι νηπιάχους γράψαν τεχνήμονες ἄνδρες
αἰθομένῳ χαλκῷ ταναὴν τρίχα πυρσεύοντες.
δηθάκι δʼ ἄλλα βροτοὶ πανεπίφρονα μητίσαντο,
πῶλον ἐπιγράψαι καὶ νηδύϊ μητρὸς ἐόντα.
ὢ πόσση κραδίη, πόσση μερόπεσσι πέλει φρήν.
ἔρξαν ὅπως ἐθέλουσι· θέσαν πολυειδέος ἵππους,
μητρὸς ἔτι γλαγερῇσι περισχομένους λαγόνεσσιν.
ὁππότε θηλυτέρην γὰρ ἕλῃ φιλοτήσιος ὁρμὴ
ἵππον τʼ ἐγγὺς ἰόντα κλυτὸν μεγαλήτορα μίμνῃ,
δὴ τότε δαιδάλλουσι πόσιν καλόν· ἀμφὶ δὲ πάντῃ
πᾶν δέμας εὐστίκτοισι περὶ χροιῇσι γράφουσι,
καὶ ποτὶ λέκτρον ἄγουσιν ἐπʼ ἀγλαΐῃ κομόωντα.
ὡς δέ τις ἠϊθέων ὑπὸ νυμφοκόμοισι γυναιξὶν
εἵμασιν ἀργεννοῖσι καὶ ἄνθεσι πορφυρέοισι
στεψάμενος, πνείων τε Παλαιστίνοιο μύροιο,
ἐς θάλαμον βαίνησιν ὑμὴν ὑμέναιον ἀείδων·
ὣς ἵππον σπέρχοντα γαμήλιά τε χρεμέθοντα,
πρόσθεν ἑῆς ἀλόχοιο κλυτὸν πόσιν ἀφριόωντα,
δηρὸν ἐρητύουσι φίλης λελιημένον εὐνῆς·
ὀψέ δέ τοι μεθιᾶσιν ἐπήρατον ἐς φιλότητα·
ἡ δʼ ὑποκυσαμένη πολυανθέα γείνατο παῖδα,
νηδύϊ μὲν πόσιος γόνιμον θορὸν ἀείρασα,
δεξαμένη μορφὴν δὲ πολύχροον ὀφθαλμοῖσι.
τοῖά νυ κἀκεῖνοι, τοῖσιν δόνακες μεμέληνται,
μησάσθην πυκινοῖσι νοήμασιν ἰξευτῆρες,
ὁππότε δαιδάλλουσι πεληϊάδεσσι νεοσσούς·
εὖτε γὰρ ἐς φιλότητα θοαὶ τρήρωνες ἴωσι,
μιγνύμεναι στομάτεσσι βαρυφθόγγοις ἀλόχοισι,
δὴ τότε μῆτιν ὕφαινε κλυτὴν τιθασοτρόφος ἀνήρ,
ἄγχι δὲ θηλυτέρῃσιν ἐθήκατο δαίδαλα πολλὰ
εἵματα πορφύρεα· ταὶ δὲ κλιδὸν ὄσσε βαλοῦσαι
θυμὸν ἰαινόμεναι τίκτουσʼ ἁλιπόρφυρα τέκνα.
ναὶ μὴν ὧδε Λάκωνες ἐπίφρονα μητίσαντο
αἷσι φίλαις ἀλόχοις, ὅτε γαστέρα κυμαίνουσι·
γράψαντες πινάκεσσι πέλας θέσαν ἀγλαὰ κάλλη,
τοὺς πάρος ἀστράψαντας ἐν ἡμερίοισιν ἐφήβους,
Νιρέα καί Νάρκισσον ἐϋμμελίην θʼ Ὑάκινθον,
Κάστορά τʼ εὐκόρυθον καὶ Ἀμυκοφόνον Πολυδεύκην,
ἠϊθέους τε νέους, τοί τʼ ἐν μακάρεσσιν ἀγητοί,
Φοῖβον δαφνοκόμην καὶ κισσοφόρον Διόνυσον·
αἱ δʼ ἐπιτέρπονται πολυήρατον εἶδος ἰδοῦσαι,
τίκτουσίν τε καλοὺς ἐπὶ κάλλεϊ πεπτηυῖαι.
τόσσα μὲν ἀμφʼ ἵπποισιν· ἀτὰρ κατάβηθι, φίλη φρήν,
οἶμον ἐπὶ σκυλάκων· τόσσοι δʼ ἐπὶ πᾶσι κύνεσσιν
ἔξοχʼ ἀρίζηλοι, μάλα τʼ ἀγρευτῆρσι μέλονται,
Παίονες, Αὐσόνιοι, Κᾶρες, Θρήϊκες, Ἴβηρες,
Ἀρκάδες, Ἀργεῖοι, Λακεδαιμόνιοι, Τεγεῆται,
Σαυρομάται, Κελτοί, Κρῆτες, Μάγνητες, Ἀμοργοί,
ὅσσοι τʼ Αἰγύπτοιο πολυψαμάθοισιν ἐπʼ ὄχθαις
βουκολίων οὖροι, Λοκροί, χαροποί τε Μολοσσοί.