Ancient Greek
Book 1, lines 1.89-1.137
Oppian of Apamea, Κυνηγετικά 1.89-137
Not analysed yet
τοὔνεκά μοι δέμας ὧδε κερασσάμενοι φορέοιεν,
ἀμφότερον κραιπνόν τε θέειν σθεναρόν τε μάχεσθαι.
καὶ δʼ ἄρα δεξιτερῇ μὲν ἐπικραδάοιεν ἄκοντας
ἀμφιδύμους ταναούς, δρεπάνην δʼ ἐπὶ μεσσόθι ζώνης·
καὶ γὰρ καὶ θήρεσσι πικρὸν φόνον ἐντύνοιντο,
καί τε κακῶν φορέοιεν ἀλεξητήρια φωτῶν.
λαιῇ δὲ πεζὸς μὲν ἄγοι κύνας, ἱππελάτης δὲ
ἵππων ἰθύνειε κυβερνητῆρα χαλινόν.
εὐσταλέως δὲ χιτῶνα καὶ εἰς ἐπιγουνίδα πήξας
ἑλκέσθω, σφίγγοιτο δʼ ἐπημοιβοῖς τελαμῶσιν.
αὐχένος αὖθʼ ἑκάτερθε παρήορον ἐκ παλαμάων
εἷμα περιστέλλοιτʼ ὀπίσω σθεναρῶν ὑπὲρ ὤμων,
ῥήϊον ἐς κάματον· γυμνοῖσι δὲ ποσσὶν ὁδεύειν
κείνους, τοῖσιν ἴχνη μέλεται δυσδερκέα θηρῶν,
ὄφρα κε μὴ θήρεσσιν ἀπʼ ὄμματος ὕπνον ἕλοιτο
ἠχὴ τριβομένων λιπαροῖς ὑπὸ ποσσὶ πεδίλων.
μηδʼ ἄρα λῶπος ἔχειν μάλα λώϊον· οὕνεκεν εἷμα
πολλάκι κινύμενον πνοιῇ κελάδοντος ἀήτου
θῆρας ἀνεπτοίησεν, ἀνήϊξαν δὲ φέβεσθαι.
ὧδε μὲν εὖ στέλλοιντο θοὸν δέμας ἀγρευτῆρες·
τοίους γὰρ φιλέει Λητωϊὰς Ἰοχέαιρα.
ἄλλοτε δʼ ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων,
ἤματος ἱσταμένοιο, καὶ ἤματος ἀνομένοιο,
καὶ μεσάτου, ποτὲ δʼ ἑσπερίου· ποτὲ δʼ αὖτε καὶ ὄρφνῃ
θῆρας ὑπʼ ἀκτίνεσσι σεληναίης ἐδάμασσαν.
Ἠὼς μὲν τέταται περιδέξιος ἀγρευτῆρι
πᾶσα γαληνιόωσα πανηματίοισι δρόμοισιν
εἴαρι φυλλοτόκῳ καὶ φυλλορόῳ φθινοπώρῳ·
ἔξοχα γὰρ τελέθουσι καὶ ἵπποις καὶ μερόπεσσι
καὶ κυσὶν ὠμηστῇσι θέειν εὐκραέες ὧραι
εἴαρι χρυσείῳ, κρυερῶν νεφέων ἐλατῆρι,
ὁππότε ποντοπόροισι βατὴ πλώουσι θάλασσα,
ἄργυφα τειναμένοισι λινοπτερύγων ὅπλα νηῶν·
ὁππότε γαῖα βροτοῖσι φυτηκομέουσι γέγηθεν·
ὁππότε καὶ καλύκεσσι καὶ ἄνθεσιν ἅμματα λύει·
ἢ πάλιν ἐσχατίῃσιν ὀπωρινῇσι τροπῇσιν,
ἡνίκα δῶμα τέθηλεν ὀπωρολόγοιο γεωργοῦ,
καρπὸς Ἀθηναίης λιπαρὴν ὅτε γαυλίδα πλήθει
καὶ βότρυς ἡμερίδων θλίβων ἐπιλήνια χαίρει,
σίμβλα μελισσάων ὅτε λείρια κηρία βρίθει.
χείματι δʼ ἐν μεσάτῳ μέσου ἤματος ἀγρώσσοιεν,
εὖτέ τις ἐν δρυμοῖσιν ὑπὸ σπήλυγγι λιασθείς,
κάρφεα λεξάμενός τε καὶ ὠκύμορον φλόγα νήσας,
ἄγχι πυρὸς κλινθεὶς ὁπλίσσατο δόρπον ἀμορβός.
ἐν δὲ θέρει χρειὼ φυγέειν φλογόεσσαν ἐνιπὴν
ἄζαν τʼ ἠελίου· κέλομαι δʼ ἐπʼ ἄεθλον ἱκάνειν
πρώτῃ ὑπʼ ἀμφιλύκῃ, ὅθʼ ἑωθινὸν ἀγροιῶται
ἱστοβοῆος ἔνερθεν ὑπʼ εὐποίητον ἐχέτλην
γειοτόμον δαμάλῃσιν ἐπιθύνουσιν ἄροτρον·